Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ανδρέας Καισαρείας – Εἰς τὴν Ἀποκάλυψιν

Ανδρέας Καισαρείας

Η τελική νίκη του Λόγου, η δέσμευση του Σατανά και η Τελική Κρίση (Λόγοι Κ΄-ΚΒ΄)

Η εμφάνιση του έφιππου Λόγου του Θεού, η οριστική ήττα του θηρίου, η χιλιετής δέσμευση του διαβόλου, η εξέγερση των Γωγ και Μαγώγ, ο λευκός θρόνος της τελικής κρίσεως και η παρουσίαση της νέας κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ανδρέας Καισαρείας

—

Κεφάλαιο 8 από 9

ΛΟΓΟΣ Κʹ. ΚΕΦΑΛΑΙΟΝ ΝΗʹ. Ὅπως τὸν Χριστὸν ὁ εὐαγγελιστὴς ἔφιππον μετὰ δυνάμεων ἀγγελικῶν ἐθεάσατο. Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά.

Τὸ ἠνεῷχθαι τὸν οὐρανὸν δηλοῖ τὴν τοῦ ὁραθέντος κριτοῦ παρουσίαν ἐλεύσεσθαι, ὥσπερ ἡ τῶν ἐνταῦθα παραπετασμάτων συνολκὴ τῶν ἐπὶ γῆς δικαστῶν τὴν κατὰ τῶν ὑπευθύνων κρίσιν καὶ ἀπόφασιν, ὁ δὲ λευκὸς ἵππος τὴν τῶν ἁγίων φαιδρότητα τὴν μέλλουσαν, οἷς ἐποχούμενος κρινεῖ τὰ ἔθνη τοῖς ὀφθαλμοῖς, ἤγουν τῇ ἐποπτικῇ αὐτοῦ δυνάμει, ἀφορίζων φλόγα πυρός, δικαίοις μὲν φωτιστικήν, ἀλλ’ οὐ καυστικήν, ἁμαρτωλοῖς δὲ καυστικήν, ἀλλ’ ἀφώτιστον. τὰ δὲ πολλὰ διαδήματα ἢ τὴν κατὰ πάντων αὐτοῦ βασιλείαν τῶν ἐν οὐρανῷ καὶ γῇ αἰνίττονται— τοσαῦτα γὰρ ὅσα καὶ τὰ ἐν ἀγγέλοις τάγματα καὶ τὰ ἐπὶ γῆς σκῆπτρα καὶ τὰ ἐν ἁγίοις ἀνθρώποις συστήματα—, ἢ τὴν ἐν πάσαις ταῖς περὶ ἡμᾶς οἰκονομίαις κατὰ τῶν ἁμαρτωλῶν διὰ μακροθυμίας νίκην, ὥς φησί τις ἅγιος· «καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε».

Ἔχων ὄνομα γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός. Τὸ ἄγνωστον τοῦ ὀνόματος τὸ τῆς οὐσίας αὐτοῦ σημαίνει ἀκατάληπτον. ταῖς γὰρ οἰκονομίαις ὢν πολυώνυμος, ὡς ἀγαθός, ὡς ποιμήν, ὡς ἥλιος, ὡς φῶς, ὡς ζωή, ὡς δικαιοσύνη, ὡς ἁγιασμός, ὡς ἀπολύτρωσις, καὶ ταῖς ἀποφάσεσιν ὁμοίως, ὡς ἄφθαρτος, ὡς ἀόρατος, ὡς ἀθάνατος, ὡς ἀναλλοίωτος, τῇ οὐσίᾳ ἀνώνυμος καὶ ἀνέφικτος, ἑαυτῷ μόνῳ σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι γινωσκόμενος.

Καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ θεοῦ. Διὰ τούτων τὰ προεκτεθέντα πιστοῦται. πῶς ὁ ἀνώνυμος καὶ πᾶσιν ἄγνωστος ἐνταῦθα «Λόγος» ὀνομάζεται; ἢ πρὸς ἔνδειξιν τῆς υἱϊκῆς ὑποστάσεως καὶ τῆς ἀπαθοῦς ἐκ πατρὸς γεννήσεως, καθάπερ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ πρόεισιν, ἢ τὸ πάντων τῶν ὄντων τοὺς λόγους ἐν ἑαυτῷ φέρειν ἢ τὸ ἐξαγγελεὺς εἶναι τῆς πατρικῆς σοφίας τε καὶ δυνάμεως.

Καὶ τὰ στρατεύματα ἐν τῷ οὐρανῷ ἠκολούθουν αὐτῷ, ἔφιπποι πολλοί, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. Διὰ τούτων αἱ οὐράνιαι τάξεις σημαίνονται τῷ λεπτῷ τῆς οὐσίας καὶ τῷ τῶν νοημάτων ὑψηλῷ καὶ τῷ λαμπρῷ τῶν ἀρετῶν κατηγλαϊσμέναι καὶ τῆς ἀκριβοῦς πρὸς θεὸν ἑνώσεως.

Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ καὶ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος.

Ἡ ῥομφαία αὕτη δηλοῖ τὴν ἐπαχθησομένην τοῖς ἀσεβέσι καὶ ἁμαρτωλοῖς κόλασιν κατὰ δίκαιον κρίμα καὶ πρόσταγμα ἐκ τοῦ θείου στόματος ἐκφερόμενον, δι’ οὗ τῇ ἀθραύστῳ ῥάβδῳ τῶν ἀπεράντων κολάσεων πρὸς ἀνενεργησίαν τῆς πολυσχιδοῦς κακίας ποιμανθήσονται, ἧς οἱ ἅγιοι μένουσιν ἀπείραστοι, «ὅτι οὐκ ἀφήσει κύριος ἐπ’ αὐτοὺς τὴν ῥάβδον τῶν ἁμαρτωλῶν» κατὰ τὸ ψαλμικὸν λόγιον. τὴν δὲ ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ πατεῖ, ὅτι ὁ πατὴρ οὐ κρίνει οὐδένα, ἀλλ’ αὐτῷ τὴν κρίσιν ὡς ἀνθρώπῳ δέδωκεν, ἣν φυσικῶς ὡς υἱὸς ἀρχῆθεν ἐκέκτητο.

Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· βασιλεὺς βασιλέων καὶ κύριος κυρίων. Τοῦτο τὸ ὄνομα δηλοῖ τὸ τῆς θείας ἐνανθρωπήσεως ἄτμητον, καθ’ ἣν θεὸς ὢν σαρκὶ πέπονθε καὶ ἄνθρωπος ὑπάρχων βασιλεὺς βασιλέων ἐστὶ καὶ κύριος κυρίων, τῶν βασιλευσάντων τῶν παθῶν καὶ τὸ κῦρος καὶ τὸ κράτος κατὰ τῆς ἁμαρτίας συνεργίᾳ Χριστοῦ κτησαμένων καὶ συμβασιλευσόντων αὐτῷ ἐν τῷ μέλλοντι.

ΚΕΦΑΛΑΙΟΝ ΝΘʹ. Περὶ τοῦ ἀντιχρίστου καὶ τῶν σὺν αὐτῷ βαλλομένων εἰς τὴν γέενναν. Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ· καὶ ἔκραξε φωνῇ μεγάλῃ πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι. Τοῦτον ἕνα τῶν ὑπερεχόντων ἀγγέλων εἶναι νομίζομεν τοῖς λοιποῖς ἀγγέλοις εὐφροσύνην ἐγκελευόμενον ἐπὶ τῇ τῶν ἁμαρτωλῶν κολάσει καὶ τῇ τῆς ἁμαρτίας ἐκλείψει. ὄρνεα δὲ τοὺς ἀγγέλους διὰ τὸ ὑψιπέτες καὶ μετάρσιον πρὸς ἡμετέραν σαφήνειαν ὠνόμασεν. οἷς χριστομιμήτως τροφή ἐστιν ἡ τοῦ θείου θελήματος ἐκπλήρωσις. ἐν μεσουρανήματι δέ, ἵνα καὶ τοῖς ἰσαγγέλοις ἀνθρώποις μεθεκτὴ ἡ ἄνοδος καὶ ἡ προλεχθεῖσα εὐφροσύνη γένηται. ὧν ἡ μεσιτεία ἀναγωγικὴ τῶν κάτω καθέστηκε, δι’ ὧν οἱ ἅγιοι εἰς ἀπάντησιν τοῦ κυρίου ἁρπάζονται.

