Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ανδρέας Καισαρείας – Εἰς τὴν Ἀποκάλυψιν

Ανδρέας Καισαρείας

Το εναρκτήριο όραμα και οι Επιστολές προς τις Επτά Εκκλησίες (Λόγοι Α΄-Γ΄)

Ερμηνεία των εισαγωγικών στίχων, της οπτασίας του Υιού του Ανθρώπου και των επιστολών προς τις επτά εκκλησίες της Μικράς Ασίας, με αναφορές στο μυστήριο της Τριαδικής Θεότητος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ανδρέας Καισαρείας

—

Κεφάλαιο 2 από 9

ΛΟΓΟΣ Αʹ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεός, δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει. Ἀποκάλυψις μέν ἐστιν ἡ τῶν κρυπτῶν μυστηρίων δήλωσις καταυγαζομένου τοῦ ἡγεμονικοῦ εἴτε διὰ θείων ὀνειράτων εἴτε καθ’ ὕπαρ ἐκ θείας ἐλλάμψεως. δοθῆναι δὲ τῷ Χριστῷ ταύτην φησὶν ἀνθρωπινώτερον μᾶλλον περὶ αὐτοῦ τὸν λόγον ποιούμενος, ἐπείπερ ἐν τῷ Εὐαγγελίῳ τοῖς ὑψηλοῖς καὶ θεοπρεπέσιν ὑπὲρ πάντας ἐνδιέτριψε. κἀνταῦθα δὲ διὰ τοῦ διακονοῦντος ἀγγέλου καὶ τοῦ τῶν μανθανόντων δούλων ὀνόματος τὸ τῆς θεότητος τοῦ Χριστοῦ ἐμφαίνεται μέγεθος· αὐτοῦ γὰρ δοῦλα τὰ σύμπαντα. τὸ δὲ ἐν τάχει γενέσθαι σημαίνει τό τινα μὲν αὐτῶν παρὰ πόδας γενέσθαι τῆς περὶ αὐτῶν προῤῥήσεως, καὶ τὰ ἐπὶ συντελείᾳ δὲ μὴ βραδύνειν· διότι χίλια ἔτη παρὰ θεῷ ὡς ἡ ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε λελόγισται.

Καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδε καὶ ἅτινά εἰσι καὶ ἅτινα χρὴ γενέσθαι μετὰ ταῦτα. Ὁ Χριστός μοι, φησίν, ὡς δεσπότης ὡς οἰκείῳ δούλῳ δι’ ἀγγέλου ταῦτα δεδήλωκε τὴν εἰς αὐτὸν ὁμολογίαν μαρτυρήσαντι· ἐφ’ ᾧ διὰ τῶν ὁραθέντων διαμαρτύρασθαι καὶ κηρῦξαι πρὸς ἐπιστροφὴν τῶν ἀκουόντων τά τε ὄντα καὶ τοὺς ἀνθρώπους λανθάνοντα τά τε ἔσεσθαι μέλλοντα· προφητικῶς γὰρ ἑώρακεν ἀμφότερα· καὶ δῆλον ἐκ τοῦ εἰρῆσθαι· ἅτινά εἰσι καὶ ἃ χρὴ γενέσθαι. ταῦτα δέ εἰσι παραστατικὰ τοῦ τε ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος.

Μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς. Μακαρίζει τοὺς διὰ τῶν πράξεων ἀναγινώσκοντας καὶ ἀκούοντας. ἐγγὺς γὰρ ὁ παρὼν καιρός, δι’ οὗ τοῦ μακαρισμοῦ τυχεῖν ἔξεστι, καὶ πᾶσιν εἰς ἐργασίαν προκείμενος, ὥς φησιν ὁ κύριος· «ἐργάζεσθε ἕως ἡμέρα ἐστίν». καὶ ἑτέρως δέ· ἐγγὺς ὁ καιρὸς ὁ τῆς τῶν ἐπάθλων διανομῆς διὰ τὴν τοῦ παρόντος βίου σμικρότητα συγκρίσει τοῦ μέλλοντος.

Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων, ἅ ἐστιν ἐνώπιον τοῦ θρόνου αὐτοῦ. Πολλῶν οὐσῶν κατὰ τόπον ἐκκλησιῶν ἑπτὰ μόναις ἐπέστειλε διὰ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ τὸ μυστικὸν τῶν ἁπανταχῇ ἐκκλησιῶν σημαίνων καὶ τῷ παρόντι βίῳ σύστοιχον, ἐν ᾧ ἡ ἑβδοματικὴ τῶν ἡμερῶν περίοδος γίνεται. διὸ καὶ ἑπτὰ ἀγγέλων καὶ ἑπτὰ ἐκκλησιῶν μέμνηται, αἷς φησι· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τῆς τρισυποστάτου θεότητος. διὰ μὲν γὰρ τοῦ «ὁ ὢν» ὁ πατὴρ δηλοῦται ὁ χρηματίσας τῷ Μωϋσῇ· «ἐγώ εἰμι ὁ ὤν», διὰ δὲ τοῦ «ὁ ἦν» ὁ Λόγος, ὃς ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν, διὰ δὲ τοῦ «ὁ ἐρχόμενος» ὁ παράκλητος ὁ ἀεὶ ἐπιφοιτῶν τοῖς τῆς ἐκκλησίας τέκνοις διὰ τοῦ ἁγίου βαπτίσματος, τελεωτέρως δὲ καὶ τρανοτέρως ἐν τῷ μέλλοντι. ἑπτὰ δὲ πνεύματα τοὺς ἑπτὰ ἀγγέλους νοεῖν δυνατὸν τοὺς τῶν ἐκκλησιῶν λαχόντας τὴν κυβέρνησιν· οὐ συναριθμούμενος τῇ θεαρχικωτάτῃ καὶ βασιλίδι τριάδι, ἀλλ’ ὡς δούλους σὺν αὐτῇ μνημονευομένους, ὡς καὶ ὁ θεῖος εἶπεν ἀπόστολος· «διαμαρτύρομαί σε ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων».

ἴσως δὲ καὶ ἑτέρως τοῦτο νοηθήσεται, διὰ μὲν τοῦ «ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος» τοῦ πατρὸς σημαινομένου τοῦ περιέχοντος ἐν ἑαυτῷ πάντων τῶν ὄντων τήν τε ἀρχήν, τά τε μέσα καὶ τὰ τελευταῖα, διὰ δὲ τῶν ἑπτὰ πνευμάτων τῶν ἐνεργειῶν τοῦ ζῳοποιοῦ πνεύματος, διὰ δὲ τοῦ ἑπομένου Χριστοῦ τοῦ θεοῦ τοῦ δι’ ἡμᾶς ἀνθρώπου γενομένου· πολλαχοῦ γὰρ ἀδιαφόρως ἑκάστη θεϊκὴ ὑπόστασις τῷ ἀποστόλῳ προτάττεται καὶ ὑποτάττεται. διὸ κἀνταῦθά φησι·

Καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος ἐκ τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Αὐτὸς γάρ ἐστιν ὁ μαρτυρήσας ἐπὶ Ποντίου Πιλάτου, πιστὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, ὁ ἐκ νεκρῶν πρωτότοκος ὡς ζωὴ καὶ ἀνάστασις· ὧν γὰρ αὐτὸς κατάρχει, οὐκέτι, καθὼς οἱ πρότερον θανόντες καὶ ἀναστάντες, ὄψονται θάνατον, ἀλλ’ αἰωνίως ζήσονται. ἄρχων δὲ τῶν βασιλέων ὡς βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ἰσοσθενὴς τῷ πατρὶ καὶ ὁμοούσιος. καὶ ἑτέρως δὲ ἄρχων τῶν βασιλέων τῆς γῆς, τῶν γηΐνων ἐπιθυμιῶν λέγεται. εἰ δὲ τῷ μακαρίῳ Γρηγορίῳ ἡ χρῆσις αὕτη τοῦ «ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος ὁ παντοκράτωρ» εἰς τὸν Χριστὸν ἐξείληπται, οὐδὲν ἀπεικὸς τὰ μετ’ ὀλίγον ῥηθησόμενα τούτοις ἐμφερῆ λόγια εἰς αὐτὸν ἀναφέρεσθαι, οἷς καὶ «ὁ παντοκράτωρ» πρόσκειται καὶ ἑτέρου προσώπου ἐπεισαγωγὴ ἢ ἐπανάληψις οὐ προστέθειται· ἐνταῦθα γὰρ ἡ ἐπαγωγὴ τοῦ «καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ» τὸν ἐκτεθέντα παρ’ ἡμῶν νοῦν βεβαιοῦν φαίνεται. τῷ γὰρ περὶ μόνου τοῦ θεοῦ Λόγου διαλεγομένῳ καὶ τῆς υἱϊκῆς ὑποστάσεως περισσὸν ἦν ἐπάγειν εὐθύς· «καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ», ἵνα τοῦτον ἐμφάνῃ παρ’ ἐκεῖνον ἕτερον, τῶν θεοπρεπῶν φωνῶν ὁμοτίμως ἐφαρμοζουσῶν ἑκάστῃ θεϊκῇ ὑποστάσει καὶ κοινῇ ταῖς τρισί, πλὴν τῶν ἰδιοτήτων, ἤγουν σχέσεων, ὥς φησιν ὁ θεολόγος Γρηγόριος, καὶ τῆς τοῦ Λόγου ἐνανθρωπήσεως.

καὶ δῆλον ἐξ ὧν τὸν τρισάγιον τῶν σεραφὶμ ὕμνον ἐν μὲν τῷ Εὐαγγελίῳ εἰς τὸν υἱὸν μανθάνομεν λέγεσθαι, ἐν τῇ δημηγορίᾳ τοῦ Παύλου τῇ ἐν ταῖς Πράξεσιν εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἐν δὲ τῇ τῶν φρικτῶν μυστηρίων προσφορᾷ εἰς τὸν πατέρα, πρὸς ὃν τὴν τοιαύτην εὐχὴν εἰθίσμεθα ποιεῖν, καθὼς καὶ τῷ μακαρίῳ Ἐπιφανίῳ εἴρηται ἐν τῷ λόγῳ τῷ Εἰς τὸ πνεῦμα τὸ ἅγιον. καὶ ταῦτα μὲν πρὸς τὸ δεῖξαι μὴ ἐναντιοῦσθαι ταῖς πατρικαῖς φωναῖς τὴν ἡμετέραν ὑπόληψιν· ἡμεῖς δὲ σὺν θεῷ τῆς ἀκολουθίας ἐχόμεθα.

Τῷ ἀγαπήσαντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ, καὶ ἐποίησεν ἡμᾶς βασιλεῖς καὶ ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Τούτῳ, φησίν, ἡ δόξα πρέπει τῷ δι’ ἀγάπην τῶν δεσμῶν τοῦ θανάτου ἡμᾶς λύσαντι καὶ τῶν τῆς ἁμαρτίας κηλίδων λούσαντι τῇ ἐκχύσει τοῦ ζῳοποιοῦ αὐτοῦ αἵματος καὶ ὕδατος καὶ ποιήσαντι ἡμᾶς βασίλειον ἱεράτευμα, ἀντὶ ἀλόγων θυσιῶν θυσίαν ζῶσαν τὴν λογικὴν λατρείαν τῷ πατρὶ προσφέροντας.

Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψονται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν. Ὁ ἐνταῦθα, φησίν, ὡς ἀμνὸς σφαγιασθεὶς ἐν τῇ πατρικῇ δόξῃ κριτὴς ἐπὶ τῶν νεφελῶν ἐλεύσεται, εἴτε ἀσωμάτων νοουμένων διὰ τῶν νεφελῶν δυνάμεων, εἴτε καὶ τοιούτων οἵαπερ αὐτὸν ἐν τῷ Θαβωρίῳ ὄρει σὺν τοῖς ἁγίοις μαθηταῖς ἐκάλυψεν. ἐρχόμενον δὲ αὐτὸν μετὰ δόξης πᾶς μὲν ὀφθαλμὸς ὄψεται. οἱ δὲ ἐκκεντήσαντες καὶ πᾶσαι αἱ τῆς γῆς φυλαὶ αἱ τῇ ἀπιστίᾳ ἐμμείνασαι κόψονται. «ναί, ἀμὴν» ἀντὶ τοῦ «πάντως»· διὸ τὸν αὐτὸν νοῦν τῇ τε Ἑλληνίδι τῇ τε Ἑβραΐδι γλώττῃ ἐσήμανε· τὸ γὰρ «ἀμὴν» ἑρμηνεύεται «γένοιτο».

Ἐγώ εἰμι τὸ α καὶ τὸ ω, ἀρχὴ καὶ τέλος, λέγει κύριος ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. Ὁ Χριστὸς ἐνταῦθα δηλοῦται ἅτε θεὸς καὶ κρατῶν τῶν ἁπάντων, ἄναρχός τε ὁμοῦ καὶ ἀτελεύτητος, ὢν καὶ προὼν καὶ πέρας οὐκ ἔχων, ὡς πατρὶ συναΐδιος καὶ διὰ τοῦτο ἀποδώσων ἑκάστῳ τῶν πεπραγμένων τὰ ἐπίχειρα.

Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ ἐν τῇ βασιλείᾳ καὶ ὑπομονῇ Ἰησοῦ Χριστοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν Ἰησοῦ. Ἅτε ἀδελφὸς ὑμῶν, φησίν, ὢν καὶ συγκοινωνὸς ἐν ταῖς διὰ Χριστὸν θλίψεσιν εἰκότως τὸ ἀξιόπιστον παρ’ ὑμῖν κέκτημαι· διὰ γὰρ τὴν μαρτυρίαν Ἰησοῦ Πάτμον οἰκεῖν τὴν νῆσον καταδικασθεὶς ἀπαγγελῶ ὑμῖν τὰ ἑωραμένα μοι ἐν αὐτῇ μυστήρια.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Ὀπτασία ἐν ᾗ τὸν κύριον ἐθεάσατο ἐν μέσῳ ἑπτὰ λυχνιῶν χρυσῶν ἐνδεδυμένον ποδήρη. Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος λεγούσης· ἐγώ εἰμι τὸ α καὶ τὸ ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος· καὶ ὃ βλέπεις, γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδελφίαν καὶ εἰς Λαοδίκειαν.

