Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ανδρέας Καισαρείας – Εἰς τὴν Ἀποκάλυψιν

Ανδρέας Καισαρείας

Το σημείο της Γυναικός, ο Δράκων και η εξουσία των δύο θηρίων (Λόγοι ΙΑ΄-ΙΓ΄)

Η έβδομη σάλπιγγα, το σημείο της γυναικός και του δράκοντος, ο πόλεμος στον ουρανό, η εξουσία του θηρίου της θαλάσσης, η απάτη του ψευδοπροφήτη, το χάραγμα του Αντιχρίστου και η οπτασία του Αρνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ανδρέας Καισαρείας

—

Κεφάλαιο 5 από 9

ΛΟΓΟΣ ΙΑʹ. ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ. Ὅπως ἀναιρεθέντες ὑπὸ τοῦ ἀντιχρίστου ἀναστήσονται. Καὶ μετὰ τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν [ἐν] αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς· ἀνάβητε ὧδε· καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ.

Ἰσαρίθμους ἡμέρας τοῖς ἔτεσι τῆς αὐτῶν προφητείας νεκρωθέντες, φησίν, ἀναστήσονται καὶ εἰς οὐρανὸν ἐν τῷ δεσποτικῷ ὀχήματι, τῇ νεφέλῃ, ἀνελεύσονται, φόβος καὶ κατάπληξις τοῖς ὁρῶσι γινόμενοι. Καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά.

Ἴσως μὲν καὶ αἰσθητῶς τότε ταῦτα γενήσεται. νοητῶς δὲ τὸν σεισμὸν τὴν τῶν σαλευομένων μετάθεσιν ἐπὶ τὸ σταθερὸν καὶ βέβαιον δηλοῦν νομίζομεν, τὸ δέκατον δὲ τῆς πόλεως πίπτειν τὸ τῆς ἀσεβείας πτῶμα μήτε τῇ ἐκείνων ἁρπαγῇ σωφρονιζόμενον, ὡς τῶν λοιπῶν σωθησομένων. αἱ γὰρ ἑπτὰ χιλιάδες ἀναιρούμεναι τοὺς τῷ ἑβδοματικῷ τοῦ παρόντος βίου χρόνῳ προστετηκότας καὶ τὴν ὀγδόην τῆς ἀναστάσεως μὴ ἀναμένοντας σημαίνειν φαίνονται, οὓς καὶ ἀποκτανθῆναι ἐπάναγκες τὸν ἐν γεέννῃ δεύτερον θάνατον, τὴν αἰώνιον κόλασιν. ἢ τυχὸν ἑπτακισχίλιοι ἔσονται οἱ ἐξ Ἰουδαίων τῷ ἀντιχρίστῳ πειθόμενοι.

Καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ. ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ. Μαστιζομένων τῶν ἀπίστων καὶ δοξαζομένων τῶν μαρτύρων Χριστοῦ οἱ ἄξιοι, φησί, τῆς σωτηρίας τὸν θεὸν δοξάζουσιν. μετὰ δὲ τὰς δύο, φησίν, οὐαὶ ἡ τρίτη ἔρχεται ἡ διὰ τῆς ἑβδόμης σάλπιγγος.

ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ. Περὶ τῆς ἑβδόμης σάλπιγγος καὶ τῶν ὑμνούντων τὸν θεὸν ἁγίων ἐπὶ τῇ μελλούσῃ κρίσει. Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, λέγουσαι· ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, λέγοντες· εὐχαριστοῦμέν σοι, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας· καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν.

Κἀνταῦθα πάλιν καὶ τοὺς ἁγίους ἀγγέλους καὶ τοὺς ἀγγελικῶς πολιτευομένους εὐχαριστίαν ἀναπέμπειν τῷ θεῷ φησιν, ὅτι ἣν ὡς θεὸς ἐξ ἀρχῆς βασιλείαν ἐκέκτητο, λαβεῖν δι’ ἡμᾶς ὡς ἄνθρωπος ἠξίωσεν. τοῖς δὲ ἀπίστοις ἔθνεσιν ἐπὶ τούτῳ ὀργισθεῖσιν ὡς ἂν προσφάτῳ καὶ ξένῃ διδαχῇ μακροθυμήσας ἐπὶ τέλει τὴν δίκην ἐπήγαγεν. διό φησι·

Καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς φθείροντας τὴν γῆν.

Καιρὸν τῶν νεκρῶν φησι τὸν καιρὸν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἐν ᾧ ἑκάστῳ καταλλήλως δοθήσεται τὰ ἐπίχειρα. διὰ δὲ τῶν προφητῶν καὶ ἁγίων καὶ τῶν φοβουμένων τὸν θεὸν τὰ τρία εἰκὸς νοεῖσθαι τάγματα, τῶν ἐν ἑκατὸν καρποφορούντων καὶ ἐν ἑξήκοντα καὶ τριάκοντα τῶν ἀποστόλων ὁμολογουμένως τῆς πρώτης τευξομένων λήξεως καὶ τῆς ἐπὶ δώδεκα θρόνων ἱδρύσεως. μικροὺς δὲ καὶ μεγάλους εἴτε τοὺς ἧττον ἁγίους καὶ τοὺς μᾶλλον τούτων ὑπερέχοντας, εἴτε μικρούς, ὡς ἐξουθενημένους τοὺς ἁμαρτωλούς, μεγάλους δὲ τοὺς δικαίους νομίζομεν λέγεσθαι.

ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ. Περὶ τῶν διωγμῶν τῆς ἐκκλησίας τῶν προτέρων καὶ τῶν ἐπὶ τοῦ ἀντιχρίστου. Καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.

Διὰ τῆς ἀνοίξεως τοῦ οὐρανοῦ καὶ τῆς ὁράσεως τῆς κιβωτοῦ τῶν ἡτοιμασμένων ἀγαθῶν τοῖς ἁγίοις δηλοῦται ἡ ἀποκάλυψις· ἅπερ ἐν τῷ Χριστῷ, ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, πάντα κέκρυπται κατὰ τὸν ἀπόστολον, τότε δὲ ἀποκαλυφθήσεται, ὅτε τοῖς ἀνόμοις καὶ ἀσεβέσι φωναὶ καταπληκτικαὶ καὶ ἀστραπαὶ καὶ βρονταὶ ἐλεύσονται καθάπερ χάλαζα ἐπομβροῦσα τούτοις τὰ τῆς γεέννης κολαστήρια, ἐν τῷ σεισμῷ τῆς τῶν παρόντων μεταθέσεως.

Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ [ἡ] σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα. Ταύτην τινὲς μὲν δι’ ὅλου τὴν θεοτόκον νενοήκασι, πρὶν ἢ γνωσθῆναι αὐτῆς θεῖον τὸν τόκον, παθοῦσαν τὰ ἐχόμενα. ὁ δὲ μέγας Μεθόδιος εἰς τὴν ἁγίαν ἐκκλησίαν ἐξέλαβεν ἀνάρμοστα τῇ δεσποτικῇ γεννήσει τὰ περὶ αὐτῆς ἡγησάμενος διὰ τὸ ἤδη πρὸ πολλοῦ τετέχθαι τὸν κύριον. καλὸν δὲ καὶ αὐτῶν τῶν ῥημάτων τοῦ μακαρίου Μεθοδίου μνησθῆναι, ὅς φησιν ἐν τῷ λεγομένῳ Συμποσίῳ ἐκ προσώπου Πρόκλης παρθένου οὕτως· «ἡ γυνὴ ἡ περιβεβλημένη τὸν ἥλιόν ἐστιν ἡ ἐκκλησία. ὃ δὲ ἡμῖν ἐσθής, τοῦτο ἐκείνῃ φῶς, ὃ δὲ ἡμῖν χρυσὸς ἢ διαφανεῖς λίθοι, τοῦτο ἐκείνῃ τὰ ἄστρα, ἄστρα δὲ κρείττω καὶ εὐφεγγέστερα». καὶ ἑξῆς· «ἐπιβέβηκε δὲ ἐπὶ σελήνης. σελήνην δὲ τὴν πίστιν τροπικῶς ἡγοῦμαι τῶν ἀποκαθαιρομένων τὴν φθορὰν τῷ λουτρῷ, τῷ ἐκ τῆς σελήνης ἠρτῆσθαι τὴν ὑγρὰν οὐσίαν. ὠδίνουσαν καὶ ἀναγεννῶσαν τοὺς ψυχικοὺς εἰς πνευματικοὺς καὶ τὴν καθ’ ὁμοίωσιν ἰδέαν αὐτοὺς καὶ μόρφωσιν μορφοῦσαν τοῦ Χριστοῦ». καὶ πάλιν φησίν· «οὐ χρὴ τὸν Χριστὸν αὐτὸν εἶναι νομίζειν τὸν γεννώμενον· πάλαι γὰρ πρὸ τῆς Ἀποκαλύψεως ἐπεπλήρωτο τὸ μυστήριον τῆς ἐνανθρωπήσεως τοῦ Λόγου, ὁ δὲ Ἰωάννης περὶ παρόντων καὶ μελλόντων θεσμῳδεῖ».

καὶ μεθ’ ἕτερα· «ὥστε ἀνάγκῃ ὁμολογεῖν δεῖ τὴν ἐκκλησίαν εἶναι τὴν ὠδίνουσαν καὶ γεννῶσαν τοὺς ἀπολυτρουμένους, ὥς φησιν ἐν Ἡσαΐᾳ τὸ πνεῦμα· ‹πρὶν τὴν ὠδίνουσαν τεκεῖν, ἐξέφυγε καὶ ἔτεκεν ἄρσενα›. τίνα ἐξέφυγεν; ἢ πάντως τὸν δράκοντα, ἵνα γεννήσῃ τὸν λαὸν ἡ νοητὴ Σιὼν τὸν ἄῤῥενα». καὶ ἑξῆς· «ὥστε ἐν ἑκάστῳ γεννᾶσθαι τὸν Χριστὸν νοητῶς. καὶ διὰ τοῦτο ἡ ἐκκλησία σπαργανοῖ καὶ ὠδίνει ἄχρις ἂν ὁ Χριστὸς μορφωθῇ ἐν ἡμῖν γεννηθείς, ὅπως ἕκαστος τῷ μετέχειν Χριστοῦ Χριστὸς γένηται». ἡ ἐκκλησία τοίνυν τὸν ἥλιον τῆς δικαιοσύνης περιβέβληται. καὶ τὸ νομικὸν φῶς τῆς νυκτοφαοῦς σελήνης καὶ τὴν ὡς σελήνην ἀλλοιουμένην κοσμικὴν ζωὴν ὑπὸ τοὺς πόδας κέκτηται καὶ ἐπὶ τῆς κεφαλῆς τὸν τῶν ἀποστολικῶν δογμάτων τε καὶ ἀρετῶν περίκειται στέφανον. ὁ αὐτὸς δὲ καὶ ὡς ἐκ τῆς σελήνης, ἠρτημένης τῆς ὑγρᾶς οὐσίας, δηλοῦσθαί φησι διὰ τῆς σελήνης τὸ βάπτισμα θάλασσαν τροπικῶς ὀνομαζόμενον τοῖς μὲν ἀναγεννωμένοις σωτήριον, τοῖς δὲ δαίμοσιν ὀλέθριον.

Καὶ ἐν γαστρὶ ἔχουσα κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. Ὠδίνειν φαμὲν τὴν ἐκκλησίαν καθ’ ἕκαστον τῶν ἀναγεννωμένων δι’ ὕδατος καὶ πνεύματος, «ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς», ὥς φησιν ὁ ἀπόστολος, διὰ τὸ ἀμβλώματα εἶναι τοὺς ἐκ τοῦ ἀληθινοῦ φωτὸς Χριστοῦ ἐκπίπτοντας καὶ σύνδρομον τῇ ζωῇ τὸν δι’ ἀπιστίας ὑπομένοντας θάνατον.

Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων μέγας πυρ[ρ]ός, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα. Οὐρανὸν ἐνταῦθα νοεῖσθαι τὸν ἀέρα νομίζομεν, δράκοντα δὲ πυῤῥὸν τὸν πλασθέντα ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων τοῦ θεοῦ, ὡς ἐν τῷ Ἰὼβ γέγραπται. πυῤῥὸν δὲ τοῦτον ἢ διὰ τὸ φονικὸν αὐτοῦ καὶ αἱμοχαρὲς ἢ διὰ τὸ πυῤῥῶδες τῆς ἀγγελικῆς οὐσίας, εἰ καὶ τῶν ἀγγέλων ἐκπέπτωκεν. ἑπτὰ δὲ κεφαλὰς τὰς ἑπτὰ πονηροτέρας αὐτοῦ δυνάμεις καὶ ταῖς πνευματικαῖς ἐνεργείαις ἐναντίας ἢ τὰ ἑπτὰ πνεύματα, ἅπερ ἐν Εὐαγγελίοις ὁ Χριστὸς εἴρηκεν εἰσοικίζεσθαι τῷ ἀνθρώπῳ τῷ σεσαρωμένην τὴν καρδίαν καὶ κενὴν ἐξ ἀγαθῶν ἐννοιῶν καὶ πράξεων ἔχοντι, ἢ ἑπτὰ κακίας, ἅς φησι Σολομὼν ἐν καρδίᾳ εἶναι τοῦ ἐχθροῦ, ὅστις μεγάλῃ τῇ φωνῇ τῶν πειθομένων δεῖται καθ’ ὑπόκρισιν. τὰ δὲ κέρατα δηλοῦσιν ἢ τὰ ἀντιδιαστελλόμενα ταῖς δέκα νομικαῖς ἐντολαῖς πλημμελήματα ἢ τὰς διαιρέσεις τῆς βασιλείας αὐτῷ κόσμον φερούσας, ὡς ταῖς διχοστασίαις χαίροντι. ἑπτὰ δὲ διαδήματα ἐν ταῖς κεφαλαῖς αὐτοῦ, διότι οἱ τὰς δαιμονικὰς ἐνεργείας νικῶντες ἐκεῖθεν τοὺς στεφάνους κομίζονται, ὅθεν πόνοις καὶ ἱδρῶσι τὴν νίκην ἤραντο.

