Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ανδρέας Καισαρείας – Εἰς τὴν Ἀποκάλυψιν

Ανδρέας Καισαρείας

Η έβδομη φιάλη, η κρίση της μεγάλης Πόρνης και η πτώση της Βαβυλώνος (Λόγοι ΙΗ΄-ΙΘ΄)

Η έκχυση της έβδομης φιάλης, η καταδίκη της πόρνης και της Βαβυλώνος, οι θρήνοι των κοσμικών αρχόντων και των εμπόρων, και η επουράνια δοξολογία για τον γάμο του Αρνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ανδρέας Καισαρείας

—

Κεφάλαιο 7 από 9

ΛΟΓΟΣ ΙΗʹ. ΚΕΦΑΛΑΙΟΝ ΝΒʹ. Ὅπως διὰ τῆς ἑβδόμης χάλαζα καὶ σεισμὸς κατὰ τῶν ἀνθρώπων γίνεται. Καὶ ὁ ἕβδομος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· γέγονεν. καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτως μέγας.

Ἡ ἀγγελικὴ φωνὴ οὐρανόθεν φησί· «γέγονε», τουτέστι τὸ θεῖον τετέλεσται πρόσταγμα. αἱ δὲ ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ τὸ καταπληκτικὸν τῶν γινομένων καὶ τὴν μέλλουσαν τοῦ Χριστοῦ παρουσίαν σημαίνουσιν, ὥσπερ πάλαι τοῦ θεοῦ τὴν ἐπὶ τὸ Σιναῖον ὄρος κατάβασιν, ὁ δὲ σεισμὸς τὴν τῶν ὄντων μεταποίησιν, ὡς ὁ ἀπόστολος τὸ «ἔτι ἅπαξ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανὸν» ἐξέλαβεν.

Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον. Πόλιν μεγάλην οὐ πλήθει καὶ μεγέθει οἰκοδομημάτων, ἀλλ’ ἐν θεοσεβείᾳ ἀρχαιοτάτην καὶ μεγίστην τὴν Ἰερουσαλὴμ ὑπολαμβάνομεν, ἅτε μεγαλυνθεῖσαν τοῖς Χριστοῦ παθήμασι καὶ ἀντιδιαστελλομένην ταῖς ἐθνικαῖς πόλεσιν. ταύτης τὴν εἰς τρία διατομὴν δηλοῦν ἡγούμεθα τῶν ἐν αὐτῇ Χριστιανῶν καὶ Ἰουδαίων καὶ Σαμαρειτῶν, ἢ τῶν βεβαιοπίστων καὶ τῶν ῥυπαραῖς πράξεσι μολυνάντων τὸ βάπτισμα καὶ τῶν μηδόλως προσδεξαμένων Ἰουδαίων τὸ κήρυγμα, τὴν ἀκώλυτον καὶ πεπαῤῥησιασμένην τῶν οἰκείων βουλημάτων ἐκπλήρωσιν καὶ τὴν εἰς τοὺς καθήκοντας χώρους ἑκατέρῳ τούτων ἐκπομπὴν ἢ ἀποκλήρωσιν· νῦν γὰρ Ἰουδαῖοι μὲν καὶ Σαμαρεῖται τῷ φόβῳ τῶν εὐσεβῶς βασιλευόντων τὰ οἰκεῖα κρύπτουσι βουλεύματα καὶ σὺν ἡμῖν δοκοῦσι τάττεσθαι πρὸς ἰδίαν μοῖραν ἀποστατῆσαι μὴ τολμῶντες, ὡσαύτως δὲ καὶ οἱ ἀληθῶς Χριστιανοὶ τοῖς τὸ ὄνομα μόνον κεκτημένοις ἀναμὶξ τυγχάνουσιν. ὅτε δὲ ἡ τῶν πειρασμῶν τούτους ἐλέγξει πύρωσις, τότε ἡ εἰς τρία τούτων διατομὴ γενήσεται, τῶν τε δυσσεβῶν, τῶν τε εὐσεβῶν, τῶν τε ἁμαρτωλῶν τοῖς ὁμοτρόποις προσχωρούντων καὶ πρὸς οἰκείαν μοῖραν ἀποκρινομένων. αἱ δὲ τῶν ἐθνῶν πόλεις πίπτουσαι δηλοῦσιν ἢ τὴν αὐτῶν κατάλυσιν ἢ τῆς ἐθνικῆς πολιτείας τὴν ἔκλειψιν τῇ παρουσίᾳ τῆς θείας βασιλείας, ἣν καθέξουσι κατὰ τὸν Δανιὴλ οἱ ἅγιοι.

Καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. Καὶ ἡ συγκεχυμένη, φησί, τοῖς εἰκαίοις τοῦ βίου περισπασμοῖς καὶ μεγαλυνθεῖσα τῷ ἐξ ἀδικιῶν πλούτῳ πολυάνθρωπος πληθὺς τὸ ποτήριον τῆς ὀργῆς τοῦ θεοῦ πίεται, ὡς ἐκ λήθης διὰ μακροθυμίας εἰς μνήμην ἐλθόντος τῆς τοῦ πατηθέντος δικαίου καὶ τῆς ἐν λόγοις καὶ ἔργοις δυσσεβείας ἐκδικήσεως.

Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν. Νήσους τὰς ἐκκλησίας καὶ ὄρη τοὺς ἐν αὐταῖς προὔχοντας νοεῖν ἐκ τῆς θείας γραφῆς διδασκόμεθα. φεύγειν δὲ τούτους ἐν τῷ καιρῷ τῆς τῶν προῤῥηθέντων ἐπαγωγῆς ἐκ τοῦ κυρίου ἀκηκόαμεν λέγοντος· «τότε οἱ ἀπὸ ἀνατολῶν φεύξονται ἐπὶ δυσμὰς καὶ οἱ ἀπὸ δυσμῶν εἰς ἀνατολάς· ἔσται γὰρ θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπὸ καταβολῆς κόσμου, οὐδ’ οὐ μὴ γένηται» τῶν μὲν δι’ ἁμαρτίας κολαζομένων, τῶν δὲ πρὸς δοκιμὴν ἀρετῆς ὑπομενόντων τὰ δυσχερῆ, οὐ μόνον ἐν ταῖς τοῦ ἀντιχρίστου ὑπὲρ Χριστοῦ κολάσεσιν, ἀλλὰ καὶ ἐν ταῖς φυγαῖς καὶ ἐν ταῖς ἐν ὄρεσι καὶ σπηλαίοις κακοπαθείαις, ἃς τῆς ἐν τῇ πόλει διατριβῆς προτιμήσουσι διὰ τὴν τῆς εὐσεβείας τήρησιν.

Καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα. Τὴν χάλαζαν, ἅτε οὐρανόθεν κατερχομένην, τὴν θεήλατον ὀργὴν καὶ ἄνωθεν ἐρχομένην νενοήκαμεν, τὸ δὲ ταλαντιαῖον αὐτῆς τὸ τέλειον, διὰ τὴν ἐν ταῖς ἁμαρτίαις ἀκρότητα καὶ βαρύτητα, ἧς χαρακτηριστικὸν τὸ τάλαντον, ὡς καὶ τῷ Ζαχαρίᾳ ἑώραται. τὸ δὲ μὴ πρὸς μετάνοιαν, ἀλλὰ πρὸς βλασφημίαν χωρῆσαι τοὺς ὑπ’ αὐτῆς πληττομένους τὸ σκληρὸν καὶ ἀνένδοτον τῆς αὐτῶν καρδίας παρίστησιν. διὸ κατὰ τὸν Φαραὼ ἔσονται, μᾶλλον δὲ καὶ τούτου σκληρότεροι, εἴγε ἐκείνου ποσῶς ταῖς θεηλάτοις πληγαῖς μαλασσομένου καὶ τὴν οἰκείαν ὁμολογοῦντος ἀσέβειαν αὐτοὶ καὶ ἐν τῷ μαστιγοῦσθαι βλασφημοῦσιν.