Πνεύματι ἁγίῳ γενόμενος κάτοχος καὶ πνευματικὸν οὖς κτησάμενος ἐν τῇ κυριακῇ ἡμέρᾳ, κἂν τούτῳ τιμηθείσῃ διὰ τὴν ἀνάστασιν, φωνῆς ἤκουσε σάλπιγγι ἐοικυίας διὰ τὸ μεγαλόφωνον—εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς—, δηλούσης τὸ τοῦ θεοῦ ἄναρχόν τε καὶ ἀτελεύτητον τὸ διὰ τοῦ α καὶ τοῦ ω δηλούμενον· ἐξ ἧς ἐντέταλται τὰ ὁραθέντα ταῖς ἑπτὰ ἐκκλησίαις διαπέμψασθαι, διὰ τὸν προλεχθέντα ἑβδοματικὸν ἀριθμὸν τὸν εἰς τὸν σαββατισμὸν καταντῶντα τοῦ αἰῶνος τοῦ μέλλοντος. διὸ καὶ ἑπτὰ οὐρανοὺς καὶ ἑπτὰ ἀγγέλους τῶν λοιπῶν προὔχοντας θεόθεν δεδημιουργῆσθαι ὁ μέγας Εἰρηναῖος γεγράφηκεν.

Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνήν, ἥτις ἐλάλησε μετ’ ἐμοῦ. καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, καὶ ἐν μέσῳ τῶν λυχνιῶν ὅμοιον υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν.

Ὅτι οὐκ ἦν αἰσθητὴ ἡ φωνή, δηλοῖ λέγων· «ἐπέστρεψα» οὐ τοῦ ἀκοῦσαι, ἀλλὰ τοῦ «βλέπειν τὴν φωνήν»· ταὐτὸν γάρ ἐστιν ἡ πνευματικὴ ἀκοή τε καὶ ὅρασις. ἐπιστρέψας δέ, φησίν, εἶδον ἑπτὰ λυχνίας—ἃς παρακατιὼν τὰς ἐκκλησίας ἐνόησε—καὶ ἐν μέσῳ αὐτῶν τὸν Χριστὸν ὅμοιον ἀνθρώπῳ, διὰ τὸ καὶ θεὸν αὐτὸν εἶναι καὶ οὐ ψιλὸν ἄνθρωπον, ἐνδεδυμένον δὲ ποδήρη, ὡς ἀρχιερέα τῶν ἄνω κατὰ τὴν τάξιν Μελχισεδέκ, ζώνην δὲ χρυσῆν περιεζωσμένον, οὐκ ἐν τῇ ὀσφύι, ὥσπερ οἱ λοιποὶ ἄνθρωποι, πρὸς ἐποχὴν τῶν ἡδονῶν—ταύταις γὰρ ἡ θεία σὰρξ ἀνεπίβατος—, ἀλλ’ ἐν τῷ στήθει πρὸς τοῖς μαζοῖς, ὅπως καὶ τὸ ἄσχετον τῆς δικαίας θείας ὀργῆς φιλανθρωπίᾳ συνέχηται καὶ ἡ τὰς δύο διαθήκας, ἤγουν τοὺς δεσποτικοὺς μαζοὺς ζωννύουσα δειχθῇ ἀλήθεια, δι’ ὧν οἱ πιστοὶ τρέφονται. χρυσῆ δὲ ἡ ζώνη διὰ τὸ τίμιον καὶ καθαρὸν καὶ ἀκίβδηλον.

Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡσεὶ ἔριον λευκὸν ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός. Εἰ γὰρ καὶ πρόσφατος δι’ ἡμᾶς, ἀλλ’ ἀρχαῖος, μᾶλλον δὲ προαιώνιος· τούτου γὰρ ἡ λευκὴ θρὶξ σύμβολον. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, τοὺς μὲν ἁγίους φωτίζοντες, τοὺς δὲ βεβήλους φλογίζοντες.

Καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι. Τοὺς πόδας καὶ ὁ θεῖος Γρηγόριος τὴν μετὰ σαρκὸς οἰκονομίαν ἐνόησε· πόδες γὰρ αὐτοῦ τῇ θεότητι ἐπιβάντες τὴν ἡμετέραν σωτηρίαν κατειργάσαντο. πόδες δὲ καὶ οἱ θεμέλιοι τῆς ἐκκλησίας. ὅμοιοι δὲ χαλκολιβάνῳ, ὅν φασιν ἰατροὶ εὐώδη εἶναι θυμιώμενον, τὸν παρ’ αὐτοῖς καλούμενον ἄῤῥενα λίβανον. ἢ καὶ ἑτέρως· χαλκοῦ μὲν τῆς ἀνθρωπίνης, λιβάνου δὲ τῆς θείας νοουμένης φύσεως, δι’ ὧν δείκνυται καὶ τὸ εὐῶδες τῆς πίστεως καὶ τὸ ἀσύγχυτον τῆς ἑνώσεως· ἢ τοῦ χαλκοῦ δηλοῦντος τὸ τοῦ κηρύγματος εὔηχον, τοῦ δὲ λιβάνου τὴν τῶν ἐθνῶν ἐπιστροφήν, ὅθεν ἡ νύμφη ἔρχεσθαι κελεύεται. πόδες δὲ τοῦ Χριστοῦ καὶ οἱ ἀπόστολοι, τῇ καμίνῳ τῶν πειρασμῶν πυρωθέντες κατὰ τὴν τοῦ διδασκάλου μίμησιν.

Καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν. Εἰκότως. κοινὴ γὰρ ἡ φωνὴ αὐτοῦ τε καὶ τοῦ πνεύματος, οὗ ποταμοὶ ἐκ τῆς κοιλίας τῶν πιστῶν ζῶντος ὕδατος ἔῤῥευσαν καὶ εἰς πᾶσαν τὴν γῆν διαπρύσιον ἤχησαν. Καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.

Ἀστέρας ἑπτὰ παρακατιὼν τοὺς τῶν ἐκκλησιῶν φησιν ἀγγέλους. ῥομφαίαν δὲ δίστομον τὴν κατὰ τῶν ἀσεβῶν φησιν ἀπόφασιν τὴν τομωτέραν ὑπὲρ πᾶσαν μάχαιραν δίστομον ἢ καὶ τὴν περιτέμνουσαν μάχαιραν τοῦ πνεύματος τὸν ἐντὸς ἡμῶν ἄνθρωπον. τὸ δὲ πρόσωπον αὐτοῦ φαίνει ὡς ὁ ἥλιος, οὐκ αἰσθητὴν τὴν αἴγλην, ἀλλὰ νοητήν. ἥλιος γάρ ἐστι δικαιοσύνης τῇ οἰκείᾳ δυνάμει καὶ ἐξουσίᾳ καταυγάζων, οὐ καθὼς ὁ αἰσθητὸς ἥλιος, ἅτε κτίσμα, θεοσδότῳ δυνάμει καὶ θείῳ προστάγματι.

Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἐπέθηκε τὴν δεξιὰν αὐτοῦ χεῖρα ἐπ’ ἐμέ, λέγων· μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός· καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ταὐτὸν πεπονθότα τὸν ἀπόστολον Ἰησοῦ τῷ τοῦ Ναυὴ καὶ Δανιὴλ διὰ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως ἀνέῤῥωσεν ὁ Χριστὸς φήσας αὐτῷ· μὴ φοβοῦ· οὐ γὰρ θανατῶσαί σε παραγέγονα, ὅσγε ἄναρχος ὢν καὶ ἀτελεύτητος δι’ ὑμᾶς νεκρὸς γέγονα.