περὶ δὲ τούτων καὶ ὁ Μεθόδιός φησιν οὕτως ἐπὶ λέξεως· «ὁ δράκων ὁ μέγας ὁ πυῤῥός, ὁ ἑπτακέφαλος, ὁ σύρων τὸ τρίτον τῶν ἀστέρων, ὃς ἕστηκεν ἐφεδρεύων, ἵνα τὸ τέκνον τῆς ὠδινούσης καταφάγῃ, ὁ διάβολός ἐστιν». καὶ ἑξῆς· «ἀλλ’ ἀστοχεῖ καὶ σφάλλεται τῆς ἄγρας, ἄνω πρὸς ὕψος ἁρπαζομένων τῶν ἀναγεννωμένων». καὶ μετ’ ὀλίγα· «τρίτον δὲ τῶν ἀστέρων ἐκλήθη μέρος οἱ περὶ ἕνα τοῦ ἀριθμοῦ τῆς τριάδος διεσφαλμένοι. ἡ δὲ ἔρημος εἰς ἣν ἐλθοῦσα τρέφεται ἡ ἐκκλησία, ἡ κακῶν ἔρημος καὶ στεῖρα φθορᾶς». «τὰ δὲ χίλια, φησί, τὸν ἐν ἑκατοντάσι δεκαπλασιασθέντα τέλειον ἀριθμὸν καὶ πλήρη περιέχει». καὶ ἑξῆς φησι περὶ τῶν στεφάνων αὐτοῦ· «ἡ δὲ καταγωνισαμένη τοῦ διαβόλου πρότερον καὶ νεκρώσασα τὰς ἑπτὰ κεφαλὰς τῶν ἑπτὰ στεφάνων τῆς ἀρετῆς ἐγκρατὴς γίνεται».

Καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. Διὰ τούτων δύο τινὰ δηλοῦσθαι νομίζομεν, ἢ τὴν προτέραν αὐτοῦ ἐξ οὐρανοῦ πτῶσιν τοὺς σὺν αὐτῷ ἀποστάτας ἀγγέλους διὰ τοῦ ἐσχάτου κινήματος τοῦ φθόνου—πρῶτον γὰρ ἡ ἔπαρσις—κατασύρασαν, ἢ τὴν μετὰ τὸ θλασθῆναι τὴν κεφαλὴν αὐτοῦ οὐραίαν κίνησιν τοὺς ἀστηρίκτους κατενεγκοῦσαν ἐκ τοῦ οὐρανίου φρονήματος, ἀστέρας τροπικῶς ὀνομασθέντας διὰ τὴν ἐκ τοῦ βαπτίσματος λαμπρότητα. οὕτω γὰρ καὶ Δανιὴλ περὶ Ἀντιόχου προεφήτευσεν, ὡς ἐσομένου τύπου τῆς τοῦ ἀντιχρίστου ἐλεύσεως.

Καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. Ἀεὶ γὰρ ὁ ἀποστάτης ἄντικρυς τῆς ἐκκλησίας ὁπλίζεται, τοὺς ἀναγεννωμένους κατὰ καιρὸν ἐξ αὐτῆς οἰκεῖον βρῶμα ποιεῖσθαι ὀρεγόμενος, μᾶλλον δὲ διὰ τῆς ἐκκλησίας καὶ αὐτὸν τὸν Χριστὸν διώκων ὡς κεφαλὴν αὐτῆς καὶ τὰ τῶν πιστῶν οἰκειούμενον. διὸ καὶ Σαύλῳ· «τί με διώκεις» ἔλεγεν.

Καὶ ἔτεκεν υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ῥάβδῳ σιδηρᾷ. Διηνεκῶς ἡ ἐκκλησία διὰ τῶν βαπτιζομένων τὸν Χριστὸν γεννᾷ, ὡς ἐν ἐκείνοις μορφούμενον ἄχρι τῆς συμπληρώσεως τῆς πνευματικῆς ἡλικίας, κατὰ τὸν ἀπόστολον. ἄῤῥην δὲ υἱὸς λαὸς ὁ τῆς ἐκκλησίας καὶ ταῖς ἡδοναῖς ἀθήλυντος, δι’ οὗ καὶ ἤδη μὲν ταῖς τῶν δυνατῶν Ῥωμαίων χερσὶ ταῖς κραταιαῖς ὡς ὁ σίδηρος τὰ ἔθνη ἐποίμανε Χριστὸς ὁ θεός. ποιμανεῖ δὲ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν κριτὰς καθιστῶν τοὺς ἰσχυροὺς τῇ πίστει κατὰ τὸν σίδηρον τῶν εὐθρύπτων καὶ ἀσθενῶν σκευῶν τῶν ἐθνῶν, ἃ δι’ ἀπιστίαν τὸν μυστικὸν νέον οἶνον οὐκ ἐχώρησαν.

Καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ τὸν θρόνον αὐτοῦ. Ἁρπάζονται μὲν γὰρ κἀνταῦθα ἐν πειρασμοῖς οἱ ἅγιοι, ὥστε μὴ καταπονηθῆναι τοῖς δυσχερέσι τοῖς ὑπὲρ δύναμιν. ἁρπαγήσονται δὲ ἐν νεφέλαις εἰς συνάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ σὺν τῷ θεῷ καὶ τῷ θρόνῳ αὐτοῦ, ταῖς ὑπερτάταις ἀγγελικαῖς δυνάμεσιν, ἔσονται.

Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. Ὅτε, φησίν, ὁ ἐν τῷ ἀντιχρίστῳ ἐνεργῶν διάβολος δι’ αὐτοῦ κατὰ τῆς ἐκκλησίας παρατάξηται, οἱ ταύτης ἐκλεκτοὶ καὶ κορυφαιότατοι τῶν πολιτικῶν θορύβων καὶ τῶν κοσμικῶν ἡδονῶν καταπτύοντες εἰς τὴν ἔρημον πάσης κακίας, πάμφορον δὲ πάσης ἀρετῆς πολιτείαν φεύξονται κατὰ τὸν Μεθόδιον, κἀκεῖ τῶν πολεμούντων δαιμόνων τε καὶ ἀνθρώπων τὰς προσβολὰς διαφεύξονται. εἰκὸς δὲ καὶ τὴν αἰσθητὴν ἔρημον σῴζειν τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς διὰ τὴν τοῦ ἀποστάτου ἐπιβουλὴν φεύγοντας, καθὰ καὶ πρώην τοὺς μάρτυρας ἐπὶ ἔτη τρία ἥμισυ τὰ ὑπὸ τῶν χιλίων διακοσίων ἑξήκοντα ἡμερῶν δηλούμενα, ἐν οἷς κρατήσει ἡ ἀποστασία. ἧς ἡμᾶς ὁ μέγας ἀγωνοθέτης ὁ μὴ συγχωρῶν πειρασθῆναί τινα ὑπὲρ ὃ δύναται, λυτρούμενος δωρήσηται ἡμῖν καρτερὸν λογισμὸν καὶ ταῖς ἐναντίαις προσβολαῖς ἀθήλυντον, ἵνα νομίμως πρὸς τὰς ἀρχὰς τοῦ σκότους καὶ τὰς ἐξουσίας ἀθλήσαντες τῷ στεφάνῳ τῆς δικαιοσύνης κατακοσμηθῶμεν καὶ τὰ τῆς νίκης βραβεῖα δεξώμεθα. ὅτι αὐτῷ πρέπει διὰ τῶν ἀσθενῶν τροπουμένῳ τοὺς ἰσχυροὺς ἀερίους ἄρχοντας ἡ νίκη καὶ τὸ κράτος, ἅμα τῷ πατρὶ καὶ τῷ ζῳοποιῷ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΙΒʹ. ΚΕΦΑΛΑΙΟΝ ΛΔʹ. Περὶ τοῦ πολέμου τῶν ἀγγέλων καὶ τῶν δαιμόνων καὶ τῆς τοῦ σατανᾶ καταπτώσεως. Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ καὶ οὐκ ἴσχυσαν, οὔτε τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ.

