Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς

Ἀστέριος ὁ Σοφιστής

Ομιλίες Β΄ έως ΣΤ΄ στον πέμπτο Ψαλμό

Σειρά ομιλιών που αναλύουν την Εκκλησία ως κληρονόμο της νέας διαθήκης, το μυστήριο του πάθους και της ανάστασης, και προβάλλουν τον Ιωσήφ ως πρότυπο σωφροσύνης για τους νεοφώτιστους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 5 από 18

In Psalmum V Homilia II Εἰς τὸν αὐτὸν 〈ε〉 ψαλμὸν λόγος 〈β〉. Οὐχ οὕτως ἑωσφόρος ἁπαλοῖς σκιρτήμασιν ἐν οὐρανῷ τρέχων εὐαγγελίζεται κόσμῳ ὅτι ἡ νὺξ παρέρχεται, ἡ δὲ ἡμέρα ὡς νύμφη παραγίνεται καὶ ὁ ἥλιος ὡς νυμφίος ἐκ τοῦ παστοῦ τῆς ἀνατολῆς προέρχεται, ὡς ὁ νοητὸς ἑωσφόρος, τὸ πνεῦμα τὸ ἅγιον, τῇ ἐκκλησίᾳ νύμφῃ καὶ κληρονόμῳ εὐαγγελίζεται ὅτι ὡς νὺξ ὁ βίος παρέρχεται—〈Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου〉— ἡ δὲ ἡμέρα τῆς κληρονομίας τῶν αἰωνίων ἀγαθῶν παραγίνεται καὶ ὁ νυμφίος Χριστὸς μετὰ τῆς κληρονομίας ἔρχεται. Ὅθεν, 〈Ὑπὲρ τῆς κληρονομούσης〉 ἐπέγραψε τὸν ψαλμόν. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης.〉 Καὶ μάρτυς Ἠσαΐας· 〈Ἰδοὺ κύριος ἐν ἰσχύϊ ἔρχεται· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ τὸ ἔργον ἑκάστου ἐναντίον αὐτοῦ.〉 Ὅτι δὲ ἡ κληρονομία μισθὸς εἴρηται, λέγει τοῖς υἱοῖς τῆς ἐκκλησίας ὁ Δαυίδ· 〈Ἰδοὺ ἡ κληρονομία κυρίου, υἱοί,〉 ἀντὶ τοῦ· Ὡς υἱοῖς καὶ τέκνοις λέγω· 〈Ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός.〉 Τοῖς γὰρ καμοῦσι κληρονόμοις καὶ υἱοῖς ἡ κληρονομία μισθός, τοῖς δὲ μὴ καμοῦσιν ἡ κληρονομία δωρεά.

Καὶ ἐπειδὴ τὸ τέλος τῆς ἐνταῦθα ζωῆς τῆς ἐκεῖ κληρονομίας καὶ διαγωγῆς γίνεται ἡ ἀρχή, ἵνα ἡ κληρονόμος παραλάβῃ τὰς νομάς, τὰς οὐρανίους μονάς, διὰ τοῦτο 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης〉 ὑπέγραψε τὸν ψαλμόν. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης,〉 ἵνα ἐν εὐσεβείᾳ καὶ καλῇ πολιτείᾳ τὸν βίον ἡ ψυχὴ τελέσασα, τῆς κληρονομίας ἐν ἀπολαύσει γένηται. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης.〉 Καὶ τίς ἡ κληρονομοῦσα; Ἡ ἐκκλησία καὶ πᾶσα θεοφιλὴς ψυχή, ἡ ὡς νύμφη καὶ παρθένος ἁρμοσθεῖσα τῷ Χριστῷ κατὰ τὸν ἀπόστολον λέγοντα· 〈Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.〉 Καὶ τίς ἡ κληρονομία; Ἡ τῶν οὐρανῶν βασιλεία.

Ὁ Χριστὸς λέγει· 〈Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.〉 Καὶ διὰ τί ἡ τῶν οὐρανῶν βασιλεία κληρονομία λέγεται; Ἵνα οἱ ταύτης ἀπολαῦσαι θέλοντες γνήσιοι υἱοὶ καὶ φίλοι τοῦ θεοῦ γένωνται. Οὐδεὶς γὰρ τοὺς ἐχθροὺς καὶ ἀλλοτρίους κληρονόμους ἐνιστᾷ. Ὅθεν καὶ ἕκαστος τῶν διατιθεμένων ἐγγράφως τῷ κληρονόμῳ εὐχαριστεῖ· Ὁ δεῖνα, φησίν, ἔστω μου κληρονόμος, ὁ ἀεὶ γνησίως μοι ὑπηρετήσας, ὁ ἐν πᾶσί με ἀναπαύσας, ὁ πάντοτέ μοι εὐαρεστήσας. Εἰ δὲ ἄνθρωπος τὸν εὐάρεστον υἱὸν ἢ φίλον κληρονόμον καθιστᾷ, πολλῷ μᾶλλον ὁ θεὸς ὡς δίκαιος δικαστής.

Τοῦτο καὶ ὁ Χριστὸς ἐν τῇ ἑαυτοῦ διαθήκῃ ποιῶν, ἐγγράφως τοῖς κληρονόμοις εὐχαριστεῖ· 〈Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.〉 Εἶτα ἡ εὐχαριστία· 〈Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν,〉 καὶ τὰ ἑξῆς. 〈Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων, ἐμοὶ ἐποιήσατε.〉 Ὡς κληρονόμοι με ἐθρέψατε· τῆς κληρονομίας ἀπολαύσατε. Καὶ τίνες οἱ κληρονόμοι; Ἀνάγνωθι τὴν διαθήκην τοῦ Χριστοῦ καὶ εὑρίσκεις τὰ πρόσωπα τῶν κληρονόμων, ἵνα μάθῃς εἰ καὶ τὸ σὸν πρόσωπον ἐμφέρεται ἐν τῇ διαθήκῃ.

Καὶ τίς ἡ τοῦ Χριστοῦ διαθήκη; Τὸ εὐαγγέλιον. Καὶ ὅτι τὸ εὐαγγέλιον ὁ Χριστὸς διαθήκην λέγει· 〈Καθὼς διέθετό μοι ὁ πατὴρ διαθήκην, κἀγὼ διατίθεμαι ὑμῖν, ἵνα〉 ὡς κληρονόμοι διὰ παντὸς 〈ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.〉 Καὶ ἐπειδὴ ὡς διαθήκη ἐγράφη ὁ ὑπὲρ τῆς κληρονομούσης ψαλμός, ἀνάγνωθι αὐτὸν ἀκριβῶς καὶ ἐν αὐτῷ εὑρήσεις οἵα εἶναι ὀφείλει ἡ κληρονόμος ψυχή. Καὶ πάλιν· 〈Ἰδοὺ ἐγὼ διατίθεμαι διαθήκην καινὴν τῷ οἴκῳ Ἰσραήλ, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν.〉 Τὴν παλαιὰν διαθήκην ὁ Χριστὸς διαθέμενος οὐκ ἀπέθανε, καὶ ὁ Ἰουδαῖος οὐκ ἐκληρονόμησε.

Τὴν καινὴν διαθέμενος ἀπέθανε, καὶ ἡ ἐκκλησία ἐκληρονόμησεν. Ἐὰν γὰρ ἀκούσῃς, ἀδελφέ, ὅτι ὁ δεῖνα ὁ ἀποθανὼν εἰς σὲ διέθετο καί σε κληρονόμον ἐνεστήσατο, εὐθέως τρέχεις, θόρυβον χαρᾷ κεράσας καὶ ζάλην γαλήνῃ μίξας, καὶ περιεργάζῃ ἀκριβῶς καὶ τοὺς δημοσίους χαρτοφύλακας ἐπερωτᾷς καὶ χρήματα δαπανᾷς καὶ ἀγοράζεις γράμματα καὶ ἀντίγραφα τῆς διαθήκης αἰτεῖς, ἵνα χρήματα κληρονομήσῃς φθαρτά. Ἐνταῦθα δέ, ὅπου Χριστὸς ὁ ἀποθανὼν κληρονόμον σε ἐνεστήσατο, ὅπου πλοῦτος ἀλῄστευτος καὶ κληρονομία οὐράνιος καὶ διαθήκη ἀζήμιος ὁ ψαλμός, πόσῳ μᾶλλον ὀφείλεις, ὡς διαθήκην ἐν χάρτῃ καθαρῷ, μεταγράψαι αὐτὸν ἐν τῇ ψυχῇ, ἵνα ἴδῃς εἴ σοι ἁρμόζει ἡ κληρονομία ἢ οὔ. Οὐ γὰρ ἁπλῶς ἡ κληρονομία καταλέλειπται, ἀλλ᾽ ἐπὶ αἱρέσει φανερᾷ. Ἄκουσον καὶ τοῦ προφήτου ὡς συμβολαιογράφου παραναγινώσκοντος αὐτὴν τῷ θεῷ ἐν τῷ προκειμένῳ ψαλμῷ καὶ λέγοντος περὶ τῶν ἀποκληρονόμων· 〈Ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου· ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.〉 Τοὺς Ἰουδαίους [καὶ] ὡς μισητοὺς ἀποκληρονόμους ἐποίησας. 〈Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος,〉 τοὺς κυριοκτόνους, ὅτι μάρτυρας ψευδεῖς κατὰ σοῦ ἠγόρασαν. Ἰδοὺ τοὺς ἀποκληρονόμους εἶπας· εἰπὲ τίνες οἱ τῆς κληρονομίας ἀπολαύσαντες Τίνες; Οἱ τῆς κληρονομίας συμμύσται.