Καὶ ἔχω τὰς κλεῖς τοῦ ᾅδου καὶ τοῦ θανάτου. Ἀντὶ τοῦ τὴν ἐξουσίαν τοῦ σωματικοῦ καὶ ψυχικοῦ θανάτου. Γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶ καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα. τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων, οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι, καὶ αἱ ἑπτὰ λυχνίαι ἃς εἶδες ἑπτὰ ἐκκλησίαι εἰσίν.

Ἐπειδήπερ φῶς ἀληθινὸν ὁ Χριστός, τούτου χάριν λύχνοι οἱ τὸν αὐτοῦ πλουτοῦντες φωτισμόν, ὡς τὴν νύκτα τοῦ παρόντος βίου καταλάμποντες. λυχνίαι δὲ εἰκότως αἱ ἐκκλησίαι ὀνομάζονται, ὡς τοὺς φωστῆρας ἔχουσαι, τοὺς «λόγον ζωῆς ἐπέχοντας» κατὰ τὸν ἀπόστολον. χρυσοῖ δὲ οἵ τε λύχνοι καὶ αἱ λυχνίαι διὰ τὸ τίμιον καὶ ἀκίβδηλον τῆς ἐν αὐτοῖς πίστεως. τούτων ἑκάστῃ ἄγγελος φύλαξ ἐφέστηκε, καθώς φησιν ὁ κύριος. καὶ ὁ θεολόγος δὲ Γρηγόριος τὸ παρὸν νενόηκε κεφάλαιον· οὓς τροπικῶς ἀστέρας διὰ τὸ φωτεινὸν καὶ καθαρὸν τῆς φύσεως ὠνόμασεν.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. Τὰ γεγραμμένα πρὸς τὸν τῆς Ἐφεσίων ἐκκλησίας ἄγγελον. Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν.

Διὰ τοῦ ἀγγέλου τῇ ἐκκλησίᾳ διαλέγεται, ὥσπερ ἄν τις διὰ παιδαγωγοῦ τῷ παιδαγωγουμένῳ. οἰκειοῦσθαι γὰρ ὁ διδάσκαλος τὰ τοῦ μαθητοῦ πέφυκεν, εἴτε ἐγκλήματα, εἴτε κατορθώματα, ἅτε σπεύδων ἐξομοιοῦν ἑαυτῷ τὸν διδασκόμενον. εἰκὸς δὲ διὰ τῶν ἑπτὰ ἀστέρων, ἤγουν ἀγγέλων, τῶν ἐν τοῖς εἰρημένοις Εἰρηναίῳ καὶ Ἐπιφανίῳ τοῖς μακαρίοις ἑπτὰ οὐρανοῖς λογικῶν τάξεων δηλοῦσθαι τὴν διακόσμησιν ἐν τῇ δεξιᾷ τοῦ Χριστοῦ κειμένην, ἐν ᾗ καὶ τὰ τῆς γῆς πέρατα, τοῦ καὶ ἐν μέσῳ τῶν ἐκκλησιῶν περιπατοῦντος κατὰ τὴν οἰκείαν ὑπόσχεσιν.

Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάξαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι, καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις διὰ τὸ ὄνομά μου καὶ οὐκ ἐκοπίασας. ἀλλ’ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. μνημόνευε οὖν πόθεν ἐκπέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον.

Ἐν δυσὶ τὴν ἐκκλησίαν ἀποδεχόμενος ἐν ἑνὶ ταύτην καταμέμφεται· ὃ καὶ μέσον τέθεικεν τὰ κατορθώματα θεὶς ἑκατέρωθεν. τὸν μὲν κόπον καὶ τὴν ὑπὲρ τῆς πίστεως ὑπομονὴν καὶ τὴν πρὸς τοὺς κακοὺς ἀλλοτρίωσιν αὐτῆς ἐπῄνεσεν, ὅτι τε μὴ παντὶ πιστεύσασα πνεύματι ἐπείρασε τοὺς ψευδαποστόλους καὶ γνοῦσα ψευδεῖς αὐτοὺς ἀπεπέμψατο· πρὸς δὲ τούτῳ, ὅτι καὶ τὰ ἔργα τῶν αἰσχρουργῶν Νικολαϊτῶν μεμίσηκεν. ἐπεμέμψατο δὲ ὅτι τὴν πρὸς τοὺς πλησίον ἀγάπην καὶ εὐποιίαν ἐχλίανε, πρὸς ἣν αὐτὴν διὰ τῶν ἑξῆς ἀνεκαλέσατο· δι’ ὧν φησι· τὰ πρότερα ἔργα ποίησον.

Εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. Κίνησις ἐκκλησίας ἐστὶν ἡ τῆς θείας χάριτος γύμνωσις, δι’ ἧς ἐν σάλῳ καὶ κλύδωνι ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων καὶ τῶν ὑπουργούντων αὐτοῖς πονηρῶν ἀνθρώπων καθίσταται. τινὲς δὲ τὴν τῆς λυχνίας κίνησιν τὸν ἀρχιερατικὸν τῆς Ἐφέσου θρόνον, ὡς ἐν τῇ βασιλίδι μετατεθέντα ἐνόησαν. τὰ δὲ ἔργα τῶν Νικολαϊτῶν ὅπως εἰσὶ τῷ θεῷ μισητά, ἐντυχών τις τῇ βδελυρᾷ αὐτῶν αἱρέσει γνώσεται.

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου τοῦ θεοῦ. Σαρκικὸν μὲν οὖς πᾶς ἄνθρωπος, πνευματικὸν δὲ ὁ πνευματικὸς μόνος κέκτηται, ὃ τῷ Ἡσαΐᾳ προστέθειται. τῷ δὲ τοιούτῳ νικῶντι τὸν πρὸς τοὺς δαίμονας πόλεμον δώσειν ἐπήγγελται φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, τουτέστι μετασχεῖν τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν. περιφραστικῶς γὰρ διὰ τοῦ ξύλου δηλοῦται ἡ ζωὴ ἡ αἰώνιος. ὧν ἑκάτερον ὁ Χριστός ἐστιν, ὥς φησι Σολομὼν καὶ ὁ παρὼν ἀπόστολος ἑτέρωθι, ὁ μὲν περὶ τῆς σοφίας λέγων· «ξύλον ζωῆς ἐστιν», ὁ δὲ ὡσαύτως περὶ τοῦ Χριστοῦ· «αὐτός ἐστιν ὁ θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος». εἰ τοίνυν ἐκείνων τυχεῖν ἐφιέμεθα, τὴν κατὰ τῶν παθῶν νίκην κατορθώσωμεν. τοῖς γὰρ πόνοις αἱ ἀμοιβαὶ πάντως ἕψονται χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ Βʹ. ΚΕΦΑΛΑΙΟΝ Δʹ. Τὰ δηλωθέντα τῷ τῆς Σμυρναίων ἐκκλησίας ἀγγέλῳ. Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν. Πρῶτος ὡς θεός, ἔσχατος ὡς ἐπ’ ἐσχάτων τῶν καιρῶν γεγονὼς ἄνθρωπος καὶ διὰ τῆς τριημέρου νεκρώσεως ἀνοίξας ἡμῖν τὴν ζωὴν τὴν αἰώνιον.

Οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ. Θλῖψιν καὶ πτωχείαν ἐν τοῖς σαρκικοῖς ἣν ὑπομένεις δι’ ἐμὲ μαστιζόμενος ὑπὸ τῶν ἀπίστων καὶ τῶν ὑπαρχόντων στερούμενος, πλούσιος δὲ ἐν τοῖς πνευματικοῖς εἶ, ἔχων τὸν θησαυρὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ τῆς καρδίας σου.

Καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ. Κατὰ κοινοῦ τὸ «οἶδα». καὶ τὴν βλασφημίαν τῆς συναγωγῆς τοῦ σατανᾶ, φησίν, ἐπίσταμαι, ὅτι οὔκ εἰσιν ὃ λέγονται· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ·

Ἰούδας γάρ ἐστιν ἐξομολόγησις. Μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακήν, ἵνα πειρασθῆτε, καὶ ἔχετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.

Μὴ φοβεῖσθε, φησί, τὴν ἐκ τῶν θεομάχων διὰ μαστίγων καὶ πειρασμῶν θλῖψιν. δεκαήμερος γὰρ αὕτη, καὶ οὐ μακρόβιος· διὸ καταφρονητέος ὁ θάνατος, ὡς ἐν ὀλίγῳ προξενῶν στέφανον ζωῆς ἀμάραντον. Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις· ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

Ὁ πνευματικῶς, φησίν, ἀκούων καὶ νικῶν τὰς διαβολικὰς ὑποσποράς, εἰ καὶ τὸν πρῶτον διὰ σαρκὸς ὑποστῇ θάνατον, ὑπὸ τοῦ δευτέρου τῆς γεέννης οὐκ ἀδικηθήσεται.

ΚΕΦΑΛΑΙΟΝ Εʹ. Τὰ δηλωθέντα τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας. Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ σατανᾶ.

Κατείδωλος ἦν αὕτη ἡ πόλις, πρὸς ἣν ταῦτά φησι, τοὺς ἐν αὐτῇ πιστοὺς δι’ ὑπομονὴν πειρασμῶν ἀποδεχόμενος. ῥομφαίαν δὲ δίστομον ἢ τὸν εὐαγγελικὸν λόγον φησὶ τὸν τὴν καρδίαν περιτέμνοντα καὶ τοὺς πιστοὺς ἐκ τῶν ἀπίστων μερίζοντα ἢ τὴν κατὰ τῶν ἀσεβῶν ἀπότομον ἀπόφασιν.

Καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου ὁ πιστός, ὅτι πᾶς μάρτυς πιστός, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου ὁ σατανᾶς κατοικεῖ. Ἀντίπας τοὔνομα μάρτυς ἐν Περγάμῳ γέγονεν ἀνδρειότατος, οὗπερ ἀνέγνων τὸ μαρτύριον· οὗ νῦν ὁ εὐαγγελιστὴς πρὸς ἔνδειξιν τῆς τε ἐκείνων ὑπομονῆς, τῆς τε τῶν πεπλανημένων ὠμότητος ἐμνημόνευσεν.

Ἀλλ’ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν ἐν τῷ Βαλαὰμ τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως ὃ μισῶ.

Δύο χαλεπά, ὡς ἔοικεν, αὕτη ἡ πόλις ἐκέκτητο, τοὺς μὲν πλείονας Ἕλληνας, ἐξ αὐτῶν δὲ τῶν πιστῶν ὠνομασμένων τοὺς αἰσχρουργοὺς Νικολαῗτας ἐπισπαρέντας τῷ σίτῳ πονηρὰ ζιζάνια. διὸ καὶ τοῦ Βαλαὰμ ἐμνημόνευσε φήσας· ὃς ἐδίδασκεν ἐν τῷ Βαλαὰμ τὸν Βαλάκ. δηλοῖ δὲ διὰ τούτων τὸν νοητὸν Βαλαάμ, τὸν διάβολον, ἐν τῷ αἰσθητῷ τὸν Βαλὰκ διδάξαι τὸ κατὰ τῶν Ἰσραηλιτῶν σκάνδαλον, πορνείαν καὶ εἰδωλολατρείαν. τῇ γὰρ ἐκείνης ἡδονῇ εἰς ταύτην τῷ Βεελφεγὼρ τελεσθέντες κατεκυλίσθησαν.

Μετανόησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ’ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. Καὶ ἐν τῇ ἀπειλῇ ἡ φιλανθρωπία. οὐ γὰρ «μετὰ σοῦ», φησίν, ἀλλὰ «μετ’ ἐκείνων πολεμήσω», τῶν νοσούντων ἀνίατα.

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις· τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.

Μάννα κεκρυμμένον ὁ ἄρτος τῆς ζωῆς ὁ οὐρανόθεν δι’ ἡμᾶς κατελθὼν καὶ βρώσιμος γενόμενος. τροπικῶς δὲ καὶ τὰ μέλλοντα ἀγαθὰ μάννα λέγεται, ἅτε οὐρανόθεν κατερχόμενα, ὅθεν καὶ ἡ ἄνω Ἰερουσαλήμ. τούτων οἱ νικῶντες τὸν διάβολον, φησί, τεύξονται. λήψονται δὲ καὶ ψῆφον λευκήν, τουτέστι νικῶσαν, τῆς δεξιᾶς μοίρας ἀξιούμενοι, καὶ ὄνομα καινὸν τῇ παρούσῃ ζωῇ ἀγνοούμενον· ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ νοῦς οὐ κατέλαβε τὰ ἀγαθὰ τὰ μέλλοντα καὶ τὸ καινὸν ὄνομα, ὃ οἱ ἄγιοι κληρονομήσουσιν.

ΚΕΦΑΛΑΙΟΝ Ϛʹ. Τὰ δηλωθέντα τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας. Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ.

Εἴρηται τὸ τῶν ὀφθαλμῶν πυρῶδες τὸ φωτιστικὸν τῶν δικαίων καὶ τὸ καυστικὸν δηλοῦν τῶν ἁμαρτωλῶν· τοὺς δὲ πόδας καὶ τὸν χαλκολίβανον σημαίνειν τὴν Χριστοῦ ἐν τοῖς σῳζομένοις εὐωδίαν τοῦ νοητοῦ μύρου, καὶ τὴν ἄτμητον καὶ ἀσύγχυτον ἕνωσιν θεότητός τε καὶ ἀνθρωπότητος· αὕτη γὰρ ὡς πεπυρακτωμένη τῷ θείῳ πνεύματι τοῖς ἀνθρωπίνοις λογισμοῖς ἐστιν ἀψηλάφητος.

Οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων. ἀλλ’ ἔχω κατὰ σοῦ πολύ, ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ τὴν λέγουσαν ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.

Εἰ γὰρ καὶ διὰ τὴν πίστιν καὶ τὴν περὶ τοὺς δεομένους διακονίαν τὸ εὐλαβὲς ὑμῶν καὶ ὑπομονητικὸν ἀποδέχομαι, ἀλλὰ δικαίως ὑμῖν ἐπιμέμφομαι, ὅτι τὴν τῶν Νικολαϊτῶν αἵρεσιν, τὴν τρανικῶς ὠνομασμένην Ἰεζάβελ διὰ τὴν δυσσέβειαν καὶ ἀσέλγειαν, ἀφήκατε παῤῥησιάζεσθαι, ὥστε τοῖς δούλοις μου δι’ ἁπλότητα γνώμης παρέχειν σκάνδαλον καὶ ἕλκειν αὐτοὺς εἰς εἰδωλόθυτα, οἷς καλῶς ἀπετάξαντο. ταύτην δὲ ἐπιστομίζειν ὀφείλετε, ὅτι καὶ προφῆτις εἶναι ὑποκρίνεται ὑπὸ πονηροῦ ἐνεργουμένη πνεύματος.

Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ ἐκ τῆς πορνείας αὐτῆς. Ἡ δὲ πονηρά, φησίν, αἵρεσις καιρὸν λαβοῦσα εἰς μετάνοιαν καλῶς τούτῳ οὐκ ἐχρήσατο. Ἰδού, βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ’ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῶν. καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ.

Τῇ τροπῇ ἐπέμεινε καὶ μοιχαλίδι τὴν συστροφὴν τῶν αἱρετικῶν παρεικάσας ἀπειλεῖ ταύτην τε ἀσθενείᾳ καὶ θανάτῳ περιβαλεῖν καὶ τοὺς αὐτῇ συμφθειρομένους καὶ ἐκ θεοῦ πορνεύοντας, εἰ μὴ διὰ μετανοίας πρὸς αὐτὸν ἐπιστρέψωσιν.

Καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι, ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ σατανᾶ, ὡς λέγουσιν· οὐ βάλλω ἐφ’ ὑμᾶς ἄλλο βάρος· πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω.

Ταῦτα μὲν πρὸς τοὺς ἠπατημένους αἱρετικοὺς καὶ ἀπατῶντας ἑτέρους· πρὸς δὲ τοὺς ἁπλουστέρους φησίν· ἐπείπερ πρὸς τοὺς οὕτω πονηροὺς καὶ εὑρεσιλόγους ἀντέχειν δι’ ἁπλότητα τρόπων οὐ δύνασθε, ἅτε τὰ βάθη τοῦ σατανᾶ μὴ ἐγνωκότες, ὡς λέγετε, οὐ ζητῶ παρ’ ὑμῶν τὴν διὰ λόγων μάχην, ἀλλὰ τὴν φυλακὴν τῆς διδαχῆς ἣν παρελάβετε, ἄχρις ἂν ἐντεῦθεν ὑμᾶς προσλήψωμαι.

Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν· καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου. Τῷ ποιοῦντι, φησί, τὰ ἔργα μου, δώσω ἐξουσίαν ἐπάνω πέντε ἢ δέκα πόλεων, ὡς ἐν τῷ Εὐαγγελίῳ εἴρηκεν. ἢ διὰ τούτου καὶ τὴν τῶν ἀπίστων κρίσιν αἰνίττεται, δι’ ἧς οἱ πεπλανημένοι, ὡς ἐν ῥάβδῳ ποιμαινόμενοι, συντριβήσονται ὑπὸ τῶν ἐν αὐτοῖς τῷ Χριστῷ πιστευσάντων κρινόμενοι, καθὼς εἶπεν ὁ κύριος· «ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην». τὸ δὲ «ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου» ἀνθρώπινον διὰ τὴν τῆς σαρκὸς πρόσληψιν.

Καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρώϊνον. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ἀστέρα πρώϊνον ἢ ἐκεῖνόν φησι, περὶ οὗ Ἡσαΐας ἔλεγε· «πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;», ὃν δώσειν συντετριμμένον ὑπὸ τοὺς πόδας τῶν ἁγίων ἐπήγγελται, ἢ τὸν ὑπὸ τοῦ μακαρίου Πέτρου λεχθέντα φωσφόρον ἐν ταῖς καρδίαις τῶν πιστῶν ἀνατέλλοντα, τὸν Χριστοῦ φωτισμὸν εὔδηλον. καὶ ὁ βαπτιστὴς δὲ Ἰωάννης καὶ ὁ Θεσβίτης Ἠλίας φωσφόρος προσηγόρευται· ὁ μὲν γὰρ τῆς πρώτης ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης, ὁ δὲ τῆς δευτέρας νοεῖται πρόδρομος. μεθ’ ὧν ἕξειν τὸ μέρος τοὺς νικητὰς τοῦ διαβόλου πιστεύομεν. οὐ θαυμαστὸν δὲ εἰ ἐπὶ τῶν σφόδρα ἀντικειμένων ἀλλήλοις τοῦτο ἐξελάβομεν. λεόντα γὰρ ἐξ Ἰούδα τὸν Χριστὸν καὶ ἐκ Βασὰν τὸν ἀντίχριστον ἐκ τῆς θείας γραφῆς μανθάνομεν, καθ’ ἕτερον καὶ ἕτερον σημαινόμενον. νοεῖται δὲ καὶ ἡ τῆς μελλούσης ἡμέρας ἀνατολή, ᾗ τὸ σκότος τοῦ παρόντος βίου καλυφθήσεται, καὶ ὁ ταύτην δὲ εὐαγγελιζόμενος ἄγγελος. προπορεύεται γὰρ αὕτη τοῦ τῆς δικαιοσύνης ἡλίου ἐπιφανησομένου τοῖς ἁγίοις καὶ τὴν ἀχλὺν τοῦ παρόντος βίου διασκεδάσοντος, οὗ ταῖς ἀκτῖσι καὶ ἡμεῖς περιλαμφθείημεν εὐδοκίᾳ τοῦ πατρὸς σὺν τῷ παναγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ΛΟΓΟΣ Γʹ. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Τὰ δηλωθέντα τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας. Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.

Ἑπτὰ ἀστέρας θείους ἀγγέλους προέφημεν καὶ ἑπτὰ πνεύματα ἢ τούτους αὐτοὺς ἢ τὰς ἐνεργείας τοῦ ζῳοποιοῦ πνεύματος, ἅπερ ἀμφότερα ἐν τῇ χειρὶ τοῦ Χριστοῦ εἰσιν. τῶν μὲν γὰρ ὡς δεσπότης κρατεῖ, τοῦ δὲ πνεύματός ἐστι χορηγός, ὡς ὁμοούσιος. ἐπιπλήττει δὲ τῇ ἐκκλησίᾳ, ὡς ψιλὸν ὄνομα ζώσης ἐχούσῃ πίστεως, νενεκρωμένῃ δὲ ἐξ ἀγαθῶν πράξεων.

Γίνου γρηγορῶν καὶ στήριξον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ. Τὸν ὕπνον, φησί, τῆς ῥᾳθυμίας ἀποτίναξαι καὶ τὰ μέλη σου τὰ ἀποθνῄσκειν τελείως δι’ ἀπιστίας μέλλοντα στήριξον· οὐ γὰρ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἔργων στεφανοῖ τὸν ἐργάτην, ἀλλὰ τὸ πλήρωμα.

Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει καὶ μετανόησον. Τὴν παράδοσιν ἣν ἐκ τῶν ἀποστόλων παρείληφας, τήρησον καὶ ἐπὶ τῇ ῥᾳθυμίᾳ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ.

Εἰκότως· ὅ τε γὰρ ἑκάστου θάνατος ἥ τε κοινὴ συντέλεια πᾶσιν ἄγνωστος, τοῖς μὲν παρεσκευασμένοις πόνων ἀνάπαυσις, τοῖς δὲ ἀπαρασκευάστοις κλέπτης ψυχικὸν ἐπάγων θάνατον. Ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν οἳ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσι μετ’ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.