Καὶ ταῦτα τῇ τε πρώτῃ τοῦ διαβόλου ἐξ ἀλαζονείας καὶ φθόνου ἐκπτώσει τῆς ἀγγελικῆς τάξεως, τῆς τε διὰ τοῦ δεσποτικοῦ σταυροῦ καθαιρέσει ἁρμόζειν δύναται, ὅτε, καθώς φησιν ὁ κύριος, «ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται» καὶ τῆς ἀρχαίας τυραννίδος «ἐκβέβληται». οὗ τὴν ἀλαζονείαν τοὺς θείους ἀγγέλους ἅμα τῷ αὐτῶν ἀρχιστρατηγῷ Μιχαὴλ μὴ φέροντας, εἰκὸς αὐτὸν τῆς οἰκείας συνδιατριβῆς ἀποῤῥίψαι πρότερον, καθώς φησιν Ἰεζεκιὴλ ὑπὸ τοῦ χερουβὶμ ἐκβεβλῆσθαι αὐτὸν ἐκ μέσου πυρίνων λίθων—τῶν ἀγγελικῶν, οἶμαι, τάξεων—διὰ τὸ εὑρεθῆναι ἐν αὐτῷ τὰ ἀδικήματα, ἐν δὲ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τοὺς διακονουμένους αὐτῷ μετὰ τὸν πειρασμὸν ὡς ἠτιμωμένον δοῦλον πάλιν βδελύξασθαι. ἰστέον δὲ ὅτι, καθὼς τοῖς πατράσι δέδοκται, μετὰ τὴν τοῦ αἰσθητοῦ κόσμου δημιουργίαν οὗτος δι’ ὑπερηφανίας καὶ φθόνου καταβέβληται, τὴν ἀέριον πρῶτον πεπιστευμένος ἀρχήν, καθώς φησιν ὁ ἀπόστολος. καὶ Παπίας δὲ οὕτως ἐπὶ λέξεως· «ἐνίοις δὲ αὐτῶν, δηλαδὴ τῶν πάλαι θείων ἀγγέλων καὶ τῆς περὶ τὴν γῆν διακοσμήσεως ἔδωκεν ἄρχειν καὶ καλῶς ἄρχειν παρηγγύησεν». καὶ ἑξῆς φησιν· «εἰς οὐδὲν δὲ συνέβη τελευτῆσαι τὴν τάξιν αὐτῶν».

Καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶ ὁ σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ ἐβλήθησαν. Εἰκότως· οὐ γὰρ ὁ οὐρανὸς ἔφερε γήϊνον φρόνημα, ὅτι τῷ φωτὶ τὸ σκότος ἀκοινώνητον. εἰ δὲ μετὰ τοῦ ἄρθρου κεῖται «ὁ σατανᾶς», οὐχ ὡς ἄλλος ὢν παρὰ τὸν διάβολον—εἰ καὶ κεῖται καθ’ ὑπερβατόν, οἷον «ὁ διάβολος καὶ ὁ σατανᾶς»—, ἀλλ’ ὡς τὰ δύο καλούμενος, τὸ μὲν διὰ τὸ διαβάλλειν τὰς ἀρετὰς καὶ τοὺς τούτων ἐραστὰς καὶ αὐτὸν τὸν θεὸν τοῖς ἀνθρώποις, ὡς τῷ Ἀδὰμ αὐτὸν βάσκανον ὑπέγραψε, τὸ δὲ ὡς ἀντικείμενος καὶ τῷ δεσπότῃ καὶ τοῖς δούλοις. ἰστέον δὲ ὅτι οὐχ οὕτω τοπικὴ μετὰ τὸν σταυρὸν ἡ τοῦ διαβόλου γέγονε κατάπτωσις, ὡς τῇ τῶν προτέρων ἀνενεργησίᾳ, καθὼς καὶ αὐτὸς τῷ Ἀντωνίῳ ὁμολογεῖ τὸ ψαλμικὸν ἐπ’ αὐτῷ πεπληρῶσθαι λόγιον· «τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος». ἔκπτωσις οὖν αὐτοῦ ἡ τῶν πονηρῶν αὐτοῦ ἐγχειρημάτων ἀθέτησις μετὰ τοῦ τῶν οὐρανῶν καὶ τῆς οἰκείας ἀρχῆς τελέως ἀποβεβλῆσθαι, ὡς εἴρηται. λέλεκται δὲ τῷ μακαρίῳ Ἰουστίνῳ τῷ μάρτυρι μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν καὶ τὴν κατ’ αὐτοῦ ἐν γεέννῃ ἀπόφασιν βλάσφημον μάλιστα γεγονέναι τὸν διάβολον, καίπερ μὴ πρότερον οὕτως ἀναιδῶς τὸν θεὸν βλασφημήσαντα. διὸ εὐθυβόλως περὶ αὐτοῦ εἴρηται· «ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος» διὰ τὸ τῆς πονηρίας ἀνένδοτον.

εἰ δὲ ἡ προσδοκία τῆς κολάσεως πονηρότερον αὐτὸν ἀπειργάσατο, πῶς ἂν κολαζόμενος ἢ αὐτὸς ἢ οἱ ἐργάται αὐτοῦ ἐν γεέννῃ διὰ τῆς πυρώσεως τὸν ῥύπον τῆς ἁμαρτίας ἐκπλυθήσονται; τούτου δὲ μὴ τυχόντες πῶς πέρας ἕξουσι τῆς κολάσεως κατὰ τοὺς ματαιόφρονας;

Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι κατεβλήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.

Ἡ κατηγορία καὶ ἡ διαβολὴ ἡ κατὰ τῶν ἀνθρώπων τὸν διάβολον, ὅπερ ἐστί, κέκληκεν, ὡς εἴρηται. εὐφραίνονται δὲ οἱ ἄγγελοι ἐπὶ τῇ τούτου ἐκβολῇ· οὐδεμία γὰρ μερὶς πιστῷ μετὰ ἀπίστου. Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου. διὰ τοῦτο εὐφραίνεσθε, οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.