Καὶ τίνες οὗτοι; Μαθηταὶ πάντες, οἱ ἐπὶ τὸν θεὸν ἐλπίζοντες. 〈Καὶ εὐφρανθήσονται πάντες οἱ ἐλπίζοντες ἐπὶ σοί· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς.〉 Ἐπειδὴ γὰρ ἐν σοί 〈εἰσι πάντες οἱ θησαυροὶ τῆς γνώσεως καὶ τῆς σοφίας,〉 ἐν αὐτοῖς δὲ κατασκηνοῖς, ἀγαλλιῶνται δι᾽ ὅλου, ὡς ἐν σοὶ κληρονομοῦντες τοὺς μεγάλους θησαυρούς. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης.〉 Καὶ τίνες οἱ κληρονόμοι; Οἱ πραεῖς. Λέγει ἐν τῇ διαθήκῃ αὐτοῦ ὁ Χριστός· 〈Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.〉 Εἰ πραεῖς κληρονόμοι, οἱ ὀργίλοι ξένοι τῆς κληρονομίας, καὶ οἱ θυμικοὶ καὶ πλῆκται. 〈Ὑπὲρ τῆς κληρονομούσης.〉 Καὶ τίς ἡ κληρονόμος ψυχή; Ἡ πένητας θρέψασα καὶ διὰ τῶν πενήτων τὸν Χριστόν. Αὐτὸς λέγει· 〈Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.〉 Τί γάρ σοι ἐποιήσαμεν οἱ κληρονόμοι; 〈Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με,〉 καὶ τὰ ἑξῆς. 〈Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.〉 Ὡς κληρονόμοι με ἐθρέψατε· τῆς κληρονομίας ἀπολαύσατε. 〈Ὑπὲρ τῆς κληρονομούσης.〉 Τίς ἡ κληρονόμος ψυχή; Ἡ δραμοῦσα τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἡ λέγουσα· 〈Ὁδὸν ἐντολῶν σου ἔδραμον· ἐκληρονόμησα τὰ μαρτύριά σου. Ὑπὲρ τῆς κληρονομούσης.〉 Τίς ἡ κληρονομοῦσα;

Ἡ ἐκκλησία, ἡ διωκομένη καὶ συμπάσχουσα τῷ Χριστῷ· 〈Κληρονόμοι τοῦ θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.〉 Πῶς; 〈Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Ὑπὲρ τῆς κληρονομούσης.〉 Τίς ἡ κληρονόμος ψυχή; Ἡ τὰ τοῦ κόσμου τῷ κόσμῳ προσρίψασα καὶ τὰ οὐράνια ἐπιποθήσασα. Ὁ Χριστὸς λέγει· 〈Πᾶς ὅστις ἀφῆκεν οἰκίαν ἢ ἀδελφούς,〉 καὶ τὰ ἑξῆς, 〈ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Εἰπὲ〉 καὶ τοὺς ἀποκληρονόμους. Παῦλος λέγει· 〈Ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.〉 Καὶ πότε ἡ κληρονομία; 〈Εἰς τὸ τέλος,〉 ἵνα ἕως τέλους εὐχαριστήσωμεν τῷ θεῷ τῷ κληροδότῃ, ἵνα μή, ἀρξάμενοι εὐαρεστεῖν, λιποτακτήσαντες εἰς τὸ τέλος ἀποβληθῶμεν. 〈Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ψαλμὸς τῷ Δαυίδ·〉 πᾶσα πρᾶξις ἀγαθὴ παντὶ τῷ ἱκανῷ τῇ χειρί· 〈Ὁ γὰρ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Χριστοῦ Ἰησοῦ.〉 Οὐκ ἐθεάσασθε ὅπως πολλοὶ διὰ κληρονομίαν χρημάτων γέροντας πλουσίους ζητοῦσι καὶ ἀδυνάτους ὄντας νοσοκομοῦσι καὶ ἀνέχονται τῶν τοῦ γήρους ἐλαττωμάτων, βηχὸς καὶ τρισμῶν θώρακος καὶ κορύζης καὶ ποδαλγίας καὶ βοῆς ἐν νυκτὶ καὶ ἡμέρᾳ, καὶ νεότητα γήρει προσδαπανῶσι καὶ πρὸ τῶν χρημάτων νοσημάτων πολλάκις γίνονται κληρονόμοι;

Καὶ μετὰ ταῦτα πάντα ἄδηλος ἡ ἐλπὶς τῶν προσδοκηθέντων· ἢ γὰρ ὁ νέος προλαβὼν ἀπέθανεν ἢ ὁ γέρων μετανοήσας εἰς ἄλλον διέθετο ἢ χάρτης τυραννίδα πνέων τὴν διαθήκην ἀνέτρεψεν.

Ἐνταῦθα δέ, ὅπου ἡ κληρονομία βεβαία καὶ ἀμετάθετος, ὅπου διατιθέμενος ὁ Χριστὸς καὶ διαθήκη τὸ εὐαγγέλιον καὶ μάρτυρες οἱ ἀπόστολοι, ὅπου οὐρανὸς καὶ τὰ ἐν αὐτῷ καλά, 〈ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,〉 πόσῳ μᾶλλον ὀφείλομεν σπουδάσαι κληρονομεῖν; 〈Ὑπὲρ τῆς κληρονομούσης.〉 Καὶ ὁ χοροστάτης τῶν προφητῶν ὑπὲρ αὐτῆς ὡς ῥήτωρ δικάζεται λέγων· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Ὁ ἄνω ἀντάρτης κάτω ἀντίδικος τῆς νύμφης σου γέγονεν, ὡς γέγραπται· 〈Ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων περιπατεῖ, ζητῶν τίνα καταπίῃ.〉 Ἀλλ᾽ ἐπειδὴ ὁ ἀντίδικος οὗτος πολλοὺς ἀποκληρονόμους ἐξ ἀρχῆς ἐποίησεν, ὑπὲρ αὐτῆς τῆς κληρονόμου ἐντυγχάνω σοι· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Κληρονόμος τοῦ Νῶε ἦν ὁ Χὰμ ὡς υἱός, ἀλλὰ ποιήσας αὐτὸν γελάσαι τὴν γύμνωσιν τοῦ πατρός, γυμνὸν τῆς κληρονομίας τοῦ πατρὸς ἐποίησε, καὶ τὴν ἐλευθερίαν ἐκδύσας, δουλείαν ἐνέδυσε καὶ τὴν εὐλογίαν αὐτῷ εἰς κατάραν ἔτρεψεν· 〈Ἐπικατάρατος Χαναὰμ παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.〉 Ἐπεὶ οὖν ὁ αὐτὸς καὶ νῦν τὴν νύμφην σου γυμνωθῆναι βούλεται, ἵνα γυμνόν σε ὡς τὸν Νῶε ὁρῶσα ἐν τῷ πάθει γελάσῃ σε, ἵνα ἀποκληρονόμον αὐτὴν ποιήσῃς λέγων· 〈Ὑπάγετε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι· γυμνὸς ἤμην, καὶ οὐ περιεβάλετέ με〉— ἵνα οὖν ὁ ἀντίδικος αὐτῆς διάβολος αἰσχυνθῇ καὶ ἡ νύμφη ἐντὸς τῆς κληρονομίας εὑρεθῇ, δίδαξον αὐτήν, δέσποτα Χριστέ, μὴ γελάσαι τὴν γύμνωσίν σου, ἀλλ᾽ ἵνα μάθῃ ὅτι ἡ σὴ γύμνωσις τὸν κόσμον ἐνέδυσεν, ὅτι, ὥσπερ πλούσιος ὢν δι᾽ ἡμᾶς ἐπτώχευσας, ἵνα ἡμεῖς πλουτήσωμεν, οὕτως ὁ οὐρανὸν καὶ γῆν ἐνδυόμενος ἐγυμνώθης, ἵνα κόσμον ἐνδύσῃς. 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Τὸν Ἰσμαὴλ μετὰ τῆς Αἰγυπτίας μητρὸς ἀποκληρονόμον πάντη διὰ παίγνια ἐποίησεν. 〈Ἰδοῦσα γὰρ Σάρρα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς, εἶπε τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.〉 Ἐπεὶ οὖν καὶ νῦν ἡ ἀποκληρονόμος τῶν Ἰουδαίων συναγωγὴ καταπαίζει τῆς ἐκκλησίας διὰ τὸν σταυρόν, ἐκείνην ἔκβαλε καὶ ταύτην εἰσάγαγε. 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Διὰ πορνείας βεβηλώσας τὸν Ἠσαῦ, ἀπολέσαι τὴν κληρονομίαν τῶν πρωτοτοκίων παρεσκεύασε καὶ τοῦ ἀδελφοῦ δοῦλον τὸν υἱὸν ἐποίησε καὶ δεύτερον Χαναὰμ τὸν Ἠσαῦ ἐχειροτόνησε. 〈Μή τις,〉 φησίν, ᾖ 〈πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως ἀπώλεσε τὰ πρωτοτόκια〉 καὶ τὴν πατρικὴν εὐλογίαν.

Ἵνα μὴ οὖν πορνείᾳ σώματος καὶ λιχνείᾳ λόγων αἱρετικῶν τὰ τέκνα τῆς νύμφης τὸν Ἠσαῦ μιμήσωνται, 〈τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Τὸν Ναβουθὲ διὰ τὴν κληρονομίαν τοῦ ἀμπελῶνος φονευθῆναι ἐποίησεν.

Ἀλλὰ καὶ ἐκέκραξεν ὁ Ναβουθὲ πρὸς τὸν Ἀχαάβ· 〈Οὐ δώσω κληρονομίαν πατέρων μού σοι.〉 Βλέπε γὰρ τὸν Ναβουθὲ ὑπὲρ τῆς κληρονομίας φονευόμενον, ἵνα ἴδῃς τὸν Χριστὸν ὑπὲρ τῆς ἐκκλησίας σταυρούμενον. 〈Καὶ ἑαυτόν,〉 φησί, 〈παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν.〉 Ὑπὲρ ἧς οὖν ἑαυτὸν παρέδωκας, δέσποτα, ὑπὲρ ταύτης δέησιν προσφέρω σοι· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Ὅθεν καὶ ὁ ἀπόστολος, μιμητὴς Χριστοῦ ὤν, ὑπὲρ τῆς ἐκκλησίας κακοπαθῶν ἐβόα λέγων· 〈Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν,〉 καὶ τὰ ἑξῆς. 〈Κινδύνοις ποταμῶν,〉 καὶ τὰ ἑξῆς. Ὡς ἐρωτηθείς· Καὶ ὑπὲρ τίνος τὰ τοιαῦτα καὶ τοσαῦτα κακὰ ὑπομένεις, Παῦλε; ἀποκρίνεται καὶ λέγει· 〈Ὑπὲρ τῆς κληρονομούσης.〉 Καὶ ὅτι πάντα ὑπὲρ τῆς σωτηρίας τῶν ὁμογενῶν ἔπασχε, μάρτυς αὐτὸς λέγων· 〈Ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου· Ὑπὲρ τῆς κληρονομούσης.〉 Ῥήματα δὲ τοῦ προφήτου τίνα;

Οὐ τὰ διὰ λόγων ἀπαγγελλόμενα, ἀλλὰ τὰ διὰ κατορθωμάτων γνωριζόμενα. 〈Σύνες τῆς κραυγῆς μου.〉 Κραυγὴ δὲ τοῦ δικαίου, οὐχ ἡ πληκτικὴ τοῦ ἀέρος φωνή, ἀλλ᾽ ἡ οὐρανόφρων τῆς ψυχῆς διαγωγή. 〈Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.〉 Φωνὴν δὲ λέγει, οὐ τὸν σαλπιγγοφανῆ ἦχον, ἀλλὰ τὸν βαρύτατον τῆς καρδίας στεναγμόν· οὕτω γὰρ γέγραπται· 〈Καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ εἰσήκουσε τῆς φωνῆς τοῦ στεναγμοῦ αὐτῶν ὁ θεός.〉 Καὶ ἦν ἡ φωνὴ τοῦ στεναγμοῦ ἀνθρώποις μὲν ἄδηλος, θεῷ δὲ κατάδηλος. 〈Σύνες τῆς κραυγῆς μου.〉 Τί λέγεις, προφῆτα; Παρακελεύῃ θεῷ;

Σοφίας ἐστὶ θησαυρὸς καὶ συνέσεως πλοῦτος, ὡς γέγραπται· 〈Παρ᾽ αὐτῷ σοφία καὶ σύνεσις.〉 Καὶ αὐτῷ λέγεις· 〈Σύνες,〉 νόησον; Καὶ ἀνθρώπῳ μὲν ἐλλογίμῳ ἐὰν εἴπῃς· Νόησον, ὀργίζεται, ὅτι ὡς ἀπαιδεύτῳ καὶ μὴ παρακολουθοῦντι ἐλάλησας. Καὶ τῷ θεῷ λέγεις· Σύνες; Ἀλλ᾽ οὐκ ἐπιτάσσει τῷ δεσπότῃ· μὴ γένοιτο.

