Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ανδρέας Καισαρείας – Εἰς τὴν Ἀποκάλυψιν

Ανδρέας Καισαρείας

Η ουράνια Ιερουσαλήμ και η κατακλείδα του υπομνήματος (Λόγοι ΚΓ΄-ΚΔ΄)

Η περιγραφή και ο συμβολισμός της νέας Ιερουσαλήμ, του ποταμού και του ξύλου της ζωής, η βεβαίωση της αληθείας του οράματος, εσχατολογικές προτροπές και ο επίλογος του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ανδρέας Καισαρείας

—

Κεφάλαιο 9 από 9

ΛΟΓΟΣ ΚΓʹ. ΚΕΦΑΛΑΙΟΝ ΞΖʹ. Περὶ ἀγγέλου δεικνύντος αὐτῷ τὴν τῶν ἁγίων πόλιν καὶ τὸ ταύτης τεῖχος σὺν τοῖς πυλεῶσι διαμετροῦντος. Καὶ ἦλθεν εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ’ ἐμοῦ, λέγων· δεῦρο, δείξω σοι τὴν νύμφην τοῦ ἀρνίου τὴν γυναῖκα.

Διὰ τούτων δείκνυται μὴ μόνον τὰς κακωτικὰς ἐπάγειν πληγὰς τοὺς ἀγγέλους, ἀλλ’ ὡς ἰατρούς, ποτὲ μὲν τέμνοντας, ποτὲ δὲ ἤπια φάρμακα ἐπιπάσσοντας. ὁ γὰρ τότε τὴν πληγὴν τοῖς ἀξίοις ἐπάγων νῦν τὴν μακαριότητα τῆς ἐκκλησίας τῷ ἁγίῳ ὑποδείκνυσιν. καλῶς δὲ τὴν νύμφην τοῦ ἀρνίου «γυναῖκά» φησιν· ὅτε γὰρ ὡς ἀμνὸς ἐσφαγιάσθη ὁ Χριστός, τότε αὐτὴν τῷ οἰκείῳ αἵματι ἐνυμφεύσατο. ὥσπερ γὰρ τοῦ Ἀδὰμ καθεύδοντος διεπλάσθη ἡ γυνὴ τῇ τῆς πλευρᾶς ἀφαιρέσει, οὕτω καὶ τοῦ Χριστοῦ ἐν τῷ σταυρῷ ἑκουσίως διὰ θανάτου ὑπνώσαντος τῇ ἐκχύσει τοῦ ἐκ τῆς πλευρᾶς αἵματος ἡ ἐκκλησία συστᾶσα τῷ παθόντι δι’ ἡμᾶς ἥρμοσται.

Καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπ’ ὄρος μέγα ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν μεγάλην καὶ ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ. Τὸ ἀπενεχθῆναι ἐν πνεύματι δηλοῖ τὸ ἐκ γῆς ἀρθῆναι τῷ φρονήματι διὰ τοῦ πνεύματος πρὸς τὴν τῶν ἐπουρανίων κατανόησιν, ἐπ’ ὄρος δὲ μέγα τὴν ἀνηγμένην καὶ ὑπερκόσμιον τῶν ἁγίων ζωὴν ἐν ᾗ ἡ γυνὴ τοῦ ἀρνίου, ἡ ἄνω Ἰερουσαλήμ, ὑπὸ θεοῦ κοσμηθήσεται καὶ δοξασθήσεται.

Ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ ἰάσπιδι κρυσταλλίζοντι. Φωστὴρ τῆς ἐκκλησίας ὁ Χριστός, διὰ μὲν τῆς κρυσταλλιζούσης ἰάσπιδος, ὡς ἀειθαλὴς καὶ ζῳοδῶρος καὶ ὡς καθαρός, δι’ ἑτέρων δὲ ἑτέρως σκιαγραφούμενος· οὐδὲ γὰρ ἑνὸς εἴδους παραδείγματι τῶν ποικίλων αὐτοῦ περὶ ἡμᾶς εὐεργεσιῶν τὸ πολύτροπον διαγραφῆναι δύναται.

Ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλεῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστι τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ. Τεῖχος μέγα τῆς ἐκκλησίας ὑψηλὸν φρουρητικόν τε τῶν ἐν τῇ ἁγίᾳ πόλει ὁ Χριστός ἐστιν, ἐν ᾧ πυλῶνες δώδεκα οἱ ἅγιοι ἀπόστολοι, δι’ ὧν τὴν προσαγωγὴν καὶ τὴν εἴσοδον πρὸς τὸν πατέρα ἐσχήκαμεν· καὶ αὐτοὶ δὲ συνεργούμενοι ὑπ’ ἀγγέλων δώδεκα τῶν προὐχόντων καὶ μᾶλλον πλησιαζόντων θεῷ κατὰ τὴν ἀγχιστείαν τὴν ἐν ἁγιότητι. εἰ γὰρ ἑκάστῳ τῶν πιστῶν ἄγγελον ἕπεσθαι φύλακα πεπιστεύκαμεν, πολλῷ μᾶλλον τοῖς θεμελιωταῖς τῆς ἐκκλησίας καὶ τοῦ εὐαγγελικοῦ λόγου σπορεῦσι τοὺς ἐν ἀγγέλοις πρωτεύοντας συνεργοὺς πρὸς τὸ εὐαγγελικὸν κήρυγμα νοεῖσθαι ἀκόλουθον. τὰ δὲ ὀνόματα τῶν φυλῶν τοῦ νοητοῦ Ἰσραὴλ ἐπὶ ταῖς ἀποστολικαῖς εἰσόδοις γέγραπται, ἐπειδὴ καὶ τὰ τοῦ αἰσθητοῦ ἐν τῇ ἐπωμίδι τοῦ πάλαι κατὰ καιρὸν ἀρχιερέως ἐγέγραπτο· καὶ γὰρ ἡ γραφὴ νῦν διὰ τῶν ὀνομάτων τούτων τὴν περὶ τῶν πιστῶν μέριμναν τοῖς ἀποστόλοις προσμαρτυρεῖ, καθὼς ὁ Παῦλός φησιν ἔχειν «τὴν μέριμναν πασῶν τῶν ἐκκλησιῶν» καὶ «τὴν καρδίαν αὐτοῦ πεπλατύνθαι» καὶ πάντας χωρεῖν «οὓς» αὐτὸς «διὰ τοῦ εὐαγγελίου ἐγέννησεν».

Ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, ἀπὸ βοῤῥᾶ πυλῶνες τρεῖς, ἀπὸ νότου πυλῶνες τρεῖς, ἀπὸ δυσμῶν πυλῶνες τρεῖς. Τὸ τετραμερὲς σχῆμα τῶν πυλώνων καὶ ἡ τρισσὴ αὐτῶν ἀνάπτυξις τὴν ἐκ τῆς τετραπεράτου οἰκουμένης τῆς προσκυνητῆς τριάδος δηλοῖ ἐπίγνωσιν, ἣν διὰ τοῦ ζῳοποιοῦ σταυροῦ εἰλήφαμεν. σταυροειδὴς γὰρ τὸ σχῆμα τῆς τῶν πυλώνων θέσεως, κατὰ τὸ εἶδος τῶν δώδεκα βοῶν, οἳ τὴν ὑπὸ Σολομῶντος κατεσκευασμένην θάλασσαν ἐβάσταζον, χαρακτηριζόντων τὴν τριαδικὴν τῶν ἀποστόλων τετρακτύν, τὴν τῆς ἁγίας τριάδος κήρυκα, καὶ τὴν τῶν τεσσάρων εὐαγγελίων ἐκπομπὴν εἰς τὰ τέσσαρα τῆς γῆς πέρατα, δι’ ἧς ἡ νοητὴ θάλασσα τοῦ βαπτίσματος, ἡ ἀποκαθαίρουσα τὸν κόσμον ἐκ τῶν ἁμαρτιῶν, ἡ ἐκ τοῦ νοητοῦ συστᾶσα Σολομῶντος, εἰκονίζεται.

Καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. Θεμέλιοι τοῦ τείχους οἱ μακάριοί εἰσιν ἀπόστολοι, ἐφ’ οὓς ἡ τοῦ Χριστοῦ ἐκκλησία τεθεμελίωται, ὧν τὰ ὀνόματα ὡς ἐν προγραφῇ τούτοις ἐπιγέγραπται πρὸς τὴν τῶν ἀναγινωσκόντων εὐμάθειαν.