Δεῦτε εἰς τὸ δεῖπνον τοῦ μεγάλου θεοῦ, ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ αὐτῶν καὶ σάρκας ἐλευθέρων πάντων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.

Τὸ μὲν προηγούμενον τοῦ θεοῦ θέλημα, ὃ καὶ εὐδοκία λέγεται καὶ δεῖπνον αὐτῷ περιπόθητον, ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν καὶ ἐπιστρέψαι καὶ ζῆν αὐτούς, τὸ δὲ δεύτερον τὸ κολασθῆναι τοὺς ἑαυτοῖς ἐπισπωμένους τὴν κόλασιν. τὸ τοίνυν πατρικὸν θέλημα ὁ Χριστὸς βρῶσιν οἰκείαν ἐκάλεσεν. τοῦτο τοίνυν ἐνταῦθα δεῖπνον θεοῦ ὀνομάζεται, τυγχανόντων ἀνθρώπων, ὧν ἕκαστος δι’ ἔργων ἐπεθύμησεν ἢ βασιλείας ἢ τιμωρίας. διὰ δὲ τῆς βρώσεως τῶν σαρκῶν σημαίνεται ὁ τῶν σαρκικῶν πάντων ἀφανισμὸς καὶ ἡ τῶν ἀρχικῶν ἐπὶ γῆς ὀνομάτων ἔκλειψις. ἵππων δὲ μέμνηται, οὐχ ὡς αὐτῶν ἀναστησομένων, ἀλλὰ διὰ μὲν τούτων ἢ τοὺς θηλυμανεῖς ἢ τοὺς ὑποβεβηκότας ἐν πονηρίᾳ ἢ καὶ ἀμφότερα, διὰ δὲ τῶν ἐπιβατῶν αὐτῶν τοὺς ἐν κακίᾳ προὔχοντας αἰνιττόμενος. ὃ καὶ παρακατιὼν ἐσαφήνισεν εἰπών· «ἐλευθέρων τε καὶ δούλων, μεγάλων καὶ μικρῶν», διὰ μὲν τῶν ἐλευθέρων καὶ μεγάλων τοὺς μᾶλλον ἐξουσιαστικῶς ἁμαρτάνοντας, διὰ δὲ τῶν δούλων καὶ μικρῶν τοὺς ἧττον πλημμελοῦντας ἢ κατὰ γνώμην ἢ καθ’ ἡλικίαν ἢ κατὰ ἀσθένειαν.

Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. Τοὺς τῷ διαβόλῳ συστρατευομένους πληθυντικῶς ὀνομάσας διὰ τὸ πολυσχιδὲς τῆς ἁμαρτίας καὶ διῃρημένον καὶ πολύγνωμον, καίπερ ἐλάχιστον μέρος τῶν ἀγγελικῶν δυνάμεων καὶ τῶν ἰσαγγέλων ἀνθρώπων ὑπάρχοντας, τοὺς τῷ Χριστῷ ἑπομένους ἑνικῶς στράτευμα προσηγόρευσε διὰ τὸ τῆς γνώμης ἑνιαῖον θέλημα τῆς πρὸς θεὸν Λόγον εὐαρεστήσεως.

Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ μετὰ τούτου ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ. Εἰ καὶ τῷ σωτῆρι Χριστῷ οὗτοι σὺν τοῖς πειθαρχήσασιν αὐτοῖς βασιλεῦσι καὶ ἄρχουσιν ἀντετάξαντο, ἀλλ’ ἀμφότεροι ἡττηθέντες, ὅ τε ἀντίχριστος ὅ τε ψευδοπροφήτης ὁ σημείοις καὶ τέρασι ποιήσας τὸν ἀπατεῶνα εὐπαράδεκτον, ὑπὸ τῆς θείας ὀργῆς καταλαμβάνονται.

Ζῶντες βληθήσονται οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν τῷ θείῳ. Ἴσως μὲν οὗτοι τὸν κοινὸν οὐκ ἀποθνῄσκουσι θάνατον, ἀλλ’ ἐν ῥιπῇ ὀφθαλμοῦ ἀπαθανατιζόμενοι τῷ δευτέρῳ θανάτῳ τῆς λίμνης τοῦ πυρὸς καταδικάζονται, ὥς φησιν ὁ ἀπόστολος περὶ ἑτέρων οὐ κοιμηθησομένων μέν, ἀλλαγησομένων δὲ ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ. καὶ οὗτοι μὲν εἰκὸς εἰς κρίσιν ἐλεύσονται, οἱ δὲ παρόντες, ὡς δυσσεβεῖς καὶ ἀντίθεοι, οὐκ εἰς κρίσιν, ἀλλ’ εἰς κατάκρισιν. εἰ δέ τισιν οὐ τοῦτο δοκεῖ, διὰ τὸ φῆσαι τὸν ἀπόστολον ἀναιρεῖσθαι τὸν ἀντίχριστον τῷ πνεύματι τοῦ θείου προστάγματος, καί τινα τῶν διδασκάλων εἰπεῖν εὑρίσκεσθαι ἐνίους ζῶντας μετὰ τὴν τοῦ ἀντιχρίστου ἀναίρεσιν, τοὺς ὑπὸ τοῦ Δανιὴλ μακαριζομένους, ἐροῦμεν ζῶντας τοὺς δύο ἐν ἀφθάρτῳ σώματι μετὰ τὴν καταργηθεῖσαν αὐτῶν ὑπὸ θεοῦ δυναστείαν τῷ πυρὶ τῆς γεέννης παραδίδοσθαι, ἥτις αὐτοῖς ἔσται θάνατος καὶ ἀναίρεσις, τῷ θείῳ τοῦ Χριστοῦ προστάγματι.

Καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν. Δύο θανάτων ὄντων, τοῦ μὲν πρώτου τοῦ χωρισμοῦ ψυχῆς καὶ σώματος, τοῦ δὲ δευτέρου τῆς εἰς γέενναν ἐκπομπῆς, εἰ μὲν ἐπὶ τῶν σὺν τῷ ἀντιχρίστῳ, λόγον ἔχει τὸν πρότερον διὰ σαρκὸς προηγήσασθαι θάνατον τῇ τοῦ θεοῦ ῥομφαίᾳ, δηλαδὴ τῷ αὐτοῦ προστάγματι, εἶθ’ οὕτως ἀκολουθῆσαι τὸν δεύτερον, εὖ ἂν ἔχοι· εἰ δὲ μή γε, τὸ καὶ τούτους κοινωνῆσαι τοῖς ἀπατήσασιν αὐτοὺς τοῦ δευτέρου θανάτου, τῆς αἰωνίου κολάσεως. τὸ δὲ χορτασθῆναι τὰ ὄρνεα τῶν σαρκῶν αὐτῶν κατὰ τὸ προαποδοθὲν καὶ νῦν ἐξελάβομεν. πρὸς τούτῳ δὲ ὅτι, καθώς φησί τισι διὰ Ἡσαΐου ὁ θεός· «ἐγενήθητέ μοι εἰς πλησμονήν», οὕτω καὶ τοῖς ἁγίοις προσκορὴς καὶ ἐπαχθὴς καὶ βδελυκτὴ ἡ σαρκικὴ κίνησις πᾶσα.