Οὐδὲ ὁ θνητὸς τὸν ἀθάνατον ἐφιστᾷ εἰς σύνεσιν, οὐδὲ τὰ τῶν μεθυόντων ὁ νήφων παραλαλεῖ, ἀλλ᾽ ὃ λέγει τοῦτό ἐστι. Πολλοὶ τῶν προσερχομένων τοῖς δικασταῖς, περὶ μεγάλων καὶ ἀναγκαίων κεφαλαίων ἐντυγχάνοντες, οὐκ ἴσασιν ἀπαγγεῖλαι τὰ τῆς ὑποθέσεως, οὐδὲ σαφῆ καὶ εὐσύνοπτον τὴν ἑαυτῶν γνώμην παραστῆσαι δύνανται. Εἶτα, ἐπειδὴ ὁ δικαστὴς πρὸς τὸ νοῆσαι τὸ πρᾶγμα γοργότερός ἐστι τοῦ ἐντυγχάνοντος καὶ οἶδε ποίαν ὀφείλει δοῦναι ἀπόκρισιν, παρακαλεῖ ὁ ἱκέτης μὴ ἀπιδεῖν πρὸς τὰ ἀνάξια ῥήματα, ἀλλὰ πρὸς τὴν αὑτοῦ φρόνησιν καὶ πρὸς τὴν ὑπόθεσιν δοῦναι τὴν ἀπόφασιν. Οὕτω καὶ ὁ προφήτης, ἐπειδὴ ἄνθρωπος ὢν θεῷ διελέγετο, καὶ ἐν ἐκστάσει γενόμενος ὡς κυβερνήτης ἐν πελάγει ἐχειμάζετο, παρακαλεῖ τὸν θεόν· 〈Σύνες τῆς κραυγῆς μου,〉 ἀντὶ τοῦ· Μὴ πρὸς τὴν τῶν ῥημάτων τῶν ἐμῶν ἀπίδῃς ἀναξιότητα, μηδὲ πρὸς τὴν τῶν λόγων πτωχείαν, ἀλλ᾽ ἀνάγνωθί μου τὴν διάνοιαν καὶ τὸ λεῖπον ἐν τοῖς ῥήμασιν ἀναπλήρωσον ἐν ταῖς ἀποφάσεσι. Τὸ οὖν 〈Σύνες,〉 ἀντὶ τοῦ· Ἴδε τὴν ἐμὴν καρδίαν, ἀνάγνωθί μου τὰ ἐν τῷ βάθει τῆς ψυχῆς δικαιώματα, ἅπερ διὰ ῥημάτων ἐξειπεῖν οὐ δύναμαι. 〈Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς〉 μου. Ὡς ἥλιός μοι ἀνάτειλον, καὶ εὐθέως μοι τὸν χειμῶνα τῶν συμφορῶν ἔλυσας.

Εἰ γὰρ ὁ αἰσθητὸς ἥλιος, ὁ οὐράνιος ὀφθαλμός, ἀνατείλας ἐν χειμῶνι τὸν παγετὸν ἔλυσε, καὶ βλέμμα τοῦ ἡλίου ἡ χιὼν μὴ φέρουσα λύεται, πόσῳ μᾶλλον αὐτός, δέσποτα, ὡς ἥλιος δικαιοσύνης ἀνατείλας μοι, ὡς πάχνην καὶ χειμῶνα ἐκλύεις τοὺς πειρασμούς; Ὥσπερ δὲ λέγων τῷ θεῷ· Πρόσχες, οὐκ αἰσθητῶς αὐτὸν παρακαλεῖ ἐπιβλέψαι, ἀλλὰ θεοπρεπῶς· οὕτω φωνὴν αὐτοῦ λέγει τὴν ἄφθογγον ἐν τῇ ψυχῇ λαλιάν, ἧς μόνος ἀκροατής ἐστιν ὁ θεός· 〈Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας.〉 Εἶτα, ἵνα δείξῃ τὸ μέγα καὶ ὑπερμέγεθες τοῦ δεσπότου ἀξίωμα, ὅτι κύριον αὐτὸν ἐκάλεσεν, οὐχ ὡς ἕνα τῶν πολλῶν, ἀλλ᾽ ὡς τῶν ὅλων δεσπότην καὶ δημιουργόν, ἐπάγει· 〈Ὁ βασιλεύς μου καὶ ὁ θεός μου.

Ὁ βασιλεύς μου·〉 ὅτι με στρατολογήσας, τῷ ὀνόματί σου ἐσφράγισας. 〈Ὁ θεός μου·〉 ὅτι μὴ ὄντα με πρότερον εἰς τὸ εἶναι παρήγαγες. 〈Ὁ βασιλεύς μου·〉 ὅτι τυραννηθέντα με τῇ ἁμαρτίᾳ ὡς αἰχμάλωτον ἠλευθέρωσας. 〈Ὁ θεός μου·〉 ὅτι τὴν φύσιν μετέβαλες καὶ τὸν φθαρτὸν πηλόν μου φορέσας ἄφθαρτον ἐποίησας. 〈Ὁ βασιλεύς μου·〉 ὅτι ὡς βασιλεὺς πορφύραν με τὴν χάριν ἐνέδυσας. 〈Ὁ θεός μου·〉 ὅτι μοι τοὺς οὐρανοὺς ὡς θεὸς ἤνοιξας καὶ τῶν ἐπουρανίων σου ἀγαθῶν μέτοχον ἐποίησας ...

In Psalmum V Homilia III Εἰς τὸν αὐτὸν 〈ε〉 ψαλμὸν ἄλλως, λόγος 〈γ〉· Ἐν τῇ Λαμπρᾷ, τῇ ἑβδομάδι τοῦ Πάσχα. Ὥσπερ οἱ παρ᾽ ἡμῖν λαμπρότεροι νυμφίοι, μετὰ τὸν θάλαμον καὶ τὴν κοίτην ἀναστάντες, ταῖς νύμφαις ὑποδεικνύουσι τὸν πλοῦτον καὶ τὴν κληρονομίαν τὴν πατρῴαν, οὕτως ὁ Χριστός, ὁ μονογενὴς νυμφίος καὶ τοῦ πατρὸς κληρονόμος, μετὰ τὸν θάνατον καὶ τὸν τάφον ἀναστὰς ἐκ τῶν νεκρῶν, τῇ αὑτοῦ νύμφῃ τῇ ἐκκλησίᾳ ἔδειξε τὸν πλοῦτον καὶ τὴν κληρονομίαν, τουτέστι τὸ εὐαγγέλιον καὶ τὴν βασιλείαν. Ἐπεὶ οὖν εἰς τὸ τέλος, τελευτήσαντος τοῦ νυμφίου, κληρονομεῖ ἡ νύμφη, διὰ τοῦτο 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης〉 ὁ Δαυὶδ ἐπέγραψε τὴν ψαλμῳδίαν. Ὅτε γὰρ τὸ τέλος καὶ ὁ ἐν σαρκὶ θάνατος τοῦ Χριστοῦ ἐτελέσθη, τότε εἰς τὰς νομὰς τῆς κληρονομίας ἡ νύμφη ἐκλήθη αὕτη. Διὰ τί, φησίν, ἐσταυρώθη ἢ παρεδόθη ὁ Χριστός; 〈Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος ηὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ὑπὲρ τῆς κληρονομούσης· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς.〉 Ἀλλ᾽ ἐπειδὴ ἡ ἀντίζηλος αὐτῆς ἡ συναγωγὴ ἤριζε διὰ τὴν κληρονομίαν, βιβλίον ἀποστασίου λαβοῦσα, καὶ ὡς κληρονόμος ἐδικάζετο τῇ ἐκκλησίᾳ, ἦλθεν ὁ προφήτης ὡς δικολόγος καὶ ἀναγινώσκει τὸ κατὰ τῆς συναγωγῆς ἀποστάσιον.

Εὗρε τὴν ὑπογραφὴν τοῦ θεοῦ περιέχουσαν· 〈Καὶ αὐτὴ οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς,〉 καὶ 〈Ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς.〉 Ἀναγινώσκει καὶ τὸ προικῷον τῆς ἐκκλησίας. Εὗρε τὸν νυμφίον καὶ τὴν νύμφην ὁ φίλος τοῦ νυμφίου Ἰωάννης· ἐπιστεύθῃ τηρεῖν τὸ προικῷον. Ἀνειλήσας ἀναγινώσκει· 〈Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν.〉 Ἐπεὶ οὖν, ὡς αὐτοῦ ἀποθανόντος τοῦ νυμφίου ἐδικάζετο ἡ συναγωγὴ τῇ ἐκκλησίᾳ περὶ τῆς κληρονομίας, ἀνέστη Χριστὸς ὁ τοῦ πατρὸς κληρονόμος καὶ ὑπὲρ τῆς κληρονομούσης νύμφης δέησις αὐτῷ εὐθέως προσηνέχθη· 〈Εἰς τὸ τέλος γάρ,〉 φησίν, 〈ὑπὲρ τῆς κληρονομούσης τῷ〉 κληρονόμῳ. Τίς ἡ κληρονομοῦσα; Ἡ ἐξ ἐθνῶν ἐκκλησία. Λέγει Παῦλος 〈εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα· Κληρονόμοι θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.〉 Τίς ἡ κληρονομία; Ἡ τῶν οὐρανῶν βασιλεία· 〈Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.〉 Τίς ἡ ἀποκληρονόμος; Ἡ συναγωγὴ καὶ ὁ λαὸς αὐτῆς. 〈Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς.

Οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.〉 Ὁ Ἰουδαῖος ὡς χαρτοφύλαξ τὰς διαθήκας ἐφύλαξε καὶ ὁ Χριστιανὸς ὡς υἱὸς ἐκληρονόμησεν. Ἐκείνῳ ἐσφραγισμένον τὸ γράμμα ὁ νόμος ἔδωκε καὶ ἐμοὶ τὰ ἐγγεγραμμένα ἡ χάρις δεδώρηται. Ἐπειδὴ οὖν ὁ νυμφίος Χριστός, γυναῖκα ἔχων ποτὲ τὴν τῶν Ἰουδαίων συναγωγήν, ταύτην κληρονόμον ἐνεστήσατο καὶ εἰσήγαγεν αὐτὴν εἰς νομὰς τῆς κληρονομίας—μάρτυς ὁ προφήτης εἰπών· 〈Τῷ πατάξαντι βασιλεῖς μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιοὺς καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν Ἰσραὴλ τῷ λαῷ αὐτοῦ〉—ἀλλὰ ἡ τάλαινα, λαβοῦσα παρὰ τοῦ νυμφίου τὰς νομὰς τῆς κληρονομίας, τῷ μοιχῷ ἐρίζοντι ἐπηκολούθει καὶ τὰ τοῦ νυμφίου τῷ δαίμονι προσέφερεν, αὐτὸς ὁ νυμφίος ὁ Χριστὸς διὰ τοῦ Ὠσηὲ λέγει· 〈Καὶ ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον ἐπλήθυνα αὐτῇ· αὕτη δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ Βαάλ.〉 Ἐπεὶ οὖν τὰ τοῦ ἀνδρὸς τῷ μοιχῷ προσετίθη καὶ τῷ ἐραστῇ ἀκολουθοῦσα ἐφόνευσε τὸν ἄνδρα καὶ ὡς ἐν εἰκόνι τὸν Βαραββᾶν ἐκδικοῦσα ἐσταύρωσε τὸν νυμφίον, ἐνόμισε δὲ ἡ συναγωγὴ ὅτι τοῦ Χριστοῦ ἀποθανόντος αὕτη κληρονόμος ἔσται ὡς ἤδη τὰς νομὰς κρατοῦσα, καὶ οὐκ ᾔδει ὅτι ὁ νυμφίος ἀποθνήσκων νέαν διαθήκην ἔγραψεν, ἐν ᾗ κληρονόμον ἐνεστήσατο τὴν ἐξ ἐθνῶν ἐκκλησίαν.

Καὶ ὑπέγραψε τὴν διαθήκην, εἰπὼν Ἰουδαίοις· 〈Ἀρθήσεται ἀφ᾽ ὑμῶν〉 ἡ κληρονομία 〈καὶ δοθήσεται ἔθνει ποιοῦντι τὰ προστάγματα αὐτοῦ.〉 Ὡς οὖν ἀπέθανεν ὁ νυμφίος καὶ τὴν κληρονομίαν ἡ ἀποκληρονόμος συναγωγὴ κατεῖχεν, ἀναστάντι αὐτῷ ἐκ νεκρῶν ὁ χορὸς τῶν προφητῶν ὑπὲρ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἐντυγχάνει· 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης.〉 Ἡ φονεύσασα τὸν νυμφίον κληρονομῆσαι ἐνόμισε τὸν φονευθέντα, ἀλλ᾽ ἡ μὴ φονεύσασα, ἀλλὰ πιστεύσασα, κληρονόμος ἐγράφη. Τὸν τοῦ πατρὸς κληρονόμον ἠθέλησε φονεῦσαι καὶ κληρονομῆσαι ἡ ἀναγινώσκουσα τὴν κατὰ τοῦ Ἀχαὰβ ἀπόφασιν ἐπὶ τῷ τοῦ Ναβουθὲ ἀμπελῶνι· 〈Ἐφόνευσας καὶ ἐκληρονόμησας.〉 Ἐκεῖνος ἐφόνευσε καὶ ἐκληρονόμησεν, ἀλλὰ σὺ ἐφόνευσας καὶ οὐκ ἐκληρονόμησας. Ἐφόνευσας καὶ τὴν κληρονομίαν ἀπώλεσας· ἐφόνευσας τὴν ζωὴν καὶ τὸ ζῆν ἀπώλεσας· ἐφόνευσας καὶ ᾔδεις ὃν ἐφόνευσας. Ἐπέγνως γὰρ αὐτὸν ὅτε εἶπας· 〈Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτόν.〉 Καὶ εἰ αὐτὸς ὁ κληρονόμος, ὦ πονηρὲ Ἰουδαῖε, τὴν νομὴν τῷ κληρονόμῳ παράδος, τὴν δεσποτείαν ἀποκατάστησον τῷ δεσπότῃ· ἐντυχίαν αὐτῷ προσένεγκε, ἵνα σοὶ τὰς λοιπάδας παραχωρήσῃ. 〈Δύο〉 προσηνέχθησαν αὐτῷ 〈χρεωφειλέται· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια καὶ ὁ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο,〉 ὡς κεφαλαίου ἀπόδοσιν τὴν ὀρθὴν προαίρεσιν λογισάμενος.

Καὶ σὺ πολλοῖς ἔτεσι κατέσχες τὰ τοῦ κληρονόμου ὑπάρχοντα καὶ οὐδὲν αὐτῷ προσήνεγκας. Ἀπέστειλε δούλους ζητοῦντας, οὐκ ἀπαιτοῦντας, τοὺς καρπούς· ὡς φίλοι ἐζήτησαν, ὡς ἐχθροὶ ἐφονεύθησαν. Αὐτὸς ἦλθεν ὁ κληρονόμος, οὐκ ὀργιζόμενος, ἀλλ᾽ ἀγαθυνόμενος, οὐ τοὺς φονευθέντας ἐκδικῶν, ἀλλὰ τοὺς φονεύσαντας σωθῆναι παρακαλῶν, οὐχ ὡς κριτὴς ἐκδικῶν, ἀλλ᾽ ὡς ἱερεὺς νουθετῶν. Αὐτὸς εἶπεν· 〈Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον.〉 Ἀλλ᾽ ἐπειδὴ καὶ αὐτὸν τὸν κληρονόμον ἀπέκτεινας καὶ κληρονομεῖν ἐνόμισας, μάθε ὅτι ἀνέστη ὁ κληρονόμος καὶ τὴν κληρονομίαν εἰς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν μετήγαγεν. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης.〉 Καὶ διὰ τί 〈Εἰς τὸ τέλος;〉 Ἐπειδὴ πᾶσα κληρονομία μετὰ τὸ τέλος καὶ τὴν τελευτὴν τοῦ διατιθεμένου εἰς τοὺς κληρονόμους περιέρχεται. Λέγει ὁ ἀπόστολος· 〈Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.〉 Ἐπεὶ οὖν διέθετο τῇ ἐκκλησίᾳ ὁ Χριστὸς καὶ διαθήκην αὐτῇ ἔγραψε τὸ εὐαγγέλιον καὶ κληρονομίαν αὐτῇ τὴν βασιλείαν ἐπηγγείλατο καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ ἡ διαθήκη ἐβεβαιώθη τῆς κληρονομούσης. Τί εἶπε· 〈Ψαλμὸς τῷ Δαυίδ;〉 Εὐθυμίας καὶ χαρᾶς λόγος τῷ Δαυὶδ ἐπὶ τῇ κληρονομίᾳ τῆς ἐκκλησίας· 〈Εὐθυμεῖ τις; ψαλλέτω.〉 Πολλὰ προεφήτευσεν ὑπὲρ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ἰδὼν τὸ πέρας ἐχάρη· 〈Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας.

Εἶδον πάντα τὰ ἔθνη τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη. Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου,〉 τοῖς ἐθνικοῖς. Ἢ καί, 〈Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυίδ,〉 ἐπὶ τῇ τελευτῇ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ Χριστοῦ μνημονεύων, ἐν ψαλμοῖς προλαβὼν ὁ Δαυίδ, ἐπιτάφιον αὐτῷ τὸν ψαλμὸν εἶναι εἶπεν· 〈Εἰς τὸ τέλος ψαλμός.〉 Οὕτω καὶ ἡ πόρνη εἰς τὸν ἐνταφιασμὸν προέλαβε μυρίσαι Χριστοῦ τὸ σῶμα. Οὕτω μὴ φθάνων τὸ τέλος Χριστοῦ ὁ Δαυὶδ τὸν ἐπιτάφιον προψάλλει ψαλμόν. Οὗτος γὰρ τὴν τῶν κυριοκτόνων Ἰουδαίων συκοφαντίαν καὶ κατὰ τοῦ Χριστοῦ ψευδομαρτυρίαν δηλοῖ ὑποκαταβάς· 〈Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία.〉 Ἀργύρια ἔσπειραν, ἵνα τὴν ἀνάστασιν συκοφαντήσωσιν. 〈Ἡ καρδία αὐτῶν ματαία.〉 Τὸν τάφον ἐσφράγισαν καὶ τὸν ἐν νεκροῖς ἐλεύθερον οὐκ ἐκράτησαν· τὴν σφραγῖδα κατέχουσι καὶ τὸν θησαυρὸν οὐκ ἔχουσιν. 〈Ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν.〉 Διὰ τί, ὦ Δαυίδ, τάφον εἶπας τὸν λάρυγγα τῶν κυριοκτόνων;

Ἀποκρίνεται· Ἐπερώτησον τὸν ἐμὸν υἱὸν Σολομῶντα. 〈Υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ βουληθῇς ἐὰν παρακαλέσωσί σε λέγοντες· Ἐλθὲ μεθ᾽ ἡμῶν, κοινώνησον αἵματος, ἀποκτείνωμεν ἄνδρα δίκαιον, καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα.〉 Ἐπειδὴ οὖν ὡς ᾅδης ζῶντα τὸν ζωοποιὸν κατέπιον, 〈τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν.〉 Ἐπεὶ οὖν ἐπιτάφιος οὗτος ὁ ψαλμός, 〈ὑπὲρ τῆς κληρονομούσης εἰς τὸ τέλος〉 καὶ εἰς τὸν θάνατον τοῦ Χριστοῦ ἐγράφη· ὅθεν καὶ τὴν ἀνάστασιν αὐτοῦ ὡς θεοῦ λόγου ἐσήμανεν εἰπών· 〈Ὅτι πρὸς σὲ προσεύξομαι, κύριε· τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψει με. Ὅτι πρὸς σὲ προσεύξομαι, κύριε.〉 Θεὸς γὰρ εἶ, ὁ ἐκ νεκρῶν ἀνιστάμενος, καὶ πρός σε διὰ τῆς νυκτὸς ἐβόα ὁ χορὸς τῶν προφητῶν· 〈Ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν.〉 Εἰ ἄνθρωπος ἐτάφη, πῶς θεὸς ἀνέστη; Τάφος θεὸν χειροτονεῖν οὐκ ἔμαθε· τάφος ζημιῶσαι δύναται, προσθεῖναι οὐ δύναται. Ἄγγελοι καὶ στρατιῶται τῷ τάφῳ παρέμενον, καὶ ἰδιώτης ὁ ταφείς; Ἄγγελοι παρὰ τὸν τάφον· θεὸς γὰρ ἦν ὁ ταφείς. Στρατιῶται ἐτήρουν τὸν τάφον· βασιλεὺς γὰρ ὁ ταφείς. Ὥσπερ γὰρ ἰδιώτου τάφον στρατιῶται οὐ τηροῦσιν, οὕτως ἀνθρώπου ψιλοῦ τάφῳ ἄγγελοι οὐ παρακάθηνται. 〈Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου,〉 ὅτε πρωῒ ἀναστὰς ἐρεῖς ταῖς μακαρίαις γυναιξί· 〈Χαίρετε.〉 Ὑμεῖς χαίρετε· Ἰουδαῖοι γὰρ κόπτονται.