ΚΕΦΑΛΑΙΟΝ ΝΓʹ. Περὶ τοῦ ἑνὸς τῶν ἑπτὰ ἀγγέλων δεικνύντος τῷ μακαρίῳ Ἰωάννῃ τὴν τῆς πόρνης πόλεως καθαίρεσιν καὶ περὶ τῶν ἑπτὰ κεφαλῶν καὶ δέκα κεράτων. Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησε μετ’ ἐμοῦ λέγων μοι· δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν, μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον γέμον ὀνομάτων βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.

Ταύτην τὴν πόρνην τινὲς εἰς τὴν παλαιὰν Ῥώμην, ὡς ἐπάνω ἑπτὰ ὀρέων κειμένην, ἐξέλαβον, τὰς δὲ ἑπτὰ κεφαλὰς τοῦ αὐτὴν βαστάζοντος θηρίου ἑπτὰ βασιλεῖς τοὺς ἀσεβεστέρους ἀπὸ Δομετιανοῦ μέχρι Διοκλητιανοῦ τὴν ἐκκλησίαν διώξαντας. ἡμεῖς δέ, ὅσον ἐκ τῆς τῶν ἑπομένων ἀκολουθίας ὁδηγούμεθα, ταύτην ἢ τὴν καθόλου ἐπίγειον βασιλείαν τὴν ὡς ἐν ἑνὶ σώματι, ἢ τὴν μέχρι τῆς παρουσίας τοῦ ἀντιχρίστου βασιλευομένην πόλιν οἰόμεθα. ἡ γὰρ παλαιὰ Ῥώμη ἐκ πολλοῦ τὸ τῆς βασιλείας κράτος ἀπέβαλεν, εἰ μὴ ὑποθώμεθα εἰς αὐτὴν τὸ ἀρχαῖον πάλιν ἀναστρέφειν ἀξίωμα. ἀλλ’ εἰ τοῦτο δώσομεν, προκαθαιρεθήσεται ἡ κρατοῦσα σήμερον· φησὶ γὰρ ἡ Ἀποκάλυψις· «ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα τὴν βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς». καὶ περὶ μὲν τούτου ἐν τοῖς καθεξῆς, ὡς ἂν χορηγήσῃ ὁ θεός, ἀκριβώσωμεν. ἀναγκαῖον δὲ εἰπεῖν τίνα χρὴ νοῆσαι τὴν ἔρημον, εἰς ἣν ἀπηνέχθαι φησὶν ἐν πνεύματι. ἔρημον τοίνυν ἐν τοῖς πνευματικοῖς ἡγούμεθα πᾶσαν πόλιν ἢ πληθὺν πολυάνθρωπον ἐπὶ μέθῃ ψυχῆς καὶ τῇ ἐκ θεοῦ πορνείᾳ καὶ ἑτέροις τοιούτοις ἐγκαλουμένην τολμήμασιν. καὶ ἑτέρως δὲ νοητέον τῇ θεωρίᾳ τοῦ πνεύματος ἰδεῖν τὸν ἀπόστολον τῆς προῤῥηθείσης πόρνης τὴν ἐρήμωσιν, ἣν ὡς γυναῖκα ἑώρακε διὰ τὸ τεθηλυμμένον πρὸς ἁμαρτίαν καὶ ἄνανδρον.

καθημένην δὲ ἐπὶ θηρίον κόκκινον διὰ τὸ τῷ διαβόλῳ τῷ φονίῳ καὶ αἱμοχαρεῖ ταύτην διὰ πονηρῶν πράξεων ἐπαναπαύεσθαι, δι’ ὧν συνεργὸς ἐν ταῖς κατὰ θεοῦ βλασφημίαις τῷ ἀποστάτῃ γίνεται. ὠμότητος γὰρ καὶ ἀγριότητος καὶ φονικῆς γνώμης τό τε θηρίον τό τε κόκκινον χρῶμα γνώρισμα. περὶ δὲ τῶν ἑπτὰ κεφαλῶν καὶ δέκα κεράτων ἐν τοῖς ἑξῆς σὺν θεῷ ἐκ τοῦ θείου ἀγγέλου μαθησόμεθα.

Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφύραν καὶ κόκκινον, κεχρυσωμένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις. Κόκκινον καὶ πορφύραν περιβέβληται, ὡς τῆς ἡγεμονίας τῆς κατὰ πάντων σύμβολα. διὸ λίθῳ τιμίῳ καὶ μαργαρίταις κεκόσμηται.

Ἔχουσα χρυσοῦν ποτήριον ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς. Διὰ μὲν τοῦ ποτηρίου τὸ πρὸς πόσιν ἡδὺ τῶν πονηρῶν πράξεων, διὰ δὲ τοῦ χρυσοῦ τὸ τίμιον ἐνδείκνυται, ὥς φησί τις περὶ τοῦ Ἰώβ· «πίνων μυκτηρισμὸν ἴσα ποτῷ» εἰς ἔνδειξιν, ὅτι οὐ διακόρως, ἀλλ’ ἐν δίψει τῆς οἰκείας ἀπωλείας τὴν κακίαν μετέρχεται. διὸ ἑαυτῇ τὰ βδελύγματα, τουτέστι τὰ βδελυκτὰ τῷ θεῷ ἐπιτηδεύματα, ἐπλήθυνεν, οἷς ἡ φιλάμαρτος πληθὺς ποτίζεται, ὡς ἡδὺ πόμα σπῶσα τὴν βδελυκτὴν τῆς ἁμαρτίας μέθην καὶ τῆς ἐκ θεοῦ πορνείας τὴν βεβήλωσιν.

Καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον· Βαβυλὼν ἡ μεγάλη ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. Ἡ τοῦ μετώπου γραφὴ τὸ ἀπηρυθριασμένον τῆς τῶν πλημμελημάτων δηλοῖ ἐκπληρώσεως καὶ τῆς καρδιακῆς συγχύσεως, ἡ δὲ μήτηρ τὸ τῆς ψυχικῆς πορνείας εἶναι ταύτην διδάσκαλον ταῖς ἀρχομέναις πόλεσι τὰς βδελυκτὰς τῷ θεῷ παρανομίας τίκτουσαν.

ΚΕΦΑΛΑΙΟΝ ΝΔʹ. Ὅπως ὁ ἄγγελος αὐτῷ τὸ ὁραθὲν μυστήριον ἡρμήνευσεν. Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων [Ἰησοῦ]. καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. καὶ εἶπέ μοι ὁ ἄγγελος· διὰ τί ἐθαύμασας; ἐγώ σοι ἐρῶ τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.