ΚΕΦΑΛΑΙΟΝ Ξʹ. Ὅπως ὁ σατανᾶς ἐδέθη ἀπὸ τῆς Χριστοῦ σταυρώσεως μέχρι καιρῶν τῆς συντελείας, καὶ περὶ τῶν χιλίων ἐτῶν. Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. καὶ ἐκράτησε τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστι διάβολος καὶ σατανᾶς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶ ἔδησε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ τὰ ἔθνη, ἄχρι τελεσθῇ χίλια ἔτη· καὶ μετὰ ταῦτα δεῖ αὐτὸν λυθῆναι μικρὸν χρόνον.

Ἐνταῦθα τὴν ἐν τῷ δεσποτικῷ πάθει γεγενημένην τοῦ διαβόλου διηγεῖται καθαίρεσιν, ἐν ᾗ τὸν δοκοῦντα εἶναι ἰσχυρὸν ὁ ἰσχυρότερος αὐτοῦ Χριστὸς ὁ θεὸς ἡμῶν δήσας ἡμᾶς, τὰ σκῦλα αὐτοῦ, ἐκ τῶν χειρῶν αὐτοῦ ἐλυτρώσατο καταδικάσας αὐτὸν εἰς τὴν ἄβυσσον. τοῦτο δὲ δείκνυται ἐκ τῶν δαιμόνων τῶν παρακαλούντων αὐτὸν μὴ πεμφθῆναι εἰς τὴν ἄβυσσον. ὅτι δὲ δέδεται, τεκμήριον ὁ τῆς εἰδωλολατρείας ἀφανισμὸς καὶ τῶν εἰδωλικῶν ναῶν ἡ καθαίρεσις καὶ τῶν ἐπιβωμίων λύθρων ἡ ἔκλειψις καὶ ἡ παγκόσμιος τοῦ θείου θελήματος ἐπίγνωσις. καὶ ὁ μέγας δὲ Ἰουστῖνός φησιν ἐν τῇ Χριστοῦ παρουσίᾳ πρώτως γνῶναι τὸν διάβολον ὅτι καταδεδίκασται εἰς τὴν ἄβυσσον καὶ εἰς τὴν τοῦ πυρὸς γέενναν. δυνατὸν τοίνυν, ὡς οἶμαι, διὰ τῶν προλεχθέντων καὶ τὴν ἐκ τοῦ Χριστοῦ κατὰ τοῦ διαβόλου νοεῖσθαι ἀπόφασιν. ἄγγελον δὲ τῇ τοιαύτῃ ἀποφάσει διακονούμενόν φησιν, ἵνα δείξῃ καὶ τῶν λειτουργικῶν δυνάμεων τοῦτον ἥττονα κατὰ δύναμιν καὶ μάτην κατὰ τῆς τῶν πάντων κρατούσης ἀρχῆς θρασυνόμενον. ἅλυσιν δὲ πρὸς ἡμετέραν σαφήνειαν ὠνόμασε τὴν καθεκτικὴν αὐτοῦ τῆς πονηρίας ἐνέργειαν. χίλια δὲ ἔτη οὐ πάντως τὰ τοσαῦτα τῷ ἀριθμῷ νοεῖν εὔλογον· οὔτε γὰρ περὶ ὧν φησιν ὁ Δαυίδ· «λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς», δεκάκις ἑκατὸν ταύτας ἀριθμῆσαι δυνάμεθα, ἀλλὰ τὰς πολλάς.

οὕτω τοίνυν κἀνταῦθα ἢ τῶν πολλῶν ἢ τοῦ τελείου σημαντικὸν εἶναι τὸν τῶν χιλίων ἀριθμὸν εἰκάζομεν. πολλὰ μὲν γὰρ ταῦτα πρὸς τὸ κηρυχθῆναι πανταχοῦ ἐν ὅλῳ τῷ κόσμῳ τὸ εὐαγγέλιον καὶ ῥιζωθῆναι ἐν αὐτῷ τὰ τῆς εὐσεβείας σπέρματα· τελείου δὲ σημαντικά, ὅτι ἐν αὐτοῖς τῆς παιδικῆς ἐννόμου πολιτείας ἀπαλλαγέντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ κεκλήμεθα. χίλια ἔτη τοίνυν ὁ ἀπὸ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως χρόνος μέχρι τῆς τοῦ ἀντιχρίστου ἐλεύσεως. εἴτε τοίνυν ὡς ἐξειλήφαμεν, εἴτε δεκάκις ἑκατὸν ὦσι τὰ ῥηθέντα χίλια ἔτη, ὥς τισι νενόμισται, εἴτε καὶ τούτων ἀποδέοντα, τῷ θεῷ μόνῳ ἔγνωσται τῷ εἰδότι μέχρι τίνος συμφέρειν ἡμῖν τὴν μακροθυμίαν καὶ τοῦ τῇδε βίου τὴν παράτασιν ἔκρινεν. μεθ’ ἣν συνταράξει τὴν οἰκουμένην πᾶσαν ὁ ἀντίχριστος, τὴν τοῦ ἀρχεκάκου ἐν ἑαυτῷ χωρῶν ἐνέργειαν καὶ τὴν τρύγα τῆς αὐτοῦ ἰοβόλου κακίας ἐν ἀνθρώποις ἐκχέων, ἅτε εἰδὼς τὸ τῆς ἑαυτοῦ κολάσεως ἀπαράβατον.

οὗ τῶν ἔργων ἡμᾶς ὁ πανελεήμων θεὸς λυτρούμενος τῆς ἡτοιμασμένης αὐτῷ τε καὶ τοῖς ἀγγέλοις αὐτοῦ ῥύσεται κολάσεως, ἀναδείξεται δὲ μετόχους τῶν αἰωνίων ἀγαθῶν τῶν εὐτρεπισμένων τοῖς ἀντικαταστᾶσιν αὐτῷ μέχρις ἐκχύσεως αἵματος, ὅτι αὐτῷ πρέπει ὁ περὶ τοὺς ἐπ’ αὐτῷ πεποιθότας ἔλεος καὶ ἡ παρὰ πάντων τῶν ἁγίων δυνάμεων εὐχαριστία καὶ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ ζῳοποιῷ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΚΑʹ. ΚΕΦΑΛΑΙΟΝ ΞΑʹ. Περὶ τῶν ἡτοιμασμένων θρόνων τοῖς φυλάξασι τὴν Χριστοῦ ὁμολογίαν ἀνεξάρνητον. Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ’ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τῷ θηρίῳ οὔτε τῇ εἰκόνι αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον αὐτῶν καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ Χριστοῦ χίλια ἔτη.