Ὑμεῖς χαίρετε· ἡ γὰρ κουστωδία τετάρακται. Ὑμεῖς χαίρετε· οἱ γὰρ τὸν τάφον τηροῦντες, τὴν ἐνθήκην μὴ ἔχοντες, ὀλοφύρονται. Ἐπεὶ οὖν καὶ τὸ πάθος καὶ τὸν τάφον καὶ τὴν πρωΐαν τῆς ἀναστάσεως περιέχει ὁ ὑπὲρ τῆς κληρονομούσης ψαλμός, διὰ τοῦτο 〈Εἰς τὸ τέλος〉 ...

In Psalmum V Homilia IV Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, σύνες τῇ κραυγῇ μου.〉 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε,〉 ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεώς σου. 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε,〉 ὁ ῥήματι καὶ λόγῳ πάντα ἐργασάμενος. 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε,〉 οὗ τὸ ῥῆμα μάχαιρα· 〈Καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστι ῥῆμα θεοῦ.〉 Βλέπε, πῶς λέγεις, ἀδελφέ, τῷ θεῷ· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε;〉 Εἶτα· 〈Σύνες τῇ κραυγῇ μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.〉 Πρῶτον γὰρ τὰ ῥήματά σου ἐρευνᾷ ὁ κύριος, ἅπερ δι᾽ ὅλου λαλεῖς, εἰ μὴ αἰσχρολογίας ἢ βλασφημίας ἢ ἐπιορκίας εἰσὶ ῥήματα, εἰ μὴ λοιδορίας καὶ καταλαλιᾶς καὶ συκοφαντίας εἰσὶ ῥήματα, εἰ μή εἰσιν καταποντισμοῦ ῥήματα τῇ συκοφαντίᾳ καταποντίζειν δυνάμενα τὸν συκοφαντούμενον—〈Ἠγάπησας ῥήματα καταποντισμοῦ, γλώσσῃ δολίᾳ〉—εἰ μή εἰσιν ἀνομίας ῥήματα· 〈Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία.〉 Εἰ γὰρ ῥήματος ἀργοῦ λόγον ἀπαιτούμεθα, καθὼς λέγει· 〈Πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι λόγον,〉 πόσῳ μᾶλλον ὅταν ῥήματα κακοποιὰ προφέρῃς, ἐπὶ βλάβῃ καὶ ἀπωλείᾳ τῆς ἑαυτοῦ ψυχῆς ταῦτα γίνονται;

Εἶτα τὴν κραυγήν σου δοκιμάζει ὁ θεός· εἰ μὴ ἀδίκως τινὸς κατέκραξας, εἰ μὴ θυμὸν ἄδικον τῇ κραυγῇ ἐσάλπισας, εἰ μὴ ἐπὶ τῷ καταπλῆξαι τὸν ἀθῷον ὡς ὀργίλος ἔκραξας, εἰ μὴ ὡς οἱ λιθάζοντες τὸν Στέφανον ἔκραξας· 〈Κράξαντες δέ,〉 φησί, 〈φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν.〉 Καὶ ἡ κραυγὴ ὄχημα τοῦ φόνου ἐγίνετο. Πρῶτον οὖν τὰ ῥήματά σου δοκιμάζει ὁ θεός· 〈Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ.〉 Καὶ δοκιμάζει, οὐχ ἵνα τότε μάθῃ, ἀλλ᾽ ἵνα τότε δικάσῃ. Εἶτα τὴν κραυγήν σου ἐρευνᾷ, καὶ οὕτω τὴν δέησίν σου ὑπογράφει ὁ θεός. Ἐπεὶ οὖν τὰ ῥήματα ζυγοστατεῖ ὁ θεός, παρακαλῶ μὴ τὸ κάλλος τῆς ἑορτῆς λοιδορίαις ἢ αἰσχρολογίαις ὑβρίσωμεν, ἀλλ᾽ ἐν 〈ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς〉 αὐτὴν εὐωδιάσωμεν, μὴ εἰς καπηλεῖα τρέχοντες, ἀλλ᾽ εἰς ἐκκλησίαν σπεύδοντες, μὴ μέθῃ βαπτιζόμενοι, ἀλλὰ τῇ αὐταρκείᾳ ὡραϊζόμενοι, μὴ σκιρτῶντες ὡς Ἰουδαῖοι, ἀλλὰ δοξολογοῦντες ὡς οἱ ἀπόστολοι, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες, ἀλλ᾽ ἐν ταῖς οἰκίαις ψάλλοντες. Οὐδεὶς ὀρχούμενος εἰσέρχεται εἰς τὰ βασίλεια· οὐδεὶς μεθύων βασιλεῖ παρίσταται.

Εἰ δὲ ἐπὶ γῆς τοσαύτη ἀσφάλεια, πολλῷ μᾶλλον ἀσφαλεστέρα ἡ ἐπουράνιος κατάστασις καὶ ἡ ἐκεῖ βασιλεία· ἧς βασιλείας καταξιωθείημεν ἅπαντες χαίροντες καὶ εὐφραινόμενοι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

In Psalmum V Homilia V Εἰς τὸν αὐτὸν 〈ε〉 ψαλμὸν ἄλλως. 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Ποῖα ῥήματα, προφῆτα; Ὁ μὲν γὰρ θεὸς οἶδεν αὐτὰ καὶ πρὶν αὐτὰ ἐνθυμηθῇς. Ἡμᾶς οὖν δίδαξον ποῖα ῥήματα πρὸς δυσώπησιν τῷ θεῷ προσήνεγκας, ἵνα καὶ ἡμεῖς τοῖς αὐτοῖς χρησώμεθα. Ποῖα ῥήματα; Ἄκουσον τὰ ἐν τῷ προκειμένῳ ψαλμῷ, ἅπερ λέγων τῷ θεῷ καὶ αὐτὸν δυσωπῶ καὶ ἐμαυτὸν σωφρονίζω καὶ τοὺς ἀκούοντας νουθετῶ. Εἶπον ὑποκαταβάς· 〈Ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ.〉 Καὶ διὰ τί τοῦτο εἶπας; Ἐπειδὴ 〈ἀνομίαν ἐμίσησα καὶ ἐβδελυξάμην.〉 Οὐ γὰρ ἁπλῶς τὰ ῥήματα ἔλεγεν ὡς οἱ πολλοί, ἀλλὰ πρῶτον αὐτὰ ἔδειξε πράγματι καὶ οὕτω θαρρῶν εἶπε τῷ θεῷ· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Εἶπον· 〈Οὐ παροικήσει σοι πονηρευόμενος.〉 Διὰ τί; Ἐπειδὴ ἀγαθὸς τῇ ὁράσει κυρίου πέφηνα· διὸ καὶ 〈ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.〉 Εἶπον· 〈Οὐ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.〉 Καὶ διὰ τί τοῦτο εἰπεῖν ἐθάρρησας; Ἐπειδὴ 〈παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα·〉 ὁ δὲ παρανομοῦντας μισῶν οὐκ ἂν παρανομίαις συνεργήσῃ ποτέ. Εἶπον· 〈Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.〉 Τί οὖν; Αὐτὸς οὐκ ἠνόμησας;

Ἀλλὰ ἀνομήσας ἐδεήθην· 〈Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου.〉 Εἶπον· 〈Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος·〉 ὁ δὲ εἰδὼς ὅτι ὁ ψευδόμενος ἀπόλλυται οὐκ ἂν τὴν γλῶσσαν αὐτοῦ τῷ ψεύδει ἐσπίλωσεν, οὐδ᾽ ἂν ἀπωλείας ὁδὸν ταύτην ἐποίησε ψευδόμενος. Εἶπον· 〈Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος·〉 καὶ τὸν δόλιον ἄνδρα αἱμάτων ἐκάλεσε. Διὰ τί; Ἐπειδὴ ὁ δόλιος τοσούτους φονεύει ὅσους δολιεύεται.

Ὁ γὰρ δόλιος ἄλλο φαινόμενος καὶ ἄλλο γινόμενος τῷ στόματι ψεύδεται· 〈Στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν.〉 Ἐπεὶ οὖν τοιαῦτα ἐλάλει ῥήματα, ἅπερ ἦν ἱκανὰ καὶ αὐτὸν δικαιῶσαι καὶ θεὸν δυσωπῆσαι καὶ τοὺς ἀκούοντας παιδεῦσαι, διὰ τοῦτο εἶπε· 〈Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε.

Σύνες τῆς κραυγῆς μου.〉 Τί γὰρ ἆρα ὄχλος καὶ θόρυβος ἦν περὶ τὸν θεὸν καὶ ἔχρῃζε τῆς τοῦ προφήτου κραυγῆς; Οἱ γὰρ ὧδε τοῖς ἄρχουσι προσερχόμενοι, ἐπειδὴ οἴδασιν ὅτι ἔνθεν μὲν οἱ ἐν ταῖς ἀγοραῖς περιηχοῦσιν, ἑτέρωθεν δὲ οἱ ῥαβδοῦχοι θορυβοῦσιν, ἔμπροσθεν οἱ κήρυκες κράζουσιν, αὐτὸς ὁ ἄρχων ἐπὶ ὑψηλοῦ ὀχήματος φέρεται καὶ περὶ πολλὰ ἔχει τὴν διάνοιαν—καὶ διὰ ταῦτα πάντα ὁ ἱκέτης ἀναγκάζεται μετὰ κραυγῆς ποιεῖσθαι τὴν πρόσοδον.