Τὸ φερωνύμως ταῖς πράξεσιν ἐπιτίθεσθαι γραφικῶς τὰ ὀνόματα ταῖς πόλεσιν ἐκ πολλῶν μαθεῖν ἔξεστιν. ὅθεν καὶ ἡ πάλαι Βαβυλὼν οὕτως ὠνόμασται καὶ πόρνη ἐπιχαρὴς ἡγουμένη φαρμακῶν ἤκουε καὶ ἡ παλαιὰ δὲ Ἰερουσαλὴμ «ὄψις πόρνης ἐγένετό σοι» καὶ ἡ πρεσβυτέρα δὲ Ῥώμη «Βαβυλὼν» ἐν τῇ ἐπιστολῇ Πέτρου προσηγόρευται. καιριωτέρως δὲ καὶ ἡ παρὰ Πέρσαις τὸ κράτος ἔχουσα καὶ «Βαβυλὼν» καὶ «πόρνη» προσαγορευθήσεται καὶ πᾶσα πόλις ἑτέρα φόνοις καὶ αἵμασι χαίρουσα. τούτων τοίνυν μίαν θεωρῶν ὁ εὐαγγελιστὴς μεμολυσμένην τοῖς τῶν ἁγίων αἵμασι κατεπλήττετο καὶ παρὰ τοῦ ἀγγέλου τὰ κατ’ αὐτὴν ἐμάνθανεν, οἷα δεῖ παθεῖν ἐφ’ οἷς πλημμελήμασι τὴν ἐπὶ συντελείᾳ τοῦ χρόνου τῆς κοσμικῆς βασιλείας τὸ κράτος φέρουσαν, εἴτε τὴν παρὰ Πέρσαις κρατοῦσαν, εἴτε τὴν παλαιὰν Ῥώμην, εἴτε τὴν νέαν, εἴτε τὴν ὡς ἐν ἑνὶ σώματι γενικῶς ἐκληφθεῖσαν βασιλείαν νοῆσαί τις ἕληται, καθὼς εἴρηται. ἐν ἑκάστῃ γὰρ τούτων ἁμαρτήματα διάφορα καὶ αἱμάτων ἁγίων ἐκχύσεις πῇ μὲν πλέον, πῇ δὲ ἔλαττον γεγενῆσθαι μεμαθήκαμεν. καὶ τὰ μὲν μέχρι Διοκλητιανοῦ τῶν μαρτύρων αἵματα ἢ καὶ τὰς ἐν Περσίδι τούτων κολάσεις τίς ἂν ἐξαριθμήσοιτο; τὰ δὲ ἐπὶ Ἰουλιανοῦ λαθραίως καὶ τὰ ἐν καιροῖς Ἀρειανῶν κατὰ τῶν ὀρθοδόξων ἐν τῇ νέᾳ τολμηθέντα Ῥώμῃ αἱ ἱστορίαι παριστῶσι τοῖς ἐντυγχάνουσιν.

Τὸ θηρίον ὃ εἶδες, ἦν καὶ οὐκ ἔστι καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγει. Θηρίον ὁ διάβολος, ὁ ἀεὶ ζητῶν τίνα καταπίῃ· οὗτος ἀποκτανθεὶς τῷ σταυρῷ τοῦ Χριστοῦ πάλιν ἐπὶ συντελείᾳ ἀναζῆν λέγεται, ἐνεργῶν ἐν σημείοις καὶ τέρασι πλάνης διὰ τοῦ ἀντιχρίστου τὴν τοῦ σωτῆρος ἄρνησιν. διὰ τοῦτο ἦν μὲν καὶ ἴσχυε πρὸ τοῦ σταυροῦ. οὐκ ἔστι δὲ μετὰ τὸ σωτήριον πάθος ἐκνευρισθεὶς καὶ τῆς ἐξουσίας ἐξωσθείς, ἣν κατὰ τῶν ἐθνῶν διὰ τῆς εἰδωλολατρείας ἐκέκτητο. παρέσται δὲ ἐν τῇ συντελείᾳ κατὰ τὸν τρόπον ὃν εἰρήκαμεν, ἀναβαίνων ἐκ τῆς ἀβύσσου ἢ ὅθεν κατεδικάσθη—οὗ μὴ πεμφθῆναι, ἀλλ’ εἰς τοὺς χοίρους οἱ ἐκβληθέντες δαίμονες τὸν Χριστὸν ἱκέτευον—, ἢ ἐκ τοῦ παρόντος βίου τροπικῶς ἀβύσσου ὀνομασθέντος διὰ τὸ τῆς ἐμπολιτευομένης ἁμαρτίας βάθος τὸ τοῖς τῶν παθῶν πνεύμασι ῥιπιζόμενον καὶ κυματούμενον· ἔνθεν γὰρ ὁ ἀντίχριστος τὸν σατανᾶν ἐν ἑαυτῷ φέρων ἐπ’ ὀλέθρῳ ἀνθρώπων παραγίνεται, ὁδεύσων εἰς ἀπώλειαν ἐν τῷ αἰῶνι τῷ μέλλοντι.

Καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστι καὶ πάρεστιν. Θαυμάσονται, φησί, τὴν τοῦ θηρίου παρουσίαν διὰ τὰ τῆς ἀπάτης τέρατα οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῶν αἰωνίως ἐν δόξῃ ζώντων καὶ οἱ μὴ προστοιχειωθέντες ἀσφαλῶς ταῖς τοῦ Χριστοῦ περὶ αὐτοῦ προῤῥήσεσι, λογιζόμενοι πῶς τὴν ἀρχαίαν δυναστείαν ἀπέλαβεν.

Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Πνευματικῶν ὄντων τῶν ἑρμηνευομένων πνευματικῆς σοφίας καὶ οὐ κοσμικῆς χρεία, φησί, πρὸς τὸ νοῆσαι τὰ λεγόμενα. Αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν, καὶ βασιλεῖς ἑπτά εἰσιν.

Ἑπτὰ κεφαλὰς καὶ ἑπτὰ ὄρη ἡγούμεθα νοεῖσθαι ἑπτὰ τόπους ἐν ὑπεροχῇ καὶ δυναστείᾳ κοσμικῇ τῶν λοιπῶν ἐξέχοντας, ἐφ’ οὓς κατὰ καιροὺς τὴν τοῦ κόσμου βασιλείαν ἐστηρίχθαι ἔγνωμεν, οἷον πρῶτον ἐν Νινευῒ τὴν Ἀσσυρίων ἀρχήν, δεύτερον ἐν Ἐκβατάνοις τὴν Μήδων δυναστείαν ἀπὸ Ἀρβάκου κρατήσασαν τῶν Ἀσσυρίων, ὧν τὸν βασιλέα Σαρδανάπαλον καθελεῖν ὁ Ἀρβάκης ἱστόρηται. μετὰ τούτους ἐν Βαβυλῶνι τὸ Χαλδαίων κράτος, ὧν Ναβουχοδονόσορ ἐβασίλευσεν. ἔπειτα μετὰ τὴν τούτων κατάλυσιν ἐν Σούσοις τὴν Περσῶν ἡγεμονίαν ὑπὸ Κύρου κτισθεῖσαν. μετὰ δὲ τὴν ταύτης ὑπὸ Ἀλεξάνδρου καθαίρεσιν τὴν τῶν Μακεδόνων βασιλείαν. μετὰ δὲ τούτους ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τὴν Ῥωμαίων ἰσχύν, ἐπὶ μὲν Αὐγούστου καίσαρος μετὰ τοὺς πρώην βασιλεῖς αὐτῆς καὶ ὑπάτους μοναρχήσασαν, ὑπὸ δὲ ἀσεβῶν μέχρι Κωνσταντίνου κατασχεθεῖσαν, ὧν μετὰ τὴν κατάλυσιν εἰς τὴν νέαν Ῥώμην τὰ τῶν φιλοχρίστων βασιλέων μετενεχθῆναι βασίλεια. τὴν δὲ αὐτὴν ἔννοιαν καὶ τοὺς ἑπτὰ βασιλεῖς ἐμφαίνειν οἰόμεθα, τῆς ἐναλλαγῆς τῶν γενῶν μηδαμῶς παρεμποδιζούσης τῇ τῆς διανοίας ταυτότητι, εἰ καὶ ἐκεῖ μὲν ἑπτὰ κεφαλὰς θηλυκῶς καὶ ἑπτὰ ὄρη οὐδετέρως. ἐνταῦθα δὲ ἑπτὰ βασιλεῖς ἐσήμανε· πολλάκις γὰρ ἀδιαφόρως ἀντὶ θηλυκῶν ἀῤῥενικὰ ἐν τῇ γραφῇ κεῖται ὀνόματα.