Καὶ ἤδη μὲν διδασκαλικοὶ θρόνοι τοῖς ἁγίοις ἀποστόλοις δέδονται, δι’ ὧν τὰ ἔθνη πεφωταγώγηνται. δοθήσονται δὲ κατὰ τὴν θείαν ὑπόσχεσιν καὶ ἐν τῷ μέλλοντι εἰς κατάκρισιν τοῖς ἀπωσαμένοις τὸ εὐαγγελικὸν κήρυγμα, καθώς φησιν ὁ Δαυίδ· «ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ κυρίου, μαρτύριον τῷ Ἰσραήλ», καὶ ἑξῆς, «ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν». καὶ τοῖς λοιποῖς δὲ ἁγίοις μάρτυσι τοῖς ὑπὲρ Χριστοῦ παθοῦσι καὶ μὴ δεξαμένοις τὸ τοῦ νοητοῦ θηρίου, τοῦ διαβόλου, χάραγμα, δηλαδὴ τὴν εἰκόνα τῆς αὐτοῦ ἀποστασίας, ἐδόθη κρίμα, τουτέστιν ἐξουσία τοῦ κρίνειν, δι’ οὗ δαίμονας μέχρι τοῦ νῦν, ὡς ὁρῶμεν, κρίνουσι, συνδοξαζόμενοι τῷ Χριστῷ μέχρι συντελείας τοῦ παρόντος αἰῶνος, ὑπὸ βασιλέων εὐσεβῶν καὶ ἀρχόντων πιστῶν προσκυνούμενοι καὶ κατὰ πάσης σωματικῆς νόσου καὶ δαιμονικῆς ἐνεργείας τὴν θεόσδοτον δύναμιν ἐπιδεικνύμενοι. ὅτι δὲ κοινωνοῦσιν ἀλλήλοις ὁ διάβολος καὶ ὁ ἀντίχριστος καὶ ὁ ψευδοπροφήτης ὥσπερ ταῖς πράξεσιν οὕτω καὶ τοῖς ὀνόμασι, δῆλον ἐξ ὧν θηρίον ἕκαστος τούτων προσαγορεύεται καὶ ἐκ τοῦ τὸν δράκοντα, δηλαδὴ τὸν σατανᾶν, ἑπτὰ κεφαλὰς καὶ δέκα κέρατα σὺν τοσούτοις διαδήμασι πεφηνέναι ἐπιφερόμενον. καὶ τὸ ἐκ τῆς θαλάσσης ἀναβαῖνον θηρίον, δηλαδὴ τὸν ἀντίχριστον, τῷ ὁμοίῳ φανῆναι σχήματι τὴν αὐτὴν προσμαρτυρεῖ βουλήν τε καὶ ἐνέργειαν πρὸς τὴν τῶν ἀπατωμένων ἀπώλειαν.

ἧς οἱ ἐλευθεριάζοντες τῷ Χριστῷ κατὰ τὸν προλεχθέντα τρόπον μέχρι τῆς δευτέρας αὐτοῦ παρουσίας συμβασιλεύσουσι, μετὰ ταύτην περισσοτέρως τῶν θείων ἐπαγγελιῶν ἀπολαύσοντες.

ΚΕΦΑΛΑΙΟΝ ΞΒʹ. Τίς ἐστιν ἡ πρώτη ἀνάστασις καὶ τίς ὁ δεύτερος θάνατος. Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ. ἐπὶ τούτων ὁ θάνατος ὁ δεύτερος οὐκ ἔχει ἐξουσίαν, ἀλλ’ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσι μετ’ αὐτοῦ χίλια ἔτη.

Δύο ζωὰς καὶ δύο νεκρώσεις, ἤγουν θανάτους, ἐκ τῆς θείας γραφῆς διδασκόμεθα. ἔστι τοίνυν ἡ μὲν πρώτη ζωὴ ἡ μετὰ τὴν τῆς ἐντολῆς παράβασιν πρόσκαιρος καὶ σαρκική, ἡ δὲ μετὰ τὴν τῶν θείων τοῦ Χριστοῦ ἐντολῶν τήρησιν ἐπηγγελμένη τοῖς ἁγίοις ζωὴ αἰώνιος. καὶ θάνατοι δὲ ὡσαύτως δύο, ὁ μὲν τῆς σαρκὸς πρόσκαιρος, ὁ δὲ δι’ ἁμαρτημάτων ἔκτισιν ἐπαγόμενος ἐν τῷ μέλλοντι αἰώνιος, ὅπερ ἐστὶν ἡ τοῦ πυρὸς γέεννα. καὶ νεκρῶν δὲ διαφορὰν γινώσκομεν. οἱ μὲν γὰρ φευκτοί, περὶ ὧν φησιν Ἡσαΐας· «οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσι», δηλαδὴ οἱ ταῖς πράξεσι τὴν δυσωδίαν καὶ τὴν νέκρωσιν ἐπιφερόμενοι, οἱ δὲ ἐπαινετοὶ οἱ ἐν Χριστῷ τὰς πράξεις τοῦ σώματος θανατοῦντες, οἱ Χριστῷ συνεσταυρωμένοι καὶ τῷ κόσμῳ νεκρούμενοι. οἱ οὖν ἀπηγορευμένοι νεκροὶ οἱ μὴ συνταφέντες καὶ συναναστάντες Χριστῷ διὰ τοῦ βαπτίσματος, ἀλλὰ τῇ νεκρώσει τῶν ἁμαρτημάτων ἐμμείναντες οὐ ζῶσι σὺν αὐτῷ ἄχρι τελεσθῶσι τὰ χίλια ἔτη, τουτέστιν ὁ τέλειος ἀριθμὸς ὁ ἀπὸ τῆς πρώτης αὐτοῦ παρουσίας μέχρι τῆς δευτέρας ἐνδόξου διήκων, ὡς ἀνωτέρω εἴρηται, ἀλλ’ ἐκ γῆς μόνης γεννηθέντες καὶ οὐκ ἐκ πνεύματος εἰς γῆν τὴν ἀποστροφὴν ἔχουσιν. ὁ γὰρ θάνατος αὐτῶν ἀρχὴ τῆς μελλούσης αὐτοῖς κολάσεως γίνεται.

οἱ δὲ μέρος ἐν τῇ πρώτῃ ἀναστάσει ἔχοντες, τουτέστιν ἐν τῇ ἐγέρσει τῇ ἐκ τῶν θανατουσῶν ἐννοιῶν καὶ νεκρῶν πράξεων, οὗτοι μακάριοι· οὐ γὰρ ἕξει ἐπὶ τούτων ἐξουσίαν ὁ δεύτερος θάνατος, τουτέστιν ἡ ἀτελεύτητος κόλασις, ἀλλ’ ἱερατεύουσι καὶ βασιλεύουσιν, ὡς ὁρῶμεν, μετὰ τοῦ Χριστοῦ τὰ νοηθέντα ἡμῖν χίλια ἔτη μέχρι τοῦ λυθῆναι τὸν σατανᾶν καὶ πλανῆσαι τὰ ἔθνη, οὐχ ὡς τότε τὴν βασιλείαν ἀφαιρούμενοι, ἀλλ’ ὡς βεβαιοτέρως αὐτὴν καὶ ἐμφανεστέρως κτησόμενοι τῇ παραδρομῇ τῶν προσκαίρων καὶ ἀφίξει τῶν αἰωνίων. ὀλίγος γὰρ ὁ χρόνος ὁ μετὰ τὴν τοῦ διαβόλου λύσιν μέχρι τῆς κατ’ αὐτοῦ ἀποφάσεως καὶ τῆς ἐν γεέννῃ κολάσεως. ὥστε τὸ «ἔσονται ἱερεῖς θεοῦ καὶ τοῦ Χριστοῦ» ἐπανάληψιν οἰητέον τῶν προτέρων· καὶ γὰρ τὰ νῦν διὰ τῆς πείρας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως ὁρώμενα τῶν ἁγίων γέρα καὶ θαύματα ἔμελλε τότε ὅτε τῷ εὐαγγελιστῇ ὠπτάνετο, ὡς εἴρηται. τοίνυν δύο θανάτων ὄντων ἀνάγκη καὶ τοσαύτας ἀναστάσεις ἐκδέξασθαι. πρῶτος τοίνυν ὁ σωματικὸς θάνατος τῇ ἀνθρωπίνῃ παρακοῇ δοθεὶς ἐπιτίμιον, δεύτερος ἡ αἰώνιος κόλασις. πρώτη ἀνάστασις ἡ ἐκ νεκρῶν ἔργων ζῳοποίησις, δευτέρα ἡ ἐκ φθορᾶς τῶν σωμάτων εἰς ἀφθαρσίαν μεταποίησις.

