Ἐνταῦθα δέ, ὅπου ἡ κληρονομία βεβαία καὶ ἀμετάθετος, ὅπου διατιθέμενος ὁ Χριστὸς καὶ διαθήκη τὸ εὐαγγέλιον καὶ μάρτυρες οἱ ἀπόστολοι, ὅπου οὐρανὸς καὶ τὰ ἐν αὐτῷ καλά, 〈ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,〉 πόσῳ μᾶλλον ὀφείλομεν σπουδάσαι κληρονομεῖν; 〈Ὑπὲρ τῆς κληρονομούσης.〉 Καὶ ὁ χοροστάτης τῶν προφητῶν ὑπὲρ αὐτῆς ὡς ῥήτωρ δικάζεται λέγων· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Ὁ ἄνω ἀντάρτης κάτω ἀντίδικος τῆς νύμφης σου γέγονεν, ὡς γέγραπται· 〈Ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων περιπατεῖ, ζητῶν τίνα καταπίῃ.〉 Ἀλλ᾽ ἐπειδὴ ὁ ἀντίδικος οὗτος πολλοὺς ἀποκληρονόμους ἐξ ἀρχῆς ἐποίησεν, ὑπὲρ αὐτῆς τῆς κληρονόμου ἐντυγχάνω σοι· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Κληρονόμος τοῦ Νῶε ἦν ὁ Χὰμ ὡς υἱός, ἀλλὰ ποιήσας αὐτὸν γελάσαι τὴν γύμνωσιν τοῦ πατρός, γυμνὸν τῆς κληρονομίας τοῦ πατρὸς ἐποίησε, καὶ τὴν ἐλευθερίαν ἐκδύσας, δουλείαν ἐνέδυσε καὶ τὴν εὐλογίαν αὐτῷ εἰς κατάραν ἔτρεψεν· 〈Ἐπικατάρατος Χαναὰμ παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.〉 Ἐπεὶ οὖν ὁ αὐτὸς καὶ νῦν τὴν νύμφην σου γυμνωθῆναι βούλεται, ἵνα γυμνόν σε ὡς τὸν Νῶε ὁρῶσα ἐν τῷ πάθει γελάσῃ σε, ἵνα ἀποκληρονόμον αὐτὴν ποιήσῃς λέγων· 〈Ὑπάγετε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι· γυμνὸς ἤμην, καὶ οὐ περιεβάλετέ με〉— ἵνα οὖν ὁ ἀντίδικος αὐτῆς διάβολος αἰσχυνθῇ καὶ ἡ νύμφη ἐντὸς τῆς κληρονομίας εὑρεθῇ, δίδαξον αὐτήν, δέσποτα Χριστέ, μὴ γελάσαι τὴν γύμνωσίν σου, ἀλλ᾽ ἵνα μάθῃ ὅτι ἡ σὴ γύμνωσις τὸν κόσμον ἐνέδυσεν, ὅτι, ὥσπερ πλούσιος ὢν δι᾽ ἡμᾶς ἐπτώχευσας, ἵνα ἡμεῖς πλουτήσωμεν, οὕτως ὁ οὐρανὸν καὶ γῆν ἐνδυόμενος ἐγυμνώθης, ἵνα κόσμον ἐνδύσῃς. 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Τὸν Ἰσμαὴλ μετὰ τῆς Αἰγυπτίας μητρὸς ἀποκληρονόμον πάντη διὰ παίγνια ἐποίησεν. 〈Ἰδοῦσα γὰρ Σάρρα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς, εἶπε τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.〉 Ἐπεὶ οὖν καὶ νῦν ἡ ἀποκληρονόμος τῶν Ἰουδαίων συναγωγὴ καταπαίζει τῆς ἐκκλησίας διὰ τὸν σταυρόν, ἐκείνην ἔκβαλε καὶ ταύτην εἰσάγαγε. 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Διὰ πορνείας βεβηλώσας τὸν Ἠσαῦ, ἀπολέσαι τὴν κληρονομίαν τῶν πρωτοτοκίων παρεσκεύασε καὶ τοῦ ἀδελφοῦ δοῦλον τὸν υἱὸν ἐποίησε καὶ δεύτερον Χαναὰμ τὸν Ἠσαῦ ἐχειροτόνησε. 〈Μή τις,〉 φησίν, ᾖ 〈πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως ἀπώλεσε τὰ πρωτοτόκια〉 καὶ τὴν πατρικὴν εὐλογίαν.