Καὶ κατηγορούμενοι παρ’ αὐτοῦ, φησίν, οἱ ἅγιοι καὶ διαβαλλόμενοι, ὥσπερ ὁ Ἰώβ, πρὸς πάντας ἀνθρώπους τοὺς αὐτῷ πειθομένους ὅμως αὐτὸν νενικήκασι τοῖς ὑπὲρ Χριστοῦ πάθεσιν. εὐφραίνεσθαι δὲ τὰς ἄνω δυνάμεις ἐπὶ τῇ αὐτοῦ πτώσει καὶ λυπεῖσθαι ἐπὶ τῇ τῶν προστετηκότων τοῖς γηΐνοις ἐπιβουλῇ, θεομιμήτως ἀκόλουθον. οὐαὶ δὲ τοῖς κατοικοῦσι τὴν γῆν, δηλαδὴ τοῖς μὴ ἐν οὐρανῷ ἔχουσιν, ἀλλ’ ἐπὶ γῆς τὸ πολίτευμα· πολλοὶ γὰρ τῶν ἐν τῇ γῇ τὸν ἐχθρὸν νικῶσι καὶ νικήσουσι, καίπερ πλέον νῦν τοῖς ἀγωνιζομένοις θυμούμενον διὰ τὴν ἐγγύτητα τῆς αὐτοῦ κολάσεως. ὅθεν ἐπάναγκες τοὺς φρονοῦντας τὰ γήϊνα καὶ τῇ θαλάσσῃ τοῦ βίου κλυδωνιζομένους ἐνταῦθα ταλανίζεσθαι.

ΚΕΦΑΛΑΙΟΝ ΛΕʹ. Ὅπως ὁ δράκων διώκων τὴν ἐκκλησίαν οὐ παύεται. Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄῤῥενα. καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέταται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.

Ὅτε, φησίν, ὁ διάβολος τῷ Χριστῷ προσπαλαίσας μετὰ τὸ βάπτισμα ἡττήθη καὶ πρὸς τοὺς ἁγίους ἀποστόλους ὁπλισάμενος ᾐσχύνθη διὰ θανάτου ζωὴν εὑραμένους αὐτοὺς θεασάμενος, καὶ ὡς ὄφις εἰς γῆν εἰλεῖσθαι καὶ γῆν ἐσθίειν κατεδικάσθη, τὰ γήϊνα φρονήματα, τότε τὴν ἐκκλησίαν πάλιν διώκειν ἤρξατο, τὴν τὸν ἄῤῥενα τοῦ θεοῦ λαὸν τὸν ταῖς ἡδοναῖς ἀθήλυντον τεκοῦσαν καὶ τίκτουσαν. ἀλλ’ ἐξ ἀρχῆς αὐτῇ ἡ πρὸς θεὸν καὶ τὸν πλησίον ἀγάπη καὶ ἡ ἀντιληπτικὴ τοῦ σταυρωθέντος δι’ ἡμᾶς πρόνοια δέδοται καὶ αἱ δύο διαθῆκαι, δι’ ὧν πάντων αἱ πτέρυγες τοῦ ἀετοῦ σημαίνονται, ὅπως ταύταις μετεωροποροῦσα εἰς τὴν ἔρημον πάσης διύγρου ἡδονῆς πολιτείαν τρέφηται, ἀεὶ μέν, ἐν δὲ τῇ τοῦ ἀντιχρίστου παρουσίᾳ μάλιστα, ὃν κρατεῖν τὸν ῥηθέντα χρόνον τῶν τριῶν ἡμίσεως ἐτῶν πολλαχοῦ γέγραπται. ἐν ᾧ καὶ οἱ κατὰ τὴν αἰσθητὴν ἔρημον ἐν ὄρεσι καὶ σπηλαίοις κρυπτόμενοι τοῦτον ἔσθ’ ὅτε φεύξονται.

Καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα ταύτην ποταμοφόρητον ποιήσῃ. καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.

Φευγούσης, φησί, τῆς ἐκκλησίας εἰς τόπους ἀβάτους τὴν τοῦ πλάνου ἔφοδον ἐκ τοῦ στόματος αὐτοῦ, δηλαδὴ ἐκ προστάγματος, ὀπίσω αὐτῆς ὕδωρ ποταμηδόν, τουτέστιν ἀθέων ἀνδρῶν ἢ πονηρῶν δαιμόνων ἢ ποικίλων πειρασμῶν πλῆθος κατ’ αὐτῆς ἐξελεύσεται, ὅπως αὐτὴν δουλώσηται. ἡ δὲ γῆ, φησίν, ἐβοήθησεν αὐτῇ ἢ τῷ τῆς ὁδοῦ μήκει καὶ τῇ τῶν τόπων ἀνυδρίᾳ καὶ ξηρότητι τὰς τῶν πονηρῶν ὁρμὰς ἐπέχουσα καὶ τὸν ἐκ τῶν πειρασμῶν ποταμὸν τούτου χάριν καταπίνουσα, ἢ τῇ ταπεινοφροσύνῃ τῶν ἁγίων λεγόντων ἐνδιαθέτως· «ἐγώ εἰμι γῆ καὶ σποδὸς» πάσας τοῦ διαβόλου τὰς παγίδας καταργοῦσα, ὡς τῷ θείῳ Ἀντωνίῳ εἴρηκεν ὁ ἄγγελος.

Καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ. Τῶν ἐγκρίτων τῆς ἐκκλησίας διδασκάλων καὶ τῶν τῆς γῆς ὑπερορώντων πρὸς τὴν ἐν ἐρήμῳ μεθισταμένων ταλαιπωρίαν, εἰ τούτων διαμάρτοι ὁ ἀντίχριστος, κατὰ τῶν ἐν κόσμῳ στρατευομένων τῷ Χριστῷ ἐξοίσει, φησί, τὸν πόλεμον, ὅπως καθάπερ κόνει τραχυνούσῃ τὴν τοῦ ἐλαίου λειότητα ταῖς τοῦ βίου πραγματείαις εὐαλώτους τούτους εὑρών, τροπώσηται. πολλοὶ δὲ αὐτὸν καὶ ἐκ τούτων διὰ τὸ γνησίως τὸν Χριστὸν ἠγαπηκέναι νικήσουσιν.

ΚΕΦΑΛΑΙΟΝ ΛϚʹ. Περὶ τοῦ θηρίου τοῦ δεκακεράτου καὶ ἑπτακεφάλου. Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης, καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα· καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὄνομα βλασφημίας.

Τινὲς μὲν τὸ θηρίον τοῦτο δευτερεύουσάν τινα δύναμιν τοῦ σατανᾶ τῶν λοιπῶν δαιμόνων ἄρχουσαν ἐξειλήφασι, τὸ δὲ μετ’ αὐτὸ ἐκ τῆς γῆς ἀνιὸν τὸν ἀντίχριστον. τοῖς δὲ ἁγίοις Μεθοδίῳ καὶ Ἱππολύτῳ καὶ ἑτέροις εἰς τὸν ἀντίχριστον τὸ παρὸν θηρίον ἐξείληπται ἐκ τῆς φιλοταράχου τοῦ βίου τούτου θαλάσσης καὶ πολυκύμονος ἐξερχόμενον. τὰ δὲ δέκα κέρατα σὺν τοῖς διαδήμασι καὶ αἱ ἑπτὰ κεφαλαὶ τήν τε τοῦ διαβόλου πρὸς αὐτὸν ἕνωσιν αἰνίττονται—ταῦτα γὰρ καὶ αὐτῷ προσόντα ἀνωτέρω ἡρμήνευται—, τήν τε εἰς δέκα τῆς γηΐνης βασιλείας ἐπ’ ἐσχάτων διαίρεσιν καὶ τὴν τῷ κόσμῳ τούτῳ σύστοιχον ἑβδοματικὴν βασιλείαν, ἑπτὰ μὲν ἡμέραις ἐκμετρουμένην, ἑπτὰ δὲ διαδοχαῖς διαιρουμένην, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται. καθ’ ἣν ἄρχων τοῦ αἰῶνος τούτου κέκληται ὁ ἐνεργῶν αὐτῶν σατανᾶς. ὄνομα δὲ βλασφημίας ἐν ταῖς κεφαλαῖς αὐτοῦ, δηλαδὴ τοῖς ὑπασπισταῖς αὐτοῦ. οὗτοι γὰρ ἐξ ἀρχῆς τὸν Χριστὸν βλασφημεῖν οὐκ ἐπαύσαντο ἄχρι τῆς τοῦ μεγάλου Κωνσταντίνου ἀναδείξεως, μεθ’ ἣν Ἰουλιανὸς καὶ Οὐάλης δύσφημοι κατὰ Χριστοῦ γεγόνασιν.