ΚΕΦΑΛΑΙΟΝ ΞΓʹ. Περὶ τοῦ Γὼγ καὶ Μαγώγ. Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ, καὶ συναγαγεῖν αὐτοὺς εἰς πόλεμον, ὧν ὁ ἀριθμὸς ὡς ἡ ἄμμος τῆς θαλάσσης.

Τὸν προῤῥηθέντα τῆς χιλιετίας χρόνον τινὲς μὲν τὰ τρία ἥμισυ ἔτη τὰ ἀπὸ τοῦ βαπτίσματος Χριστοῦ μέχρι τῆς αὐτοῦ εἰς οὐρανοὺς ἀναβάσεως οὐκ οἶδ’ ὅπως ἐξειλήφασι, μεθ’ ἃ λυθῆναι τὸν διάβολον ὑπενόησαν. ἕτεροι δὲ μετὰ τὴν συμπλήρωσιν τῶν ἑξακισχιλίων ἐτῶν τὴν πρώτην ἀνάστασιν τῶν νεκρῶν δίδοσθαι μόνοις τοῖς ἁγίοις ἔφασαν, ἵνα ἐν τῇ γῇ ταύτῃ, ἐν ᾗ τὴν καρτερίαν ἐπεδείξαντο, τρυφῆς καὶ δόξης ἀπολαύσωσιν ἔτη χίλια, καὶ μετὰ τοῦτο τὴν καθόλου γίνεσθαι ἀνάστασιν, οὐ δικαίων μόνον, ἀλλὰ καὶ ἁμαρτωλῶν. ὅτι μὲν οὖν οὐδὲν τούτων ἡ ἐκκλησία δέδεκται, περιττόν ἐστι λέγειν. ἡμεῖς δὲ τοίνυν ἀκούοντες τοῦ κυρίου πρὸς τοὺς Σαδδουκαίους λέγοντος, ὅτι «ὡς ἄγγελοι τοῦ θεοῦ ἐν οὐρανῷ», οὕτως οἱ δίκαιοι ἔσονται, καὶ τοῦ ἀποστόλου φήσαντος· «ἡ βασιλεία τοῦ θεοῦ οὐκ ἔστι βρῶσις καὶ πόσις», τὸν τοῦ εὐαγγελικοῦ κηρύγματος χρόνον τὴν χιλιετίαν ἐξελάβομεν. ὡς γὰρ προγέγραπται, οὐκ ἀνάγκη τὰ τοσαῦτα τῷ ἀριθμῷ νοῆσαι τὰ χίλια.

οὐδὲ γὰρ τὸ ἐν τοῖς Ἄισμασιν εἰρημένον· «ἀνὴρ θήσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου[ς]», καὶ πάλιν· «οἱ χίλιοι τῷ Σολομὼν καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ» τὸν ἀριθμὸν τοῦτον ἐδήλωσεν, ἀλλὰ τὸ πλῆθος καὶ τὸ ἐν καρποφορίᾳ τέλειον, ὥσπερ κἀνταῦθα ἡ ἐν τελειότητι καρποφορία τῆς πίστεως, μεθ’ ἣν «ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἄνθρωπος τῆς ἀδικίας», ἐλεύσεται, «ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ» κατὰ τὸν ἀπόστολον, καὶ κατὰ τὸ δεσποτικὸν λόγιον φῆσαν· «ἐγὼ ἐλήλυθα ἐπὶ τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἄλλος ἐπὶ τῷ ὀνόματι τῷ οἰκείῳ ἐλεύσεται, καὶ ἐκεῖνον λήψεσθε». τότε τοίνυν, ὡς εἴρηται, λυόμενος ὁ σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ πλανήσει πάντα τὰ ἔθνη καὶ τὸν Γὼγ καὶ Μαγὼγ κινήσει εἰς πόλεμον πρὸς τὴν τῆς οἰκουμένης ἐρήμωσιν. εἶναι δὲ ταῦτά τινες μὲν Σκυθικὰ ἔθνη νομίζουσιν ὑπερβόρεια, ἅπερ καλοῦμεν Οὐννικά, πάσης ἐπιγείου βασιλείας, ὡς ὁρῶμεν, πολυανθρωπότερά τε καὶ πολεμικώτερα, μόνῃ δὲ τῇ θείᾳ χειρὶ πρὸς τὸ κρατῆσαι τῆς οἰκουμένης πάσης ἐπεχόμεθα ἄχρι τῆς τοῦ διαβόλου λύσεως. τινὲς δὲ τὸν Γὼγ «ἀθροίζοντα» ἢ «ἄθροισμα» καὶ τὸν Μαγὼγ «ἐπηρμένον» ἐκ τῆς Ἑβραΐδος γλώττης ἑρμηνεύουσιν, ὡς διὰ τῶν ὀνομάτων ἢ τὸ ἄθροισμα τῶν ἐθνῶν ἢ τὸ ὑπερήφανον διασημαίνεσθαι.

ἰστέον δὲ ὅτι καὶ Ἰεζεκιὴλ ταῦτα τὰ ἔθνη προεφήτευσεν ἐπ’ ἐσχάτου καιρῶν ἐλευσόμενα σὺν δυνάμει βαρείᾳ ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ πεσεῖσθαι καὶ ἑπταετίαν ἐν τοῖς αὐτῶν ὅπλοις ὡς διὰ τὸ πλῆθος πῦρ καίεσθαι, ὅπερ τῶν ἑρμηνευτῶν τινες μὲν εἰς τὴν ἐπὶ Ἐζεκίου τῶν σὺν τῷ Σεναχηρεὶμ Ἀσσυρίων πτῶσιν ἐξέλαβον πρὸ πολλῶν χρόνων γεγενημένην τῆς τοῦ Ἰεζεκιὴλ προφητείας, τινὲς δὲ εἰς τὴν τῶν ἐθνῶν ἀπώλειαν τῶν ἐπιθεμένων τοῖς τὴν Ἰερουσαλὴμ μετὰ τὴν ὑπὸ Βαβυλωνίων ἅλωσιν ἀνατειχίζειν μέλλουσι, πρώτου Κύρου τοῦ Πέρσου καὶ μετ’ αὐτὸν Δαρείου τοῖς τῆς Συρίας ἐπάρχοις κελεύσαντος τοῦτο, τινὲς δὲ εἰς τὰς Ἀντιόχου δυνάμεις τοῖς Μακκαβαίοις ἡττηθείσας. ὅτι δὲ μᾶλλον τοῖς ἐσχάτοις ἁρμόζει χρόνοις ἡ τούτων ἔλευσις, δῆλον· πρῶτον μὲν τὸ μηδαμοῦ γεγράφθαι Σκυθικὰ ἔθνη κατὰ Ἰουδαίων τὸ τηνικαῦτα ἄρασθαι πόλεμον, ἀλλὰ μόνα τὰ περίοικα τῆς ἀθρόας εὐδαιμονίας τούτοις βασκαίνοντα, δεύτερον δὲ τὸ γεγράφθαι περὶ τοῦ Γώγ· «ἀφ’ ἡμερῶν ἀρχαίων ἑτοιμασθήσεται καὶ ἐπ’ ἐσχάτου καιρῶν ἐλεύσεται», τρίτον δὲ τὸ ἐν τῇ παρούσῃ Ἀποκαλύψει προφητευούσῃ τὰ μέλλοντα γεγράφθαι πρὸς τῷ τέλει τοῦ αἰῶνος τούτου, τὸν Γὼγ καὶ Μαγὼγ ἐλεύσεσθαι.

Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ ἐκ τοῦ θεοῦ ἀπὸ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς. καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὡς ἐκ φωλεῶν τινων θῆρες ἄγριοι, οὕτω, φησίν, ἐκ τῶν οἰκείων τόπων ὑπὸ τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δαιμόνων στρατηγούμενοι ἐν τῇ γῇ καταπλατυνθήσονται, ὡς τὴν παρεμβολὴν τῶν ἁγίων, δηλαδὴ τὴν ἐκκλησίαν τὴν ἐν τοῖς τέσσαρσι πέρασι τῆς οἰκουμένης ἡδρασμένην, πορθήσοντες, ἀγνοοῦντες ὅτι οὐχ εἷς μόνον ἄγγελος, ἀλλὰ πολλοὶ κύκλῳ τῶν φοβουμένων τὸν θεὸν παρεμβαλοῦσι κατὰ τὸ ψαλμικὸν λόγιον, προσέτι δὲ καὶ τὴν νέαν Ἰερουσαλήμ, τὴν ἠγαπημένην πόλιν, χειρωσόμενοι, ἐξ ἧς ὁ θεῖος νόμος διὰ τῶν ἀποστόλων εἰς τὴν οἰκουμένην διέδραμεν. ἔνθα καὶ τὸν ἀντίχριστόν φασιν ἐν τῷ ναῷ τοῦ θεοῦ καθεδεῖσθαι, εἴτε ἐν τῷ Ἰουδαϊκῷ τῷ πάλαι θείῳ, καθαιρεθέντι δὲ διὰ τὴν κατὰ Χριστοῦ τόλμαν καὶ ὑπ’ αὐτοῦ ἀνορθοῦσθαι προσδοκωμένῳ τοῖς θεομάχοις Ἰουδαίοις, εἴτε ἐν τῷ ἀληθῶς θείῳ ναῷ, τῇ καθολικῇ ἐκκλησίᾳ, τὰ ἀλλότρια σφετεριζόμενον καὶ «ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι θεός» κατὰ τὸν θεσπέσιον ἀπόστολον. ἀλλ’ οὐκ εἰς μακράν, φησί, πῦρ οὐρανόθεν κατιόν, εἴτε ὁρατὸν πῦρ ὡς τοὺς δύο πεντηκοντάρχους ἐπὶ τοῦ Ἠλίου, εἴτε ἡ Χριστοῦ ἔνδοξος παρουσία ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ τούτους τε καὶ τὰ προλεχθέντα ἔθνη καταφάγεται καὶ τὸν στρατηγὸν αὐτῶν, τὸν διάβολον, καὶ τῇ τοῦ πυρὸς λίμνῃ παραδώσει σὺν τῷ ἀντιχρίστῳ καὶ τῷ ψευδοπροφήτῃ βασανισθησομένους εἰς αἰῶνας αἰώνων.

ἡμεῖς δὲ παρὰ τοῦ σωτῆρος Χριστοῦ διδαχθέντες εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμὸν ἐκτενῶς τοῦτο πράξωμεν, τὴν οἰκείαν ἀσθένειαν ἐπιγινώσκοντες, τῆς τῶν προφητευθέντων πείρας ῥυσθῆναι καὶ μηδὲ τὴν τοῦ ψευδοχρίστου θεάσασθαι ἔλευσιν, μήτε τῶν προλεχθέντων ἐθνῶν τὴν κίνησιν μήτε κίνδυνον θανατηφόρον τῆς σωτηρίου πίστεως ἀποστῆναι βιαζόμενον, ἀλλὰ τὸ μαρτύριον τῆς συνειδήσεως κατὰ τὸ δυνατὸν φυλάττοντες ἄτρωτον καὶ τῆς πρὸς τὸν ἀγοράσαντα ἡμᾶς τῷ τιμίῳ αὐτοῦ αἵματι Χριστὸν ἀγάπης τὸ διάπυρον δι’ ἀγαθῶν ἔργων ἐπιδεικνύμενοι, τῶν αἰωνίων ἀγαθῶν ἐλπίσωμεν τὴν ἀπόλαυσιν, τοῖς πλουσίοις τοῦ θεοῦ οἰκτιρμοῖς πρὸς τοῦτο νευρούμενοι. ὧν τυχεῖν ἡμᾶς γένοιτο ἐν αὐτῷ τῷ σωτῆρι καὶ λυτρωτῇ ἡμῶν Χριστῷ, μεθ’ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμὴ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΚΒʹ. ΚΕΦΑΛΑΙΟΝ ΞΔʹ. Περὶ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ τῆς κοινῆς ἀναστάσεως καὶ κρίσεως. Καὶ εἶδον θρόνον λευκὸν μέγαν καὶ τὸν καθήμενον ἐπ’ αὐτόν, οὗ ἀπὸ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός· καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.

Διὰ τοῦ θρόνου τοῦ λευκοῦ δηλοῦται ἡ ἀνάπαυσις τοῦ θεοῦ, ἣν ἐν τοῖς λαμπροῖς ταῖς ἀρεταῖς ἁγίοις ποιήσεται τούτοις ἐνθρονιζόμενος. ἡ δὲ φυγὴ τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν τούτων σημαίνει παρέλευσιν καὶ εἰς τὸ βέλτιον ἀνανέωσιν, ἐν οἷς τόπος τροπῆς οὐχ εὑρεθήσεται. εἰ γὰρ ἡ κτίσις δι’ ἡμᾶς τῇ φθορᾷ ὑπετάγη κατὰ τὸν ἀπόστολον, μεταποιηθήσεται σὺν ἡμῖν εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ, ἀνακαινιζομένη ἐπὶ τὸ φαιδρότερον καὶ οὐ παντελῆ ἀφανισμὸν ὑπομένουσα, καθὼς τοῖς μακαρίοις Εἰρηναίῳ καὶ Ἀντιπάτρῳ καὶ ἑτέροις ἁγίοις ἔδοξεν. ὁ μὲν γὰρ μακάριος Εἰρηναῖός φησιν· «οὐχ ἡ ὑπόστασις οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἐξαφανίζεται—ἀληθὴς γὰρ καὶ βέβαιος ὁ συστησάμενος αὐτήν—, ἀλλὰ τὸ σχῆμα παράγει τοῦ κόσμου τούτου, τουτέστιν ἐν οἷς ἡ παράβασις ἐγένετο, ὅτι ἐπαλαιώθη ὁ ἄνθρωπος ἐν αὐτοῖς, καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦτο πρόσκαιρον ἐγένετο, προειδότος τὰ πάντα τοῦ θεοῦ». ὁ δὲ Μεθόδιος ἐν τῷ «Περὶ ἀναστάσεως» λόγῳ ἐξέθετο οὕτως· «οὐκ ἀρεστὸν δὲ οὔτε ἐκεῖνο τὸ λέγειν εἰς ἄρδην ἀπολεῖσθαι τὸ πᾶν, καὶ γῆν καὶ ἀέρα καὶ οὐρανὸν μὴ ἔσεσθαι· ἐκπυρωθήσεται μὲν γὰρ πρὸς κάθαρσιν καὶ ἀνακαινισμὸν καταβασίῳ πᾶς κατακλυζόμενος ὁ κόσμος πυρί· οὐ μὴν εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν».