Καὶ ὁ λαλῶν μετ’ ἐμοῦ εἶχε κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. Ὁ χρυσοῦς κάλαμος δηλοῖ τὸ τίμιον τοῦ τε μετροῦντος ἀγγέλου, ὃν ἀνθρωποειδῶς ἐθεώρησε, καὶ τῆς μετρουμένης πόλεως, ἧς τεῖχος τὸν Χριστὸν ἐξελάβομεν, οὐχ ὑπὸ ἀνθρώπων, ὑπὸ δὲ ἀγγέλων μετρουμένης διὰ τὸ καθαρὸν καὶ σοφὸν τῶν ὑπερκοσμίων φύσεων, αἷς, εἰκός, ἔγνωσται τῆς ἄνω πόλεως τό τε μέγεθος, ἥ τε εὐπρέπεια. ἡγούμεθα δὲ τεῖχος ἐνταῦθα καὶ τὴν θείαν περιβολὴν καὶ σκέπην νοεῖσθαι, ἐν ᾗ οἱ ἅγιοι φυλαχθήσονται.

Καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον τὸ πλάτος. καὶ ἐμέτρησε τὴν πόλιν ἐν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. Τετράγωνος αὕτη διὰ τὸ ἑδραῖον καὶ πάγιον· τὸ γὰρ κατά τε βάθος καὶ μῆκος καὶ ὕψος ἰσόπλευρον κύβος τισὶν ὠνόμασται, ἑδραιότητα δὲ δηλοῦν λέγεται. αἱ δὲ δώδεκα χιλιάδες τῶν σταδίων, ἃς ἔχειν φησὶ τὴν πόλιν, ἴσως μὲν σημαίνουσι τὸ ταύτης μέγεθος· ὑπὲρ γὰρ ψάμμον, ὥς φησιν ὁ Δαυίδ, οἱ ταύτης οἰκήτορες πληθυνθήσονται, ἴσως δὲ καὶ διὰ τὸν ἀριθμὸν τῶν δώδεκα ἀποστόλων, δι’ ὧν αὕτη κατοικίζεται. καὶ ὁ ἑβδοματικὸς ἀριθμός, μυστικὸς ὤν, διά τινος ἀναλύσεως παρίστησι τὸ ζητούμενον. αἱ γὰρ ῥηθεῖσαι χιλιάδες τῶν σταδίων σημεῖα ἀποτελοῦσι τὰ λεγόμενα μίλια χίλια ἑπτακόσια δεκατέσσαρα, τῶν μὲν χιλίων δηλούντων τῆς ἀπεράντου ζωῆς τὴν τελειότητα, τῶν δὲ ἑπτακοσίων τὸ ἐν ἀναπαύσει τέλειον τῶν δὲ δεκατεσσάρων τὸν διπλοῦν σαββατισμὸν τῆς ψυχῆς καὶ τοῦ σώματος. δὶς γὰρ ἑπτὰ δεκατέσσαρα.

Καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαρακοντατεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. Τὸ μέτρον τοῦ βάθους τοῦ τείχους πηχῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων· δωδεκάκις γὰρ ὁ δώδεκα ἀριθμὸς συντιθέμενος ὁ τὴν ἀποστολικὴν διδασκαλίαν ἐμφαίνων τοῦτον ἀποτελεῖ τὸν ἀριθμόν.

Καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὁμοία ὑάλῳ καθαρῷ. Ἡ ἐνδόμησις τοῦ τείχους ἴασπις τὴν ἀειθαλῆ καὶ ἀμάραντον ζωὴν τῶν ἁγίων ἐνδείκνυται, καθὼς πολλάκις εἴρηται. καθαρὸν δὲ τὸ χρυσίον αὐτῆς ὡς ὕαλος διὰ τὸ διαυγὲς καὶ λαμπρὸν τῶν αὐτῆς οἰκητόρων.

Καὶ οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. Οἱ δώδεκα θεμέλιοι δώδεκα λίθοι τίμιοι, ὧν οἱ ὀκτὼ ἐν τῷ λογίῳ τοῦ ἀρχιερέως πάλαι ἀνεφέροντο, οἱ δὲ τέσσαρες παρηλλαγμένοι εἰσίν, ἵνα φανῇ καὶ τὸ σύμφωνον τῆς νέας πρὸς τὴν παλαιὰν καὶ τὸ ὑπερέχον τῶν ἐν αὐτῇ διαλαμψάντων. οἱ τοίνυν ἀπόστολοι πάσῃ ἀρετῇ διὰ τῶν τιμίων λίθων ἐμφαινόμενοι κεκόσμηνται.

Ὁ θεμέλιος ὁ πρῶτος ἴασπις. Διὰ τῆς ἰάσπιδος χλωριζούσης τὴν χρόαν κατὰ τὴν σμάραγδον εἰκὸς τὸν κορυφαῖον Πέτρον δηλοῦσθαι, ἅτε τὴν νέκρωσιν τοῦ Χριστοῦ βαστάσαντα ἐν τῷ σώματι καὶ τὸ ἀειθαλὲς καὶ νεάζον ἐν τῇ πρὸς αὐτὸν ἀγάπῃ ἐνδειξάμενον, ὁδηγήσαντα ἡμᾶς εἰς τόπον χλόης διὰ θερμῆς πίστεως.

Ὁ δεύτερος σάπφειρος. Διὰ τούτου ἐοικότος τῷ οὐρανίῳ σώματι, ἐξ οὗ φασι καὶ τὸ λαζούριον γίνεσθαι, τὸν μακάριον Παῦλον οἶμαι σημαίνεσθαι ἕως τρίτου οὐρανοῦ ἀναληφθέντα κἀκεῖ ἕλκοντα τοὺς αὐτῷ πειθομένους, ἔνθα εἶχεν ἐν οὐρανοῖς τὸ πολίτευμα.

Ὁ τρίτος χαλκηδών. Οὗτος ἐν τῷ ἱερατικῷ λογίῳ οὐ φέρεται, ἀλλ’ ἄνθραξ, ὃς ἐνταῦθα οὐ κεῖται. σκοπητέον οὖν μή ποτε τὸν ἄνθρακα οὕτως ἐκάλεσεν ὁ ἅγιος. ἄνθραξ δὲ καὶ ὁ μακάριος Ἀνδρέας ὁ ἀπόστολος, ὡς ἀναφθεὶς ἐκ τοῦ πνεύματος.

Ὁ τέταρτος σμάραγδος. Διὰ τοῦ σμαράγδου χλωροῦ τὴν χρόαν τυγχάνοντος καὶ τῷ ἐλαίῳ τρεφομένου, τήν τε διαύγειαν καὶ τὴν ὥραν ἐξ αὐτοῦ προσλαμβάνοντος, τὸ τοῦ εὐαγγελιστοῦ Ἰωάννου δηλοῦσθαι νομίζομεν κήρυγμα θείῳ ἐλαίῳ φαιδρύνον τὴν προσγενομένην ἡμῖν ἐξ ἁμαρτημάτων κατήφειαν καὶ τὸ ἀειθαλὲς ἐν τῇ πίστει δωρούμενον τῷ πολυτιμήτῳ τῆς θεολογίας χαρίσματι.

Ὁ πέμπτος σαρδόνυξ. Διὰ τούτου τὴν τοῦ ἀνθρωπίνου ὄνυχος χρόαν μετὰ διαυγείας ἔχοντος δηλοῦσθαι εἰκὸς τὸν Ἰάκωβον πρὸ τῶν ἄλλων τὴν σωματικὴν διὰ Χριστὸν δεξάμενον νέκρωσιν, ἣν ὁ ὄνυξ χαρακτηρίζει, ἀμοιρῶν ἐν τῷ τέμνεσθαι αἰσθήσεως.