Εἰ δὲ οὐδὲν τοιοῦτον περὶ τὸν θεόν, πῶς αὐτῷ ὁ προφήτης κράζων διελέγετο; Ἀλλ᾽ ὁ ἐν ἄλλοις εἰπών· 〈Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας,〉 καὶ 〈Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου,〉 ᾔδει ὅτι κραυγῆς αἰσθητῆς ὁ θεὸς οὐκ ἔχρῃζε. Κραυγὴ δὲ δικαίου, ἡ παρρησία ἡ πρὸς θεόν· κραυγὴ δικαίου, πᾶν ἔργον ἐπαινετὸν ὅπερ αὐτῷ κράζουσιν οἱ τοῦτο θαυμάζοντες. Ἐπεὶ οὖν ὁ προφήτης πᾶσαν πρᾶξιν ἀγαθὴν ἐφόρει ὡς μίαν ἀρετήν, ταύτην ἐμφανίζων θεῷ τῷ προειδότι ἔλεγε· 〈Σύνες τῆς κραυγῆς μου.〉 Καὶ διὰ τί εἶπε· 〈Σύνες τῆς κραυγῆς μου;〉 Ἐπειδὴ ᾔδει πολλὰς καὶ διαφόρους κραυγὰς δικαίων καὶ ἁμαρτωλῶν, ἵνα τὴν αὑτοῦ κραυγὴν ὡς δικαίου καὶ φίλου καὶ τέκνου οἰκειώσηται καὶ ἐν ταῖς πολλαῖς κραυγαῖς τὴν τοῦ ἰδίου ἐπιγνῷ 〈ὁ θεός〉.

Εἰ δὲ ἐν ταῖς μυριοζώοις ἀγέλαις ἕκαστον ζῷον τὴν κραυγὴν τοῦ ἰδίου γεννήματος ἐπιγινώσκει, καὶ χιλίων μόσχων βοώντων ἑκάστη βοῦς οἶδε τὴν βοὴν τοῦ ἰδίου νεογνοῦ, καὶ μυρίων ἀρνίων βληχωμένων πρὸς τὴν ἑκάστου φωνὴν ἡ μήτηρ τρέχει καὶ οὐκ ἀποσφάλλεται, πολλῷ μᾶλλον κραζόντων μυρίων ἁμαρτωλῶν οἶδεν ὁ θεὸς τὴν τοῦ δικαίου κραυγὴν καὶ ταύτην ἐπιγινώσκει ὡς καθαρὰν ἰδίου τέκνου βοήν. 〈Σύνες τῆς κραυγῆς μου.〉 Τὸν μαργαρίτην τὸν ἀληθινὸν καὶ τὸ νόμισμα ἄλλως ὁρᾷ ὁ ἄπειρος καὶ ἄλλως συνορᾷ ὁ ἐπιστήμων πραγματευτής· καὶ δικαίων καὶ ἁμαρτωλῶν ῥήματα καὶ φωνὰς ἄλλως δέχεται ὁ κόσμος καὶ ἄλλως δοκιμάζει ἡ τοῦ θεοῦ ἀκοή. Οὐκ ἐθεάσω τινὰ ἐν πλατείᾳ κράζοντα; Καὶ ἀδικεῖ καὶ κράζει καὶ τοὺς πολλοὺς ἀπατᾷ, καὶ ὁ ἀδικούμενος σιωπᾷ καὶ ὡς ἄδικος νομίζεται.

Ἵνα οὖν μὴ τοιοῦτος ὁ Δαυὶδ νομισθῇ, δοκιμαστὴν τῆς κραυγῆς αὐτοῦ τὸν θεὸν ἐκάλεσε· 〈Σύνες τῆς κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.〉 Καὶ τίς ἡ δέησις τοῦ δικαίου καὶ τίς ἡ ταύτης φωνή; Τί ἐστι δέησις; Δέησίς ἐστιν ἡ ἔνδεια καὶ τὸ λεῖμμα καὶ τὸ ὑστέρημα οὗ ἕκαστος ἀπορεῖ. Δέειν γὰρ τὸ λείπειν ἐστίν· ὅθεν καὶ ἐνδεόμενον ἐκεῖνον λέγομεν τὸν λειπόμενον τῆς ἀναγκαίας τροφῆς. Ἵνα τοίνυν δείξῃ αὐτῷ ὁ προφήτης τὴν βαθυτάτην πτωχείαν καὶ πενίαν τοῦ πνεύματος— 〈Μακάριοι〉 γὰρ 〈οἱ πτωχοὶ τῷ πνεύματι·〉 τοιοῦτος δὲ ὢν ἐν ἄλλοις ἔλεγεν ὅτι 〈Πτωχὸς καὶ πένης εἰμὶ ἐγώ· ὁ θεός, βοήθησόν μοι〉—τὴν καλὴν ταύτην πτωχείαν καὶ πενίαν καὶ ἔνδειαν ὡς ἀρετὴν βοῶσαν προβαλλόμενος ἔλεγε· 〈Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου,〉 ἀντὶ τοῦ· Οὕτω πτωχός εἰμι καὶ ταπεινὸς τῷ πνεύματι, ὅτι αὕτη μου ἡ ἔνδεια καὶ ἡ πενία ὡς χάρτης δεήσεως διὰ γραμμάτων τῶν κατορθωμάτων βοᾷ. Χάρτῃ ἔοικε καθαρῷ ἡ ταπεινοφροσύνη καὶ ἡ εὐλάβεια· γράμματα δέ εἰσιν αἱ ἀρεταὶ καὶ τὰ κατορθώματα. Ὥσπερ οὖν τῷ βασιλεῖ ἡ δέησις καὶ τὰ τῆς δεήσεως ῥήματα ἄνευ χάρτου οὐ προσφέρονται, οὕτω τῷ θεῷ αἱ ἀρεταὶ πᾶσαι ὁμοῦ ἄνευ ταπεινοφροσύνης οὐκ ἐμφανίζονται. Καὶ μάρτυς ὁ Φαρισαῖος καὶ ὁ τελώνης.

Ὁ Φαρισαῖος ἔλεγεν ἔχειν κατορθώματα· 〈Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ〉 μου τὰ ὑπάρχοντα. Καλὰ τὰ ῥήματα, ἀλλ᾽ ὁ χάρτης οὐδαμοῦ· καλὰ τὰ κατορθώματα, ἀλλ᾽ εὐλάβεια οὐδαμοῦ· καλοὶ οἱ λόγοι, ἀλλὰ ταπεινοφροσύνη οὐδαμοῦ. Ὁ τελώνης τὸ στῆθος ἔτυπτε καὶ ὡς ἁμαρτωλὸς προσέπιπτε καὶ τὴν ταπεινοφροσύνην ἐνεφάνισε, καὶ ὡς ἀντίδικον τὸν ὑπερήφανον Φαρισαῖον ἐνίκησε· 〈Κατέβη γὰρ οὗτος δεδικαιωμένος. Ὁ βασιλεύς μου.〉 Καὶ διὰ τί ὁ Δαυὶδ βασιλέα αὐτοῦ τὸν θεὸν ἐκάλεσεν;

Ἵνα δείξῃ ὅτι, κἂν ἀνθρώπων ἐβασίλευεν, ἀλλὰ τῷ θεῷ ὡς στρατιώτης ἐδούλευε, κἂν τῶν ὁμογενῶν ἐκυρίευεν, ἀλλ᾽ ὑπὸ τοῦ βασιλέως τοῦ ἄνω ἐκυριεύετο, κἂν τὸ βασιλικὸν ἐφόρει ἀξίωμα, ἀλλ᾽ ὑπὸ ἁμαρτίας οὐκ ἐβασιλεύετο. 〈Ὁ βασιλεύς μου.〉 Ἐμοὶ μὲν γὰρ ἐπένδυμα τὸ βασιλικὸν ἀξίωμα· πρῶτον μὲν γὰρ ἄνθρωπόν με ἐποίησας, καὶ οὕτω τὴν βασιλείαν ἐπέθηκας. Σοὶ δὲ συγγενὲς καὶ σύντροφον καὶ συνυπάρχον τὸ βασίλειον· 〈Ὁ βασιλεύς μου.〉 Καὶ ἐπειδὴ ἄνθρωποι ἀνθρώπων βασιλεύουσι, τὸ ἐξαίρετον ἐπήγαγε· 〈Καὶ ὁ θεός μου·〉 ὁ ὡς θεὸς δημιουργήσας με καὶ ὡς βασιλεὺς πρόνοιάν μου ποιησάμενος. Διὰ τί δὲ εἶπον· 〈Καὶ ὁ θεός μου; Ὅτι πρὸς σὲ προσεύξομαι, κύριε.〉 Προσευχὴ γὰρ οὐκ ἀνθρώπῳ, οὐ στρατηγῷ, οὐχ ἡγεμόνι, οὐκ ἄρχοντι, οὐ βασιλεῖ, ἢ μόνῳ τῷ θεῷ προσφέρεται. Διὸ οὐ μόνον σε βασιλέα μου, ἀλλὰ καὶ θεόν μου ὡμολόγησα. Διὰ τί; 〈Ὅτι πρὸς σὲ προσεύξομαι,〉 κύριε. Καὶ πρόσχες τῇ ἁρμονίᾳ· ἐπειδὴ εἶπε· 〈Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου,〉 διὰ τὴν δέησιν βασιλέα εἶπεν· 〈Ὁ βασιλεύς μου.〉 Ἐπειδὴ προσεύξασθαι προέθετο, θεὸν ὡμολόγησε· 〈Καὶ ὁ θεός μου.〉 Ὡς βασιλεῖ τὴν δέησιν, ὡς θεῷ τὴν προσευχὴν προσήνεγκε. 〈Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου.〉 Προφῆται εἶπον περὶ τῆς κληρονόμου ἐκκλησίας· 〈Βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωῒ πρωΐ,〉 ὁ μονογενὴς θεὸς ὄρθρου ἐκ νεκρῶν ἀνιστάμενος.

Ἐκείνην τὴν πρωϊνὴν αὐτῇ βοήθειαν κἀγὼ ἐπεύχομαι· 〈Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι,〉 ἵνα, θεασάμενός σε ὡς ἀπὸ θαλάμου τοῦ τάφου νυμφίον ἀνιστάμενον, 〈ἵνα παραστήσῃς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν,〉 εἴπω μετ᾽ ἀγγέλων εὐφημῶν· 〈Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου.〉 Ἵνα οὖν τοῦτο ἴδω, 〈τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψει με, ἢ ἐπόψομαι·〉 τὰ γὰρ δύο κεῖται. Ἐὰν μὲν 〈Ἐπόψει με,〉 ἀντὶ τοῦ· Εἶδες ποιμαίνοντα, 〈ἐπόψει〉 βασιλεύοντα· εἶδες ψάλλοντα, 〈ἐπόψει〉 προφητεύοντα· εἶδες τὸν λέοντα καὶ τὴν ἄρκον τύπτοντα, 〈ἐπόψει〉 τὸν Γολιὰθ καὶ τοὺς ἀλλοφύλους πατάσσοντα· εἶδες ἐν τῷ νῦν αἰῶνι μετὰ προφητῶν σε δοξάζοντα, 〈ἐπόψει〉 ἐν τῷ μέλλοντι μετ᾽ ἀγγέλων ψάλλοντα, ὅτε 〈καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.〉 Ἐὰν δὲ 〈Ἐπόψομαι·〉 Εἶδον, φησί, τὰ πρόσκαιρα θλιβερά, ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς· ἐπόψομαι τὰ αἰώνια ἀγαθά· 〈Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων.〉 Εἶδον προφήτας, ἐπόψομαι εὐαγγελιστάς· εἶδον ἐξ οὐρανοῦ καταβαίνοντα, ἐπόψομαι ἀναβαίνοντα.