καὶ τὸ ἔμπαλιν· οἷον «Ἐφραῒμ δάμαλις παροιστρῶσα», καὶ πάλιν· «Ἐφραῒμ περιστερὰ οὐκ ἔχουσα καρδίαν», καὶ κατὰ τὸν θεολόγον· «τρεῖς μαρτυροῦσι τῷ Χριστῷ, τὸ αἷμα καὶ τὸ ὕδωρ καὶ τὸ πνεῦμα», καὶ «τρία εἰσί», κατὰ τὸν Σολομῶντα, «τράγος καὶ ἀλέκτωρ καὶ βασιλεὺς δημηγορῶν». διὰ τοίνυν τῶν ἑπτὰ κεφαλῶν πόλεις θηλυκῶς δηλώσας καὶ διὰ τῶν ἑπτὰ ὀρέων ἑπτὰ ἀναστήματα οὐδετέρως τοῦ λοιποῦ τῆς γῆς σώματος κατὰ καιρὸν ὑπερανέχοντα, οὐ τοπικῇ θέσει ἐν ἔθνεσιν, ἀλλὰ δόξης ἀξιώματι. καὶ βασιλεῖς ὡς εἰπεῖν νενοήκαμεν ἢ τοὺς δοξασθέντας τόπους τῇ βασιλικῇ προεδρίᾳ ἢ τοὺς πρώτως ἐν ἑκάστῃ τῶν προλεχθεισῶν βασιλεύσαντας, ἑκάστου κατὰ περίφρασιν πᾶσαν τὴν βασιλείαν περιορίζοντος, οἷον Νίνου τῆς Ἀσσυρίων, Ἀρβάκου τῆς Μήδων, Ναβουχοδονόσορ τῆς Βαβυλῶνος, Κύρου τῆς Περσῶν, Ἀλεξάνδρου τῆς Μακεδόνων, Ῥωμύλου τῆς παλαιᾶς Ῥώμης, Κωνσταντίνου τῆς νέας.

Καὶ βασιλεῖς ἑπτά εἰσιν. οἱ πέντε ἔπεσον, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι. Ὁ μακάριος Ἱππόλυτος αἰῶνας τούτους ἐξέλαβεν, ὧν τοὺς μὲν πέντε παρῳχηκέναι, τὸν δὲ ἕκτον ἑστάναι, ἐν ᾧ ταῦτα ἑώρα ὁ ἀπόστολος, τὸν δὲ ἕβδομον, τὸν μετὰ τὰ ἑξακισχίλια ἔτη μήπω μὲν ἐληλυθέναι, ἐρχόμενον δὲ ὀλίγον δεῖ μεῖναι. καὶ ταῦτα μὲν οὕτως. εἰ δέ, ὥς φησιν ὁ Εἰρηναῖος, ὥσπερ ἑπτὰ ἡμέραι δεδημιούργηνται, οὕτω καὶ ἑπτὰ οὐρανοὶ καὶ ἑπτὰ ἄγγελοι τῶν λοιπῶν προὔχοντες, καὶ ἡμῶν λεγόντων εὐπαράδεκτον τοῖς ἀκούουσι φαίνεται τὸ καὶ ἑπτὰ βασιλείας εἶναι τὰς ἀπ’ ἀρχῆς μέχρι νῦν περιβοήτους, ὧν τὰς μὲν πέντε ἤδη πεπτωκέναι, τὴν δὲ ἕκτην, ἐφ’ ἧς ὡράθη ἡ Ἀποκάλυψις, ἑστάναι ταύτην ἐν τῇ παλαιᾷ Ῥώμῃ, τὴν δὲ ἑβδόμην μήπω ἐληλυθέναι, τὴν ἐν τῇ νέᾳ, εὖ ἂν ἔχοι ὁ τῆς παγκοσμίου Βαβυλῶνος λόγος εἰς τὴν μέχρι τοῦ ἀντιχρίστου βασιλεύουσαν πόλιν ἀπαρτιζόμενος, ὀλίγον κρατοῦσαν, ὡς πρὸς τὰς πρότερον, ὧν αἱ μὲν ἦρξαν ἔτη ὑπὲρ τὰ πεντακόσια, αἱ δὲ ὑπὲρ τὰ χίλια. ἄλλως τε δὲ καὶ πᾶς ἀριθμὸς χρονικὸς ὀλίγος πρὸς τὴν μέλλουσαν τῶν ἁγίων βασιλείαν τὴν ἀτελεύτητον.

Καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι καὶ εἰς ἀπώλειαν ὑπάγει. Τὸ θηρίον ὁ ἀντίχριστός ἐστιν· ὄγδοος μὲν ὡς μετὰ τὰς ἑπτὰ βασιλείας ἐπὶ ἀπάτῃ καὶ ἐρημώσει τῆς γῆς ἀνιστάμενος, ἐκ τῶν ἑπτὰ δὲ ὡς ἐκ μιᾶς αὐτῶν βλαστάνων· οὐ γὰρ ἐξ ἄλλου ἔθνους παρὰ τὰ προλεχθέντα, ἀλλ’ ὡς Ῥωμαίων βασιλεὺς ἐπὶ καταλύσει καὶ ἀπωλείᾳ τῶν αὐτῷ πειθομένων ἐλεύσεται καὶ μετὰ τοῦτο εἰς τὴν τῆς γεέννης χωρήσει ἀπώλειαν.

Καὶ τὰ δέκα κέρατα ἃ εἶδες, δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ’ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου. Τὰ δέκα κέρατα ταῦτα καὶ Δανιὴλ ἐθεώρησε τοῦ ἀντιχρίστου προηγούμενα· ἐξ ὧν τὰ τρία ἐκριζῶν τοὺς λοιποὺς ὑποτάξει ὁ κατάρατος. μίαν δὲ ὥραν ἢ τὸ βραχὺ τοῦ χρόνου φησὶν ἢ τὴν μίαν τοῦ ἐνιαυτοῦ ὥραν, ἤγουν τροπήν, δηλαδὴ τρίμηνον, μεθ’ ἣν τῷ ἀντιχρίστῳ ὡς ὑπερέχοντι ὑποταγήσονται.

Οὗτοι μίαν γνώμην ἔχουσι καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ’ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.