Καὶ τὸ θηρίον ὃ εἶδον, ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. Διὰ μὲν τῆς παρδάλεως ἡ Ἑλλήνων, διὰ δὲ τῆς ἄρκου ἡ Περσῶν, διὰ δὲ τοῦ λέοντος ἡ Βαβυλωνίων βασιλεία σημαίνεται, ὧν κρατήσει ὁ ἀντίχριστος ὡς Ῥωμαίων βασιλεὺς ἐλευσόμενος καὶ τὴν τούτων ἀρχὴν καθαιρήσων, ὅταν τοὺς ὀστρακίνους δακτύλους τῶν ποδῶν θεάσηται, δι’ ὧν ἡ εἰς δέκα δηλοῦται ἀσθενὴς καὶ εὔθρυπτος τῆς βασιλείας διαίρεσις.

Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. Δώσει γὰρ ὁ σατανᾶς, ὁ νοητὸς δράκων, τῷ ἀντιχρίστῳ πᾶσαν ἐξουσίαν ἐν σημείοις ψεύδους καὶ τέρασι πρὸς τὴν τῶν ἀστηρίκτων ἀπώλειαν.

Καὶ μίαν τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. Κεφαλὴν ὡς ἐσφαγμένην εἴτε τινὰ τῶν ἀρχόντων αὐτοῦ τεθανατῶσθαι καὶ ὑπ’ αὐτοῦ διὰ γοητείας ἀπατηλῶς ἀνίστασθαι φαινόμενόν φησιν, ὡς Σίμων ὁ μάγος πεποιηκὼς ὑπὸ τοῦ κορυφαιοτάτου τῶν ἀποστόλων ἠλέγχετο, ἢ τὴν Ῥωμαίων βασιλείαν τῇ διαιρέσει σφαγὴν τρόπον τινὰ ὑπομένουσαν τῇ μοναρχίᾳ τεθεραπεῦσθαι δοκοῦσαν κατὰ τὴν εἰκόνα Αὐγούστου καίσαρος.

Καὶ ἐθαυμάσθη ἐν ὅλῃ τῇ γῇ ὀπίσω τοῦ θηρίου, καὶ προσεκύνησαν τῷ δράκοντι, ὅτι ἔδωκε τὴν ἐξουσίαν τῷ θηρίῳ, λέγοντες· τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς δύναται πολεμῆσαι μετ’ αὐτοῦ; Τὸ εἰς τὸν ἀντίχριστον θαῦμα εἰς τὸν ἐνεργοῦντα αὐτῷ διάβολον τὴν ἀναφορὰν ἕξει. δι’ ἐκείνου γὰρ ὁ δράκων προσκυνηθήσεται, δι’ οὗ καὶ νεκροὺς ἐγείρων καὶ σημεῖα ἐπιτελῶν τοῖς πεπηρωμένοις τὰ τῆς διανοίας ὄμματα φανήσεται.

Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν. καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσαράκοντα δύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.

Κατὰ θείαν συγχώρησιν, φησί, τὰ τρία ἥμισυ ἔτη τὴν ἐξουσίαν ἕξει τῆς τε πρὸς θεὸν βλασφημίας, τῆς τε τῶν ἁγίων κακώσεως. σκηνὴ δὲ τοῦ θεοῦ καὶ ἡ ἐν σαρκὶ τοῦ Λόγου σκήνωσις, ἤγουν ἐνανθρώπησις καὶ ἡ ἐν τοῖς ἁγίοις ἀνάπαυσις, καθ’ ὧν πάντως εἰς βλασφημίαν τραπήσεται, προσέτι δὲ καὶ τῶν ἁγίων ἀγγέλων.

Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

Κατὰ πάσης μὲν φυλῆς, φησί, καὶ γλώσσης τῇ πονηρᾷ ἐξουσίᾳ χρήσεται, ἐκείνων δὲ κρατήσει, ὧν τὰ ὀνόματα ἐν τῇ βίβλῳ τῆς ζωῆς οὐ γέγραπται. Εἴ τις ἔχει οὖς, ἀκουσάτω. εἴ τις εἰς αἰχμαλωσίαν, ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

Ἄξια, φησίν, ἕκαστος τῶν πεπραγμένων δέξεται τὰ ἐπίχειρα. οἱ πρὸς τὸ κακοῦν τοὺς πλησίον ἕτοιμοι ὑπὸ τοῦ διαβόλου αἰχμαλωτευθήσονται καὶ τῇ σατανικῇ μαχαίρᾳ τὸν ψυχικὸν ὑποστήσονται θάνατον, ᾧ δι’ ἔργων ἡττήθησαν, τούτῳ δουλούμενοι, ὥς φησιν ὁ μέγας Ἰάκωβος. οἱ δὲ πίστιν εἰλικρινῆ καὶ ὑπομονὴν ἀμετάθετον ἐν τοῖς πειρασμοῖς ἔχοντες ἀνεξάλειπτοι τῆς βίβλου τῆς ζωῆς ἔσονται, ὧν καὶ ἡμᾶς ὁ πανελεήμων θεὸς κοινωνοὺς ἀποδείξει, ἀνάξια λογιζομένους τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν τοῖς ἁγίοις ἀποκαλύπτεσθαι καὶ τὴν στενὴν ὁδὸν ἀνδρείως βαδίζοντας, ἵνα τέλος αὐτῆς τὴν ἐν τῷ μέλλοντι αἰῶνι δόξαν καὶ ἀνάπαυσιν καὶ εὐρυχωρίαν εὑρίσκοντες Χριστῷ συμβασιλεύσωμεν, μεθ’ οὗ τῷ πατρὶ πρέπει πᾶσα εὐχαριστία καὶ προσκύνησις σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.

