Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στον έκτο Ψαλμό
Ερμηνεία της ψαλμικής επιγραφής υπέρ της ογδόης, συσχετισμός με το μυστήριο της ανάστασης, την παιδαγωγική σημασία της ασθένειας και την ειλικρινή μετάνοια.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον έκτο Ψαλμό
Ερμηνεία της ψαλμικής επιγραφής υπέρ της ογδόης, συσχετισμός με το μυστήριο της ανάστασης, την παιδαγωγική σημασία της ασθένειας και την ειλικρινή μετάνοια.
In Psalmum VI Εἰς τὸν 〈ς〉 ψαλμόν. 〈Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.〉 Στρατιώτου πλημμελήσαντος ἀπολογία τοῦ λυπηθέντος βασιλέως γίνεται θεραπεία, καὶ ἡ τοῦ ἁμαρτήσαντος οἰκέτου πρόσπτωσις τῷ θυμωθέντι δεσπότῃ παράκλησις. Ἐπεὶ οὖν ἁμαρτήσας ὁ Δαυίδ, καὶ ὡς στρατιώτης βασιλέα παρώργισε τὸν θεὸν καὶ ὡς δοῦλος δεσπότην θυμωθῆναι ἐποίησε, διὰ ταῦτα ἀξιῶν καὶ ἱκετεύων ὡς οἰκέτης δεσπότην τὸν θεὸν παρεκάλει· 〈Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.〉 Ἐθυμώθης μοι ἁμαρτήσαντι, διαλλάγηθι μετανοήσαντι· ὠργίσθης πλανηθέντι, ἱλάσθητι ἐπιστρέψαντι. Τὸν σὸν ὅρκον, δέσποτα, πρὸς δυσώπησιν προσφέρω σοι. Εἶπας· 〈Κατ᾽ ἐμαυτοῦ ὤμοσα ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.〉 Παρακαλῶ, ὃ εἶπας ποίησον.
Ἐπεὶ οὖν πλανηθεὶς ἀπέστρεψα καὶ ἁμαρτήσας μετενόησα, ἀλλ᾽ οὐχ ὡς ὁ Κάϊν ἀπηναισχύντησα —Ἐκεῖνος ἐρωτηθείς· 〈Ποῦ Ἄβελ ὁ ἀδελφός σου;〉 εἶπεν· 〈Οὐ γινώσκω.〉 Ἐγὼ εἶπον· 〈Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω—κύριε, μὴ τῷ θύμῳ σου ἐλέγξῃς με,〉 ἵνα φιλανθρωπίας τυχὼν καὶ ἄλλοις ὁδὸς μετανοίας γένωμαι, 〈ἵνα διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.〉 Διὰ τί δὲ καὶ 〈ὑπὲρ τῆς ὀγδόης〉 ἐπεγράφη ὁ ψαλμός; 〈Εἰς τὸ τέλος γάρ, ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυίδ.〉 Ὀγδόην οἶδεν ἡ μὲν παλαιὰ διαθήκη τὴν περιτομήν, ἡ δὲ καινὴ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἐν ᾗ ὁ θάνατος περιτέμνεται.
Ὁ πρὸ τούτου 〈ὑπὲρ τῆς κληρονομούσης〉 ἐπεγράφη, ἐκκλησίας ἢ ψυχῆς, καὶ περὶ μὲν τῶν κληρονόμων ἔλεγεν· 〈Εὐφρανθήσονται πάντες οἱ ἐλπίζοντες ἐπὶ σοί· εἰς αἰῶνα ἀγαλλιάσονται·〉 περὶ δὲ τῶν ἀπροκληρονόμων· 〈Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.〉 Ὡς ἔμαθεν ὁ Δαυὶδ ὅτι 〈ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος,〉 αὐτὸς δὲ δόλῳ τὸν Οὐρίαν ἀνεῖλε, καὶ ὅτι 〈πᾶς πόρνος ἢ ἀκάθαρτος οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ,〉 ἵνα μὴ ἀποκληρονόμος διὰ τὸ ἄγος γένηται, τὸν ὑπὲρ τῆς ὀγδόης καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ψάλλων παρεκάλει· Ἐπειδὴ μοιχεία με καὶ φόνος τῆς κληρονομίας ἐκβάλλουσι, 〈κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.〉 Μὴ ὀργισθῇς μοι διὰ τὸν Οὐρίαν, μὴ θυμωθῇς μοι διὰ τὴν Βηρσάβεε. Καὶ διὰ τί ἐν τῇ ὀγδόῃ ἡ περιτομή;