Ὁ ἕκτος σάρδιος. Διὰ τοῦ σαρδίου, ἅτε πυῤῥοῦ τὴν χρόαν καὶ διαυγοῦς, θεραπευτικῆς δὲ ὄντος δυνάμεως οἰδημάτων καὶ τῶν ἀπὸ σιδήρου πληγῶν, τῆς τοῦ Φιλίππου ἀρετῆς τὸ κάλλος ὑπολαμβάνω χαρακτηρίζεσθαι, φαιδρυνομένης τῷ πυρὶ τοῦ θείου πνεύματος καὶ θεραπευούσης τὰ τῶν πεπλανημένων ψυχικὰ τραύματα, ἅπερ ὑπὸ τοῦ διαβόλου τρωθέντες ἐδέξαντο.

Ὁ ἕβδομος χρυσόλιθος. Διὰ τοῦ χρυσολίθου χρυσῷ ἐοικότος τὴν στιλπνότητα ὁ Βαρθολομαῖος τάχα εἰκονίζεται ταῖς πολυτίμοις ἀρεταῖς κατηγλαϊσμένος καὶ τῷ θείῳ κηρύγματι. Ὁ ὄγδοος βηρύλλιος. Διὰ τούτου, θαλασσοβαφοῦς ὄντος καὶ ἀερίζοντος καὶ τῷ ὑακίνθῳ πλησιάζοντος εἰκὸς τὸν Θωμᾶν σημαίνεσθαι, μακρὰν διαπόντιον ἀποδημίαν μέχρις Ἰνδῶν πρὸς τὴν αὐτῶν σωτηρίαν στειλάμενον.

Ὁ ἔννατος τοπάζιον. Διὰ τοῦ τοπαζίου ἐρυθροῦ ὄντος καὶ ἐοικότος τῷ ἄνθρακι καὶ ὀπὸν ἀφιέντος, ὥς φασι, γαλακτώδη ὀφθαλμιῶσιν ἀλεξίπονον ἡ τοῦ μακαρίου Ματθαίου ψυχὴ δηλοῦσθαι δύναται πεπυρωμένη τῷ θείῳ ζήλῳ καὶ κεκοσμημένη τῇ τοῦ οἰκείου ἐκχύσει διὰ Χριστὸν αἵματος, ἐξιωμένη τε διὰ τοῦ εὐαγγελίου τοὺς τῇ καρδίᾳ τυφλώττοντας καὶ γάλα τοὺς ἀρτιγενεῖς τῇ πίστει ποτίζουσα.

Ὁ δέκατος χρυσόπρασος. Διὰ τοῦ χρυσοπράσου βαθυτέρου τὴν χρόαν παρὰ τὸν χρυσὸν ὑπάρχοντος τὸν Θαδδαῖον οἶμαι σημαίνεσθαι τὸν τῷ Αὐγάρῳ βασιλεῖ Ἐδέσης τὴν Χριστοῦ βασιλείαν τὴν διὰ τοῦ χρυσοῦ δηλουμένην καὶ τὴν διὰ τοῦ πράσου σημαινομένην αὐτοῦ νέκρωσιν εὐαγγελισάμενον.

Ὁ ἑνδέκατος ὑάκινθος. Διὰ τοῦ ὑακίνθου τὴν ἰδέαν κυανίζοντος, ἤγουν ἀερίζοντος, τὸν Σίμωνα, ὡς ζηλωτὴν τῶν τοῦ Χριστοῦ χαρισμάτων καὶ οὐράνιον ἔχοντα φρόνημα, εἰκὸς σημαίνεσθαι. Ὁ δωδέκατος ἀμέθυσος.

Διὰ τοῦ ἀμεθύσου τῇ μορφῇ πως πυρίζοντος τὸν Ματθίαν στοχάζομαι σημαίνεσθαι τοῦ θείου πυρὸς ἐν τῇ τῶν γλωσσῶν διανομῇ καταξιωθέντα καὶ τὸν τοῦ ἐκπεπτωκότος τόπον ἀναπληρώσαντα, τῷ διαπύρῳ πόθῳ τῆς πρὸς τὸν ἐκλεξάμενον εὐαρεστήσεως.

Ταῦτα δὲ ἐκ τῶν τῷ ἁγίῳ Ἐπιφανίῳ περὶ λίθων εἰρημένων καὶ ἑτέρως τοῖς φυλάρχοις τοῦ Ἰσραὴλ προσηρμοσμένων ἐντετάχαμεν, πρὸς γυμνασίαν τοῖς ἐντυγχάνουσι τοῖς αἰνίγμασι τῆς ἀληθείας κατεστοχασμένοι τῆς ἀκριβῶς ἐγνωσμένης μόνῳ τῷ ἀποκαλύψαντι. ὄντως δὲ καὶ θεμέλιοι οἱ ἀπόστολοι καὶ λίθοι τίμιοι, ὁ μὲν τοῦδε, ὁ δὲ τοῦδε, καὶ πάντες κοινῇ πάντων τὸ ἐν τοῖς καλοῖς ἰδιάζον καὶ ἐξαίρετον ἀποσῴζοντες. διὸ παρακαλῶ ἀφεθῆναι τῆς ἐπὶ τοῖς παρατεθεῖσιν νοήμασιν, ὡς βεβιασμένοις, μέμψεως. οὐ γὰρ τῷ ἰδιάζοντι τῆς ἑκάστου τῶν ἀποστόλων ἀρετῆς τὴν αὐτῶν κοινωνίαν καὶ ἀλληλουχίαν διεκόψαμεν, ἀλλὰ διὰ τῆς μερικῆς ἑτερότητος τὴν ὁλικὴν αὐτῶν ταυτότητα δηλῶσαι προεθυμήθημεν, ἀλλήλων ἐχομένην δίκην ἁλύσεως.

Καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. Οἱ δώδεκα πυλῶνες, δηλαδὴ οἱ τοῦ Χριστοῦ μαθηταί, δι’ ὧν τὴν θύραν καὶ τὴν ὁδὸν ἐπέγνωμεν, δώδεκά εἰσι μαργαρῖται, ἐξ ἑνὸς πολυτιμήτου μαργαρίτου, τοῦ Χριστοῦ, τὴν διαύγειαν κτησάμενοι.

Καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής. Ἓν παράδειγμα τὴν ἀκρίβειαν τῶν τῆς ἄνω πόλεως ἀγαθῶν παραστῆσαι οὐ δύναται. διὸ τὴν πλατεῖαν τῆς πόλεως διὰ μὲν τὸ πολυτελὲς καὶ εὔχρουν ὡς χρυσίον, διὰ δὲ τὸ καθαρὸν ὡς κρύσταλλον ἐθεάσατο· ἅπερ ἀμφότερα ἐν ἑνὶ συνδραμεῖν παρ’ ἡμῖν ἀδύνατον. ταῦτα δὲ πάντα ὁ ἅγιος τεθέαται, καθὼς ἠδύνατο· ἡ δὲ ἀκραιφνὴς τῆς ἄνω πόλεως κατανόησις ὑπερβαίνει καὶ ἀκοὴν καὶ ὅρασιν καὶ διάνοιαν.

Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστι καὶ τὸ ἀρνίον. Τίς γὰρ χρεία ναοῦ αἰσθητοῦ τῇ ἐχούσῃ τὸν θεὸν φρουρὰν καὶ σκέπην, ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; οὗτος γὰρ ἔσται τῶν ἁγίων καὶ ναὸς καὶ ἔνοικος, ἐνοικῶν αὐτοῖς καὶ ἐμπεριπατῶν, καθὼς ἐπήγγελται, καὶ τὸ ἀρνίον, ὁ δι’ ἡμᾶς σφαγιασθεὶς ἀμνὸς τοῦ θεοῦ, ᾧ δηλαδὴ οὐσιωδῶς καὶ τὸ ζῳοποιὸν πνεῦμα συντέτακται, ὅπερ διὰ τοῦ ἑξῆς ποταμοῦ ἐνέφηνεν.

Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ· ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. Ἔνθα γὰρ ὁ τῆς δικαιοσύνης νοητὸς ἥλιος, αἰσθητῶν φωστήρων οὐ χρεία· αὐτὸς γὰρ αὐτῆς καὶ δόξα καὶ λύχνος. καὶ τὰ ἔθνη τῶν σῳζομένων τῷ φωτὶ αὐτῆς περιπατήσουσι· περὶ ὧν φησι·

Καὶ περιπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν αὐτῶν εἰς αὐτήν· καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας· νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ. Τὰ μὲν σῳζόμενα ἔθνη, καθὼς εἴρηται, φησίν, ἐν τῷ φωτὶ αὐτῆς περιπατήσουσιν, οἱ δὲ ἐν τῇ γῇ τῶν παθῶν βασιλεύσαντες τὴν τῶν ἀγαθῶν πράξεων δόξαν καὶ τιμὴν ἐν αὐτῇ οἴσουσιν. τὸ δὲ μὴ κλεισθῆναι τὰς πύλας δηλοῖ ἢ τὸ ἀσφαλὲς τῶν οἰκητόρων αὐτῆς καὶ ἄτρεπτον ἢ τὸ κἀκεῖ τοὺς θείους πυλῶνας τῆς ἀποστολικῆς διδασκαλίας ἠνεῷχθαι πᾶσι πρὸς τὴν τῶν τελειοτέρων μάθησιν. ἡμέρα δὲ ἔσται ἐκεῖ καὶ οὐ νύξ. αὕτη γὰρ τοῖς ἁμαρτωλοῖς ἀποκληρωθήσεται.

Καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ποιοῦν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου. Ἡ λαμπρότης καὶ ἡ δόξα τῶν ἐθνῶν, τουτέστιν οἱ ἐν αὐτοῖς Χριστῷ εὐαρεστήσαντες ἐν τῇ πόλει ἐκείνῃ καρποφορηθήσονται. πᾶν δὲ κοινὸν καὶ ἀκάθαρτον ἐκεῖ οὐκ εἰσελεύσεται· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;

ΚΕΦΑΛΑΙΟΝ ΞΗʹ. Περὶ τοῦ καθαροῦ ποταμοῦ τοῦ φανέντος ἐκ τοῦ θρόνου ἐκπορεύεσθαι. Καὶ ἔδειξέ μοι ποταμὸν καθαρὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς.

Ὁ μὲν ἐκ τῆς ἐν τῷ παρόντι βίῳ ἐκκλησίας ἐκπορευόμενος ποταμὸς τὸ τῆς παλιγγενεσίας αἰνίττεται βάπτισμα διὰ πνεύματος μὲν ἐνεργούμενον, καθαροὺς δὲ τοὺς λουομένους ὑπὲρ χιόνα καὶ κρύσταλλον ἀπεργαζόμενον. τὴν δὲ ἄνω Ἰερουσαλὴμ ὁ ποταμὸς τοῦ θεοῦ ὁ πεπληρωμένος ὑδάτων, τὸ ζῳοποιὸν πνεῦμα, διαπορεύεται, ἐκ τοῦ θεοῦ καὶ πατρὸς ἐκπορευόμενον καὶ διὰ τοῦ ἀρνίου, διὰ μέσου τῶν ὑπερτάτων δυνάμεων, αἳ θρόνος τῆς θεότητος ὀνομάζονται, τὰς πλατείας πληροῦν τῆς ἁγίας πόλεως, δηλαδὴ τὸ πλῆθος αὐτῆς τὸ ὑπὲρ ψάμμον κατὰ τὸν ψαλμῳδὸν πληθυνόμενον.

Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕνα ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ. Ὁ ποταμὸς οὗτος, φησί, ποτίζει τοὺς παραπεφυτευμένους αὐτῷ ἁγίους ξύλον ζωῆς τροπικῶς ὠνομασμένους κατὰ μετοχὴν καὶ μίμησιν τοῦ τῆς ζωῆς ξύλου, δώδεκα δὲ καρποὺς βλαστάνοντας, τουτέστιν ἀδιάλειπτον τὴν τῶν καρπῶν βλαστάνοντας ἔκφυσιν. οὐ γὰρ ἁμαρτίας ἔσται χειμὼν ἐκεῖ φυλλοροεῖν ἀναγκάζων τὰ τῆς ζωῆς δένδρα, καθὼς ὁρῶμεν σήμερον, ἀλλὰ πληρέστατος ἔσται ὁ τῆς καρποφορίας τῶν ἁγίων αἰών, ὃς ἐνταῦθα δωδεκάμηνος προσηγόρευται, ἴσως διά τε τοῦ παρ’ ἡμῖν ἐνιαυτοῦ τὴν συνήθειαν διά τε τῶν δώδεκα ἀποστόλων τὸ κήρυγμα. δυνατὸν δὲ καὶ ἑτέρως ἅπαν τὸ παρὸν χωρίον ἑρμηνεύεσθαι. διὰ μὲν τοῦ ποταμοῦ, ὡς εἴρηται, τὰ τοῦ ζῳοποιοῦ πνεύματος χαρίσματα, ἅπερ διὰ τοῦ θρόνου τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, δηλαδὴ τῶν χερουβικῶν τάξεων, οἷς ὁ θεὸς ἐνθρονίζεται, εἰς τὴν πλατεῖαν τῆς πόλεως, τουτέστι τὴν πολύανδρον τῶν ἁγίων πληθύν, ἔξεισιν, ὡς ἐκ πρώτων εἰς δεύτερα μετοχετευόμενα κατὰ τὴν εὔκοσμον τῶν οὐρανίων ἱεραρχιῶν διάταξιν. ξύλον δὲ τῆς ζωῆς τὸν Χριστὸν σημαίνεσθαι ἐν τῷ πνεύματι τῷ ἁγίῳ καὶ περὶ τὸ πνεῦμα νοοῦμεν.

ἐν αὐτῷ γὰρ τὸ πνεῦμα καὶ ἐν πνεύματι προσκυνεῖται καὶ χορηγός ἐστι πνεύματος, καὶ δι’ αὐτοῦ οἱ δώδεκα καρποὶ τοῦ ἀποστολικοῦ χοροῦ ἀνέκλειπτον τὸν τῆς θεογνωσίας καρπὸν ἡμῖν δωρούμενοι, δι’ ὧν ὁ ἐνιαυτὸς κυρίου δεκτὸς καὶ ἡ ἡμέρα τῆς ἀνταποδόσεως ὁ τῷ προφήτῃ προκηρυχθεὶς ἡμῖν καταγγέλλεται.

Καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. Φύλλα τοῦ ξύλου, δηλαδὴ τοῦ Χριστοῦ, αἱ ἐπιπολαιότεραι τῶν θείων κριμάτων νοήσεις, ὥσπερ καρποὶ αὐτοῦ ἡ τελειοτέρα γνῶσις ἡ ἀποκαλυπτομένη ἐν τῷ μέλλοντι. ταῦτα τὰ φύλλα εἰς θεραπείαν, δηλαδὴ εἰς τὴν τῆς ἀγνοίας ἀποκάθαρσιν τῶν ὑποβεβηκότων ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ ἐθνῶν, ἔσονται, διότι ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων, καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί, τὸν μὲν ἥττονος, τὸν δὲ πλείονος ἀξιοῦσαι λαμπρότητος, κατὰ τὴν ἑκάστου ἀναλογίαν τῶν πράξεων. καὶ ἑτέρως δὲ τοῦτο νοητέον, ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, τὸν ἀποστολικὸν χορὸν κατὰ μετοχὴν τοῦ ὄντως ξύλου τῆς ζωῆς τοῦ διὰ τῆς πρὸς σάρκα κοινωνίας δωρησαμένου ἡμῖν μετοχὴν πρὸς τὴν αὐτοῦ θεότητα. τούτων καρποὶ οἱ ἐν ἑκατὸν καρποφορήσαντες. φύλλα δὲ οἱ ἐν ἑξήκοντα, οἳ καὶ τοῖς ἐν τριάκοντα τοῖς ἐκ τῶν ἐθνῶν τὴν θεραπείαν προσοίσουσι, τοῖς ὑποβεβηκόσι τῶν θείων φώτων τὴν αἴγλην διαπορθμεύοντες, ἅπερ διὰ τῶν καρποφορησάντων ἐν ἑκατὸν ἐδέξαντο. ὅση γὰρ φύλλων καὶ καρπῶν ἐστι διαφορά, τοσαύτη καὶ τῶν τότε σῳζομένων, τῶν μὲν ἧττον, τῶν δὲ πλεῖον δοξαζομένων, ὡς γέγραπται. εἰ δὲ ἑνικῶς «τὸ ξύλον» ἀντὶ «τῶν ξύλων» γέγραπται, τὴν ἑνιαίαν τῶν ἁγίων δηλοῖ συνδιαίτησιν καὶ ὁμόνοιαν.