καὶ προϊών φησι· «καὶ ὁ Παῦλος σαφῶς μαρτυρεῖ λέγων· ‹ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται· τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς›». καὶ τὰ ἑξῆς. πρὸ δὲ τῶν μακαρίων τούτων ὁ ἅγιος Δαυὶδ ψάλλων πρὸς κύριον ἔλεγεν· «ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς». καὶ Ἡσαΐας δέ φησιν· «ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, καὶ οὐ μὴ ἐπέλθῃ ἐπὶ τὴν καρδίαν αὐτῶν, ἀλλ’ εὐφροσύνην καὶ ἀγαλλίασιν εὑρήσουσιν ἐν αὐτῇ». εἰκότως· τῇ ὑπερβολῇ γὰρ τῆς ἀλήκτου εὐφροσύνης καὶ τῷ μεγέθει τῶν ἐπάθλων τῶν ἐν τοῖς ἀγῶσιν ἄθλων καὶ πόνων ἐπιλήσονται. καὶ ἑτέρωθι δὲ ὁ αὐτός φησιν· «ὃν τρόπον ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, οὕτως ἔσται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν». ὥστε τὴν δι’ ἡμᾶς γεγενημένην κτίσιν μεθ’ ἡμῶν τὴν ἐπὶ τὸ κρεῖττον ἀλλοίωσιν ἀκόλουθον δέχεσθαι, μὴ χωροῦσαν εἰς ἀνυπαρξίαν, ὥσπερ οὐδὲ ἡμεῖς μετὰ θάνατον.

Καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνεῴχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστι τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.

Νεκρούς φησιν ἢ πάντας ἀνθρώπους, ὡς τὴν τοῦ σώματος νέκρωσιν ὑπομείναντας, ἢ τοὺς νεκρωθέντας τοῖς παραπτώμασιν, μεγάλους δὲ καὶ μικροὺς ἢ τοὺς τῇ ἡλικίᾳ τοῦτο ὄντας, ἢ τοὺς μᾶλλον καὶ ἧττον τὰ τῆς νεκρώσεως ἔργα πράξαντας καὶ ἀναλόγως κολασθησομένους ταῖς πράξεσιν, ἢ μεγάλους μὲν τοὺς δικαίους, μικροὺς δὲ καὶ μηδαμινοὺς τοὺς ἁμαρτωλοὺς διὰ ψυχῆς εὐτέλειαν. τὰ δὲ βιβλία τὰ ἀνοιγόμενα σημαντικά ἐστι τῶν ἑκάστου πράξεων καὶ τῆς ἑκάστου συνειδήσεως. ἡ δὲ μία βίβλος τῆς ζωῆς ἐστιν, ᾗ τὰ τῶν ἁγίων ἐγγέγραπται ὀνόματα.

Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς ἐν αὐτῇ νεκρούς, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς ἐν αὐτοῖς νεκρούς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. Ἕκαστον, φησί, σῶμα εἰς ἅπερ ἀναλύεται, ἐξ ἐκείνων καὶ συνίσταται καὶ ἀναδίδοται, εἴτε γῇ εἴτε θαλάσσῃ παραδοθῇ. θάνατος δὲ καὶ ᾅδης οὐ ζῷα ἔμψυχα, ὡς ὑπό τινων γράφονται, ἀλλὰ θάνατος μὲν χωρισμὸς ψυχῆς καὶ σώματος. ᾅδης δὲ τόπος ἡμῖν ἀειδής, ἤγουν ἀφανὴς ὁ τὰς ψυχὰς ἐντεῦθεν ἐκδημούσας δεχόμενος. νεκραὶ δὲ ψυχαὶ αἱ τὰς νεκροποιοὺς πράξεις ἐπιφερόμεναι. «δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ θεοῦ», καθὼς σοφός τις ἔλεγε, «καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος».

Καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός. Τὸ τὸν θάνατον καὶ τὸν ᾅδην εἰς τὴν λίμνην τοῦ πυρὸς βάλλεσθαι δηλοῖ ἢ τὸ γεγραμμένον· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος» ἢ τὰς προξένους τοῦ τῆς ἁμαρτίας θανάτου πονηρὰς δυνάμεις τὰς τὸν ᾅδην ἐχούσας κατάλυμα κἀκεῖ τοὺς πειθομένους παραπεμπούσας εἰς τὸ πῦρ καταδικάζεσθαι. ὥσπερ γὰρ «πόλις» οἱ ταύτης οἰκήτορες λέγονται, οὕτω καὶ «θάνατος» καὶ «ᾅδης» οἱ τούτων αἴτιοι. πάντων γὰρ τῶν ἐκ θεοῦ γεγονότων καλῶν λίαν ὑπαρχόντων τῶν μὴ τοιούτων ἔσται ἀφανιστικὸν ἐκεῖνο τὸ πῦρ. γέγραπται δέ· «θάνατον ὁ θεὸς οὐκ ἐποίησεν». διὰ τούτου τοίνυν τὸ μηκέτι ἔσεσθαι θάνατον ἢ φθοράν, ἀλλ’ ἀφθαρσίαν καὶ ἀθανασίαν βασιλεύειν σημαίνεται. εἰ δὲ πάντες οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῆς ζωῆς εἰς τὴν λίμνην τοῦ πυρὸς βληθήσονται, θαυμάζειν οὐ χρή· καὶ γὰρ ὡς μοναὶ πολλαὶ παρὰ τῷ πατρὶ τῶν σῳζομένων, οὕτω κἀκεῖ διάφοροι τόποι καὶ τρόποι κολάσεων, τῶν μὲν δριμυτέρων, τῶν δὲ μαλθακωτέρων, ὧν οἱ μὴ ἠξιωμένοι τῆς βίβλου τῆς ζωῆς πειραθήσονται.

ΚΕΦΑΛΑΙΟΝ ΞΕʹ. Περὶ καινῶν οὐρανοῦ τε καὶ γῆς καὶ τῆς ἄνω Ἰερουσαλήμ. Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ παρῆλθε, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. Κἀνταῦθα οὐκ ἀνυπαρξίαν δηλοῖ τῆς κτίσεως, ἀλλ’ ἀνακαινισμὸν ἐπὶ τὸ βέλτιον, καθώς φησιν ὁ ἀπόστολος· «αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». καὶ ὁ θεῖος μελῳδός· «ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται». τὸ γὰρ παλαιωθὲν ἀνακαινιζόμενον οὐ τῆς οὐσίας ἀφανισμόν, ἀλλὰ τοῦ γήρους καὶ τῶν ῥυτίδων σημαίνει τὴν ἀπόξυσιν. καὶ ἡμῖν δὲ ἔθος ἐπ’ ἀνθρώπων λέγειν κατά τι βελτιωθέντων ἢ καὶ χειρόνων γεγενημένων· «ἄλλος ἐξ ἄλλου γέγονεν». σημειωτέον δέ, ὅτι περὶ μὲν οὐρανοῦ καὶ γῆς φησιν, ὅτι «παρῆλθεν» ἀντὶ τοῦ «ἠλλάγη», καὶ καθάπερ ἡμεῖς οἷόν τινα θάνατον τὴν ἐναλλαγὴν τῆς προτέρας ἐδέξατο καταστάσεως καὶ εἰς τὸ κρεῖττον λήξεως. περὶ δὲ τῆς θαλάσσης φησίν, ὅτι «ἡ θάλασσα οὐκ ἔστιν ἔτι». τίς γὰρ χρεία θαλάσσης μὴ δεομένων ἀνθρώπων τοῦ πλεῖν αὐτὴν ἢ δι’ αὐτῆς πορίζεσθαι τὰ ἐν ταῖς μακρὰν κειμέναις χώραις γεωργούμενα ἀγώγιμα; μετὰ τοῦτο καὶ τὸν ταραχώδη βίον καὶ πολυκύμωνα σημαινούσης τῆς θαλάσσης, μὴ εἶναι αὐτῆς τότε χρείαν· οὐδὲν γὰρ λείψανον ταραχῆς ἢ φόβου ἐν τοῖς ἁγίοις τότε καταλειφθήσεται.

Καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. Καὶ ἐκ τούτου δείκνυται τὸ τῆς καινότητος ὄνομα μεταποιήσεως τῆς ἐπὶ τὸ φαιδρότερον γνώρισμα, ἧς ἡ ἄνω Ἰερουσαλὴμ τεύξεται, ἐκ τῶν ἀσωμάτων δυνάμεων ἄνωθεν μέχρις ἀνθρώπων καταβαίνουσα, διὰ τὸ κοινὴν γενέσθαι κεφαλὴν ἀμφοτέρων Χριστὸν τὸν θεὸν ἡμῶν. αὕτη δὲ ἡ πόλις ἐξ ἁγίων συναρμολογεῖται—περὶ ὧν γέγραπται· «λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς»—, ἀκρογωνιαῖον τὸν Χριστὸν ἔχουσα. λέγεται δὲ πόλις μέν, ὡς τῆς βασιλίδος τριάδος οἰκητήριον— ἐνοικεῖ γὰρ ἐν αὐτῇ καὶ ἐμπεριπατεῖ, καθὼς ἐπήγγελται—, νύμφη δέ, ὡς κολλωμένη τῷ δεσπότῃ καὶ συναπτομένη εἰς ἄκραν καὶ ἀδιάστατον συνάφειαν, κεκοσμημένη δέ, ὡς ἔσωθεν, ἔσωθεν, κατὰ τὸν ψαλμῳδόν, τὴν δόξαν καὶ τὴν ὥραν ἐν τῇ ποικιλίᾳ τῶν ἀρετῶν ἔχουσα.

Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς ἔσται μετ’ αὐτῶν θεὸς αὐτῶν, καὶ ἐξαλείψει πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

Οὐρανόθεν ὁ ἅγιος διδάσκεται ἀληθινὴν εἶναι ταύτην σκηνήν, ἧς ἦν ἡ τῷ Μωϋσῇ παραδειχθεῖσα τύπος, μᾶλλον δὲ προτύπωσις τύπου, τῆς σήμερον ἐκκλησίας τύπος τυγχάνουσα. ἐν ταύτῃ τῇ ἀχειροποιήτῳ σκηνῇ οὐκ ἔσται κλαυθμὸς οὔτε δάκρυον· ὁ γὰρ τῆς ἀεννάου χαρᾶς χορηγὸς τὸ ὁρᾶσθαι πᾶσι δωρήσεται τοῖς ἁγίοις τὴν εὐφροσύνην τὴν ἄληκτον.

Καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· τὰ πρῶτα ἀπῆλθον. Τουτέστι τὸ γεγραμμένον· «ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός». τὸ δὲ «τὰ πρῶτα ἀπῆλθον» σημαίνει, ὅτι ἡ τῶν ἁγίων κακοπάθεια καὶ τῶν ἀσεβῶν ἡ ἀλαζονεία πέρας εἴληφεν, ἑκατέρῳ τούτων κατάλληλον.

ΚΕΦΑΛΑΙΟΝ ΞϚʹ. Περὶ ὧν εἶπεν ὁ ἐν τῷ θρόνῳ καθήμενος. Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου· ἰδοὺ καινοποιῶ πάντα. καὶ λέγει μοι· γράψον ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοί εἰσιν. καὶ εἶπέ μοι· γέγονα ἐγὼ τὸ ἄλφα καὶ τὸ ω, ἡ ἀρχὴ καὶ τὸ τέλος.

Ἀληθινοὶ οἱ λόγοι ὡς ὑπ’ αὐτῆς τῆς ἀληθείας ἐκφερόμενοι καὶ μηκέτι διὰ συμβόλων, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων γινωσκόμενοι. ἀρχὴ δὲ καὶ τέλος ὁ Χριστός, ὡς πρῶτος διὰ τὴν θεότητα καὶ ἔσχατος διὰ τὴν ἀνθρωπότητα καὶ ὡς ἀπὸ τῆς πρώτης τῶν ἀσωμάτων κτίσεως μέχρι τῶν τελευταίων ἀνθρώπων τὴν οἰκείαν ἐκτείνων πρόνοιαν.

Ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. Τῷ διψῶντι τὴν δικαιοσύνην παρέξειν ἐπαγγέλλεται τὴν χάριν τοῦ ζῳοποιοῦ πνεύματος, ἣν ἐν τοῖς εὐαγγελίοις ὑπέσχετο τοῖς εἰς αὐτὸν πιστεύουσιν. δωρεὰν δέ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν τοῖς ἁγίοις ἀποκαλύπτεσθαι, ἢ δωρεάν, ὅτι οὐκ ἔστι ταύτην χρήμασιν, ἀλλ’ ἔργοις ἀγαθοῖς κτήσασθαι καὶ φιλανθρωπίᾳ τοῦ παρέξοντος.

Ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι υἱοί. Ὁ νικῶν, φησί, τὸν πρὸς τοὺς ἀοράτους δαίμονας πόλεμον τῶν ἀγαθῶν τούτων τεύξεται, υἱὸς θεοῦ γενόμενος καὶ τοῖς πατρικοῖς ἐντρυφῶν ἀγαθοῖς.

Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ δεύτερος θάνατος.

Πάντοθεν ἡμᾶς ὁ διψῶν τὴν σωτηρίαν ἡμῶν θεὸς εἰς τὴν κληρονομίαν τῶν αὐτοῦ ἀγαθῶν διά τε χρηστῶν διά τε σκυθρωπῶν προτρέπεται, ὑπ’ ὄψιν ἡμῖν ἄγων τὴν τῆς ἄνω Ἰερουσαλὴμ λαμπρότητα καὶ τῆς γεέννης τοῦ πυρὸς τὴν ἀφεγγῆ καὶ ὀδυνηρὰν σκυθρωπότητα, ἵνα ἢ πόθῳ τῆς αἰωνίου δόξης ἢ φόβῳ τῆς ἀπεράντου αἰσχύνης, ὡς καιρός ἐστι, τὸ ἀγαθὸν κατεργασώμεθα σὺν τοῖς λοιποῖς ἀπηγορευμένοις, καὶ τοὺς δειλοὺς καὶ ἀνάνδρους ἐν τῇ κατὰ τοῦ διαβόλου πάλῃ τῷ δευτέρῳ θανάτῳ φήσας καταδικασθήσεσθαι. γένοιτο δὲ ἡμᾶς τὸν θελετὴν τοῦ ἐλέους, τὸν μὴ τὸν θάνατον τῶν ἁμαρτωλῶν, ἀλλὰ τὴν ἐπιστροφὴν θέλοντα ἐξιλεουμένους ἀγαθαῖς πράξεσι τῶν αὐτοῦ τυχεῖν δωρεῶν, ἃς ἡμῖν οὐ μόνον ταῖς διὰ λόγων παραινέσεσιν, ἀλλὰ καὶ ταῖς δι’ ἔργων καὶ παθῶν προὐξένησιν. ἐξὸν γὰρ αὐτῷ ἀρκεσθῆναι μόναις ταῖς τοῦ ἀγαθοῦ καὶ κακοῦ προτροπαῖς ἢ ἀποτροπαῖς καὶ μετὰ τοῦτο ἢ κολάσαι ἢ τιμῆσαι τοὺς ἀξίους δόξης ἢ κολάσεως. ὁ δὲ καὶ παθεῖν δι’ ἡμᾶς οὐκ ἀπηξίωσεν, ἵνα μήτε τῷ αὐτεξουσίῳ λυμήνηται μήτε φανῇ τι παριδὼν τῆς ἡμῶν ἰατρείας καὶ ἐπανορθώσεως ἕνεκεν. μὴ τοίνυν εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δεξώμεθα, ἀλλ’ ἐμπράκτους αὐτοῦ τὰς εὐεργεσίας δι’ ἐπιστροφῆς καὶ ἔργων ἀγαθῶν ἐπιδείξεως ποιήσωμεν, ὅπως τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν, μεθ’ οὗ τῷ πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.