Ἐπειδὴ τὰς πρώτας ἑπτὰ ἡμέρας τὸ βρέφος ἐφόρει τὰ σπάργανα, τῇ δὲ ὀγδόῃ λυόμενον τὴν περιτομὴν ἐλάμβανε, σημεῖον σφραγῖδος τῆς τοῦ Ἀβραὰμ πίστεως, ἵνα καὶ ἡμεῖς, κἂν τὴν ἑβδομάδα τοῦ βίου ἐφορέσαμεν τὰ τῶν κακιῶν σπάργανα σειραῖς τῶν ἰδίων ἁμαρτημάτων σφιγγόμενοι, εἰς τὸ τέλος τῆς ζωῆς ταῦτα διαρρήξωμεν καὶ ὡς ἐν ὀγδόῃ τῇ ἀναστάσει τὸν θάνατον περιτεμνόμενοι τὸν ἰσάγγελον βίον ἀσπασώμεθα· 〈Ἐν γὰρ τῇ ἀναστάσει οὐ γαμοῦσι.〉 Διὸ καὶ περιτομὴ εἰς τὰ γεννητικὰ ἐδίδοτο, ἵνα καὶ οἱ Χριστιανοὶ μετὰ ταῦτα μάθωσι τὰ τικτόμενα βρέφη μετὰ τῆς μήτρας σπάργανα, καὶ πρὸ αὐτῶν τῶν αἰσθητῶν σπαργάνων, σφραγίζειν αὐτὰ τῷ βαπτίσματι ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, περὶ ἧς λέγει ὁ Παῦλος· 〈Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.〉 Εἰ οὖν ἡ τοῦ Ἰουδαίου περιτομὴ πρώϊμος καὶ ταχεῖα καὶ εὐθὺς μετὰ τὰ σπάργανα τῷ βρέφει ἐδίδοτο, πολλῷ μᾶλλον ἡ τοῦ Χριστοῦ περιτομὴ ἡ διὰ τοῦ βαπτίσματος ὀφείλει ταχινωτέρα τῷ βρέφει πρὸς ἀσφάλειαν δίδοσθαι· τοῦτο μέν, ἵνα τὸν Χριστὸν ἐνδυσάμενον ὡς θώρακα μὴ φοβηθῇ τοὺς πολεμίους δαίμονας· τοῦτο δέ, ἵνα μὴ προδοθῇ εἰς αἵρεσιν καὶ αἰχμάλωτον γένηται—νόει ἃ λέγω· οἴδατε τὰ γινόμενα—τοῦτο δέ, ἵνα, κἂν τελευτήσῃ, μὴ ἐξέλθῃ ἀσφράγιστον.
Καὶ ὅτε διὰ πατέρα ἢ μητέρα ἑτερόδοξον τὸ βρέφος ἐβαπτίσθη, καὶ οὐκ ἐβαπτίσθη, ἀλλὰ κατεβαπτίσθη εἰς αἵρεσιν, οὔπω τὸν βίον ἔπλευσε καὶ ἤδη ἐναυάγησε. Πρὸ τοῦ αἰσθητοῦ ἱματίου τὸ βασιλικὸν Χριστοῦ ἱμάτιον τὸ βρέφος ἔνδυσον, ἵνα καυχήσῃ ὅτι τὸ παιδίον σου ὡς βασιλεὺς εἰς πορφύραν γεγέννηται. Ὁ μὴ περιτεμνόμενος ἐν τῷ νόμῳ ὀκταήμερος ἐπικατάρατος ἦν· ὁ μὴ βαπτιζόμενος ἐν τῇ χάριτι τῆς βασιλείας τῶν οὐρανῶν ξένος καὶ ἀλλότριος. Ὁ γὰρ εἰπὼν ἐν τῷ νόμῳ· 〈Ἐπικατάρατος πᾶς ἄρσην ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ, ὁ αὐτὸς〉 εἶπε μετὰ ὅρκου ἐν τῇ χάριτι· 〈Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης. Εἰς τὸ τέλος,〉 διὰ τί; Ἐπειδὴ εἰς τὴν ἀρχὴν εἶπε· 〈Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,〉 ὥς τινων λεγόντων· Ἆρα εἰσηκούσθη; Ποῦ δυνάμεθα εὑρεῖν ὅτι προσευξάμενος εἰσηκούσθη;
Ἀποκρίνεται· 〈Εἰς τὸ τέλος.〉 Ἀνάγνωθι τὸ τέλος τοῦ ψαλμοῦ καὶ εὑρήσεις λέγοντα· 〈Ἀπόστητε ἀπ᾽ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου,〉 προσέσχε τῇ δεήσει μου. Πότε; 〈Εἰς τὸ τέλος. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης.〉 Διὰ τί δὲ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἀνέστη ὁ κύριος; Ἐπειδὴ πρώτη ὀγδοὰς ἀνθρώπων ἐπὶ τοῦ Νῶε, μετὰ τὸν τοῦ παλαιοῦ κόσμου θάνατον, νέον κόσμον εἰς γένος ἀνέστησεν. Ὅτε γὰρ ὁ κόσμος, πυρέξας τῇ πορνείᾳ, ἀπέθανε τῇ ἁμαρτίᾳ καὶ ἐτάφη ἐν τοῖς τοῦ κατακλυσμοῦ ὕδασι, τότε ὀγδοὰς ἀνθρώπων, ἐν τῇ κιβωτῷ φυλαχθεῖσα, διὰ τῆς τεκνογονίας τὸν κόσμον ἀνέστησε. Καὶ ὅτι ἡ τεκνογονία ἀνάστασις λέγεται, ἄκουσον τῆς μητρὸς Εὔας λεγούσης, ὅτε ἔτεκε τὸν Σήθ· 〈Ἐξανέστησε γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν.〉 Καὶ ὁ νόμος· 〈Ἐάν τις,〉 φησίν, 〈ἀποθάνῃ ἄτεκνος, λήψεται ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.〉 Καὶ ἦν ἡ ἐξανάστασις σβεννυμένου καὶ ἀποθνήσκοντος γένους ἀνανέωσις.