Εἰκότως· οὐδεὶς γὰρ δυσὶ κυρίοις δουλεῦσαι δύναται. διὸ οἱ τὴν κακὴν ὁμονοοῦντες ὁμόνοιαν καὶ τῷ ἀντιχρίστῳ συντασσόμενοι τῷ Χριστῷ ἀντιτάξονται. ἀλλὰ νικήσει αὐτοὺς ὁ δι’ ἡμᾶς σφαγιασθεὶς ἀμνὸς τοῦ θεοῦ· οὐ γὰρ ἀφῄρηται τὴν κατὰ πάντων βασιλείαν καὶ κυριότητα τῷ γεγενῆσθαι ἄνθρωπος, ἵνα καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ κοινωνοὺς τῆς ἑαυτοῦ βασιλείας κτήσηται.

Καὶ λέγει μοι· Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι. καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

Τοῦ ἀγγέλου σαφῶς ταῦτα ἑρμηνεύσαντος περισσὴ ἡ ἀκριβεστέρα τούτων ἀνάπτυξις. ἐμοὶ δὲ θαυμάσαι ἔπεισι, πῶς ἐστιν ἐχθρὸς καὶ ἐκδικητὴς ὁ διάβολος, διὸ ἐνεργήσει τοῖς ὑπ’ αὐτοῦ ἡνιοχουμένοις δέκα κέρασι, τῷ μὲν φιλαγάθῳ καὶ φιλαρέτῳ Χριστῷ τῷ θεῷ ἡμῶν ἀντιτάξασθαι, τὴν δὲ ἐκπορνεύσασαν ἐκ τῶν θείων ἐντολῶν πολυάνθρωπον πόλιν καὶ ταῖς αὐτοῦ ἡδοναῖς ὑπηρετήσασαν ἐρημῶσαι καὶ δίκην αἱμοβόρου θηρίου τῶν αὐτῆς αἱμάτων πλησθῆναι, ὅτε τὴν ταύτης πυρπόλησιν εὐφροσύνης ὑπόθεσιν καὶ τῶν ἀνθρωπίνων σαρκῶν τὴν κατατομὴν τροφὴν οἰκείαν ἡγήσεται, καὶ ὁ ἀεὶ τῇ διχονοίᾳ χαίρων συμφωνίαν τοῖς ἀποστατικοῖς δέκα δωρήσεται κέρασιν. τὸ δὲ ἐπαγόμενον τὴν ἑωραμένην γυναῖκα νοεῖσθαι τὴν μεγίστην πόλιν τὴν ἐπάνω τῶν βασιλέων τῆς γῆς τὸ κράτος ἔχουσαν ἀναμφίβολον ποιεῖ τὸ τῆς κατὰ τοὺς καιροὺς ἐκείνους κρατούσης δυναστείας τὰ πάθη προφητεύεσθαι, ὧν τῆς πείρας ὁ φιλάνθρωπος θεὸς λυτρούμενος ἡμᾶς τῇ ἐπουρανίῳ μητροπόλει, τῇ ἄνω Ἰερουσαλήμ, ἐγκαταλέξει, ἐν ᾗ «τὰ πάντα ἐν πᾶσιν ἔσται αὐτὸς» κατὰ τὸν θεῖον ἀπόστολον, «ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν»— δηλαδὴ ἀποστατικὴν—«καὶ ἐξουσίαν καὶ δύναμιν» καὶ τοὺς πιστῶς καὶ φρονίμως ἐνταῦθα αὐτῷ δουλεύσαντας ἀνακλινεῖ καὶ διακονήσει αὐτοῖς, τουτέστι πᾶσαν τὴν ἀπὸ καταβολῆς κόσμου ἡτοιμασμένην τῶν αἰωνίων ἀγαθῶν προθέσει αὐτοῖς ἀπόλαυσιν.

ἧς καὶ ἡμᾶς ἀξιωθῆναι γένοιτο ἐν Χριστῷ τῷ σωτῆρι καὶ λυτρωτῇ τῶν ψυχῶν ἡμῶν, μεθ’ οὗ τῷ πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΙΘʹ. ΚΕΦΑΛΑΙΟΝ ΝΕʹ. Περὶ ἑτέρου ἀγγέλου τὴν πτῶσιν Βαβυλῶνος δηλοῦντος καὶ οὐρανίου φωνῆς τὴν ἐκ τῆς πόλεως φυγὴν ἐντελλομένης, καὶ περὶ τῆς ἀποβολῆς τῶν τερπνῶν ὧν πρὶν ἐκέκτητο. Καὶ μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.

Κἀντεῦθεν τὸ φωτεινὸν καὶ λαμπρὸν τῶν ἁγίων δείκνυται δυνάμεων, πολλῷ τῷ μέτρῳ τὸ ἀστρῷον καὶ φωστηρικὸν ὑπερνικῶν σέλας. Καὶ ἔκραξεν [ἐν] ἰσχυρᾷ φωνῇ μεγάλῃ λέγων· ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ θυμοῦ τοῦ οἴνου τῆς πορνείας αὐτῆς πέπωκε πάντα τὰ ἔθνη.

Καὶ ἐν Ἡσαΐᾳ περὶ τῆς Χαλδαίων μητροπόλεως Βαβυλῶνος τῆς ὑπὸ Κύρου καὶ Περσῶν ἁλούσης συγγενῆ τούτοις προεφητεύετο, ἅτε θηρίων καὶ πνευμάτων ἀκαθάρτων μελλούσης πληροῦσθαι, διὰ τὴν παντελῆ ἐρήμωσιν. ἔθος γὰρ τοῖς τε θηρίοις τοῖς τε πονηροῖς δαίμοσι τὰς ἐρήμους διώκειν διά τε τὴν θείαν οἰκονομίαν τῆς ἐξ αὐτῶν βλάβης τοὺς ἀνθρώπους ἐλευθεροῦσαν, διά τε τὸ οἰκεῖον μισάνθρωπον. πῶς δὲ τοῦ οἴνου τῆς ἰδίας πορνείας τὰ ἔθνη ἐπότισεν ἡ παροῦσα Βαβυλών; ἢ πάντως καθηγεμὼν πάσης παρανομίας τούτοις γινομένη καὶ ταῖς ὑπηκόοις πόλεσι διὰ δώρων ἄρχοντας ἐχθροὺς τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης ἐκπέμπουσα.

Καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. Διὰ τὴν ὑπερβολήν, φησί, τοῦ ἐξ ἀδικίας πλούτου ἐν τοῖς ὑπὲρ τὴν χρείαν ἐκτεινομένη καὶ καταστρηνιῶσα τῶν δεομένων τοῖς τῆς γῆς ἐμπόροις κέρδους ὑπόθεσις γέγονεν.

Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ἐξέλθετε [ἐξ αὐτῆς, ὁ] λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, ἵνα μὴ λάβητε, ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.

Ὅπερ τῷ Λὼτ ἐν Σοδόμοις ἐλέγετο· «σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν», καὶ ἐν Ἡσαΐᾳ· «ἐξέλθετε ἀπ’ αὐτῆς καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε», κἀνταῦθά φησι· φευκτὴ γὰρ ἡ μετὰ τῶν παραπικραινόντων τὸν θεὸν συνδιαίτησις.

Ἀπόδοτε αὐτῇ, ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν. ὅσα ἐδόξασεν ἑαυτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν [καὶ πένθος].

