τούτου χάριν ἀναγκαίαν ἡγησάμενοι τὴν τῶν πατριαρχικῶν ὀνομάτων ἀνάπτυξίν φαμεν τὴν τοῦ Ἰούδα φυλήν, ὃς «ἐξομολόγησις» ἑρμηνεύεται, αἰνίττεσθαι τοὺς σῳζομένους διὰ μετανοίας καὶ ἀγάπης τῆς πρὸς τὸν ἐξ Ἰούδα βλαστήσαντα κύριον καὶ τελώνην καὶ πόρνην καὶ λῃστὴν δικαιώσαντα, τὴν δὲ τοῦ Ῥουβὶμ δηλοῦν ὡς ὁρῶντος υἱοῦ ἢ υἱοῦ ὁράσεως τοὺς καθαροὺς τῇ καρδίᾳ καὶ ὁρῶντας τῷ πνεύματι, τὴν δὲ τοῦ Γάδ, ὃ δηλοῖ πειρασμὸν ἢ πειρατήριον, τοὺς διὰ θλίψεων καὶ πειρασμῶν ὡς χρυσὸν πυρουμένους καὶ στεφανουμένους τῷ δοκιμίῳ τῆς πίστεως, τὴν δὲ τοῦ Ἀσήρ, δι’ οὗ «μακαρισμὸς» σημαίνεται, τοὺς τῇ τηρήσει τῶν θεοδιδάκτων μακαρισμῶν τῆς ἀλήκτου τευξομένους μακαριότητος τῶν αἰωνίων ἐπαίνων, τὴν δὲ τοῦ Νεφθαλείμ, ἑρμηνευομένου συνετὸν ἢ στέλεχος, τοὺς τῷ στελέχει τοῦ δεσποτικοῦ σταυροῦ ἐπερειδομένους μετὰ συνέσεως καὶ ἐν αὐτῷ τοὺς δαίμονας καταράσσοντας, τὴν δὲ τοῦ Μανασσῆ, ὃς ἀπὸ λήθης ἑρμηνεύεται, τοὺς ἐπιλανθανομένους τοῦ πατρῴου οἴκου διὰ Χριστόν, ὅπως ἐπιθυμήσῃ ὁ βασιλεὺς τοῦ ψυχικοῦ αὐτῶν κάλλους καὶ ἀξιώσῃ τῆς ἐν τῷ μυστικῷ γάμῳ κλήσεως, τὴν δὲ τοῦ Συμεών, ὅπερ δηλοῖ ἐπακουσμόν, τοὺς τῶν θείων ἐντολῶν ἐπακούοντας δι’ ἀγαθῶν πράξεων, τὴν δὲ τοῦ Λευί, δι’ οὗ «προσειλημμένος» σημαίνεται, τοὺς ὑπὸ θεοῦ ἐκλεγέντας καὶ προσληφθέντας, κατὰ τὸ ψαλμικὸν λόγιον, καὶ ἐν ταῖς θείαις αὐλαῖς κατασκηνοῦν μέλλοντας, ὡς τῆς ὀγδόης τῆς μετὰ τοῦ παρόντος αἰῶνος ἑβδομάδα ἱερατεύσοντας, διὸ καὶ ὀγδόη τέτακται.