ἔθος δὲ τῇ γραφῇ πολλαχοῦ ἀντὶ ξύλων πολλῶν ἑνικῶς ξύλον καλεῖν καὶ ἀντὶ ἵππων ὡσαύτως καὶ ἀνθ’ ἑτέρων πληθυντικῶν ἑνικὰ ὀνόματα.

Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἐκεῖ. Τοῦ ἀναθέματος δισσῶς νοουμένου, τοῦ μὲν ὡς τοῖς πολλοῖς ἀθίκτου, θεῷ δὲ μόνῳ ἀνατιθεμένου, τοῖς δὲ ὡς πάσῃ τῇ κτίσει καὶ ταῖς ἁγίαις δυνάμεσιν ἀψαύστου ὡς τῷ διαβόλῳ ἀνακειμένου διὰ τὴν ἀμιγῆ τοῦ καλοῦ ἀλλοτρίωσιν, τοῦτο ἐνταῦθα κατ’ ἐπίτασιν εἰρῆσθαι νομίζομεν κατάθεμα. τῷ γὰρ ὄντι τὸ τοιοῦτον οὐκ ἀνατίθεται, ἀλλὰ κατατίθεται τῷ διαβόλῳ ὑποταττόμενον καὶ συγκαταδικαζόμενον, ὅπερ ἐν τῇ πόλει ἐκείνῃ οὐκ ἔσται.

Καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. Οἱ γινόμενοι, φησί, θρόνος θεοῦ διὰ τῆς ἐν αὐτοῖς τοῦ δεσπότου ἀναπαύσεως, αὐτοὶ τῆς πόλεως οἰκήτορες ἔσονται καὶ ὄψονται αὐτὸν πρόσωπον πρὸς πρόσωπον, οὐ δι’ αἰνιγμάτων, ἀλλ’ ὥσπερ τοῖς ἁγίοις ἀποστόλοις ἐν τῷ ἁγίῳ ὄρει τεθέαται, ὥς φησιν ὁ μέγας Διονύσιος. ἕξουσι δὲ ἀντὶ τοῦ χρυσοῦ πετάλου, ὅπερ ὁ πάλαι ἀρχιερεὺς ἐφόρει, οὐκ ἐπὶ τῶν μετώπων μόνον τὸ θεῖον ὄνομα, ἀλλὰ καὶ ἐν ταῖς καρδίαις ἐγκεχαραγμένον, δηλοῦν τὴν εἰς αὐτὸν παγίαν καὶ πεπαῤῥησιασμένην ἀγάπην καὶ ἀμετάθετον. ἡ γὰρ ἐπὶ τοῦ μετώπου γραφὴ τὸν ἐν παῤῥησίᾳ καλλωπισμὸν αἰνίττεται.

Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ, καὶ χρείαν οὐκ ἔχουσι λύχνου καὶ φωτὸς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτιεῖ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Εἰ «οἱ δίκαιοι», ὥς φησιν ὁ Χριστός, «ὡς ὁ ἥλιος λάμψουσι», πῶς λυχνιαίου ἢ καὶ ἡλιακοῦ φωτὸς ἔσται χρεία τοῖς τὸν κύριον τῆς δόξης φωτισμὸν καὶ βασιλέα ἔχουσιν, ὑφ’ οὗ αἰῶνας αἰώνων βασιλευθήσονται, μᾶλλον δὲ αὐτῷ συμβασιλεύσουσι, κατὰ τὸν θεῖον ἀπόστολον.

ΚΕΦΑΛΑΙΟΝ ΞΘʹ. Ὅτι θεὸς τῶν προφητῶν ὁ Χριστὸς καὶ δεσπότης τῶν ἀγγέλων. Καὶ εἶπέ μοι· οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί. Πιστοὶ καὶ ἀληθινοί, ὡς ἐκ τῆς ἀληθείας προφερόμενοι. μέχρι τῶν ἐνταῦθα τὴν τοῦ ἀγγέλου ὀπτασίαν καὶ τῶν τεθεαμένων τὴν ἑρμηνείαν παραθέμενος λοιπὸν ὡς ἐξ οἰκείου προσώπου φησί·

Καὶ κύριος ὁ θεὸς τῶν ἁγίων προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει. Εἰ δὲ θεὸς τῶν προφητῶν ὁ Χριστός, ὃς τὸν ἄγγελον αὐτοῦ ἀπέστειλε, διὰ μέσου τοῦ τὴν ὀπτασίαν ἑωρακότος μακαρίου Ἰωάννου δεῖξαι τοῖς δούλοις αὐτοῦ τὰ μέλλοντα γενέσθαι, εὔδηλον ὅτι συγκαταβατικῶς κατ’ οἰκονομίαν τῷ υἱῷ ἐν τοῖς προοιμίαις ἔφη δεδόσθαι διὰ τὴν σάρκα τὴν Ἀποκάλυψιν. ὁ γὰρ τῶν προφητῶν θεὸς καὶ τοὺς ἀγγέλους ἀποστέλλων ὡς λειτουργικὰ πνεύματα πρὸς τὴν τῶν μελλόντων φανέρωσιν οὐκ ἂν ἀγνοήσοι τι, οὔτε τὴν ὥραν οὔτε τὴν ἡμέραν τῆς συντελείας, ἵνα διὰ τοῦ πατρὸς ἐνταῦθα μάθῃ ὁ πάντας ἔχων τοὺς θησαυροὺς τοὺς ἀποκρύφους τῆς σοφίας καὶ τῆς γνώσεως. οὗπερ νῦν εἰς τὸ πρόσωπον ὁ εὐαγγελιστὴς μετέρχεται λέγων·

Ἰδοὺ ἔρχομαι ταχύ· μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. Ἔθος γὰρ τοῦτο καὶ τοῖς προφήταις ὡς ἐξ οἰκείου προσώπου τὰ θεῖα χρησμῳδεῖν πολλαχοῦ. τὸ δὲ «ταχὺ ἔρχομαι» ἢ δηλοῦντός ἐστι τὴν τοῦ παρόντος καιροῦ βραχύτητα συγκρίσει τοῦ μέλλοντος, ἢ τῆς ἑκάστου τελευτῆς τὸ ἀθρόον καὶ σύντομον. ἑκάστῳ γὰρ ἀνδρὶ τέλος ἡ ἐντεῦθεν αὐτοῦ μετάστασις.

ἐπεὶ τοίνυν ἀγνοοῦμεν ποίαν ὥραν ὁ κλέπτης ἔρχεται, διὸ καὶ γρηγορεῖν καὶ τὰς ὀσφύας περιεζῶσθαι καὶ τοὺς λύχνους ἔχειν καιομένους τῆς κατὰ θεὸν πολιτείας καὶ τοῖς πλησίον φαίνοντας ἐντετάλμεθα, μὴ παυσώμεθα ἐν συντριμμῷ καρδίας τὸν θεὸν ἱκετεύοντες ῥυσθῆναι ἐκ πάντων τῶν διωκόντων ἡμᾶς, μήποτε τούτοις ἡττηθέντας οἱ τὰς ψυχὰς ἡμῶν παραληψόμενοι ἁρπάσωσιν αὐτὰς ἀνευτρεπεῖς μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος, μήποτε δεσμοῖς τῶν χαμερπῶν καὶ γηΐνων πραγμάτων ἡ ἑκάστου ἐμπεπλεγμένη ψυχὴ καὶ τὸν ἐκ τούτων χωρισμὸν οὐ φέρουσα εἰκῆ μὲν πρὸς αὐτὰ μεταστρέφηται, καταλεῖψαι δὲ ταῦτα κατεπειγομένη ἀγγελικῇ ἐπιστασίᾳ καὶ θείῳ προστάγματι ἀνόνητα τοῦ παρῳχηκότος χρόνου θρηνήσῃ τὴν ἀμέλειαν, ἀλλὰ μᾶλλον ἐνδιαθέτως τὸ Δαυιτικὸν μελῳδοῦντες λόγιον· «ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου» τῆς τούτων τηρήσεως μισθὸν τὴν ἐκ θεοῦ δόξαν λάβωμεν, τό· «εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου». μεθ’ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι πρέπει δόξα, τιμή, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΚΔʹ. ΚΕΦΑΛΑΙΟΝ Οʹ. Περὶ τοῦ ἀξιοπίστου τῶν τεθεαμένων τῷ ἀποστόλῳ. Καὶ ἐγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα. καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.