Ταῦτα ἢ ὡς πρὸς τοὺς ἐν αὐτῇ ἀθῴους καὶ πεπονθότας ὑπὸ τῶν ἐν αὐτῇ κρατούντων κάκιστα, φησίν, ὡς αἰτίους διὰ τῆς τῶν ἀλγεινῶν ὑπομονῆς τῆς τῶν ἐπαγαγόντων ταῦτα κολάσεως, ἢ μετάβασιν δηλοῖ ἐκ προσώπων εἰς πρόσωπα, ἐκ τῶν ἠδικημένων πρὸς δυνάμεις τινὰς ἁγίας τιμωρητικὰς οἰκειουμένας διὰ φιλοθεῖαν τὰς εἰς τοὺς συνδούλους γεγονυΐας παρ’ αὐτῆς κακώσεις. διπλοῦν δὲ τὸ ποτήριόν φησιν ἢ διὰ τὸ κἀνταῦθα καὶ ἐν τῷ μέλλοντι τοὺς λίαν ἁμαρτωλοὺς καὶ παρανόμους κολάζεσθαι, ἢ διὰ τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐξ ὧν ἡ πρᾶξις κοινὴ καὶ καθ’ ὧν ἡ κόλασις, ἢ διὰ τὸ τῆς θείας φιλανθρωπίας πέλαγος διπλᾶ ὁριζομένης τὰ καὶ αὐτῆς τῆς ἀκράτου δικαιοσύνης ἀποδέοντα διὰ τὸ τὴν ἁμαρτίαν ἔχειν καὶ ἐν τῷ τολμᾶσθαι πολλάκις τὴν ἐκ τοῦ συνειδότος κόλασιν.

Ἐν τῇ καρδίᾳ αὐτῆς λέγει· ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω. Ἔθος γὰρ τοῖς ἐν εὐθηνίᾳ λέγειν, εἰ μὴ θεῖος αὐτοῖς φόβος πρόσεστι, «οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα», ὃ καὶ ταύτῃ προσμεμαρτύρηκεν.

Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν. Μίαν ἡμέραν ἢ τὸ ἀθρόον καὶ ὀλίγον τοῦ καιροῦ φησιν, ἐν ᾧ ἔκ τε ῥομφαίας, ἔκ τε λιμοῦ πένθος αὐτῇ προσγενήσεσθαι ἔκ τε λοιμοῦ φθαρήσεσθαι καὶ πυρὸς κατακαυθήσεσθαι, ἢ καὶ αὐτῆς τῆς ἡμέρας τὸν δρόμον, ἐν ᾗ ταῦτα αὐτὴν προφητεύει πείσεσθαι. μετὰ γὰρ τὸ ἐγκρατεῖς γενέσθαι τοὺς ἐχθροὺς τῆς πόλεως ἐξαρκεῖ καὶ μία ἡμέρα, πᾶσαν τοῖς ἡττηθεῖσιν ἐπαγαγεῖν κάκωσιν καὶ πολυειδεῖς θανάτου τρόπους, ἰσχύοντος τοῦ θεοῦ ὥσπερ τὸ σῴζειν τοὺς εὐαρεστοῦντας αὐτῷ, οὕτω καὶ κολάζειν τοὺς ἀμετανοήτως ἐξαμαρτάνοντας.

Καὶ κλαύσουσιν αὐτὴν καὶ κόψονται ἐπ’ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς, οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.

Βασιλεῖς ἡγούμεθα ἐνταῦθα τοὺς ἄρχοντας λέγεσθαι, ὡς περὶ τῆς Ἰερουσαλὴμ ὁ ψαλμῳδός φησιν· ὅτι «ἰδοὺ οἱ βασιλεῖς αὐτῆς συνήχθησαν». τούτους προαγορεύει τὴν ἐκ τῶν θείων ἐντολῶν πορνείαν ἐν αὐτῇ πράξαντας κλαύσεσθαι, τὴν αὐτῆς ὁρῶντας ἢ ἀκούοντας πυρπόλησίν τε καὶ ἐρήμωσιν, καταπληττομένους τὴν ἀθρόαν μεταβολήν, πῶς ἐν ἀκαριαίῳ καιρῷ γέγονεν.

Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσι καὶ πενθοῦσιν ἐφ’ ἑαυτούς, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει, οὐκέτι γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου καὶ βύσσου καὶ πορφυροῦ καὶ σηρικοῦ καὶ κοκκίνου.

Τῶν γὰρ ἐν δυναστείᾳ καὶ τρυφῇ φθειρομένων περιττὴ ἡ τούτων ὠνὴ καὶ κατάχρησις. Καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου καὶ κινάμωμον [καὶ ἄμωμον] καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα.

Προσυπακούεται τούτοις τὸ «οὐδεὶς ἀγοράζει». σκοπεῖν δὲ ἡμᾶς χρὴ τίνι τῶν πόλεων ἄρα ἡ τῶν τοιούτων εἰδῶν ὠνὴ συνήθης καὶ τίσι μᾶλλον ἀνθρώποις ἡ τῶν περισσῶν κτῆσις περισπούδαστος διὰ τρυφὴν ἄμετρον.

Καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων. Καὶ τούτων, φησίν, ἡ χρῆσις περισσή. διὰ δὲ τοῦ «ῥεδῶν» τὰ ὀχήματα εἰκὸς σημαίνεσθαι· ῥεδιοὺμ γὰρ Ῥωμαϊστὶ τὸ ὄχημα· ἡ δὲ τούτου γενικὴ πληθυντικὴ ῥεδιόρουμ, ἥτις κατὰ συγκοπὴν ῥεδῶν γέγονεν.

Καὶ ψυχὰς ἀνθρώπων. καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ εὑρήσεις αὐτά. Οὔτε ψυχὰς ἀνθρώπων τοῦ λοιποῦ ἐμπορεύσῃ, φησί, καταδουλοῦσα τοὺς ἐλευθέρους, οὔτε τῶν πάλαι λιπαρῶν καὶ λαμπρῶν ἕξεις τὴν ἀπόλαυσιν.

Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ’ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες [καὶ λέγοντες]· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, [καὶ] κεχρυσωμένη ἐν χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.

Ὑπ’ ὄψιν ἄγει τὰ τῆς Βαβυλῶνος ταύτης πάθη, διὰ τῶν ἐπ’ αὐτῇ θρήνων τὸ τῆς συμφορᾶς διαγράφων μέγεθος, ὅπερ πείσεται ἡ τὸ πρὶν αὐχοῦσα ἐπὶ βασιλικῷ ἀξιώματι. Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ἐπὶ τῶν πλοίων πλέων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

Εἰ καὶ θάλασσα τροπικῶς ὁ παρὼν βίος ὡς πολυκύμων εἴρηται καὶ οἱ ἐν αὐτῇ ἐμπορευόμενοι οἱ τῷ βιωτικῷ ὡς ἰχθύες νηχόμενοι κλύδωνι, ἀλλ’ εἰκὸς καὶ τὴν ταῦτα πάσχουσαν πόλιν αἰσθητῇ θαλάσσῃ γειτνιῶσαν τὰ παρὰ τῶν ἐν αὐτῇ πλεόντων δεχομένην πένθους τούτοις διὰ τῆς οἰκείας ἐρημώσεως ὑπόθεσιν ἔσεσθαι. ταὐτὸν δὲ παθεῖν ἐπάναγκες καὶ τοὺς τῆς παγκοσμίου Βαβυλῶνος, ἤγουν συγχύσεως, ἐμπόρους ἐν τῇ συντελείᾳ τῶν ὁρωμένων θρηνεῖν ἀπαραμύθητα, τῶν ἡδέων τοῦ παρόντος βίου ἀβουλήτως χωριζομένους καὶ κεντουμένους ὑπὸ τοῦ συνειδότος ἐπὶ ταῖς οἰκείαις πράξεσιν.