ΛΟΓΟΣ ΙΓʹ. ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ. Περὶ τοῦ ψευδοπροφήτου. Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. Τὸ θηρίον τοῦτο οἱ μὲν τὸν ἀντίχριστόν φασιν, ἑτέροις δὲ ἔδοξε τὰ δύο αὐτοῦ κέρατα τὸν ἀντίχριστον καὶ τὸν ψευδοπροφήτην αἰνίττεσθαι. ὁμολογουμένου δὲ καὶ τοῦ ψευδοπροφήτου ἐν ἰδίῳ προσώπῳ ἔρχεσθαι οὐκ ἄτοπον ἡγούμεθα τὸν μὲν δράκοντα εἰς τὸν σατανᾶν, τὸ δὲ θηρίον τὸ ἐκ τῆς θαλάσσης ἀναβαῖνον εἰς τὸν ἀντίχριστον, τὸ δὲ παρόν, κατὰ τὸ δοκοῦν τῷ μακαρίῳ Εἰρηναίῳ, εἰς τὸν ψευδοπροφήτην ἐκλαμβάνεσθαι ἐκ τῆς γῆς μὲν ἀνερχόμενον, δηλαδὴ τῆς γηΐνης καὶ χαμερποῦς πολιτείας, ἔχον δὲ κέρατα ὅμοια ἀρνίῳ διὰ τὸ ἐν δορᾷ προβάτου τοῦ κεκρυμμένου λύκου τὸ φονικὸν περικαλύπτειν καὶ διὰ τὴν ἐν προοιμίοις αὐτοῦ τῆς εὐσεβείας μόρφωσιν. περὶ οὗ φησιν ὁ Εἰρηναῖος ἐπὶ λέξεως οὕτως· «περὶ τοῦ ὑπασπιστοῦ, ὃν καὶ ψευδοπροφήτην καλεῖ, ‹ἐλάλει›, φησίν, ‹ὡς δράκων›». τούτῳ δὲ λέγει ἐξουσίαν σημείων καὶ τεράτων δίδοσθαι, ἵνα ποιῇ ἔμπροσθεν τοῦ ἀντιχρίστου προοδοποιῶν αὐτῷ τὴν τῆς ἀπωλείας ὁδόν. τὴν δὲ τῆς πληγῆς τοῦ θηρίου θεραπείαν εἴπομεν εἶναι τὴν τῆς διῃρημένης βασιλείας δοκοῦσαν πρὸς ὀλίγον γίνεσθαι ἕνωσιν, ἢ τῆς φθαρείσης τοῦ σατανᾶ τυραννίδος πρὸς μικρὸν διὰ τοῦ ἀντιχρίστου ἀνόρθωσιν, ἤ τινος τῶν προσῳκειωμένων αὐτῷ τεθνεῶτος ἀπατηλὴν ἀνάστασιν.

ὡς δράκοντα δέ, φησί, λαλεῖν τοῦτον· τὰ γὰρ τοῦ ἀρχεκάκου διαβόλου πράξει τε καὶ φθέγξεται.

Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας, ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα καὶ πῦρ ποιῇ καταβαίνειν ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.

Πάντα πράξει, φησί, διὰ γοητείας ὁ τοῦ ἀποστάτου ψευδοχρίστου πρόδρομος πρὸς ἀπάτην ἀνθρώπων, πρὸς τὸ θεὸν νομισθῆναι τὸν ἀντίχριστον, ὡς ὑπὸ τοιούτων τεραστίων ἐργάτου μαρτυρούμενον καὶ ἀναμφισβήτητον τὴν δόξαν λαμβάνοντα, κατὰ μίμησιν τοῦ βαπτιστοῦ τοῦ τῷ σωτῆρι τοὺς πειθομένους προσάγοντος. φιλονεικεῖ γὰρ τὸ ψεῦδος ἐπ’ ἀπάτῃ ἀνθρώπων μιμεῖσθαι τὴν ἀλήθειαν. οὐ θαυμαστὸν δὲ ἐν ὀφθαλμοῖς τῶν ἀπατωμένων πῦρ ὁρᾶσθαι οὐρανόθεν κατερχόμενον, ὅπου γε καὶ ἐν τῇ ἱστορίᾳ τοῦ Ἰὼβ τοῦτο κατεληλυθὸς καὶ τὰ κτήνη αὐτοῦ καταναλωκὸς κατὰ θείαν συγχώρησιν καὶ σατανικὴν ἐνέργειαν μεμαθήκαμεν.

Καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου. Πλανᾷ, φησί, τοὺς ἐν τῇ γῇ τὴν διηνεκῆ κατοίκησιν τῆς καρδίας ἔχοντας· τοὺς γὰρ ἐν οὐρανῷ κεκτημένους τὸ πολίτευμα οὐκ ἀπατᾷ ἡ αἴσθησις, ἠσφαλισμένους ἀκριβῶς τῇ προαναφωνήσει τῆς αὐτοῦ ἐλεύσεως.

Λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς ἔχει τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησεν. καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ ὅσοι ἂν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, ἀποκτανθῶσιν. καὶ ποιεῖ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τῶν μετώπων αὐτῶν, καὶ ἵνα μή τις δύναται ἀγορᾶσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.

Ἱστόρηται πολλάκις γοητείαις λαλῆσαι δι’ εἰκόνων καὶ ξοάνων καὶ δένδρων καὶ ὑδάτων, διά τε Ἀπολλωνίου, διά τε ἑτέρων δαίμονας, οἶμαι δὲ καὶ διὰ νεκρῶν σωμάτων, ὥσπερ καὶ Σίμων ὁ μάγος ἔδειξε Ῥωμαίοις νεκρὸν κινούμενον κατὰ παρουσίαν Πέτρου, εἰ καὶ τὴν πλάνην ὁ ἀπόστολος ἐξήλεγξε, δείξας δι’ ὧν ἀνέστησεν αὐτός, πῶς νεκροὶ ἐγείρονται. οὕτω τοίνυν καὶ τὸν ὑπασπιστὴν τοῦ ἀντιχρίστου οὐδὲν ἀπεικὸς διὰ δαιμόνων ἐνεργοῦντα, ποιῆσαι εἰκόνα τῷ θηρίῳ καὶ δεῖξαι ταύτην λαλοῦσαν παρασκευάσαι τε ἀναιρεῖσθαι τοὺς ταύτην μὴ προσκυνοῦντας. καὶ τὸ χάραγμα δὲ τοῦ ὀλεθρίου ὀνόματος τοῦ ἀποστάτου πᾶσιν ἐπιθεῖναι σπουδάσει· ἐν μὲν ταῖς δεξιαῖς, ἵνα τῶν ἀγαθῶν ἔργων ἐκκόψῃ τὴν ἐνέργειαν· ἐν δὲ τοῖς μετώποις, ἵνα ἐν τῇ πλάνῃ καὶ τῷ σκότει διδάξῃ τοὺς ἀπατωμένους παῤῥησιάζεσθαι. ἀλλ’ οὐ δέξονται οἱ σημειωθέντες τῷ θείῳ φωτὶ τὰ πρόσωπα. καὶ τὴν ψῆφον δὲ τοῦ θηρίου πλατῦναι πανταχοῦ ἐπιτηδεύσει, ἔν τε ὠναῖς καὶ πράσεσιν, ἵνα τοῖς τοῦτο μὴ λαμβάνουσιν ἐκ τῆς τῶν ἀναγκαίων ἐνδείας βίαιος ἐπαχθῇ θάνατος.