Καὶ τοῦτο τῆς ἀποστολικῆς ψυχῆς ἰδίωμα· ὥσπερ ἐν τῷ Εὐαγγελίῳ πεποίηκεν εἰπών· «καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ», οὕτω κἀνταῦθα αὐτήκοος εἶναι καὶ αὐτόπτης τῶν προφητευθέντων ὁμολογήσας τὰ ἑωραμένα ἐπιστώσατο. ἔδειξε δὲ καὶ τοῦ τυπώσαντος τὴν ὅρασιν ἀγγέλου τὸ εὐλαβές, ὅπως τὴν προσκύνησιν τοῦ συνδούλου οὐ προσήκατο, ἀλλ’ εὐγνωμόνως τῷ κοινῷ δεσπότῃ προσένειμεν.

ΚΕΦΑΛΑΙΟΝ ΟΑʹ. Ὅπως ἐκελεύσθη μὴ σφραγίσαι, ἀλλὰ κηρύξαι τὴν Ἀποκάλυψιν. Καὶ λέγει μοι· μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὅτι ὁ καιρὸς ἐγγύς ἐστιν. Μέχρι τῶν ἐνταῦθα τὰς ἀγγελικὰς ῥήσεις παραθέμενος εἰς τὸ δεσποτικὸν ἐντεῦθεν μέτεισι τοῦ Χριστοῦ πρόσωπον, λέγων· «μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας». καὶ γὰρ ἀξία ἡ βίβλος τῆς παρὰ τῶν πιστῶν ἀναγνώσεως· διά τε γὰρ τῆς ἡτοιμασμένης τοῖς ἁμαρτωλοῖς κολάσεως, διά τε τῆς ἐπηγγελμένης τοῖς ἁγίοις ἀναπαύσεως ὁδηγεῖ πρὸς τὴν ὄντως ζωὴν τοὺς ἐντυγχάνοντας.

Ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. καὶ ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ ἔσται.

Οὐχ ὡς εἰς ἀδικίαν καὶ ῥυπαρίαν προτρέπων τὰ παρατεθέντα εἴρηκε— μὴ γένοιτο—, ἀλλ’ ὡς τὸ τῆς γνώμης φυλάττων ἀκατανάγκαστον, ὡς ἂν εἴποι· «ἕκαστος τὸ ἀρέσκον αὐτῷ ποιησάτω· οὐ βιάζομαι τὴν προαίρεσιν» δείξας ἑκάστῳ ἐπιτηδεύματι πέρας ἀκολουθεῖν κατάλληλον, ὅταν ἔρχωμαι ἀποδοῦναι ἑκάστῳ τὰ τῶν πεπραγμένων ἐπίχειρα.

Ἐγὼ τὸ α καὶ τὸ ω, ἀρχὴ καὶ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος. Οὔτε γὰρ πρὸ ἐμοῦ οὔτε μετ’ ἐμὲ θεός ἐστιν. οὔτε γὰρ τῆς ἀρχῆς ἔστι τι πρεσβύτερον, οὔτε τῆς θεϊκῆς βασιλείας καὶ ἐξουσίας ἔσται τέλος. πολλάκις δὲ καὶ ἀνωτέρω εἴρηται πρῶτος ὁ Χριστὸς διὰ τὴν θεότητα, ἔσχατος δὲ διὰ τὴν ἀνθρωπότητα.

Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλεῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. Ὄντως μακαρισμοῦ ἄξιοι οἱ τοιοῦτοι· ἐξουσίαν γὰρ ἕξουσιν ἐν τῇ ἀλήκτῳ ζωῇ, τῷ ξύλῳ τῆς ζωῆς Χριστῷ τῷ θεῷ ἡμῶν ἐπαναπαύεσθαι καὶ ἐντρυφᾶν τῇ αὐτοῦ θεωρίᾳ μηδεμιᾶς παρεμποδιζούσης πονηρᾶς δυνάμεως, καὶ τοῖς ἀποστολικοῖς πυλῶσι, δηλαδὴ τοῖς αὐτῶν διδάγμασιν, εἰς τὴν ἄνω πόλιν διὰ τῆς ἀληθινῆς θύρας εἰσελεύσονται, μὴ ὑπερπηδῶντες ἑτέρωθεν, καθὼς οἱ μισθωτοὶ ποιμένες, ἀλλ’ ἀπὸ τοῦ θυρωροῦ τῆς ζωῆς εἰσαγόμενοι.

Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος. Κύνες οὐ μόνον οἱ ἀναιδεῖς καὶ ἄπιστοι καὶ οἱ ἐν τῇ κατατομῇ κακοὶ ἐργάται, οὓς ὁ ἀπόστολος ἔκλαιεν, ἀλλὰ καὶ οἱ μετὰ τὸ βάπτισμα ἐπιστρέψαντες εἰς τὸν ἴδιον ἔμετον. διὸ σὺν τοῖς πόρνοις καὶ φονεῦσι καὶ εἰδωλολάτραις τῆς ἄνω ἀλλοτριοῦνται πόλεως.

ΚΕΦΑΛΑΙΟΝ ΟΒʹ. Ὅπως ἡ ἐκκλησία καὶ τὸ ἐν αὐτῇ πνεῦμα προσκαλοῦνται τὴν Χριστοῦ ἔνδοξον ἐπιφάνειαν, καὶ περὶ τῆς ἀρᾶς ᾗ ὑποβάλλονται οἱ τὴν βίβλον παραχαράττοντες. Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι ὑμῖν ταῦτα ταῖς ἐκκλησίαις.

Κἀνταῦθα τὸ δεσποτικὸν τοῦ πεπομφότος τὸν ἄγγελον ἀξίωμα δείκνυται. τὸ δὲ μαρτυρῆσαι ἀντὶ τοῦ διαμαρτύρασθαι τέθειται. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ. Ῥίζα τοῦ Δαυὶδ ὁ Χριστὸς ὡς θεός, γένος δὲ ὡς κατὰ σάρκα ἐξ αὐτοῦ βλαστήσας.

Καὶ ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός. Ἀστὴρ ὁ αὐτὸς ὁ πρωϊνός, ὡς ἐν τῷ πρωῒ ἀνατείλας ἡμῖν τριήμερος καὶ ἐν τῇ μετὰ τὴν νύκτα τοῦ παρόντος βίου πρωϊνῇ τῆς κοινῆς ἀναστάσεως τοῖς ἁγίοις ἐπιφανησόμενος, τὴν ἡμέραν ἄξων τὴν ἀτελεύτητον.

Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω· ἔρχου. Ἥ τε γὰρ ἐκκλησία καὶ τὸ ἐν αὐτῇ πνεῦμα κράζον ἐν ταῖς καρδίαις ἡμῶν· «ἀββὰ ὁ πατήρ» τὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ παρουσίαν ἐπικαλεῖται. καὶ πᾶς δὲ πιστὸς ἀκούων, ἅτε δεδιδαγμένος· «ἐλθάτω ἡ βασιλεία σου», τῷ θεῷ καὶ πατρὶ προσεύχεται.

Καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν. Δίψης γὰρ χρεία ἐν τῷ τῆς ζωῆς πόματι πρὸς βεβαίαν τοῦ κτηθέντος κατάσχεσιν, μάλιστα ὅτι καὶ δῶρον παρέχεται οὐ τοῖς μηδόλως καμοῦσιν, ἀλλὰ τοῖς οὐκ ἄξια τῆς τοῦ δώρου μεγαλειότητος, μόνην δὲ γνώμην γνησίαν καὶ διάπυρον ἀντὶ χρυσίου καὶ ἀργυρίου καὶ σωματικῶν πόνων εἰσφέρουσιν.