Εὐφραίνου ἐπ’ αὐτήν, οὐρανὲ καὶ οἱ ἅγιοι ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. Διὰ τοῦ οὐρανοῦ ἢ τοὺς ἀγγέλους φησὶν ἢ τοὺς ἐν αὐτῷ ἔχοντας ἁγίους τὸ πολίτευμα, μεθ’ ὧν τοῖς ἀποστόλοις καὶ προφήταις τὴν εὐφροσύνην ἐγκελεύεται, ὅτιπερ ἐφ’ οἷς ὑβρισμένοι παρ’ αὐτῆς εἰσιν, ἐκδεδίκηνται ἢ ὡς πολλάκις διὰ τῆς παραβάσεως τῶν θείων ἐντολῶν ἀτιμασθέντες, ἅτε ἐμβοήσαντες ἀνόνητα τοῖς τῆς λεχθείσης πόλεως οἰκήτορσιν, ἢ ὡς ἐν τῇ καθόλου τῆς γῆς συγκεχυμένῃ δυναστείᾳ διὰ τὸν θεὸν σφαγιασθέντες, ὅτι τοῖς λόγοις αὐτοῦ διηκονήσαντο. ὅθεν οἱ μὲν προφῆται ὑπὸ Ἰουδαίων, οἱ δὲ ἀπόστολοι ὑπὸ τῶν ἐθνῶν, οἷς μάλιστα τὸν λόγον ἐκήρυξαν, ἀπεκτάνθησαν. οὐχ ὡς χαιρεσίκακοι δὲ τῇ τῶν παιδειῶν ἐπιφορᾷ χαίρουσιν, ἀλλ’ ὡς ἐπιθυμίαν διάπυρον περὶ τὴν διακοπὴν τῆς ἁμαρτίας ἔχοντες, ὡς ἂν οἱ ταύτῃ δουλωθέντες ἡμερωτέρας τύχωσι ἐν τῷ μέλλοντι τῆς κολάσεως δι’ ὧν ἐνταῦθα μερικῶς μαστίζονται.

Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

Καθάπερ, φησίν, ὁ μύλος καταδύνει ὁρμήματι εἰς τὴν θάλασσαν, οὕτω καὶ ἡ τῆς Βαβυλῶνος ταύτης ἀθρόον ἔσται καθαίρεσις, ὥστε μήτε ἴχνος αὐτῆς φυλαχθῆναι εἰς τὸ μετέπειτα· τοῦτο γὰρ σημαίνει ἡ τῶν κιθαρῳδῶν καὶ μουσικῶν καὶ λοιπῶν ἔκλειψις. τὴν δὲ αἰτίαν φησίν, ὅτι πάντα τὰ ἔθνη τῇ οἰκείᾳ φαρμακείᾳ ἐπλάνησε καὶ αἱμάτων προφητικῶν καὶ λοιπῶν ἁγίων δοχεῖον γέγονεν. δι’ ὧν ἁπάντων τὴν ἀσεβῆ παρὰ Πέρσαις Βαβυλῶνα δηλοῦσθαι εἰκός, ὡς πολλῶν ἁγίων κατὰ διαφόρους καιροὺς μέχρι τοῦ νῦν δεξαμένην αἵματα καὶ ὡς μαγείαις καὶ ἀπάταις διηνεκῶς χαίρουσαν. καὶ τοῦτο ἡμῖν εὐχῆς ἔργον, ταύτην τὰ προφητευθέντα δέξασθαι τῆς κατὰ Χριστοῦ καὶ τῶν αὐτοῦ δούλων ἀλαζονείας ἐπίχειρα. ἀλλ’ ἐναντιοῦσθαί πως δοκεῖ τῇ ὑπολήψει ταύτῃ τὸ ἐκ τῶν ἀρχαίων τῆς ἐκκλησίας διδασκάλων κατὰ τῆς παρὰ Ῥωμαίοις Βαβυλῶνος ταῦτα φάναι προφητεύεσθαι διὰ τὸ ἐν τῷ τετάρτῳ θηρίῳ ἑωρᾶσθαι τὰ δέκα κέρατα, τουτέστιν ἐν τῇ Ῥωμαίων ἀρχῇ, καὶ ἐξ αὐτῆς τὸ ἓν βλαστάνον ἐκριζοῦν τὰ τρία καὶ τὰ λοιπὰ ὑποτάττειν, καὶ ὡς βασιλέα Ῥωμαίων ἐλεύσεσθαι προσχήματι μὲν τοῦ θάλπειν καὶ συγκροτεῖν τὴν ἀρχὴν αὐτῶν, τῇ δὲ ἀληθείᾳ τοῦ τὴν τελείαν αὐτῆς λύσιν ἐργάσασθαι.

διό, ὡς εἴρηται, τὴν ὡς ἐν ἑνὶ σώματι ἀρχῆθεν μέχρι τοῦ νῦν κρατήσασαν βασιλείαν ταύτην τις ἐκλαβὼν τὴν ὡς ἀληθῶς καὶ ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων ἐκχέασαν αἵματα, οὐκ ἂν διαμάρτοι τοῦ προσήκοντος· καὶ γὰρ ὥσπερ εἷς χορὸς καὶ εἷς στρατὸς καὶ μία πόλις λέγονται, κἂν ὑπαλλαγῶσιν οἱ ἀναπληροῦντες τούτων ἕκαστον, οὕτω καὶ βασιλεία μία, κἂν εἰς πολλοὺς χρόνους καὶ τόπους κατακερματίζηται.

ΚΕΦΑΛΑΙΟΝ ΝϚʹ. Περὶ τῆς τῶν ἁγίων ὑμνῳδίας καὶ τοῦ τριπλοῦ ἀλληλουϊά, ὅπερ ἐπὶ τῇ καθαιρέσει Βαβυλῶνος ᾄδουσιν. καθαιρέσει Βαβυλῶνος ᾄδουσιν. Καὶ μετὰ ταῦτα ἤκουσα φωνὴν ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· ἀλληλουϊά· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν, ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις ἔφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ τῆς χειρὸς αὐτῆς. καὶ δεύτερον εἴρηκαν· ἀλληλουϊά· καὶ ὁ καπνὸς [αὐτῆς] ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἔπεσον οἱ πρεσβύτεροι οἱ εἰκοσιτέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, λέγοντες· ἀμήν, ἀλληλουϊά.

Τὸ μὲν «ἀλληλουϊὰ» θεῖον αἶνον σημαίνει, τὸ δὲ «ἀμὴν» «ἀληθῶς» ἢ «γένοιτο», ἅπερ κοινῶς ἔκ τε τῶν ἀγγελικῶν δυνάμεων, ἔκ τε τῶν ἰσαγγέλων ἀνθρώπων τῷ θεῷ φησιν ἀναπέμπεσθαι τρισσῶς διὰ τὴν τρισυπόστατον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἑνιαίαν θεότητα, ὅτι καὶ τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ τῆς χειρὸς Βαβυλῶνος ἐξεδίκησε καὶ τοὺς αὐτῆς οἰκήτορας διὰ τῆς κολάσεως εὐεργέτησεν ἐκκοπὴν τῆς ἁμαρτίας ἐργασάμενος. διὰ δὲ τοῦ εἰς αἰῶνας αἰώνων τὸν καπνὸν ἀναβαίνειν τῆς πόλεως δηλοῦται ἢ τὸ εἰς τὸ διηνεκὲς τῶν ἐπελθουσῶν αὐτῇ κολάσεων ἀνεπίληστον ἢ τὸ μερικῶς αὐτὴν δοῦσαν δίκας, μετριωτέρως μέν, αἰωνίως δὲ ὅμως ἐν τῷ μέλλοντι κολασθήσεσθαι.