Περὶ τῆς καταβάσεως εἶπον· 〈Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον·〉 περὶ τῆς ἀναβάσεως· 〈Ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος〉...

In Psalmum V Homilia VI Εἰς τὸν αὐτὸν ψαλμόν, τῇ Λαμπρᾷ τῇ δευτέρᾳ καὶ εἰς τὸν Ἰωσήφ. Εὐφραινέσθω καὶ νῦν ἡ κληρονόμος ἐκκλησία· ὁ γὰρ ταύτης νυμφίος Χριστὸς παθὼν ἀνέστη. Ἐπένθησεν ἐπὶ τῷ παθόντι· εὐφραινέσθω ἐπὶ τῷ ἀναστάντι. Εὐφραινέσθω ἡ κληρονόμος· ᾐσχύνθη γὰρ ἡ ἀποκληρονόμος, ὅτι ἀπέκτεινε τὸν κληρονόμον καὶ ἀπώλεσε τὴν κληρονομίαν. Ἀνέστη ὁ νυμφίος καὶ ᾐσχύνθη ὁ τῆς νύμφης ἀντίδικος Ἰουδαῖος. Καὶ διὰ τί ᾐσχύνθη ὁ Ἰουδαῖος; Ὅτι τὴν ἀνάστασιν Χριστοῦ ἐσυκοφάντησεν εἰπών· Οἱ μαθηταὶ τὸν κύριον ἔκλεψαν ἐκ τοῦ τάφου. Καὶ εἰ ἐκ τοῦ τάφου ἔκλεψαν, τί ὠφέλησαν νεκρὸν κλέψαντες καὶ πάλιν ἀλλαχοῦ θάψαντες; Εἰ δὲ ἐκ τάφου ἔκλεψαν καὶ ἀλλαχοῦ ἔθαψαν, πῶς ἐν τῷ ὀνόματι τοῦ νεκροῦ τὸν χωλὸν οἱ ἀπόστολοι ἔγειραν; Νεκρὸς χωλὸν οὐκ ἐγείρει, νεκρὸς πόδας οὐ χαρίζεται, νεκρὸς περιπατεῖν οὐ διδάσκει· ὃ οὐκ οἶδεν αὐτός, ἄλλον οὐ διδάσκει. Ἀνέστη ὁ νυμφίος καί, ὡς δικαστῇ συνήγοροι, οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι ὑπὲρ τῆς κληρονομούσης ἐκκλησίας αὐτῷ προσέρχονται. 〈Εἰς τὸ τέλος γάρ, ὑπὲρ τῆς κληρονομούσης·〉 ὑπὲρ ἧς ὁ νυμφίος ἀπέθανεν, ὑπὲρ ταύτης οἱ φίλοι τοῦ νυμφίου ὡς βασιλεῖ προσέρχονται.

Εὐφραίνου, ὦ ἐκκλησία νύμφη· ἡ γὰρ τοῦ νυμφίου ἀνάστασις ἀνέστησέ σε χαμαὶ κειμένην καὶ πατουμένην. Οὐκέτι βωμοὶ δαιμόνων τὰ σὰ τέκνα μερίζονται, ἀλλὰ ναοὶ Χριστοῦ τοὺς νεοφωτίστους ἐναγκαλίζονται. Οὐκέτι εἰδωλεῖα τυραννοῦσιν, ἀλλὰ θυσιαστήρια Χριστοῦ βασιλεύουσιν. Οὐκέτι αὐλοὶ τῇ χρυσῇ εἰκόνι προσκυνεῖν ἀναγκάζουσιν, ἀλλὰ ψαλμοὶ τῷ θεῷ προσκυνεῖν διδάσκουσιν. Οὐκέτι πόδες πόρνης ὀρχοῦνται Ἰωάννου θάνατον, ἀλλὰ πόδες ἐκκλησίας πατοῦσι τὸν θάνατον. Ἐπαύσαντο αἱ ἀποστασίαι καὶ ἤκμασαν αἱ γονυκλισίαι· ἤργησαν αἱ τραγῳδίαι καὶ ἤνθησαν αἱ ψαλμῳδίαι. Οὐκ ἀναβαίνει καπνὸς ἀπὸ κνίσης, ἀλλὰ τῶν προσευχῶν τὸ θυμίαμα· 〈Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.〉 Οὐκ ἐνεργοῦσιν ἀλόγων σφαγαί· ἐσφάγη γὰρ ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὢ τοῦ θαύματος. Ὁ ᾅδης κατέπιε τὸν δεσπότην Χριστὸν καὶ οὐκ ἔπεψεν. Ὁ λέων κατέπιε τὸν ἀμνὸν καὶ ἀπεστομαχίσθη.

Ὁ θάνατος κατέπιε τὴν ζωὴν καὶ ναυτιάσας ἔμεσε καὶ τοὺς προκαταποθέντας. Ὁ γίγας τὸν ἀποθανόντα Χριστὸν βαστάσαι οὐκ ἴσχυσεν. Ὁ νεκρὸς φοβερὸς τῷ γίγαντι γέγονε· ζῶντι ἐπάλαισε καὶ ὑπὸ νεκροῦ νικηθεὶς ἔπεσεν. Εἰ ὑπὸ ζῶντος ἐνικήθη ὁ διάβολος, εἶχε προφασίζεσθαι ὅτι θεῷ παλαίειν οὐκ ἴσχυσα.

Ἀλλὰ ζῶντι ἐπάλαισε καὶ ἀποθανόντι ὑπέπεσε καὶ πᾶσαν πρόφασιν ἀπώλεσεν. Εἷς κόκκος ἐσπάρη καὶ ὅλος ὁ κόσμος ἐτράφη. Ὡς ἄνθρωπος ἐσφάγη καὶ ὡς θεὸς ἐζωοποιήθη καὶ ἐζωοποίησε τὴν οἰκουμένην. Ὡς ὄστρεον ἐπατήθη καὶ ὡς μαργαρίτης ἐκόσμησε τὴν ἐκκλησίαν. Ὡς πρόβατον ἐτύθη καὶ ὡς ποιμὴν ῥάβδῳ τῷ σταυρῷ ἐδίωξε τὴν τῶν δαιμόνων ἀγέλην. Ὡς λύχνος ἐπὶ λυχνίαν τὸν σταυρὸν ἐσβέσθη καὶ ὡς ἥλιος ἀνέτειλεν ἐκ τοῦ τάφου.

Ἦν ἰδεῖν θέαμα διπλοῦν· σταυρουμένου Χριστοῦ ἡ ἡμέρα ἐσκοτίζετο καὶ ἀνισταμένου αὐτοῦ ἡ νὺξ ὡς ἡμέρα ἐφωτίζετο. Διὰ τί ἡ ἡμέρα ἐσκοτίζετο; Ἐπειδὴ περὶ αὐτοῦ γέγραπται· 〈Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.〉 Διὰ τί δὲ ἡ νὺξ ὡς ἡμέρα ἐφωτίζετο;

Ὅτι αὐτῷ ὁ προφήτης ἔλεγεν· 〈Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται.〉 Ὦ νὺξ ἡμέρας λαμπροτέρα· ὦ νὺξ ἡλίου φαιδροτέρα· ὦ νὺξ χιόνος λευκοτέρα· ὦ νὺξ ἀστραπῆς φαεινοτέρα· ὦ νὺξ λαμπάδων διαυγεστέρα· ὦ νὺξ παραδείσου τερπνοτέρα· ὦ νὺξ σκότους ἀπηλλαγμένη· ὦ νὺξ φωτὸς πεπληρωμένη· ὦ νὺξ ἡ τὸν ὕπνον διώκουσα· ὦ νὺξ ἡ ἀγρυπνεῖν μετ᾽ ἀγγέλων διδάσκουσα· ὦ νὺξ φοβερὰ τοῖς δαίμοσιν· ὦ νὺξ ἐνιαυτοῦ ἐπιθυμία· ὦ νὺξ νυμφαγωγὸς τῆς ἐκκλησίας· ὦ νὺξ ἡ τῶν νεοφωτίστων μήτηρ· ὦ νὺξ ἐν ᾗ νυστάξας ὁ διάβολος γεγύμνωται· ὦ νὺξ ἐν ᾗ ὁ κληρονόμος εἰς τὴν κληρονομίαν τὴν κληρονόμον εἰσήγαγεν· 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης.〉 Ἐπειδὴ γὰρ ἡ συναγωγὴ τῷ Χριστῷ ὡς ἡ Αἰγυπτία τῷ Ἰωσὴφ ἐπεβούλευσε, καὶ ὡς ἀρχιμαγείρῳ τῷ νόμῳ συνεζευγμένη, τῷ ταῖς θυσίαις αὐτὴν καπνίζοντι—ἀρχιμάγειρος 〈γὰρ〉 ὁ Ἰουδαϊκὸς νόμος ὡς ταῖς κνίσαις χαίρων—συνάπτεσθαι παρὰ τὸν νόμον τοῦ εὐαγγελίου τῷ Χριστῷ ἤθελε καὶ ἀποκλεῖσαι τῇ παρθένῳ Ἀσσενέθ, τῇ ἐκκλησίᾳ, ἐβούλετο, ἵνα τὸν πλοῦτον καὶ τὸ κάλλος τοῦ νυμφίου λῃστεύσασα, τὴν νύμφην ποιήσῃ ἀποκληρονόμον, διὰ ταῦτα, ὅτε ἀπὸ τοῦ τάφου ἐξῆλθεν ὁ Χριστός, ὡς ἀπὸ τῆς φυλακῆς ὁ Ἰωσήφ, καὶ ἐπὶ τὸ βασιλικὸν αὑτοῦ ἅρμα ἐπὶ τῶν Χερουβὶμ ἐκάθισε—〈Τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων〉— τότε αὐτῷ οἱ ἅγιοι 〈ὑπὲρ τῆς κληρονομούσης〉 προσηύχοντο.