Ἐπεὶ οὖν πρώτη ἀνάστασις τοῦ γένους μετὰ τὸν κατακλυσμὸν διὰ ὀγδοάδος ἀνθρώπων ἐγένετο, διὰ τοῦτο καὶ ὁ κύριος πρῶτος τὴν ἀνάστασιν τῶν νεκρῶν ἐν τῇ ὀγδόῃ ἄρχεται, ὅτε καθάπερ ἐν κιβωτῷ τῷ τάφῳ ὡς ὁ Νῶε ἔμεινε καὶ τὸν κατακλυσμὸν τῆς ἀσεβείας ἔπαυσε καὶ τὸ βάπτισμα τῆς παλιγγενεσίας ἐπέδωκεν, 〈ἵνα συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ〉 κοινωνοὶ τῆς ἀναστάσεως αὐτοῦ γενώμεθα. Ἐπεὶ οὖν ἡ ὀγδόη προεσάλπιζεν ἐν τῷ νόμῳ τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ τὴν τῶν ἑκάστου ἔργων ἀνταπόδοσιν, διὰ ταῦτα ἁμαρτήσας εἰς τὴν τοῦ Οὐρίου ὁ Δαυίδ, ὑπὲρ τῆς ὀγδόης καὶ τῆς ἐν ἀνέσει αὐτοῦ ἀναστάσεως παρακαλῶν ἔλεγε· 〈Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.〉 Ὧδε μετανοῶ καὶ ἐξομολογοῦμαι, δέσποτα, 〈ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης ἐν ὕμνοις· ψαλμὸς τῷ Δαυίδ.〉 Καὶ καλῶς ὑπὲρ τῆς ὀγδόης προσηύχετο ὁ ὄγδοος τοῦ Ἰεσσαὶ υἱὸς καὶ πατὴρ τοῦ ἀναστάντος ἐν τῇ ὀγδόῃ Χριστοῦ. 〈Εἰς τὸ τέλος,〉 καὶ τῆς τοῦ προφήτου ζωῆς καὶ τῆς τοῦ κόσμου συστολῆς· 〈Ἀπαρχὴ ὁ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης,〉 καὶ ὑπὲρ τῆς αὐτοῦ ἐν δόξῃ ἀναστάσεως καὶ ὑπὲρ τῆς τῶν ἡμαρτηκότων καὶ μετανοησάντων ἐγέρσεως. 〈Ἐν ὕμνοις,〉 ἵνα οἱ θρῆνοι τοῖς ἁμαρτήσασι καὶ μετανοήσασιν εἰς ὕμνους μετέλθωσιν.
Ὥσπερ γὰρ αἱ τῶν ἁμαρτωλῶν ἑορταὶ εἰς πένθος καὶ αἱ ᾠδαὶ εἰς θρῆνον μεταβάλλονται, καθὼς ἔλεγεν ὁ θεός· 〈Καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον,〉 οὕτω πάλιν οἱ τῶν μετανοησάντων θρῆνοι εἰς ὕμνους μεταβάλλονται. 〈Εἰς τὸ τέλος ἐν ὕμνοις· ψαλμὸς τῷ Δαυίδ.〉 Πρᾶξις ἀγαθὴ καὶ καρπὸς μετανοίας καὶ τῷ προφήτῃ καὶ παντὶ τῷ ἱκανῷ τῇ χειρί· 〈Ποιήσατε γὰρ καρποὺς ἀξίους τῆς μετανοίας,〉 ἵνα ἕκαστος μετανοήσας καὶ καρποφορήσας θεῷ καὶ τοῖς πένησι λέγῃ· 〈Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.〉 Εἰπέ, ὦ Δαυίδ, καὶ ὅλως τὸν ἔλεγχον καὶ τὴν παιδείαν παραιτῇ; Ὡς φαίνεται, φεύγεις τὸν μακαρισμόν. Ὅτι γὰρ ὁ ἔλεγχος τοῦ θεοῦ μακαρισμοῦ πρόξενος, γέγραπται ἐν τῇ βίβλῳ τοῦ Ἰώβ· 〈Μακάριος ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος ἐπὶ τῆς γῆς.〉 Ὅτι δὲ καὶ τὸ παιδεύεσθαι ὑπὸ κυρίου μακάριον, αὐτὸς εἶπας· 〈Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, κύριε.〉 Οὐ τὸν ἔλεγχον φεύγω, φησίν, ἀλλὰ τὸν μετὰ θυμοῦ ἔλεγχον φοβοῦμαι· οὐδὲ τὸ παιδευθῆναι ἀποστρέφομαι, ἀλλὰ τὸ μετὰ ὀργῆς παιδευθῆναι δέδοικα.