Καὶ φωνὴ ἐκ τοῦ θρόνου ἐξῆλθεν· αἰνεῖτε τὸν θεὸν ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. Θρόνος τοῦ θεοῦ τὰ χερουβὶμ καὶ τὰ σεραφίμ, ἀφ’ ὧν ὑμνεῖν αὐτὸν κελεύονται οὐχ οἱ μεγάλοι μόνον, ἀλλὰ καὶ οἱ μικροὶ ἐν κατορθώμασι, καταλλήλως ἕκαστος τῆς οἰκείας δυνάμεως. οἶμαι δέ, καὶ οἱ νῦν μικροὶ τῇ ἡλικίᾳ καὶ ἀτελεῖς παῖδες μεγάλοι ἀνιστάμενοι τὸν μεγαλουργὸν θεὸν ὑμνήσουσιν.

Καὶ ἤκουσα φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λέγοντας· ἀλληλουϊά, ὅτι ἐβασίλευσεν ὁ θεὸς ἡμῶν ὁ παντοκράτωρ. χαίρωμεν καὶ ἀγαλλιῶμεν καὶ δώσωμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου.

Ἡ φωνὴ τοῦ ὄχλου καὶ τῶν πολλῶν ὑδάτων καὶ τῶν βροντῶν δηλοῖ τὸ διαπρύσιον ἐν ὑμνολογίᾳ, πασῶν τῶν ἀγγελικῶν καὶ οὐρανίων ἀναριθμήτων οὐσῶν δυνάμεων, ἅς τινες τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν ἐνόησαν, μεθ’ ὧν καὶ ἅπαν τὸ τῶν δικαίων σύστημά τε καὶ πλήρωμα δοξολογεῖ τὸν κτίσαντα. ἐβασίλευσε δὲ ὁ Χριστός, ὧν φυσικῶς ὡς δημιουργὸς ἐδέσποζε, τούτων διὰ τῆς ἐνανθρωπήσεως βασιλεύσας ἢ κατὰ γνωμικὴν οἰκείωσιν ἢ καὶ ἐξουσίαν βασιλεῖ καὶ κριτῇ πρέπουσαν. γάμον δὲ ἀρνίου τὴν τῆς ἐκκλησίας πρὸς Χριστὸν λέγει συνάφειαν, ἧς ἁρμοσταὶ οἱ θεῖοι γεγόνασιν ἀπόστολοι, δι’ ὧν αὐτῇ ὁ ἀῤῥαβὼν ἐδόθη τοῦ πνεύματος ὡς ἀποληψομένῃ τότε τὴν πρόσωπον κατὰ πρόσωπον εἰλικρινῆ συνάφειαν.

ΚΕΦΑΛΑΙΟΝ ΝΖʹ. Περὶ τοῦ μυστικοῦ γάμου καὶ τοῦ δείπνου τοῦ ἀρνίου. Καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν. καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον καθαρὸν λαμπρόν. τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν. καὶ λέγει μοι· [γράψον·] μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοί εἰσι τοῦ θεοῦ.

Τὸ βύσσινον τὴν ἐκκλησίαν ἐνδεδύσθαι δηλοῖ τὸ λαμπρὸν τῶν ἀρετῶν καὶ ἐννοήσει λεπτὸν καὶ ὑψηλὸν ἐν θεωρήμασι· τούτοις γὰρ τὰ θεῖα ἐξυφαίνονται δικαιώματα. δεῖπνον δὲ Χριστοῦ ἡ τῶν σῳζομένων ἑορτὴ καὶ εὐφροσύνη παναρμόνιος, ἧς μακάριοι οἱ τευξόμενοι καὶ τῷ ἁγίῳ τῶν καθαρῶν ψυχῶν νυμφίῳ εἰς τὸν αἰώνιον νυμφῶνα συνεισελευσόμενοι. ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος. πολλῶν δὲ ὄντων τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν καὶ πᾶσαν ὑπερβαινόντων διάνοιαν πολυωνύμως ἡ τούτων μετοχὴ προφέρεται, ποτὲ μὲν ὡς βασιλεία οὐράνιος διὰ τὸ ἔνδοξον αὐτῆς καὶ τίμιον, ποτὲ δὲ ὡς παράδεισος διὰ τὴν ἀνέκλειπτον τῶν ἀγαθῶν πανδαισίαν, ποτὲ δὲ ὡς κόλποι Ἀβραὰμ διὰ τὴν ἐκεῖ τῶν κεκμηκότων ἀνάπαυσιν, ποτὲ δὲ ὡς νυμφὼν καὶ γάμος οὐ μόνον διὰ τὴν εὐφροσύνην τὴν ἄληκτον, ἀλλὰ καὶ διὰ τὴν εἰλικρινῆ καὶ ἄῤῥητον τοῦ θεοῦ πρὸς τοὺς αὐτοῦ δούλους συνάφειαν, τοσοῦτον ὑπεραίρουσαν τὴν τῶν σωμάτων πρὸς ἄλληλα κοινωνίαν, ὅσον φῶς σκότους καὶ μύρον δυσωδίας διέστηκεν.

Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ καὶ προσεκύνησα αὐτῷ. καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας. «Μὴ προσκύνει με» φησὶν ὁ θεῖος ἄγγελος, ὡς τὰ μέλλοντα προλέγοντα· ἡ γὰρ εἰς Χριστὸν ὁμολογία ἤγουν μαρτυρία, αὕτη χορηγός ἐστι προφητικοῦ πνεύματος. καὶ ἑτέρως δὲ νοητέον, ὅτι διὰ τοῦτο ἡ προφητεία, ἵνα βεβαιωθῇ ἡ Χριστοῦ μαρτυρία καὶ ἡ πίστις ὑπὸ τῶν ἁγίων διαμαρτύρηται. διὸ μὴ τῷ συνδούλῳ προσκύνει, ἀλλὰ τῷ πάντων τὸ κράτος ἔχοντι. κἀκ τούτων δὲ τὸ ταπεινὸν φρόνημα τῶν ἁγίων ἀγγέλων μανθάνομεν, πῶς οὐ σφετερίζονται τὴν θείαν δόξαν κατὰ τοὺς ἀλάστορας δαίμονας, ἀλλὰ ταύτην τῷ δεσπότῃ προσφέρουσιν. γένοιτο δὲ καὶ ἡμᾶς τῇ ταπεινοφροσύνῃ προηγουμένους ἀλλήλων τὸ δεσποτικὸν πληροῦν λόγιον· «μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν», καὶ τυχεῖν τῆς ἐν τῷ μέλλοντι ἀναπαύσεως, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία καταυγαζόμενοι τῷ φωτὶ τοῦ προσώπου Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ᾧ πρέπει πᾶσα δοξολογία, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ ζῳοποιῷ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.