Καὶ βασιλεῖς ἑπτά εἰσιν. οἱ πέντε ἔπεσον, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι. Ὁ μακάριος Ἱππόλυτος αἰῶνας τούτους ἐξέλαβεν, ὧν τοὺς μὲν πέντε παρῳχηκέναι, τὸν δὲ ἕκτον ἑστάναι, ἐν ᾧ ταῦτα ἑώρα ὁ ἀπόστολος, τὸν δὲ ἕβδομον, τὸν μετὰ τὰ ἑξακισχίλια ἔτη μήπω μὲν ἐληλυθέναι, ἐρχόμενον δὲ ὀλίγον δεῖ μεῖναι. καὶ ταῦτα μὲν οὕτως. εἰ δέ, ὥς φησιν ὁ Εἰρηναῖος, ὥσπερ ἑπτὰ ἡμέραι δεδημιούργηνται, οὕτω καὶ ἑπτὰ οὐρανοὶ καὶ ἑπτὰ ἄγγελοι τῶν λοιπῶν προὔχοντες, καὶ ἡμῶν λεγόντων εὐπαράδεκτον τοῖς ἀκούουσι φαίνεται τὸ καὶ ἑπτὰ βασιλείας εἶναι τὰς ἀπ’ ἀρχῆς μέχρι νῦν περιβοήτους, ὧν τὰς μὲν πέντε ἤδη πεπτωκέναι, τὴν δὲ ἕκτην, ἐφ’ ἧς ὡράθη ἡ Ἀποκάλυψις, ἑστάναι ταύτην ἐν τῇ παλαιᾷ Ῥώμῃ, τὴν δὲ ἑβδόμην μήπω ἐληλυθέναι, τὴν ἐν τῇ νέᾳ, εὖ ἂν ἔχοι ὁ τῆς παγκοσμίου Βαβυλῶνος λόγος εἰς τὴν μέχρι τοῦ ἀντιχρίστου βασιλεύουσαν πόλιν ἀπαρτιζόμενος, ὀλίγον κρατοῦσαν, ὡς πρὸς τὰς πρότερον, ὧν αἱ μὲν ἦρξαν ἔτη ὑπὲρ τὰ πεντακόσια, αἱ δὲ ὑπὲρ τὰ χίλια. ἄλλως τε δὲ καὶ πᾶς ἀριθμὸς χρονικὸς ὀλίγος πρὸς τὴν μέλλουσαν τῶν ἁγίων βασιλείαν τὴν ἀτελεύτητον.