Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ανδρέας Καισαρείας – Εἰς τὴν Ἀποκάλυψιν

Ανδρέας Καισαρείας

Η προαναγγελία της Κρίσεως, ο θερισμός και οι Φιάλες του θυμού (Λόγοι ΙΔ΄-ΙΖ΄)

Η διακήρυξη του αιώνιου ευαγγελίου, ο πνευματικός θερισμός της γης, το άνοιγμα της σκηνής του μαρτυρίου και η έκχυση των έξι πρώτων φιαλών του θυμού του Θεού επί των ασεβών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ανδρέας Καισαρείας

—

Κεφάλαιο 6 από 9

ΛΟΓΟΣ ΙΔʹ. ΚΕΦΑΛΑΙΟΝ Μʹ. Περὶ ἀγγέλου προαγορεύοντος τὴν ἐγγύτητα τῆς μελλούσης κρίσεως. Καὶ εἶδον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι τοὺς καθημένους τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς καὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ [τὴν] θάλασσαν καὶ πηγὰς ὑδάτων.

Τὸ μεσουράνημα τὸ ὑψηλὸν δηλοῖ καὶ τὸ οὐράνιον εἶναι τὸν φανέντα ἄγγελον ἄνωθεν πεμφθέντα πρὸς χαμόθεν τοὺς ἀνθρώπους διὰ τῆς μεσότητος ἀναγαγεῖν εἰς οὐρανοὺς τῇ οἰκείᾳ μεσιτείᾳ θεομιμήτως, ὥστε ἑνωθῆναι τὸ τῆς ἐκκλησίας σῶμα Χριστῷ τῇ κεφαλῇ ἡμῶν, τὸ δὲ αἰώνιον εὐαγγέλιον τὸ ἐξ αἰῶνος τοῦτο παρὰ θεῷ προωρίσθαι. φησὶ δὲ τοῦτο, τὸν μὲν θεὸν φοβεῖσθαι, μὴ δειλιᾷν δὲ τὸν ἀντίχριστον ἀποκτεῖναι τὴν ψυχὴν σὺν τῷ σώματι μὴ δυνάμενον, ἀλλ’ ἐκθύμως αὐτῷ ἀντιτάξασθαι πρὸς ὀλίγον κρατοῦντι διὰ τὴν ἐγγύτητα τῆς κρίσεως καὶ τῆς τῶν βεβιωμένων ἀνταποδόσεως.

ΚΕΦΑΛΑΙΟΝ ΜΑʹ. Περὶ ἀγγέλου τὴν πτῶσιν Βαβυλῶνος κηρύσσοντος. Καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησε λέγων· ἔπεσεν ἔπεσε Βαβυλὼν ἡ μεγάλη. ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα τὰ ἔθνη.

Βαβυλῶνα καλεῖ φερωνύμως τὴν τοῦ κόσμου σύγχυσιν καὶ τὴν βιωτικὴν ταραχήν, ἣν ὅσον οὔπω προλέγει παύσασθαι. οἶνον δὲ θυμοῦ πορνείας καλεῖ οὐ μόνον τὴν ἐξ εἰδωλολατρείας βακχείαν καὶ τῶν φρενῶν ἔκστασιν, ἀλλὰ καὶ τὴν ἐκ πάσης ἁμαρτίας μέθην καὶ παραφοράν, καθ’ ἣν πάντες οἱ ἐκ θεοῦ πορνεύοντες, κατὰ τὸ ψαλμικὸν λόγιον, ἐξολοθρεύονται. πίπτει δὲ ἡ τοιαύτη Βαβυλὼν τέλεον ἐν τῇ ἀναδείξει τῆς ἄνω Ἰερουσαλὴμ ἀνασπωμένη πρόῤῥιζος, τῶν τῆς ἀνομίας ἐργατῶν πεμπομένων εἰς τὸ πῦρ τὸ αἰώνιον.

ΚΕΦΑΛΑΙΟΝ ΜΒʹ. Περὶ τοῦ τρίτου ἀγγέλου ἀσφαλιζομένου τοὺς πιστοὺς μὴ δέξασθαι τὸν ἀντίχριστον. Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ· εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου.

Εἴ τις, φησί, τῷ τεθηριωμένῳ ἀντιχρίστῳ ὑποκύπτει καὶ τὴν δυσσεβῆ πολιτείαν μετέρχεται τὴν ἐκεῖνον εἰκονίζουσαν καὶ ἢ λόγῳ ἢ ἔργοις τοῦτον κηρύσσει θεόν—τοῦτο γὰρ δηλοῦν δύναται τὸ ἐπὶ τοῦ μετώπου καὶ τῆς χειρὸς διδόμενον χάραγμα—, καὶ αὐτὸς κοινωνήσει αὐτῷ τῆς τοῦ τιμωρητικοῦ ποτηρίου πόσεως, ἀκράτου μὲν καὶ ἀμιγοῦς θείων οἰκτιρμῶν διὰ τὸ τῆς κρίσεως δίκαιον, κεκερασμένου δὲ ἐκ διαφόρων τιμωριῶν διὰ τὸ τῆς αὐθαιρέτου κακίας πολυσχιδὲς καὶ πολύτροπον. καλῶς δὲ οἶνος θυμοῦ καλεῖται ἡ κόλασις, ἐπακολούθημα οὖσα τοῦ τῆς ἀσεβείας οἴνου τοῦ τοὺς πίνοντας μεθύσκοντος, ὅτι δι’ ὧν τις ἁμαρτάνει, δι’ αὐτῶν καὶ κολάζεται.

Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνα αἰώνων ἀναβαίνει. Τὸν καπνὸν τοῦτον ἢ τὸ ἆσθμα δεῖ νοεῖν τὸ ἐκ τῶν κολαζομένων κάτωθεν μετὰ στεναγμῶν ἀναδιδόμενον, ἢ καπνὸν τὸν τοῦ πυρὸς ἐκπεμπόμενον τοῦ τοὺς ἐκπεπτωκότας κολάζοντος. εἰς αἰῶνα δὲ αἰώνων αὐτὸν ἀναβαίνειν λέγεται, ἵνα μάθωμεν ἀτελεύτητον εἶναι, ὥσπερ τὴν τῶν δικαίων τρυφήν, οὕτω καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν.

Καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ. Ἡμέραν καὶ νύκτα οὐχ ὡς ἡλίῳ μετρουμένην τὴν τοῦ μέλλοντος αἰῶνός φησι κατάστασιν, ἐν ᾗ μὴ ἔχειν ἀνάπαυσιν τοὺς ἀσεβεῖς προαγορεύει, ἀλλ’ ἢ πρὸς τὴν ἐν τῷ παρόντι χρόνῳ συνήθειαν τῷ νυξὶ καὶ ἡμέραις ἀριθμουμένῳ, ἢ ἡμέρας τῆς τῶν ἁγίων ζωῆς νοουμένης, νυκτὸς δὲ τῆς τῶν βεβήλων κολάσεως, ἧς τεύξονται οἱ τὰς διαβολικὰς πράξεις καὶ τὰς κατὰ Χριστοῦ βλασφημίας τοῦ ἀποστάτου θηρός, δι’ ὧν πράττουσιν εἰκονίζοντες καὶ τὸ τούτου ὄνομα ταῖς ἑαυτῶν καρδίαις ὡς τίμιον ἐγχαράττοντες.

Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν· ὧδε οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ. Οἱ μὲν ἀσεβεῖς, φησί, δι’ αἰῶνος ἐν τῷ μέλλοντι βασανισθήσονται, οἱ δὲ ἅγιοι ὧδε τὴν τῆς ὑπομονῆς καρτερίαν ἐπιδείκνυνται, ἐν χρόνῳ ταχέως παραῤῥέοντι τὰς θείας ἐντολὰς καὶ τὴν εἰς Χριστὸν πίστιν ἄσυλον φυλάττοντες.

Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης μοι· γράψον· μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπάρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν. τὰ δὲ ἔργα ἀκολουθεῖ μετ’ αὐτῶν. Ἡ ἐκ τοῦ οὐρανοῦ φωνὴ οὐ πάντας μακαρίζει τοὺς νεκρούς, ἀλλὰ τοὺς ἐν κυρίῳ ἀποθνῄσκοντας, τοὺς νεκρωθέντας τῷ κόσμῳ καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας καὶ Χριστῷ συμπάσχοντας. ἐκείνοις γὰρ ὄντως ἡ τοῦ σώματος ἔξοδος κόπων ἀνάπαυσις, ἡ δὲ τῶν ἔργων ἀκολούθησις στεφάνων ἀμαράντων καὶ βραβείων δόξης ὑπόθεσις, πολλῷ τῷ μέτρῳ ὑπερνικώντων τῶν ἐπάθλων τοὺς ἄθλους, οὓς πρὸς τὰς ἀοράτους δυνάμεις οἱ Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀγωνισταὶ διήθλησαν. «οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι» τοῖς τῷ θεῷ εὐαρεστοῦσι, καθώς φησιν ὁ ἀπόστολος. ἧς καὶ ἡμᾶς ὀρεγομένους ἀπαύστως δεῖ τῷ θεῷ προσεύχεσθαι λέγοντας· «κλῖνον τὰς καρδίας ἡμῶν, κύριε, εἰς τὰ μαρτύριά σου καὶ ἀπόστρεψον τοὺς ὀφθαλμοὺς ἡμῶν πάσης ματαιότητος», «καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τῶν δούλων σου, ὅτι οὐ δικαιοθήσεται ἐνώπιόν σου πᾶς ζῶν», ἀλλὰ τοῖς πλουσίοις σου οἰκτιρμοῖς ἐπίσκεψαι ἡμᾶς. ὅτι σὸν τὸ κράτος καὶ ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΙΕʹ. ΚΕΦΑΛΑΙΟΝ ΜΓʹ. Ὅπως ὁ ἐν τῇ νεφέλῃ καθήμενος τῷ δρεπάνῳ συντελεῖ τὰ ἐκ τῆς γῆς βλαστάνοντα. Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενος ὅμοιος υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.

Νεφέλην νοοῦμεν ἢ αἰσθητὴν τὴν ὑπολαβοῦσαν τὸν Χριστὸν ἀπὸ τῶν ἀποστολικῶν ὀφθαλμῶν, ἢ ἀγγελικήν τινα δύναμιν διὰ τὸ καθαρὸν καὶ μετέωρον, ὥς φησιν ὁ ψαλμῳδός· «καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη». δι’ ὧν λογιζόμεθα Χριστὸν εἶναι τὸν ἐπὶ τῆς νεφέλης ὀπτανθέντα υἱῷ ἀνθρώπου ὅμοιον, τὸν δὲ ἐπ’ αὐτῷ στέφανον σημαντικὸν εἶναι τῆς βασιλείας τῶν τε ὁρατῶν καὶ ἀοράτων δυνάμεων, χρυσοῦν δὲ τοῦτον διὰ τὸ παρ’ ἡμῖν τῆς ὕλης ταύτης τίμιον, τὸ δὲ δρέπανον συντελείας δηλωτικόν. καὶ γὰρ καὶ αὐτὸς ὁ κύριος θερισμὸν τὴν τοῦ κόσμου συντέλειαν ἐκάλεσεν.

Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ οὐρανοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθέ σου ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

Ἡ τοῦ ἀγγέλου κραυγὴ περιφραστικῶς δηλοῖ τὴν ἱκεσίαν πασῶν τῶν ἐπουρανίων δυνάμεων, ἐφιεμένων τὴν μὲν τῶν δικαίων τιμήν, τὴν δὲ τῶν ἁμαρτωλῶν ἐκκοπὴν τῆς ἀνομίας θεάσασθαι, ἐφ’ ᾧ παύσασθαι τὰ κινούμενα καὶ παραῤῥέοντα, φανερωθῆναι δὲ τὰ ἀκίνητα καὶ μένοντα. τὸ γὰρ ξηρανθῆναι τὸν θερισμὸν δηλοῖ τὸ φθάσαι τὸν τῆς συντελείας καιρόν, ὅτε πεπανθεὶς ὡς σῖτος ὥριμος ὁ τῆς εὐσεβείας σπόρος τῶν οὐρανίων ἀποθηκῶν ἀξιωθήσεται, εἰς τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν τῷ γεωργῷ τὴν καρποφορίαν παρεχόμενος.

ΚΕΦΑΛΑΙΟΝ ΜΔʹ. Περὶ ἀγγέλου τρυγῶντος τὴν τῆς πικρίας ἄμπελον. Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ [αὐ]τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. Εἰ καὶ ὁ Χριστὸς ὀνομάζεται μεγάλης βουλῆς τῆς πατρικῆς ἄγγελος, ἀλλ’ ὁ παρὼν τῶν λειτουργικῶν εἶναι δυνάμεων ἐκ τῶν ἑξῆς δείκνυται ἐκ μὲν τοῦ ἐν οὐρανοῖς ναοῦ σὺν ὀξεῖ δρεπάνῳ ἐξερχόμενος, τὴν δὲ τῶν λίαν ἀσεβῶν τρύγην ποιησόμενος.

Καὶ ἄλλος ἄγγελος [ἐξῆλθεν] ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.

Καὶ ἐκ τούτου μανθάνομεν τὰς ἀγγελικὰς δυνάμεις ἐπιτετάχθαι τοῖς κτίσμασι, τὴν μὲν τοῖς ὕδασι, τὴν δὲ τῷ πυρί, τὴν δὲ ἑτέρῳ τινὶ μέρει τῆς κτίσεως. τούτου τοίνυν τὸ τιμωρητικὸν διὰ τοῦ ἐπιτετάχθαι τῷ πυρὶ μανθάνομεν. τῶν ὑπερτέρων ἀγγέλων ὄντα ἐγκελεύσασθαί φησι μετὰ κραυγῆς τῷ τὸ δρέπανον ἔχοντι τρυγῆσαι τοὺς τῆς ἀμπέλου τῆς γῆς βότρυας, δι’ ὧν οἱ τὸ ποτήριον τοῦ θυμοῦ κυρίου πληροῦντες ἀσεβεῖς καὶ παράνομοι χαρακτηρίζονται, θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων ἀντὶ οἴνου εὐφροσύνης τῷ ἀγαθῷ γεωργῷ καρποφορήσαντες.

Καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. Ληνὸς τοῦ θεοῦ ὁ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ ἡτοιμασμένος χῶρος τῆς κολάσεως, μέγας δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῷ βασανιζομένων. πλατεῖα γὰρ ἡ τῆς ἀπωλείας ὁδὸς καὶ εὐρύχωρος.

Καὶ ἐπατήθη ἡ ληνὸς ἔξω τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων. Καὶ γὰρ ἔξω τῆς ἐπουρανίου πόλεως Ἰερουσαλὴμ ὁ τῆς βασάνου τόπος τῶν ταύτης ἀξίων. τὸ δὲ τὸ αἷμα αὐτῶν ἄχρι τῶν χαλινῶν τῶν ἵππων φθάσαι ἀπὸ σταδίων χιλίων ἑξακοσίων σημαίνειν εἰκὸς τὸ μήκοθεν μὲν διὰ τῶν τιμωρῶν ἀγγέλων, οὓς τροπικῶς ἵππους ὀνομάζειν τῇ θείᾳ γραφῇ σύνηθες, μέχρι δὲ τῶν χαλινῶν αὐτῶν φθάνειν τὰς τῶν αἰκιζομένων οἰμωγάς· χαλινοὺς δὲ αἱ ἅγιαι δυνάμεις τὸ θεῖον ἔχουσι πρόσταγμα, ᾧ ἡνιωχοῦνται πρὸς τὰ κελευόμενα, ὥς φησιν Ἀμβακούμ· «ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου», καὶ τὰ Ἄισματα· «τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε». δυνατὸν δὲ καὶ ἑτέρως νοηθῆναι. ὅτιπερ ἐπειδὴ ἵπποι θηλυμανεῖς ταῖς ἡδοναῖς ἐγκείμενοι οἱ παράνομοι γεγόνασιν, ἄχρι τῶν χαλινῶν ταῖς τιμωρίαις ληφθήσονται, ὅτι χαλινὸν ἐν ταῖς ἡδοναῖς οὐκ ἔγνωσαν. διὰ δὲ τῶν χιλίων ἑξακοσίων σταδίων τὸ μέγα χάσμα τὸ διορίζον τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν διδασκόμεθα, διὰ τὸ ἐν πονηρίᾳ τέλειον καὶ τὸ βδελυκτὸν ἐν ταῖς πράξεσι, τῆς μὲν δεκάδος τῶν ἑκατοντάδων δηλούσης τῆς κακίας τὸ μέγεθος τέλειον, τῆς δὲ ἑξάδος αὐτῶν τὴν ἐπιμελῆ τῆς ἁμαρτίας ἐργασίαν διὰ τὴν παράχρησιν τῆς ἐν ἑξαημέρῳ δημιουργηθείσης κτίσεως καὶ τὸ ἐν ἑξακοσιοστῷ ἔτει τοῦ Νῶε πᾶσαν κατακλυσθῆναι τὴν ἤπειρον. [

Ἔξω μὲν τῆς τῶν δικαίων πόλεως ἡ ληνὸς πατηθήσεται. οὐδαμοῦ γὰρ τῷ κλήρῳ τούτων ἡ ῥάβδος τῶν ἁμαρτωλῶν ἐγγιεῖ, κατὰ τὸ προφητικὸν λόγιον· ἄμικτος γὰρ ἡ τούτων ἔσται κατοίκησις, καθάπερ καὶ ὁ τρόπος γεγένηται. αἷμα δὲ ἐκ τῶν ὑποδίκων πατουμένων χεόμενον τὴν δικαίαν καὶ ἀδέκαστον τοῦ θεοῦ κρίσιν κέκληκεν· αἷμα γὰρ σταφυλῆς οἶνος. οἴνου δὲ ἀκράτου πλήρης τὸ τῆς θείας ὀργῆς ποτήριον, δι’ οὗ ἡ ληψομένη τοὺς ἀξίους δείκνυται κόλασις· μέχρι μὲν τῶν χαλινῶν, ὡς θηλυμανῶν ἵππων, φθάνουσα, διότι χαλινὸν ἐν ταῖς ἡδοναῖς καὶ ταῖς ἀθεμιτουργίαις οὐκ ἔγνωσαν. ἀπὸ χιλίων δὲ καὶ ἑξακοσίων σταδίων προϊοῦσα διὰ τὸ τῆς πονηρίας αὐτῶν τέλειον· ἡ χιλιὰς γὰρ ἀριθμῶν τελειότατος. ἑξακοσιοστῷ δὲ ἔτει τοῦ Νῶε τὴν ἁμαρτίαν ὕδατι κατακλυσθεῖσαν ἔγνωμεν. ἓξ δέ, ὅτι τὴν ἐν ἑξαημέρῳ γεγενημένην κτίσιν τοῖς πονηροῖς καθύβρισαν ἐπιτηδευμάτων. ἐργασίας δὲ ὁ τῶν ἓξ ἡμερῶν ἀριθμὸς σύμβολον, ἐν αἷς ὁ κόσμος συνέστη.]

ΚΕΦΑΛΑΙΟΝ ΜΕʹ. Περὶ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐπαγόντων τοῖς ἀνθρώποις τὰς πληγὰς πρὸ τῆς συντελείας καὶ περὶ τῆς ὑαλίνης θαλάσσης. Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν ταύταις ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.

Πανταχοῦ τὸν ἕβδομον ἀριθμὸν παραλαμβάνει, τὰς ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ παρόντος αἰῶνος τολμωμένας ἀδικίας ἑπτὰ πληγαῖς καὶ ἑπτὰ ἀγγέλοις σημαίνων ἀναστέλλεσθαι, μεθ’ ἃς τὴν μέλλουσαν τῶν ἁγίων διαγωγὴν διὰ τῆς ὑαλίνης θαλάσσης αἰνίττεται.

Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ χαράγματος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.