Μαρτυρῶ ἐγὼ παντὶ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσει ἐπ’ αὐτὸν ὁ θεὸς τὰς ἑπτὰ πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.

Φοβερὰ ἡ κατὰ τῶν παραχαρακτῶν τῶν θείων γραφῶν κατάρα, ἐπειδὴ καὶ τολμηρὰ ἡ τούτων προπέτεια, ἀλλοτριῶσαι δυναμένη τοὺς αὐθάδεις τῶν ἀγαθῶν τοῦ αἰῶνος τοῦ μέλλοντος. ὅπερ ἵνα μὴ πάθωμεν, διαμαρτύρεται ἡμῖν τοῖς ἀκούουσι, μήτε προσθεῖναί τι μήτε ἀφελεῖν, ἀλλὰ τὰ γραφικὰ ἰδιώματα τῶν Ἀττικῶν συντάξεων καὶ τῶν διαλεκτικῶν συλλογισμῶν ἡγεῖσθαι ἀξιοπιστότερα καὶ σεμνότερα, ἐπεὶ καὶ ἐν ἐκείνοις πολλά τις εὑρίσκων μὴ κανονιζόμενα ἐπὶ τὸ ἀξιόπιστον τῶν ἐν αὐτοῖς ποιητῶν καὶ συγγραφέων παραπέμπεται. ὅσον δὲ τὸ μέσον τῶν παρ’ ἡμῖν καὶ ἐκείνοις ἐνδόξων, καὶ τὸ ἐν νῷ λαβεῖν ἀμήχανον. οἶμαι γὰρ εἶναι πλέον, ἢ ὅσον φῶς σκότους διέστηκεν.

Λέγει ὁ μαρτυρῶν ταῦτα· ναί, ἔρχομαι ταχύ. ἀμήν, ἔρχου, κύριε Ἰησοῦ Χριστέ. ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων. Κἀγώ, φησὶν ὁ ταῦτα λέγων, πρὸς σέ, τὴν ζωήν, ἔρχομαι. καὶ αὐτὸς δὲ παραγενοῦ· κύριε. ἢ καὶ ἑτέρως τοῦτο ἐκ προσώπου τοῦ Χριστοῦ εἴρηται· ὁ μαρτυρῶν ταῦτα, δηλαδὴ ὁ διαμαρτυρόμενος, ἔρχομαι ταχύ. ἐκ δὲ τοῦ ἀποστολικοῦ προσώπου, τὸ ἑπόμενον, τό· «ἔρχου, κύριε Ἰησοῦ Χριστέ». περιπόθητος γὰρ τοῖς ἁγίοις ἡ τοῦ Χριστοῦ παρουσία, ὡς τὸν μισθὸν τῶν εἰργασμένων ἀποδώσοντος πολυπλασίονα, ὅθεν καὶ ἡ παροῦσα βίβλος ἁγία καὶ θεόπνευστος πρὸς τὴν μακαρίαν λῆξιν ὁδηγοῦσα τοὺς ἐντυγχάνοντας.

Καὶ ἵνα συνελὼν ἐν ὀλίγῳ τὸν πάντα ἐπωφελῆ σκοπὸν αὐτῆς παραθῶμαι· διὰ τῶν ἑπτὰ ἐκκλησιῶν τὸ ἐν τοῖς πειρασμοῖς ὑπομονητικὸν καὶ τὸ ἐν εὐποιΐαις σπουδαῖον καὶ ἕτερά τινα τῆς ἀρετῆς εἴδη διδασκόμεθα. ἐξ ὧν ἐστι τῶν ἐπὶ γῆς πάντων ὑπεραρθέντα τῷ καθαρῷ τῆς ψυχῆς ὄμματι τὴν θείαν ἐν οὐρανοῖς δόξαν θεάσασθαι, οὐκ αὐτὴν τὴν οὐσίαν, ἀλλὰ τὴν θεϊκὴν ἐμφάνειαν σχηματιζομένην, εἴτε λίθων πολυτιμήτων ποικιλίᾳ, εἴτε πολυχρωμάτου ἰδέᾳ ἴριδος, εἴτε τισὶ τοιούτοις θείων οἰκονομιῶν ἰνδάλμασιν, καὶ τὰς περὶ αὐτὴν ἁγίας ἀσωμάτους δυνάμεις καὶ τοὺς μετὰ σώματος τῷ κυρίῳ εὐαρεστήσαντας, βροντάς τε καὶ ἀστραπὰς ἀφηγουμένας τῆς θείας παρουσίας, καὶ τῆς βίβλου δὲ τῶν θείων κριμάτων καταλαβεῖν τὸ ἀκατάληπτον τῆς κατασημανθείσης ταῖς ἑπτὰ σφραγῖσι τοῦ πνεύματος καὶ διὰ τοῦ ἀμνοῦ τοῦ θεοῦ τὴν λύσιν δεξαμένης, τῶν ἀπὸ τῆς αὐτοῦ παρουσίας μέχρι συντελείας γεγενημένων τε καὶ γενησομένων, περί τε τῆς τῶν μαρτύρων ἀνδραγαθίας καὶ τῶν ἀπίστων διπλῆς κολάσεως, τῆς τε τοῦ εὐαγγελικοῦ σπόρου καρποφορίας, τῆς τε τῶν ὀλιγοπίστων καὶ ἀνάνδρων ἐκπτώσεως, ὅπως τε οἱ ἅγιοι τῆς Χριστοῦ δευτέρας παρουσίας ἐφίενται, τῆς τε πρὸ τοῦ ἀντιχρίστου τῶν κακῶν ἐπιφορᾶς καὶ τῶν ὑπ’ αὐτοῦ κατὰ Χριστιανῶν τολμωμένων.

πρὸς τούτοις δὲ μαθεῖν ἔστιν ἐντεῦθεν, ὅπως εἰσὶ τῷ θεῷ τίμιοι οἱ ἅγιοι, ὡς ὑπερτίθεσθαι τὴν κατὰ τῶν ἀσεβῶν κόλασιν, πρὶν οὗτοι διὰ τῆς σφραγῖδος τοῖς τιμωροῖς ἀγγέλοις γένωνται γνώριμοι. καὶ τὰς ἑπτὰ δὲ πληγὰς ἐντεῦθεν μανθάνομεν τοῖς ἐπὶ γῆς ἐν τοῖς ἐσχάτοις ἐπάγεσθαι, ὡς ἂν τῷ τούτων μεγέθει πρὸς ἐπιστροφὴν ἴδωμεν καὶ ἱκεσίαν τοῦ θεοῦ τούτων μὴ πειραθῆναι.

καὶ τὸ τῶν ἀγγέλων δὲ φιλάνθρωπον διὰ τοῦ τὸ εὐαγγέλιον κατέχοντος καὶ τοῖς ἐν τῇ γῇ κηρύσσοντος δείκνυται, καὶ τῶν ἐπὶ συντελείᾳ ἐλευσομένων ἁγίων ἐλέγξαι τὸν ψευδόχριστον, τὸ καρτερὸν καὶ ἀνδρεῖον τῆς ψυχῆς παράστημα καὶ ἡ τῆς Ἰερουσαλὴμ διαίρεσις καὶ ὁ τῶν ἐθνικῶν πόλεων ἀφανισμὸς καὶ ἡ ἐπὶ τούτοις εὐχαριστία τῶν ἄνω δυνάμεων καὶ ὁ κατὰ τῆς ἐκκλησίας δὲ διωγμὸς καὶ ἡ τοῦ διαβόλου κατάπτωσις καὶ ἡ τοῦ ἀντιχρίστου παρουσία καὶ ἡ τοῦ ψευδοπροφήτου ἀπάτη καὶ ἡ τῶν σῳζομένων πολυάριθμος πληθύς, καὶ ἡ Βαβυλῶνος πτῶσις, καὶ ὁ τῆς παγκοσμίου ἅλωνος ἄμητος καὶ τῶν τῆς πικρίας βοτρύων ὁ τρυγητός, καὶ τῶν ἁγίων ἡ καθαρωτάτη λῆξις, ὑαλίνῃ θαλάσσῃ ἀφωμοιωμένη καὶ ἡ ἑπταφίαλος τῆς θείας ὀργῆς χύσις, τοῖς ἐν γῇ καὶ θαλάσσῃ καὶ ποταμοῖς καὶ λοιποῖς στοιχείοις διὰ τὴν τῶν ἀνθρώπων πονηρίαν τὰς κακώσεις ἐπάγουσα καὶ τὸν μὲν τοῦ θηρίου θρόνον σκοτοῦσα, ὁδοποιοῦσα δὲ τοῖς τοῦ διαβόλου ὑπασπισταῖς τὴν διὰ τοῦ Εὐφράτου πορείαν καὶ τὴν αὐτῶν ἀσθένειαν ἀπελέγχουσα, καὶ τὸν παντελῆ σεισμὸν τῆς τῶν παρόντων μεταθέσεως τῷ κόσμῳ ἐπάγουσα, ὅτε ἡ πόρνη πόλις καὶ θηριώδης καὶ τῷ διαβόλῳ ἐπαναπαυομένη τὴν πρέπουσαν αὐτῇ καταστροφὴν δέξεται.