Τοῦτο, φησί, καλὸν κέκτησαι ἔχουσά τινας τοὺς τὸ ἱμάτιον τῆς σαρκὸς ῥυπαραῖς πράξεσι μὴ μιάναντας, οἳ μετ’ ἐμοῦ ἐν τῇ παλιγγενεσίᾳ λαμπροφορήσουσιν, ὡς τηρήσαντες ἄσπιλον τὸ τῆς ἀφθαρσίας ἔνδυμα. Ὁ νικῶν, οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Ὁ τὴν προλεχθεῖσαν, φησί, νίκην νικῶν τοῖς τῶν οἰκείων ἀρετῶν ἱματίοις λάμψει ὡς ὁ ἥλιος καὶ τὸ ὄνομα αὐτοῦ ἐν τῇ τῶν ζώντων βίβλῳ ἔσται ἀνεξάλειπτον. ὁμολογηθήσεται δὲ ἐπὶ τοῦ πατρός μου καὶ τῶν ἁγίων δυνάμεων, ὥσπερ καὶ οἱ καλλίνικοι μάρτυρες, καθώς φησιν ἐν τῷ Εὐαγγελίῳ λάμψειν τοὺς δικαίους ὡς τὸν ἥλιον.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Τὰ δηλωθέντα τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας. Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει.

Κλεὶς τοῦ Δαυὶδ ἡ βασιλεία αὐτοῦ κέκληται· ἐξουσίας γὰρ αὕτη σύμβολον. κλεὶς δὲ πάλιν τῆς τε ψαλμικῆς βίβλου καὶ πάσης προφητείας τὸ πνεῦμα τὸ ἅγιον, δι’ οὗ οἱ θησαυροὶ τῆς γνώσεως ἀνοίγονται. καὶ τὴν μὲν πρώτην κατὰ τὸ ἀνθρώπινον δέχεται, τὴν δὲ δευτέραν ἔχει κατὰ τὸ ἄναρχον τῆς θεότητος. ἐπεὶ δὲ ἔν τισι τῶν ἀντιγράφων ἀντὶ τοῦ «Δαυὶδ» «ᾅδου» γέγραπται, διὰ τῆς τοῦ ᾅδου κλειδὸς ἡ ἐξουσία τῆς ζωῆς καὶ τοῦ θανάτου τῷ Χριστῷ προσμεμαρτύρηται· ἅγιος δὲ καὶ ἀληθινὸς ὡς αὐτοαγιωσύνη καὶ αὐτοουσιώδης ἀλήθεια.

Οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν· ὅτι μικρὰν ἔχεις δύναμιν καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. Ἐκ τῶν γεγραμμένων μικρὰν μὲν τῷ μεγέθει τὴν πόλιν ταύτην, μεγάλην δὲ τῇ πίστει μανθάνομεν· διό φησιν αὐτῇ· οἶδά σου τὰ ἔργα, τουτέστιν ἀποδέχομαι, ὥσπερ καὶ τῷ Μωϋσῇ λέγει· «οἶδά σε παρὰ πάντας». καὶ θύραν ἐνώπιόν σου τοῦ διδασκαλικοῦ κηρύγματος ἤνοιξα κλεισθῆναι διὰ πειρασμῶν μὴ δυναμένην· τῇ προθέσει γὰρ ἀρκοῦμαι καὶ οὐκ ἀπαιτῶ τὰ ὑπὲρ δύναμιν.

Ἰδοὺ δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται. καὶ ποιήσω αὐτοὺς ἵνα ἥξωσι καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.

Ἕξεις, φησί, μισθὸν τῆς ὁμολογίας τοῦ ἐμοῦ ὀνόματος τὴν τῶν Ἰουδαίων ἐπιστροφήν τε καὶ μετάνοιαν, οἳ προσπεσοῦνται τοῖς ποσί σου, τὴν πρὸς ἐμὲ προσαγωγὴν καὶ τὸν ἐξ ἐμοῦ φωτισμὸν αἰτούμενοι καὶ ἐν τῷ κρυπτῷ τῆς καρδίας, οὐκ ἐν τῷ φανερῷ λοιπὸν ἰουδαΐζοντες.

Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.

Τὴν ὥραν τοῦ πειρασμοῦ εἴτε ὡς αὐτίκα μάλα παρεσομένην τὴν τῶν ἀσεβῶς τῆς Ῥώμης τὸ τηνικαῦτα βασιλευσάντων κατὰ Χριστιανῶν δίωξιν εἴρηκεν, ἧς λυτροῦσθαι αὐτὴν ἐπαγγέλλεται, ἢ τὴν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος παγκόσμιον κατὰ τῶν πιστῶν τοῦ ἀντιχρίστου κίνησιν. ἧς ἐλευθεροῦν τοὺς ζηλωτὰς αὐτῆς ὑπισχνεῖται, προαναρπαζομένους διὰ τῆς ἐντεῦθεν ἀναλύσεως, ἵνα μὴ πειρασθῶσιν ὑπὲρ ὃ δύνανται. καλῶς δέ φησιν· ἔρχομαι ταχύ· μετὰ γὰρ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων εὐθέως, ὥς φησιν, ὁ κύριος ἐλεύσεται· διὸ παρεγγυᾷ κρατῆσαι τὸν θησαυρὸν τῆς πίστεως ἄσυλον, ἵνα μή τις ἀπολέσῃ τὸν τῆς ὑπομονῆς στέφανον.

Ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι. Εἰκότως. ὁ γὰρ νικητὴς τῶν ἐναντίων δυνάμεων στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας καθίσταται, ἀκίνητον ἐν αὐτῇ τὴν βάσιν ἔχων κατὰ τὸν ἀπόστολον.

Καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου τῆς καινῆς Ἰερουσαλὴμ ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. Ἐπὶ τὴν καρδίαν, φησίν, τοῦ τοιούτου στύλου χαράξω τὴν γνῶσιν τοῦ θείου ὀνόματος καὶ τῆς ἄνω Ἰερουσαλήμ, ἵνα ἴδῃ τὰ ἐν αὐτῇ κάλλη τοῖς τοῦ πνεύματος ὄμμασι, καὶ τὸ καινόν μου ὄνομα τὸ τοῖς ἁγίοις ἐν τῷ μέλλοντι γνωριζόμενον. τὸ δὲ «θεοῦ μου» ἀνθρωπίνως περὶ τοῦ πατρὸς εἴρηκεν, ὡς σὰρξ δι’ ἡμᾶς ἀτρέπτως γενόμενος. ἄνωθεν δὲ Ἰερουσαλὴμ καταβαίνει, ἐκ μὲν ἀγγέλων ἀρξαμένης τῆς θείας γνώσεως, μέχρις ἡμῶν δὲ καταντησάσης, συναφθέντων ἀλλήλοις διὰ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν.

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τούτου τοῦ ὠτίου καὶ ἡμεῖς τυχεῖν εὐξώμεθα.

ΚΕΦΑΛΑΙΟΝ Θʹ. Τὰ δηλωθέντα πρὸς τὸν τῆς Λαοδικέων ἐκκλησίας ἄγγελον. Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός. Καὶ διὰ τοῦ πιστοῦ ἡ ἀλήθεια τοῦ Χριστοῦ δείκνυται, μᾶλλον δὲ ὅτι αὐτὸς οὐσιώδης ἐστὶν ἀλήθεια.

Ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ. «Ἀρχὴ» ἀντὶ τοῦ «βασιλεία», καὶ ἀρχὴ πάντων ὡς κτισμάτων δεσπόζουσα. ἀρχὴ γὰρ τῆς κτίσεως ἡ προκαταρκτικὴ αἰτία καὶ ἄκτιστος. Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. οὕτως ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός.