Τὴν ὑαλίνην θάλασσαν σημαίνειν ἡγούμεθα τό τε πλῆθος τῶν σῳζομένων, τῆς τε μελλούσης λήξεως τὴν καθαρότητα καὶ τὴν τῶν ἁγίων λαμπρότητα, ἣν ταῖς τῆς ἀρετῆς μαρμαρυγαῖς ἐκλάμψουσιν. τὸ δὲ μεμίχθαι ἐκεῖ πῦρ τὸ γεγραμμένον τῷ ἀποστόλῳ· «ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει» νοεῖσθαι δυνατόν, εἰ καὶ τοῖς καθαροῖς καὶ ἀκιβδήλοις τοῦτο οὐ λυμανεῖται, διακοπτόμενον ἀμιγῶς εἰς διαφόρους ἐνεργείας, κατὰ τὸ ψαλμικὸν λόγιον, καὶ τοῦ μὲν καυστικοῦ τοῖς ἁμαρτωλοῖς, τοῦ δὲ φωτιστικοῦ τοῖς δικαίοις ἀπονεμηθησομένου, ὡς νενόηκεν ὁ μέγας Βασίλειος. εἰκὸς δὲ διὰ τοῦ πυρὸς καὶ τὴν θείαν γνῶσιν καὶ τὴν τοῦ ζῳοποιοῦ πνεύματος χάριν σημαίνεσθαι— ἐν πυρὶ γὰρ ὤφθη τῷ Μωϋσῇ ὁ θεὸς καὶ ἐν εἴδει γλωσσῶν πυρὸς τὸ πνεῦμα τοῖς ἀποστόλοις ἐπεφοίτησεν—, τὰς δὲ κιθάρας ἐμφαίνειν τὴν τῶν μελῶν νέκρωσιν καὶ τὴν ἐμμελῆ ζωὴν ἐν συμφωνίᾳ τῶν ἀρετῶν, κρουομένην τῷ πλήκτρῳ τοῦ θείου πνεύματος.

Καὶ ᾄδουσι τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες· μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν· τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.

Ἐκ μὲν τῆς τοῦ Μωϋσέως ᾠδῆς τῶν ἐν νόμῳ πρὸ τῆς χάριτος δικαιωθέντων τὴν ὑμνῳδίαν τῷ θεῷ ἀναπεμπομένην μανθάνομεν, ἐκ δὲ τῆς τοῦ ἀρνίου ᾠδῆς τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν ὁσίως πολιτευσαμένων τὴν ἀκατάπαυστον εὐχαριστίαν ἐπὶ ταῖς εἰς τὸ γένος ἡμῶν προελθούσαις ὑπ’ αὐτοῦ εὐεργεσίαις καὶ χάρισιν, ὅτε πάντα τὰ ἔθνη εἰς τὴν οἰκείαν ἐπίγνωσιν διὰ τῶν θεσπεσίων ἀποστόλων κέκληκεν.

Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ, καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρόν, [καὶ] περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.

Σκηνήν φησιν ἐνταῦθα τὴν ἐν οὐρανοῖς, ἧς καθ’ ὁμοίωσιν τῷ Μωϋσῇ πῆξαι τὴν κάτω σκηνὴν ὁ θεὸς ἐχρημάτισεν. ἐκ τούτου τοῦ ναοῦ ἐξελεύσεσθαί φησι τοὺς ἀγγέλους ἐνδεδυμένους λίνον ἢ λίθον καθαρόν, καθά τινα τῶν ἀντιγράφων ἔχουσι, διὰ τὴν τῆς φύσεως αὐτῶν καθαρότητα καὶ τὴν πρὸς τὸν ἀκρογωνιαῖον λίθον Χριστὸν ἐγγύτητα καὶ τῶν ἀρετῶν τὴν λαμπρότητα. ἐζωσμένους δὲ τὰ στήθη χρυσὸν διὰ τὸ τῆς φύσεως δυνατόν τε καὶ καθαρὸν καὶ τίμιον καὶ τὸ ἐν ταῖς διακονίαις ἀνεμπόδιστον.

Καὶ ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Τὸ ἐκ τῶν τεσσάρων ζῴων λαβεῖν τοὺς ἀγγέλους τὰς χρυσᾶς φιάλας τὰς γεμούσας τοῦ θυμοῦ κυρίου, καθὼς καὶ ἐν τῷ Ἰεζεκιήλ φησι, δηλοῖ τὸ ἐκ τῶν πρώτων ἀεὶ εἰς τὰ δεύτερα τὴν γνῶσιν τῶν πρακτέων ἐν οὐρανοῖς μετοχετεύεσθαι, κατὰ τὸν μέγαν Διονύσιον.

Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ. Διὰ τοῦ καπνοῦ τὸ φοβερὸν καὶ καταπληκτικὸν καὶ κολαστικὸν τῆς θείας ὀργῆς μανθάνομεν, ἧς πληροῦσθαι τὸν ναὸν διδασκόμεθα καὶ κατὰ τῶν ἀξίων αὐτῆς χωρεῖν ἐν τῷ καιρῷ τῆς κρίσεως, καὶ πρὸ ταύτης δὲ κατὰ τῶν τῷ ἀντιχρίστῳ πειθομένων καὶ τὰ τῆς ἀποστασίας ἔργα πραττόντων. καὶ τοῦτο τοῖς ἑξῆς δείκνυται. φησὶ γάρ·

Καὶ οὐδεὶς ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἀγγέλων. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· ὑπάγετε, ἐκχέατε τὰς φιάλας τοῦ θυμοῦ εἰς τὴν γῆν.

Ἐντεῦθεν στοχαζόμεθα, ἄχρι διασταλῆναι τῶν δικαίων τὴν θείαν κατὰ τῶν ἀσεβῶν ἀγανάκτησιν, μηδαμῶς τοὺς ἁγίους τῆς ἐν τῇ ἄνω Ἰερουσαλὴμ τυχεῖν λήξεως καὶ τῆς ἐν τῷ ναῷ τοῦ θεοῦ ἱερουργίας καὶ ἀναπαύσεως. τελεσθῆναι γὰρ δεῖ, φησί, τὰς πληγάς, δι’ ὧν τὰ ἐπίχειρα τῆς ἁμαρτίας τοῖς ἀξίοις παρέχεται, καὶ τούτους τῆς αἱρεθείσης αὐτοῖς τυχεῖν ἀποφάσεως, εἶθ’ οὕτω δοθῆναι τοῖς ἁγίοις τὴν τῆς ἄνω μητροπόλεως οἴκησιν. τῶν δὲ πληγῶν ἑκάστην τοῖς ἐν τῇ συντελείᾳ εὑρισκομένοις προσαρμόζων τις οὐκ ἂν τοῦ πρέποντος, ὡς οἶμαι, διαμαρτήσεται. φιλάνθρωπος γὰρ ὢν ὁ θεὸς πρὸς τὸ σμικρυνθῆναι τὰς ἐν τῷ μέλλοντι ἀτελευτήτους κολάσεις, καὶ ἐν τῇ παρούσῃ ζωῇ τοῖς ἀξίοις ἐπαχθῆναι συγχωρήσει διά τε Ἑνὼχ καὶ Ἠλιοῦ τῶν προφητῶν τιμωρητικὰς μάστιγας, διά τε τῆς τῶν στοιχείων καινοτομίας διά τε τῶν ἐκ πολέμων συμπιπτόντων ἀλγεινῶν, πρὸς μετρίαν γοῦν τῶν ἡμαρτημένων ἔκτισιν.