Καὶ μή σε ξενιζέτω ὅτι τὴν εἰκόνα τοῦ Χριστοῦ ὁ Ἰωσὴφ ἔφερεν. Αὐτὰ γάρ σε διδάξει τὰ πράγματα. Περὶ τοῦ Ἰωσὴφ γέγραπται· 〈Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ·〉 περὶ τοῦ Χριστοῦ· 〈Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.〉 Τῷ Ἰωσὴφ ἐποίησεν ὁ πατὴρ χιτῶνα ποικίλον· καὶ ὁ Χριστός· 〈Ἀγαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν.〉 Περὶ τοῦ Ἰωσὴφ γέγραπται· 〈Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὅψει σφόδρα·〉 καὶ ὁ κύριος· 〈Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων,〉 ὁ προφήτης ἔφη περὶ τοῦ Χριστοῦ. Κατήνεγκαν ψόγον πονηρὸν τῷ Ἰωσὴφ οἱ ἀδελφοί, καὶ οἱ Ἰουδαῖοι ψέγοντες τὸν κύριον ἔλεγον· 〈Ἡμεῖς ἐκ πορνείας οὐκ ἐγεννήθημεν,〉 ἀντὶ τοῦ· Ὡς σὺ ὁ τῆς ἀνυμφεύτου κόρης υἱός. Ὁ Ἰωσὴφ ἀπεστάλη πρὸς τοὺς ἀδελφοὺς ὡς ἰατρὸς ἐπισκεψόμενος καὶ ηὑρέθη ὡς ἐχθρὸς ἐπιβουλευόμενος, καὶ ὁ Χριστὸς ἀπεστάλη ὡς ποιμὴν σπλαγχνιζόμενος καὶ ὤφθη ὡς λῃστὴς σταυρούμενος. Ὁ Ἰωσὴφ ἐπράθη εἴκοσι χρυσῶν, καὶ ὁ Χριστὸς τριάκοντα ἀργυρίων. Τὸν Ἰωσὴφ ὁ εἷς τῶν δώδεκα ἀδελφῶν τοῖς Ἰσμαηλίταις ἐπώλησεν, ὁ εἰπών· 〈Δεῦτε ἀποδώμεθα αὐτὸν τοῖς Ἰσμαηλίταις·〉 καὶ τὸν Χριστὸν ὁ εἷς τῶν δώδεκα μαθητῶν, μᾶλλον δὲ ἀδελφῶν, τοῖς Ἰσραηλίταις πέπρακεν.

Ἐκεῖ Ἰούδας συνεφώνει, καὶ ὧδε Ἰούδας ἐπώλει. Τὸν Ἰωσὴφ ἐξέδυσαν οἱ ἀδελφοί, καὶ τὸν Χριστὸν οἱ στρατιῶται. Ὁ Ἰωσὴφ ἐν τῷ λάκκῳ, καὶ ὁ Χριστὸς ἐν τῷ τάφῳ. Τὸν Ἰωσὴφ εἰς δεσμωτήριον ἔβαλεν ἡ τῆς Αἰγυπτίας συκοφαντία, καὶ τὸν Χριστὸν δέσμιον τῷ Πιλάτῳ παρέδωκεν ἡ τῆς συναγωγῆς ψευδομαρτυρία.

Ἐκεῖνος δύο εὐνούχοις, τῷ ἀρχιοινοχόῳ καὶ τῷ ἀρχισιτοποιῷ, παρέστη, καὶ ὁ Χριστὸς δύο λῃσταῖς συνεσταυρώθη, τῷ ἐκ δεξιῶν καὶ τῷ ἐξ εὐωνύμων. Ὁ Ἰωσὴφ τῶν δύο εὐνούχων τὸν ἕνα εἰς τὰ βασίλεια παρέπεμψε, καὶ ὁ Χριστὸς τῶν δύο λῃστῶν τὸν ἕνα εἰς τὴν βασιλείαν εἰσήγαγε· 〈Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.〉 Ὁ Ἰωσὴφ ὑπὸ τῆς Αἰγυπτίας κρατούμενος ἀφῆκεν αὐτῇ τὰ ἱμάτια καὶ ἐξῆλθεν· ὁ Χριστὸς ὑπὸ τοῦ θανάτου κρατούμενος ἐξῆλθε καὶ τὰ ὀθόνια ἃ ἐφόρει ἐν τῷ τάφῳ ἀφῆκε· Καὶ παρακύψας Ἰωάννης 〈βλέπει τὰ ὀθόνια.〉 Εἶχεν ἡ Αἰγυπτία τὰ ἱμάτια καὶ τὸν Ἰωσὴφ οὐ κατέσχεν· εἶχεν ὁ τάφος τὰ ὀθόνια καὶ τὸν κύριον οὐκ ἐκράτησε, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ. Διὸ παρακαλῶ, ὅσοι τοῦ Ἰωσὴφ ἀκροᾶται, γενώμεθα τῆς σωφροσύνης αὐτοῦ μιμηταί.

Ἰωσὴφ ὑπὸ ἀδελφῶν ἐπράθη καὶ ὑπὸ θεοῦ ἠλευθερώθη· καὶ σύ, ὦ νεοφώτιστε, ἦσθά ποτε τῇ ἁμαρτίᾳ πραθεὶς καὶ χάριτι Χριστοῦ ἠλευθερώθης· 〈Τῇ ἐλευθερίᾳ οὖν ᾗ ὁ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε.〉 Ἰωσὴφ ἐν τῇ ἐρήμῳ ἦν πλανώμενος καὶ ὑπὸ θεοῦ εἰς βασιλέα ὁδηγούμενος—Ἀλλ᾽ 〈ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ〉—καί σε πλανώμενον εὗρεν ὡς πρόβατον καὶ ὡς ποιμὴν ἐβάστασε καὶ εἰς τὰ ἄνω βασίλεια δῶρόν σε τῷ πατρὶ προσήνεγκε. Μίμησαι τὸν σώφρονα· μαγείρῳ ὁ Ἰωσὴφ ἐπιπράσκετο καὶ ὡς καπνὸν τὴν Αἰγυπτίαν ἀπεστρέφετο.

Ὁ σώφρων ὑπὸ τοῦ καπνοῦ τὴν κόρην ἐδριμύσσετο καὶ ἡ πόρνη ὑπὸ τοῦ πάθους τὸν νοῦν ἐκαπνίζετο. Χιτῶνα ἐκράτησεν, ἀλλὰ σωφροσύνην οὐκ ἐσύλησε· τοῖς ἱματίοις ἐπάλαιε, τὸν δὲ ἀθλητὴν οὐκ ἐσκέλισε· λυσσῶσα τὰ ἱμάτια ἔδακεν, ἀλλὰ τὸν νεανίσκον λυσσόδηκτον οὐκ ἐποίησε. Πρόσεχε· ὅταν κύων λυσσήσας περισχίσῃ τινά, ἐκεῖνος ταχέως ἀποδύεται καὶ ῥίπτει τὰ ἐνδύματα, ἵνα μὴ δι᾽ αὐτῶν ὁ ἰὸς ὁδεύων σπέρμα θανάτου τῷ φοροῦντι γένηται· οὕτως ὁ Ἰωσὴφ τῇ Αἰγυπτίᾳ λυσσώσῃ καὶ τῶν ἱματίων αὐτοῦ καθαψαμένῃ προσέρριψε τὰ ἱμάτια καὶ τὸν θανάσιμον ἰὸν τῆς μοιχείας ἔφυγεν. Εἰ δὲ ἐκεῖνον δουλεύοντα ἡ ἰδία δέσποινα τῇ ἁμαρτίᾳ οὐκ ἐδούλωσε, σὲ μὴ δουλώσῃ πόρνη, ὦ νεοφώτιστε, μήτε δούλη σοι τῷ ἐλευθέρῳ παράκοιτος γένηται πόρνη. Παλλακὴ γάρ ἐστι κατοικίδιος δούλη, καταδουλοῦσα τὸν ἐλεύθερον. Ὢ τῆς ἐναντιότητος· τὸν Ἰωσὴφ δουλεύοντα ἡ δέσποινα τῇ ἁμαρτίᾳ οὐκ ἐδούλωσε, καὶ δεσπότης ἐλεύθερος δοῦλος τῆς δούλης διὰ πάθος γίνεται. Ἀλλὰ μέλλει τῷ τοιούτῳ ὁ Ἰωσὴφ δικάζεσθαι ἐν ἡμέρᾳ κρίσεως· Ἐγώ, λέγων, ἐπὶ ξένης πεπραμένος οὐκ ἐπράθην τῇ ἁμαρτίᾳ οὐδὲ ξένον ἐμαυτὸν τοῦ θεοῦ ἐποίησα, καὶ ταῦτα νόμον μὴ λαβών, προφήτας μὴ μαθών, εὐαγγέλια μὴ ἀναγνούς, καὶ ὅμως πρὸ τῶν γραμμάτων ἐκείνων βιβλίον σωφροσύνης ἑαυτὸν τῷ βίῳ ἐκαλλιγράφησα.

Σὺ δέ, ὦ νεοφώτιστε, μετὰ νόμον, μετὰ προφήτας, μετὰ εὐαγγέλια, μετὰ διδασκαλίαν καὶ κατήχησιν, μετὰ τὸ ἀθλητικὸν ἄλειμμα, μετὰ τὸ νυμφικὸν λοῦσμα, μετὰ τὸ πνευματικὸν χρῖσμα, μετὰ τὸ λαμπρὸν ἔνδυμα, δοῦλος δούλης γέγονας τῷ πάθει δουλούμενος.

Φύγε τὴν δουλείαν τῆς ἁμαρτίας καὶ λάβε τὴν κληρονομίαν τῆς υἱοθεσίας· 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης.〉 Δοῦλον οἱ νόμοι Ῥωμαίων κληρονόμον οὐ παραδέχονται καὶ τὸν δουλεύοντα τῇ ἁμαρτίᾳ οἱ τοῦ θεοῦ νόμοι τῆς κληρονομίας ἐκβάλλουσιν.

Ἔχεις τὴν θύραν τοῦ νόμου, φύγε τὴν παράθυρον τῆς ἀνομίας· 〈Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας, ἀλλὰ ἐμβαίνων ἀλλαχόθεν, κλέπτης ἐστὶ καὶ λῃστής·〉 κλέπτης, ὡς λανθάνων ἐν τῷ πορνεύειν· λῃστής, ὡς διορύττων ἀλλότριον γάμον. 〈Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας〉 τοῦ νομίμου γάμου, 〈ποιμήν ἐστι τῶν προβάτων,〉 πατήρ ἐστι τῶν γνησίων τέκνων· κάτω μὲν κληρονομούμενος, ἄνω δὲ κληρονόμος γινόμενος. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης〉 ...