ΚΕΦΑΛΑΙΟΝ ΛΗʹ. Περὶ τοῦ ὀνόματος τοῦ ἀντιχρίστου. Ὧδε ἡ σοφία ἐστίν. ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν. καὶ ὁ ἀριθμὸς αὐτοῦ ἐστιν ἑξακόσια ἑξήκοντα ἕξ. Τὴν μὲν ἀκρίβειαν τῆς ψήφου, ὡς καὶ τὰ λοιπὰ τὰ περὶ αὐτοῦ γεγραμμένα, ὁ χρόνος ἀποκαλύψει καὶ ἡ πεῖρα τοῖς νήφουσιν. εἰ γὰρ ἔδει, καθώς φασί τινες τῶν διδασκάλων, σαφῶς γνωσθῆναι τὸ τοιοῦτον ὄνομα, ὁ τεθεαμένος ἂν αὐτὸ ἀπεκάλυψεν. ἀλλ’ οὐκ εὐδόκησεν ἡ θεία χάρις ἐν θείᾳ βίβλῳ τὸ τοῦ λυμεῶνος ὄνομα ταγῆναι. ὡς ἐν γυμνασίας δὲ λόγῳ πολλά ἐστιν εὑρεῖν κατὰ τὸν μακάριον Ἱππόλυτον καὶ ἑτέρους ὀνόματα τὸν ἀριθμὸν τοῦτον περιέχοντα, προσηγορικά τε καὶ κύρια. κύρια μέν, οἷον Λαμπέτις, Τειτὰν διὰ τῆς διφθόγγου ἐκ τοῦ τενῶ μέλλοντος, καθ’ Ἱππόλυτον, Λατεῖνος ὁμοίως, Βενέδικτος, ὅπερ ἑρμηνεύεται εὐλογημένος ἢ εὐλογητὸς κατὰ μίμησιν τυχὸν τοῦ ἀληθῶς εὐλογημένου Χριστοῦ τοῦ θεοῦ ἡμῶν. προσηγορικὰ δὲ κακὸς ὁδηγός, ἀληθὴς βλαβερός, παλαιβάσκανος, ἀμνὸς ἄδικος. οἷς ἐκ τῶν ἐναντιουμένων αὐτοῦ τῇ πλάνῃ ἐπικληθήσεται, τὴν οἰκείαν δόξαν ἐν τῇ αἰσχύνῃ τιθέμενος.

ΚΕΦΑΛΑΙΟΝ ΛΘʹ. Περὶ τοῦ ἀρνίου καὶ τῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων χιλιάδων. Καὶ εἶδον, καὶ ἰδοὺ ἀρνίον ἑστὼς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ’ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.

Ἀρνίον ὁ Χριστὸς ἀναμφιβόλως ὡμολόγηται. ἐπὶ τὸ ὄρος δὲ Σιὼν οὐ τῆς παλαιᾶς ἑστώς, ἀλλὰ τῆς νέας τῆς τοῦ ζῶντος θεοῦ πόλεως. αὗται δὲ αἱ χιλιάδες ἢ τὸ πολύφορον τοῦ ἀποστολικοῦ σπόρου δηλοῦσι, τῆς ἐν ἑκάστῳ χάριτος δωδεκάκις χιλιοστὸν ἀπεργαζομένης, τέλειον τὸν καρπὸν τῆς τῶν σῳζομένων πίστεως, ἢ τοὺς ἀπὸ τῆς νέας διαθήκης παρθένους, κατά τε τὸν ἔσω, κατά τε τὸν ἔξω ἄνθρωπον σημαίνουσιν. ἐν γὰρ τοῖς παλαιοῖς σπάνιον τὸ τῆς παρθενίας κατόρθωμα παρὰ σφόδρα ὀλίγοις εὑρισκόμενον, ὅθεν ἑτέρας ταύτας παρὰ τὰς πρότερον εἰρημένας οἰητέον, τὰς ὀνομαστὶ ἐκ τῶν φυλῶν τοῦ Ἰσραὴλ συναγομένας. αἷς παρθενίαν οὐ προσμεμαρτύρηκεν. τούτων δὲ πάντων τὰ μέτωπα τῷ φωτὶ τοῦ θείου προσώπου σφραγίζονται, δι’ οὗ τοῖς ὀλοθρευταῖς ἀγγέλοις αἰδέσιμοι φαίνονται.

Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ φωνὴν ἤκουσα κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων.

Ἡ φωνὴ τῶν πολλῶν ὑδάτων καὶ τῆς βροντῆς καὶ τῶν κιθαριζόντων τὸ διαπρύσιον δηλοῖ τῆς τῶν ἁγίων ὑμνῳδίας καὶ τῆς ἐμμελοῦς αὐτῶν καὶ εὐήχου καὶ συμφώνου ᾠδῆς τῆς πᾶσαν περιηχούσης τὴν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς πρωτοτόκων ἐκκλησίαν καὶ πανήγυριν, καθάπερ ἐν συμφωνίᾳ χορδῶν τῇ συμπνοίᾳ τῶν ἁγίων ἐξηχουμένην, ἣν τῇ νεκρώσει τῶν τοῦ σώματος ἐπιθυμιῶν κατώρθωσαν. ταύτην δέ, φησίν, οὐδεὶς ἕτερος μαθεῖν δύναται πλὴν αὐτῶν. διότι τῷ μέτρῳ τῆς πολιτείας καὶ ἡ γνῶσις συμπαρεκταθήσεται, καθὰ καὶ τοῖς ἀνθρώπων οἰκέταις ἀναλόγως τῇ εὐνοίᾳ ἡ τῶν δεσποτικῶν μυστηρίων φανέρωσις δίδοται.

Καὶ οὐδεὶς ἠδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος. ἄμωμοι [γάρ] εἰσιν.

Ἡγούμεθα τούτους μετὰ τοὺς ὠνομασμένους εἰκοσιτέσσαρας πρεσβυτέρους τῶν λοιπῶν εἶναι προὔχοντας, διά τε τὴν παρθενίαν καὶ τὸ ἐν γλώσσῃ τε καὶ χερσὶν ἄμωμον μετὰ τὴν Χριστοῦ ἐπιδημίαν κτωμένους τὴν ἐν ἀρεταῖς λαμπρότητα, δι’ ἧς τὴν καινὴν ᾠδὴν διδάσκονται, τὴν τοῖς πολλοῖς οὐ μόνον ἐν τῷ παρόντι βίῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἄγνωστον. εἰ γὰρ καὶ τὸ τέλειον τῆς γνώσεως ἐλεύσεται τότε καταργουμένης τῆς μερικῆς, κατὰ τὸν θεῖον ἀπόστολον, ἀλλὰ ἀναλόγως τῇ ἐνταῦθα πολιτείᾳ τῶν ἁγίων ἡ τῶν θείων μυστηρίων ἔσται φανέρωσις. πολλαὶ γὰρ μοναὶ παρὰ τῷ πατρὶ καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, ὥσπερ καὶ πολλαὶ διαφοραὶ κολάσεων. ὧν ἡμᾶς λυτρούμενος ὁ τῶν ὅλων κύριος τοῖς σῳζομένοις ἐγκαταλέξει διὰ τὴν οἰκείαν ἀγαθότητα, μὴ ἀφορῶν εἰς τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλ’ εἰς τοὺς οἰκείους οἰκτιρμούς, δι’ οὓς ἐπὶ γῆς παραγέγονε καὶ τὸ τίμιον αἷμα ὑπὲρ ἡμῶν ἐξέχεεν, ἵνα τοὺς μώμους ἡμῶν καὶ τοὺς σπίλους ἐκπλύνας καθαροὺς προσαγάγῃ τῷ πατρί, μεθ’ οὗ αὐτῷ πρέπει, τῷ ἀρχηγῷ τῆς σωτηρίας ἡμῶν, ἅμα τῷ παναγίῳ πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.