ἀλλ’ ἡμεῖς παιδεύεσθαι πατρικῶς, ἀλλ’ οὐ μαστιγοῦσθαι κολαστικῶς ἐν ὀργῇ παρὰ τοῦ κυρίου εὐξώμεθα—οὐ γὰρ ἔστιν ἴασις ἐν τῇ σαρκὶ ἡμῶν ἀπὸ προσώπου τῆς ὀργῆς αὐτοῦ—, ὅπως τὰς ῥυπωθείσας ἡμῶν στολὰς ταῖς ἁμαρτίαις δάκρυσι μετανοίας ἐκπλύναντες καὶ νυμφικῶς ἐσταλμένοι εἰς τὸν ἀκατάλυτον τῆς εὐφροσύνης νυμφῶνα εἰσέλθωμεν Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΙϚʹ. ΚΕΦΑΛΑΙΟΝ ΜϚʹ. Ὅπως τῆς πρώτης φιάλης ἐκχεθείσης ἕλκος κατὰ τῶν ἀποστατῶν γίνεται. Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν εἰς τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.

Ἡ φιάλη ἐνταῦθα, καθάπερ τὸ ποτήριον, ἐπὶ κολαστικῆς ἐνεργείας ἐκλαμβάνεται, ἧς φησιν ὑπὸ τοῦ ἀγγέλου ἐκχεθείσης ἕλκος πονηρὸν γενήσεσθαι τὴν ἐν καρδίᾳ πύου δίκην σφύζουσαν ὀδύνην αἰνιττόμενον, τὴν ἐγγινομένην ταῖς τῶν ἀποστατῶν καρδίαις, ὅταν θεηλάτοις πληγαῖς μαστιζόμενοι μηδεμιᾶς ἐκ τοῦ θεοποιηθέντος παρ’ αὐτῶν ἀντιχρίστου ἰάσεως τεύξονται. εἰκὸς δὲ καὶ αἰσθητῶς τὰ τούτων τραυματίζεσθαι σώματα πρὸς ἔλεγχον τῆς ἑλκωθείσης αὐτῶν ψυχῆς τοῖς διαβολικοῖς τῆς πλάνης τοῦ ἀπατεῶνος βέλεσιν.

ΚΕΦΑΛΑΙΟΝ ΜΖʹ. Πληγὴ δευτέρα κατὰ τῶν ἐν θαλάσσῃ. Καὶ ὁ δεύτερος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ. Οὐ μέγα μὲν τῇ θείᾳ δυνάμει πρὸς ἔλεγχον τῆς τοῦ ψευδοχρίστου ἀσθενείας καὶ τῶν ἀπατωμένων εὐκολίας διὰ τῶν ἁγίων προφητῶν Ἑνὼχ καὶ Ἠλία μεταβαλεῖν εἰς αἷμα ὡς νεκροῦ, τουτέστιν ἐσφαγμένου, τὴν θάλασσαν καὶ φθορὰν τῶν ἐν αὐτῇ ἀπεργάσασθαι, καθάπερ πάλαι ἐν Αἰγύπτῳ διὰ Μωϋσέως πεποίηκε πρὸς ἔλεγχον τῆς τοῦ Φαραὼ σκληρότητος καὶ τῆς οἰκείας δυνάμεως ἔνδειξιν, ὅπως καὶ οἱ βεβαιόπιστοι νευρωθῶσι καὶ οἱ ἀστήρικτοι φοβηθῶσι, τὴν κτίσιν ἀντιτασσομένην αὐτοῖς ἐπὶ τῇ τοῦ λυμεῶνος τιμῇ θεώμενοι. εἰκὸς δὲ καὶ τὰς ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν πολέμοις σφαγὰς διὰ τούτων σημαίνεσθαι, ὅτε τοῦ Γὼγ καὶ Μαγὼγ κατ’ ἀλλήλων κινουμένων ἐν τοῖς τέτρασι τῆς οἰκουμένης μέρεσι, προσέτι δὲ καὶ τῶν ἀπειθούντων αὐτῷ βασιλέων πανστρατιᾷ κατακοπτομένων καὶ σφαγῶν κατὰ τόπους γινομένων ἡ μὲν θάλασσα ταῖς ναυμαχίαις μολυνθήσεται, οἱ δὲ ποταμοὶ τοῖς τῶν ἐκεῖ θνῃσκόντων αἵμασι κερασθήσονται.

ΚΕΦΑΛΑΙΟΝ ΜΗʹ. Ὅπως διὰ τῆς τρίτης οἱ ποταμοὶ εἰς αἷμα μετακεράννυνται. Καὶ ὁ τρίτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοί εἰσιν.

Κἀντεῦθεν δείκνυται τοῖς στοιχείοις ἐπιτετάχθαι ἀγγέλους, ὡς ἀνωτέρω εἴρηται· ὧν ἕνα ὄντα καὶ τὸν ἐπὶ τῶν ὑδάτων φησὶν ὑμνεῖν τὸν θεόν, ἐπὶ τῇ κατ’ ἀξίαν ἐπενεχθείσῃ καταδίκῃ τοῖς παραβεβηκόσιν, ὅτι τοῖς τὰς χεῖρας μολύνασι τοῖς τῶν ἁγίων αἵμασιν αἷμα πρὸς ποτὸν δέδωκεν. δείκνυται δὲ διὰ τούτων ἢ τὸ πολλοὺς ἐν τῷ καιρῷ ἐκείνῳ διὰ τῆς ἑδραίας ἐν τῇ πίστει στάσεως τοῦ προφητικοῦ ἀξιοῦσθαι χαρίσματος, τοὺς καὶ ὑπὸ τῶν τοῦ διαβόλου ὑπασπιστῶν ἀναιρουμένους, ἢ τὸ τοὺς τῶν θείων προφητῶν ἀποστρεφομένους τὸ κήρυγμα καὶ δικαιοῦντας αὐτῶν τὴν ὑπὸ τῶν σκληροκαρδίων Ἑβραίων ἀναίρεσιν κοινωνοὺς τῆς αὐτῶν σφαγῆς τῇ προθέσει γίνεσθαι, καθὰ καὶ ὁ κύριος τοῖς Ἰουδαίοις ἔλεγεν· «ὅτι οἰκοδομοῦντες τὰ τῶν προφητῶν μνήματα συνευδοκεῖτε τῇ ἀναιρέσει αὐτῶν».

Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· ναί, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου. Τὸ θυσιαστήριόν ποτε μὲν τὸν Χριστὸν δηλοῖ, ὡς ἐν αὐτῷ καὶ δι’ αὐτοῦ προσφερομένων τῷ πατρὶ τῶν λογικῶν ὁλοκαρπώσεων καὶ τῶν ζωσῶν θυσιῶν, ἃς προσφέρειν ἐκ τοῦ ἀποστόλου δεδιδάγμεθα, ποτὲ δὲ τὰς ἀγγελικὰς δυνάμεις, ὡς ἀναγωγικὰς τῶν ἡμετέρων προσευχῶν καὶ τῶν πνευματικῶν ὁλοκαρπωμάτων, ἃς «εἰς διακονίαν ἀποστελλομένας διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν» ἠκούσαμεν. ἐκ τούτου τοίνυν τοῦ λειτουργικοῦ θυσιαστηρίου φησὶ τὴν φωνὴν ἐξενεχθῆναι δικαιοῦσαν τὰ πάντα νοῦν καὶ λόγον ὑπερβαίνοντα τοῦ θεοῦ κρίματα.