Ὁ θεολόγος φησὶ Γρηγόριος· «δέον ἀκριβῶς ζεῖν ἢ ἀκριβῶς ἀπεψύχθαι». εἰκότως· ὁ μὲν γὰρ ψυχρὸς καὶ τῆς ζώσης πίστεως ἄγευστος ἐν ἐλπίδι πολλάκις ἔσται τοῦ τυχεῖν αὐτῆς, ὁ δὲ ζέσας διὰ τοῦ βαπτίσματος τῷ πνεύματι καὶ ἀποψυχθεὶς διὰ ῥᾳθυμίας ὕστερον ἑαυτῷ τὰς ἐλπίδας τῆς σωτηρίας ἐξέκοψε καταγνοὺς τῆς αἱρεθείσης πίστεως. ἔργοις μὲν γὰρ οὐκ ἀπογνωστέα ἡ μεσότης, ὥσπερ ὁ ἔννομος γάμος μέσος ὢν παρθενίας καὶ πορνείας οὐκ ἀπόβλητος, ἐν δὲ τῇ πίστει τὸ μέσον καὶ χλιαρὸν ἀδόκιμον.

Μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. ὅτι λέγεις· πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδενὸς χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός. Ὥσπερ, φησί, τὸ χλιαρὸν ἔμετον κινεῖ τοῖς παραλαμβάνουσιν, οὕτω κἀγώ σε ὡς βδελυκτὸν βρῶμα ἐμέσω διὰ λόγου στόματός μου εἰς αἰώνιον κόλασιν, ὅτι ταῖς ἀκάνθαις τοῦ πλούτου τὸν σπόρον τοῦ θείου λόγου συμμιγνύουσα τὴν ἑαυτῆς ἐν τοῖς πνευματικοῖς ἀγνοεῖς πτωχείαν καὶ τὴν τῶν νοητῶν σου ὀφθαλμῶν τύφλωσιν καὶ τὴν ἐξ ἀγαθῶν πράξεων γύμνωσιν.

Συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ ἀσχημοσύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἔγχρισον τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.

Εἰ πλουτῆσαι βούλῃ, φησί, παρ’ ἐμοῦ τοῦ πλουτίζοντος κτῆσαι προθέσει ζεούσῃ καὶ καρδίᾳ θελούσῃ χρυσίον πεπυρωμένον, τὸν διδασκαλικὸν λόγον τὸν τῷ πυρὶ τῶν πειρασμῶν λαμπρυνόμενον, δι’ οὗ ἕξεις ἐν τῇ καρδίᾳ τὸν θησαυρὸν ἄσυλον καὶ περιβαλῇ τὴν στολὴν τῶν ἀρετῶν τὴν ὑπέρλαμπρον, δι’ ἧς ἡ προσγενομένη σοι ἐξ ἁμαρτίας ἀμφιασθήσεται γύμνωσις. κολλούριον δὲ καὶ ἡ ἀκτημοσύνη. εἰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, τούτους πάντως ἀνοίξει τὸ ἀδωροδόκητον.

Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω. ζήλωσον οὖν καὶ μετανόησον. Βαβαὶ τῆς φιλανθρωπίας! πόσῃ ἀγαθότητι ὁ ἔλεγχος κέκραται! Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ’ αὐτοῦ καὶ αὐτὸς μετ’ ἐμοῦ.

Ἀβίαστος, φησίν, ἡ ἐμὴ παρουσία. τὴν θύραν τῆς καρδίας κρούω καὶ τοῖς ἀνοίγουσιν ἐπὶ τῇ αὐτῶν σωτηρίᾳ συνευφραίνομαι. τροφὴν γὰρ καὶ δεῖπνον ταύτην ἥγημαι, τρεφόμενος ἐφ’ οἷς αὐτοὶ τρέφονται καὶ τὸν λιμὸν τοῦ ἀκοῦσαι θείου λόγου καὶ τὸ σκότος τῆς πλάνης ἀποφεύγουσιν.

Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Διὰ τοῦ θρόνου ἡ βασιλεία καὶ ἡ ἀνάπαυσις τοῦ μέλλοντος αἰῶνος δείκνυται. φησὶ τοίνυν· ὅτι οἱ τὸν ἐχθρὸν νικήσαντες συνδοξασθήσονταί μοι καὶ συμβασιλεύσουσιν. τὸ δὲ «ὡς κἀγὼ ἐνίκησα» ἀνθρωπίνως εἴρηται διὰ τὴν πρόσληψιν. οὐ γὰρ ἆθλον ἀρετῆς τὴν βασιλείαν ὁ θεὸς Λόγος ἐκτήσατο· ταύτην γὰρ ἔχει οὐσιωδῶς ἀΐδιον. εἰ μὴ τοῦτο γὰρ οὐκ ἂν ἑτέροις μεταδιδόναι ταύτης ἠδύνατο, ἀλλὰ κατὰ τὸν θεολόγον καὶ τῆς βροντῆς υἱὸν ἐκ τοῦ πληρώματος αὐτοῦ τοῖς ἁγίοις πᾶσι μετέδωκεν. ὅθεν καὶ τοῖς ἱεροῖς ἀποστόλοις ἐπήγγελται καθίσειν ἐπὶ δώδεκα θρόνους, κρίνειν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ μέλλοντας. ἐπειδὴ γὰρ δι’ ἡμᾶς ἄνθρωπος γέγονε, θεὸς ὑπάρχων καὶ βασιλεὺς προαιώνιος καὶ πάντων τῶν ἡμετέρων ἁμαρτίας χωρὶς μετέσχηκεν, πάντων τῶν ἑαυτοῦ τοῖς νικηταῖς τοῦ διαβόλου μετέδωκε, καθὼς ἦν δυνατὸν ἀνθρώποις ὑποδέξασθαι.

ὅθεν νεφέλην ὄχημα τῆς εἰς οὐρανοὺς ἀναβάσεως ἐν τῇ ἀναλήψει αὐτοῦ ποιησάμενος καὶ τοὺς ἁγίους ἐπὶ νεφελῶν διὰ τοῦ ἀποστόλου φησὶν ἁρπαγήσεσθαι πρὸς τὴν αὐτοῦ ὑπάντησιν, καὶ κριτής, ὡς δημιουργὸς καὶ δεσπότης τῆς κτίσεως, ἐλευσόμενος κρίνειν τοῖς ἁγίοις παρέξει τοὺς τῆς θείας ὄντως καὶ μακαρίας δουλείας ἀφηνιάσαντας, ὥς φησιν ὁ ἀπόστολος· «οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν;», δηλαδὴ τοὺς τοῦ σκότους ἄρχοντας. ἐπεὶ τοίνυν οὕτω φιλάνθρωπον τὸν κριτὴν ἔχομεν, εὐμενοῦς αὐτοῦ τυχεῖν σπουδάσωμεν διηνεκῶς πληροῦντες τὸ Σολομώντειον λόγιον· «ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά» πονηραῖς μὴ ῥυπαινόμενα πράξεσιν. οὕτω γὰρ νυμφικῶς τὰς ψυχὰς ἡμῶν κοσμήσαντες ἐπεράστους τῷ βασιλεῖ πρὸς συνάφειαν παραστήσομεν καὶ τῶν αἰωνίων ἀγαθῶν τευξόμεθα ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν, τῷ τούτων χορηγῷ, μεθ’ οὗ τῷ πατρὶ δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ [παν]αγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.