μεθ’ ἣν ἐκ μὲν τῶν ὑπερκοσμίων δυνάμεων ὑμνεῖται θεός, ἡ δὲ ἐκκλησία, ἡ ἄνω Ἰερουσαλήμ, τῷ Χριστῷ συνάπτεται πρὸς ἀκριβεστάτην ἕνωσιν, ἡ δὲ τῆς ὀργῆς πατεῖται ληνός, τοῦ δὲ νοητοῦ δείπνου τῆς τῶν γηΐνων ἐκλείψεως μετέχουσιν οἱ ἄγγελοι καὶ οἱ ἰσάγγελοι ἄνθρωποι, τοῦ ἀντιχρίστου καὶ τοῦ ὑπασπιστοῦ αὐτοῦ τῇ γεέννῃ παραδιδομένων. ἐντεῦθεν ἔστι καὶ τὸν τοῦ διαβόλου δεσμὸν καὶ τὴν πρόσκαιρον αὐτοῦ λύσιν μαθεῖν καὶ τὴν ἐκπομπὴν τὴν εἰς ἀπώλειαν, καὶ τῶν Χριστῷ συμβασιλευόντων ἁγίων μαρτύρων πρὸ τῆς τοῦ ἀντιχρίστου παρουσίας τὴν μακαριότητα, μεθ’ ἣν πρὸς ὀλίγον λυθεὶς ὁ διάβολος καὶ τὸν Γὼγ καὶ Μαγὼγ ταράξας σὺν αὐτοῖς κολασθήσεται, ὅταν τὰ βιβλία τῶν ἑκάστῳ πεπραγμένων καὶ ἡ βίβλος τῆς ζωῆς ἀνοιχθῶσι καὶ οἱ μὲν τοῦ δευτέρου θανάτου τύχωσιν, οἱ δὲ τῆς ἄνω Ἰερουσαλὴμ καὶ τῆς Χριστοῦ νυμφεύσεως ἀξιωθήσονται. ἐκ ταύτης τῆς θείας βίβλου καὶ τὸ τῆς ἄνω πόλεως διάστημα σὺν τείχει καὶ πυλεῶσι καὶ θεμελίοις, ὡς ἦν δυνατόν, ὑπὸ τοῦ ἀγγέλου μανθάνομεν καὶ τὸν ἐκεῖθεν θεῖον ποταμὸν τοῦ πνεύματος ἐκπορευόμενον, ὅτι τε λόγος οὐδεὶς παραστῆσαι τῶν ἄνω τὴν εὐπρέπειαν δύναται ἢ τὴν δόξαν τὴν ἀμάραντον, εἰς ἣν ἡμᾶς προτρέπων ἐντέλλεται λέγειν· «ἔρχου», δηλαδὴ ὁ ταῦτα παρέξων ἅπερ τοῖς ἁγίοις ἡτοίμασας.

Ὧν ἐφιεμένους ἡμᾶς ὑπὸ τῆς θέας καὶ τῆς ἀπολαύσεως γένοιτο διαπύρῳ πόθῳ τῆς τῶν θείων ἐντολῶν τηρήσεως ταῦτα κτήσασθαι ἐν μακροθυμίᾳ καὶ πραότητι καὶ ταπεινοφροσύνῃ καὶ καρδίας καθαρότητι. ἐξ ἧς ἀρέμβαστος καὶ ἀθόλωτος προσευχὴ τίκτεται, γυμνὸν νοῦν πάσης ὑλικῆς ἐννοίας παριστῶσα τῷ τῶν κρυφίων ἐπόπτῃ θεῷ, δαιμονικαῖς ἀπάταις καὶ προσβολαῖς ἀδιάφθορον. καὶ γὰρ ἐφίεται ὁ ἀπατεὼν ἐχθρὸς ἐν ταῖς πρὸς θεὸν τῆς καρδίας ἐντεύξεσι μοιχικῶς αὐτῇ μίγνυσθαι καὶ φθοροποιὰ ἐπισπείρειν σπέρματα τῆς θείας αὐτὴν ἀποσπῶντα ἑνώσεως, ἵνα μὴ ἐν τῇ μελέτῃ αὐτῆς ἐκκαυθῇ πῦρ ἀναλίσκον τὰ αὐτοῦ μηχανήματα—καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον—, καὶ τὴν καθαρῶς καὶ ἀθολώτως αὐτῷ προσομιλοῦσαν ψυχήν, κἂν ᾖ κατεψυγμένη ταῖς ἁμαρτίαις, θερμὴν καὶ πυρὸς καυστικοῦ δαίμοσι γόνιμον ἀπεργάζεται· καθάπερ καὶ ὁ ἥλιος σφοδρῶς ἐπιλάμπων σκεύει ὑαλίνῳ πεπληρωμένῳ ὕδατος, πῦρ ἐκεῖθεν ἐξάγει κατά τινα ἀνταύγειαν καὶ ἀνάκλασιν, εἴγε καὶ ἡμεῖς καθαρὸν τὸν ναὸν τοῦ πνεύματος ὡς ὕαλον, ἀλλὰ μὴ πήλινον ἢ ὀστράκινον καὶ τῆς θείας ἀκτῖνος ἀνεπίδεκτον τῷ ἡλίῳ τῆς δικαιοσύνης ἐπιδείξομεν, ὃς πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πᾶσιν ἐπιλάμπει τῆς οἰκείας αἴγλης τὴν χάριν ἀκώλυτον.

μετέχεται δὲ παρ’ ἑκάστου πρὸς τὸ μέτρον τῆς τῶν νοητῶν ὀφθαλμῶν καθαρότητος· ἣν εἰλικρινῆ κτήσασθαι ἡμᾶς ὁ πανελεήμων καταξιώσει, ὁ σαρκὶ παθὼν δι’ ἡμᾶς Χριστὸς ὁ θεὸς ἡμῶν, ᾧ πρέπει πᾶσα δοξολογία, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ ζῳοποιῷ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἰστέον ὡς ὁ τῆς παρούσης βίβλου συγγραφεὺς ταύτην αἰτήσασιν ἐντίμοις προσώποις πρὸς ἔντευξιν παρασχόμενος, εἶτα τοῦ ἀναδοῦναι τὴν βίβλον ὀκνησάντων, αὐτός τινα τῶν σχεδαρίων οὐ φιλοπόνως φυλάξας, ἀλλὰ παραῤῥίψας ὡς ἔτυχε, πάλιν αἰτηθεὶς παρ’ ἑτέρων τοῖς μὲν σεσῳσμένοις τῶν σχεδαρίων εἰς τὴν συγγραφὴν συνεχρήσατο, τῶν ἀπολλυμένων δὲ τὴν διάνοιαν ἐν ὀλίγοις χωρίοις, ὡς εἰκός, ἐν ἑτέραις ἐξέφρασε λέξεσιν. εἰ τοίνυν διαφωνία σμικρά τις ἐν ταῖς λέξεσι φαίνοιτο, μηδαμῶς ξενισμὸν ἐμποιήσει τοῖς ἐντυγχάνουσι τῆς διανοίας μενούσης τῆς αὐτῆς καὶ ἐν τῇ βραχυτάτῃ παραλλαγῇ τῶν λέξεων.