ἐπεὶ τοίνυν χαίρειν μὲν καὶ ἑορτάζειν τὰς νοερὰς δυνάμεις ἐπὶ τῇ τῶν ἐκ μετανοίας ἐπιστρεφόντων σωτηρίᾳ τοῖς εὐαγγελικοῖς λόγοις ἐδιδάχθημεν, λυπεῖσθαι δὲ ἐπὶ τῇ τούτων τῆς εὐθείας ὁδοῦ παρατροπῇ, εὐχαριστεῖν δὲ τῷ θεῷ ἐπὶ τῇ τῶν παραβαινόντων τὰς θείας ἐντολὰς κολάσει, ὡς ἂν μερικὴν τῶν ὀφλημάτων ποιήσωνται ἔκτισιν, σπουδάσωμεν τὴν ἐπὶ τῇ ἐπιστροφῇ ἡμῶν τούτοις προξενῆσαι εὐφροσύνην καὶ ἀγαλλίασιν, ἐννοοῦντες ἑκάστῳ ἡμῶν θεῖον παρεπόμενον ἄγγελον, ἀῤῥήτῳ τινὶ λόγῳ τὰ πρακτέα ἡμῖν εἰσηγεῖσθαι, ἅτε νοῦν ἀφανῶς τῷ ἡμετέρῳ νοῒ προσομιλοῦντα καὶ ἐφ’ οἷς μὲν ἀκούεται συμβουλεύων χαίροντα, ἐφ’ οἷς δὲ παρακούεται, θεομιμήτως λυπούμενον, ὡς καὶ ἐκ ψυχωφελῶν διηγημάτων ἔγνωμεν ἀνδρί τινι μελανθέντι πολλοῖς παραπτώμασι καὶ εἰς τὴν ἐκκλησίαν εἰσιόντι σκυθρωπὸν μακρόθεν τὸν ἄγγελον ἕπεσθαι, τούτου δὲ κατανυγέντος καὶ τῷ θελητῇ τοῦ ἐλέους ἐπαγγειλαμένου ἐκ ψυχῆς τὴν ἐπὶ τὰ βελτίω μεταβολὴν καὶ τῆς προτέρας ζωῆς ἄρνησιν ἐξιόντος ἐκεῖθεν προηγεῖσθαι φαιδρὸν καὶ γεγηθότα, τὸν δὲ πονηρὸν δαίμονα κατῃσχυμμένον ἀκολουθεῖν πόῤῥωθεν.

γένοιτο δὲ τὴν ἔνθεον ἡμῶν πολιτείαν τοῖς μὲν δαίμοσι κατηφείας, τοῖς δὲ ἀγγέλοις εὐφροσύνης γενέσθαι ὑπόθεσιν, ἵνα κοινῇ σὺν αὐτοῖς ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντες Χριστῷ τῷ θεῷ ἡμῶν ἐπὶ τῇ νίκῃ τῶν πονηρῶν δυνάμεων εὐχαριστήσωμεν, μεθ’ οὗ τῷ πατρὶ πρέπει δόξα, ἅμα τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΙΖʹ. ΚΕΦΑΛΑΙΟΝ ΜΘʹ. Ὅπως διὰ τῆς τετάρτης καυματίζονται οἱ ἄνθρωποι. Καὶ ὁ τέταρτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί. καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.

Ἴσως μὲν καὶ αἰσθητῶς τῷ τοῦ ἡλίου φλογμῷ τὸ τηνικαῦτα καυματισθήσονται οἱ ἄνθρωποι, τοῦ φιλανθρώπου θεοῦ ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας τῶν μὴ ἐγγιζόντων πρὸς αὐτὸν ἄγχοντος, ἵνα πρὸς μετάνοιαν ἴδωσιν, εἰ καὶ οἱ εἰς βάθος κακῶν ἐμπεσόντες οὐ πρὸς ἐπιστροφήν, ἀλλὰ πρὸς βλασφημίαν μοχθηρίᾳ γνώμης ἐξενεχθήσονται. ἴσως δὲ διὰ τοῦ ἡλίου καὶ τὸν τῆς ἡμέρας δρόμον αἰνίττεται, ὃν ἅπαντα τῷ τῶν πειρασμῶν καύσωνι τοὺς ἀξίους μαστίγων φησὶ καυματίζεσθαι, ἵνα τῇ τῶν ἀλγεινῶν ἐπαγωγῇ τὴν μητέρα τούτων, τὴν ἁμαρτίαν, μισήσωσιν. ἀλλ’ οἱ ἄφρονες ἀντὶ τῆς τῶν οἰκείων πταισμάτων ἐπιγνωμοσύνης κατὰ θεοῦ τὴν γλῶτταν ἀκονήσουσιν, ὡς καὶ νῦν ὁρᾷν ἔξεστι πολλοὺς τοῖς κυκλώσασιν ἡμᾶς ἐκ βαρβαρικῶν χειρῶν ἀῤῥήτοις δεινοῖς ἀσχάλλοντας τὴν θείαν αἰτιᾶσθαι ἀγαθότητα, ὅτι τὰς τοσαύτας κακώσεις τῇ ἡμετέρᾳ γενεᾷ τετήρηκεν.

ΚΕΦΑΛΑΙΟΝ Νʹ. Ὅπως διὰ τῆς πέμπτης ἡ βασιλεία τοῦ θηρίου σκοτίζεται. Καὶ ὁ πέμπτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνου τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασ[σ]ῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου. καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.

Τὸ ἐπιχεθῆναι τὴν φιάλην ἐπὶ τὸν τοῦ θηρίου θρόνον σημαίνει τὸ ἐπὶ τὴν βασιλείαν τοῦ ἀντιχρίστου τὴν τοιαύτην ὀργὴν ἐκχεῖσθαι καὶ ἐσκοτωμένην δείκνυσθαι, ἅτε ἀφεγγῆ τῷ τῆς δικαιοσύνης ἡλίῳ τυγχάνουσαν. ἡ δὲ τῶν γλωσσῶν μάσησις τὴν ὑπερβολὴν τῆς ὀδύνης δηλοῖ, ᾗ οἱ πλανηθέντες ὑπ’ αὐτοῦ κατασχεθήσονται ὑπὸ τῶν θεηλάτων πληγῶν μαστιζόμενοι, ὅπως ἂν γνόντες ὅτι ἀπατηλός ἐστιν ὁ παρ’ αὐτῶν ὡς θεὸς δοξαζόμενος τῆς πλάνης παύσωνται. οἱ δὲ οὐδὲ ἐντεῦθεν πρὸς μετάνοιαν, ἀλλὰ πρὸς βλασφημίαν τραπήσονται. εἰ δὲ οὗτοι τῇ τῶν μαστίγων ἐπαγωγῇ πρὸς βλασφημίαν τραπήσονται καὶ οἱ ἐν τοῖς κατόπιν ὑπὸ τῆς ταλαντιαίας χαλάζης πληττόμενοι τὸ αὐτὸ πείσονται, καθὼς ἐν τῷ τόπῳ γινόμενοι σὺν θεῷ σαφηνιοῦμεν ὡς δυνάμεθα, καὶ οἱ πονηροὶ δαίμονες διὰ τῶν ἀνθρωπίνων σωμάτων, οἷς ὀργάνοις κέχρηνται, ὑπὸ τῶν ἁγίων αἰκιζόμενοι βλασφημεῖν ὅμως τοὺς μαστίζοντας οὐκ ἀπέχονται, διασκεπτέον τί ἄρα δεῖ ἡμᾶς περὶ τῶν ἀσεβῶν τῇ γεέννῃ τοῦ πυρὸς κολαζομένων λογίζεσθαι, ὡς ἄρα ταύτῃ τῆς ἐμφύτου κακίας μέχρις αὐτῆς ἐννοίας ἀποπαυομένων τέλεον, ἢ μόνον ἐπεχομένων τοῦ εἰς ἔργον ἐξενεγκεῖν τὰ πονηρὰ βουλεύματα, καθάπερ τοὺς κακούργους τοὺς ἐν ταῖς εἰρκταῖς βαλλομένους καὶ ἀνάγκῃ, ἀλλ’ οὐ γνώμῃ τῆς καθ’ ἑτέρων ἐπιβουλῆς ἀπεχομένους. ἐγὼ μὲν γὰρ αἰώνιον ἀκούων τὴν κόλασιν τῷ ἀποφηναμένῳ ἀπιστεῖν οὐ δύναμαι.

τὸ δὲ πρὸς εὐσπλαγχνίαν καὶ ἀγαθότητα εἰδὼς αὐτοῦ ἑτοιμότατον στοχάζομαι μηδαμῶς ἂν αὐτὸν ἢ ἀπειλῆσαι ἢ ἐπάξειν τοῖς ἀξίοις τὴν καταδίκην ἀπέραντον, εἰ τοὺς καταδικασθέντας ᾔδη μετανοήσαντας καὶ μισήσαντας τὴν κακίαν ἣν αὐθαιρέτως ἐποίησαν. οὐ γὰρ ἀνάγκῃ, ἑκόντες δι’ αὐτὴν κολάζονται. εἰ γὰρ τῷ Φαραώ, καίπερ εἰδὼς ἐν μὲν ταῖς μάστιξι μαλασσόμενον, μετὰ δὲ τὴν τούτων ἀπαλλαγὴν πάλιν σκληρυνόμενον, ὅμως φειδοῦς ἀξιῶν ἠφίει τῶν μαστίγων ὑπὸ τοῦ Μωϋσέως παρακαλούμενος, πόσῳ μᾶλλον τούτους, εἴπερ αὐτοὺς τῷ πυρὶ τὸν ῥύπον ἀποτιθεμένους ἐγίνωσκε κατὰ τὴν εἰκόνα τοῦ χρυσοῦ, ἣν ἐν τῇ ὑποθέσει ταύτῃ τινὲς ἐξειλήφασιν εἰς παράδειγμα. ἀλλὰ τῷ μὲν χρυσῷ, ἅτε ἀψύχῳ, φυσικῶς ὁ ῥύπος πρόσεστι, τοῖς δὲ λογικοῖς γνωμικῶς συνέζευκται, μᾶλλον δὲ ἐξ αὐτῶν ἀποκεκύηται. διὸ οἱ τὴν ἀγαθότητα τοῦ θεοῦ καὶ τὴν πρόγνωσιν καὶ τὴν δύναμιν κώλυμα τῆς αἰωνίου τιθέμενοι κολάσεως, καὶ τὴν δικαιοσύνην ταύταις προσζευγνύτωσαν, ἅτε ἀπονεμητικὴν οὖσαν ἑκάστῳ τῶν πρὸς ἀξίαν, καὶ οὐδαμῶς πρὸς ἀνατροπὴν τῆς θείας ἀποφάσεως ὄψονται.

εἰ δὲ μὴ βούλονται, κἂν καὶ τοὺς ἐπὶ γῆς βασιλεῖς αἰτιάσθωσαν, ἵνα ὦσιν ἑαυτοῖς γοῦν σύμφωνοι, προειδότας μὲν μὴ πάντας τοὺς ἀγωνιζομένους πάλην καὶ πυγμὴν καὶ δρόμον καὶ ἵππων ἅμιλλαν νικήσοντας, ἀλλ’ ἕνα καὶ μόνον ἐξ ἑκατέρου τούτων στεφθησόμενον, πᾶσι δὲ ὅμως ἀνοιγνύντας πρὸς ἀγῶνα τὸ στάδιον. ὅπερ γὰρ τοῖς ἀγωνιζομένοις τὸ στάδιον, τοῦτο πᾶσιν ἡ εἰς τόνδε τὸν βίον πάροδος. γεννηθῆναι μὲν γὰρ ἢ μὴ γεννηθῆναι οὐκ ἐφ’ ἡμῖν, ἀγωνίσασθαι δὲ καὶ νικῆσαι τοὺς πονηροὺς δαίμονας καὶ τῶν αἰωνίων τυχεῖν ἀγαθῶν ἐφ’ ἡμῖν ἐστιν. ἡττηθέντας δὲ τούτοις ἀνάγκη μεταμελεῖσθαι καὶ θρηνεῖν ἀνόνητα κολαζομένους αἰωνίως· οὐκ ἔσται γὰρ ἐν ᾅδῃ ὁ ἐξομολογούμενος, κατὰ τὸ ψαλμικὸν λόγιον, οὐκ ἔτι συμπαρούσης τοῖς καταδικασθεῖσιν ὥσπερ νῦν τῆς βοηθείας τοῦ πνεύματος. διχοτομηθήσονται γάρ, ὥς φησιν ὁ κύριος, διαιρούμενοι τοῦ παρ’ αὐτῶν ἀτιμασθέντος ζῳοποιοῦ πνεύματος.

τὸν δὲ προαποδοθέντα νοῦν ἡγούμεθα καὶ τὸ ψαλμικὸν αἰνίττεσθαι λόγιον· «ὅτι οὐκ ἀφήσει κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν», ὡς ἀμίκτου οὔσης αὐτῶν τῆς ζωῆς οὐ μόνον διὰ τὸ τῶν βίων ἀμιγὲς καὶ ἀκατάλληλον, ὧν ἕκαστος ἐπολιτεύσατο, ἀλλὰ καὶ διὰ τὸ ἀραρότως ἐν τῷ ἀγαθῷ καὶ πάγιον, μήτε τῇ ἐπιμιξίᾳ τοῦ χείρονος πρὸς ἁμαρτίαν ἐρεθιζομένης τῆς τούτων προαιρέσεως, μήτε ἀσθενείᾳ σαρκὸς ἢ τροπῆς φόβῳ τὴν εὐφροσύνην ἐλαττούσης, ἀλλὰ βέβαιον ἐν θεῷ κληρονομούσης τὸ ἄτρεπτον. καὶ ταῦτα μὲν μέχρι τούτου πρὸς ἕτερα τοῦ λόγου τρέχοντος, ἅπερ καθυπέσχετο· ἡμεῖς δὲ τῶν ἑξῆς ἐχόμεθα.

ΚΕΦΑΛΑΙΟΝ ΝΑʹ. Ὅπως διὰ τῆς ἕκτης ἡ ὁδὸς διὰ τοῦ Εὐφράτου τοῖς ἀπὸ ἀνατολῶν βασιλεῦσιν ἀνοίγεται. Καὶ ὁ ἕκτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῶν ἡλίου.

Εἰκὸς τὸν Εὐφράτην ποταμὸν κατὰ θείαν συγχώρησιν ὀλιγούμενον τοῖς βασιλεῦσι τῶν ἐθνῶν διδόναι πάροδον εἰς τὴν κατ’ ἀλλήλων καὶ λοιπῶν ἀνθρώπων ἐξολόθρευσιν, οὓς ἐκ τῶν Σκυθικῶν μερῶν διὰ τῆς τοῦ Γὼγ καὶ Μαγὼγ μνήμης κινεῖσθαι νομίζομεν, κατὰ τὸ ἐν τοῖς κατόπιν ἐν τῇ Ἀποκαλύψει φερόμενον. εἰκὸς δὲ καὶ τὸν ἀντίχριστον ἐκ τῶν ἀνατολικῶν μερῶν τῆς Περσικῆς γῆς, ἔνθα ἡ φυλὴ τοῦ Δὰν ἐκ ῥίζης Ἑβραίων ἐξερχόμενον, ἅμα ἑτέροις βασιλεῦσιν ἢ μεγιστᾶσι βασιλικὸν κληρουμένοις ὄνομα τὸν Εὐφράτην περαιοῦσθαι, ἢ σωματικὸν ἢ ψυχικὸν θάνατον τοῖς ἀνθρώποις ἐπάξοντα, τοῖς μὲν διὰ πίστεως καὶ καρτερίας, τοῖς δὲ δι’ ἀνανδρίας καὶ ἐκλύσεως.

Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὡς βάτραχοι. Κἀκ τούτων δείκνυται ἐν ἰδίῳ προσώπῳ τόν τε διάβολον ὡς δράκοντα, τόν τε ἀντίχριστον ὡς θηρίον, τόν τε ψευδοπροφήτην ὡς ἕτερον παρὰ τούτους μνημονεύεσθαι. ἐξ ὧν φησιν ἐοικότα βατράχοις ἐκπορεύεσθαι πνεύματα, διὰ τὸ ἰῶδες αὐτῶν καὶ ἀκάθαρτον καὶ βορβορῶδες καὶ πρὸς τὰς διύγρους ἡδονὰς ἑρπυστικὸν τῶν πονηρῶν δυνάμεων, αἳ τοῖς τοῦ διαβόλου καὶ τοῦ ψευδοχρίστου καὶ τοῦ ψευδοπροφήτου προστάγμασι τοῖς σημαινομένοις διὰ τοῦ στόματος ἀπατηλὰ σημεῖα καὶ τέρατα τοῖς ἀνθρώποις δείξουσιν, ὡς διὰ τῶν ἑξῆς γνωσόμεθα.

Εἰσὶ γὰρ πνεύματα δαιμόνων ποιοῦντα σημεῖα ἐκπορεύεσθαι ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος. Τὰ διὰ τῶν δαιμόνων, φησίν, ἐνεργούμενα ψευδῆ σημεῖα τοὺς πειθομένους αὐτοῖς εἰς πόλεμον κατὰ τῆς μεγάλης καὶ ἐπιφανοῦς τοῦ θεοῦ ἡμέρας τοῦ κριτοῦ ζώντων καὶ νεκρῶν ἐπιστρατεύσουσιν, ᾗ πάντως οἱ θεομάχοι ἡττώμενοι ἀνόνητα κλαύσονται τὴν προτέραν πλάνην ὀδυρόμενοι.

Ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπουσι τὴν ἀσχημοσύνην αὐτοῦ. καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.

Τὸ γρηγορεῖν καὶ φυλάττειν τὰ ἱμάτια δηλοῖ τὸ ἐπαγρυπνεῖν ταῖς ἀγαθαῖς πράξεσιν. αὗται γὰρ τῶν ἁγίων ἱμάτια, ὧν τὸν ἐστερημένον ἀνάγκη ὡς γυμνὸν καὶ ἀσχημοσύνης πεπληρωμένον αἰσχύνεσθαι. τὸ δὲ Ἁρμαγεδὼν «διακοπὴ» ἢ «διακοπτομένη» ἑρμηνεύεται. ἐκεῖ γὰρ τὰ ἔθνη συναγόμενα ἐκκόπτεσθαι νοεῖν ἀκόλουθον ὑπὸ τοῦ διαβόλου στρατηγούμενα, τοῦ τοῖς ἀνθρωπίνοις αἵμασι χαίροντος. ἐπειδὴ δὲ κἀντεῦθεν ἀπευκτὴν τῶν τῆς ἀρετῆς ἱματίων τὴν γύμνωσιν καὶ ἐκ τῆς εὐαγγελικῆς παραβολῆς τοῦ νυμφῶνος ἀπόβλητον τὸν ταύτης ἐστερημένον μεμαθήκαμεν, καὶ ἐκ τῆς ἀποστολικῆς δὲ ῥήσεως, ἥ φησι περὶ τῆς ἀφθαρσίας· «εἴ γε ταύτην ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα», δηλαδὴ τῶν ἀγαθῶν πράξεων, ἐκτενῶς τὸν κύριον κετεύσωμεν ἐνταῦθα ἡμῶν «ἐκπλῦναι» τὰς τῆς ψυχῆς στολάς, ὥστε «ὑπὲρ χιόνα λευκανθῆναι» κατὰ τὸ ψαλμικὸν λόγιον, μήποτε ἀκούσαντες· «ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;» δεθέντες χεῖρας καὶ πόδας ῥιφῶμεν εἰς τὸ σκότος τὸ ἐξώτερον, ἀλλὰ κατὰ τὸν σοφὸν Σολομῶντα «ἐν παντὶ καιρῷ λευκὰ τὰ ἱμάτια ἔχοντες» καὶ φαιδρὰς τὰς λαμπάδας τῆς ἐναρέτου πολιτείας τῇ συμπαθείᾳ κεκοσμημένας ἐπιφερόμενοι τῷ καθαρῷ καὶ ἀμώμῳ τῶν ἁγίων ψυχῶν νυμφίῳ Χριστῷ τῷ θεῷ ἡμῶν εἰς τὸν νυμφῶνα συνεισέλθωμεν, μεθ’ οὗ πρέπει τῷ πατρί, ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.