Οἶδα ὅτι ὃν 〈ἀγαπᾷ κύριος παιδεύει.〉 Ἆρον τοῦ ἐλέγχου τὸν θυμὸν καὶ τῆς παιδείας τὴν ὀργήν, καὶ ἔλεγχε ὡς φίλον καὶ παίδευε ὡς υἱόν. 〈Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.〉 Ἐὰν ὁ θυμὸς ὡς δικαστὴς ἐλέγξῃ με, εὐθέως ἡ ὀργὴ ὡς δεξιὰ χεὶρ καὶ γείτων τοῦ θυμοῦ παιδεύει με. Ὥσπερ γὰρ ἐν δικαστηρίῳ ὁ ὑπὸ τοῦ δικαστοῦ ἐλεγχόμενος ὑπὸ τῆς τάξεως μαστίζεται, οὕτως ἐν τῇ θείᾳ δίκῃ ὁ ὑπὸ τοῦ θυμοῦ ἐλεγχόμενος ὑπὸ τῆς ὀργῆς παιδεύεται. Καὶ ὥσπερ ὁ καπνός, ἐλέγξας τὴν τοῦ ὀφθαλμοῦ ἀσθένειαν, ποιεῖ αὐτὸν τῷ δακρύῳ δριμύττεσθαι, καὶ γίνεται τῷ ὀφθαλμῷ ἡ δριμύτης βάσανος, οὕτως, ὅταν ἐκκαυθῇ ὁ θυμὸς τοῦ θεοῦ, καπνίζει τῷ ἐλέγχῳ καὶ μαστίζει τῇ ὀργῇ. Θυμὸς δὲ καὶ ὀργὴ θεοῦ οὐκ ἔστι πάθη θεοῦ, ἀλλὰ δικαία κρίσις καὶ ἄμυνα τοῦ θεοῦ. 〈Θησαυρίζεις γὰρ σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.〉 Οὐχ ὁ θεός σοι θησαυρίζει, ἀλλ᾽ ἑαυτῷ θησαυρίζεις.
Εἰπέ, ὦ Δαυίδ· παρακελεύῃ θεῷ; Νόμοις δὲ καὶ διατάγμασι τριγχοῖς ἀπόφασιν θεοῦ; Χαλινοῖς δὲ ὅρους γλώσσης δημιουργοῦ; Ἀποκρίνεται· Οὐ λέγω διαταττόμενος, ἀλλὰ τοῦ ἐλέους αὐτοῦ ἀπολαῦσαι βουλόμενος· 〈Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι.〉 Ὢ τῆς εὐλαβείας· ὁ βασιλεὺς μαστιζομένου δούλου τὰς φωνὰς προβάλλεται. Ἐπειδὴ παρεκάλεσε μὴ ἐλεγχθῆναι τῷ θυμῷ μηδὲ παιδευθῆναι τῇ ὀργῇ, ἀπαιτούμενος ὡς χρεώστης καὶ ὑπεύθυνος τὴν παραθήκην καὶ τὸ δάνειον τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ μὴ ἔχων ἀποδοῦναι σῶα τὰ τῆς φύσεως κεφάλαια, παρεκάλει· 〈Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι.〉 Ἀσθένειαν γὰρ νῦν λέγει, οὐ τὴν ἀρρωστίαν τοῦ σώματος, ἀλλὰ τὴν αὐθαίρετον ἀτονίαν τῆς πίστεως. Ὅτι δέ ἐστιν ἀσθένεια πίστεως, λέγει ὁ ἀπόστολος· 〈Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε.〉 Καὶ ἄλλως περὶ τοῦ Ἀβραάμ· 〈Καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον,〉 πρὸς παιδογονίαν ὄψιμον.
Ἐπεὶ οὖν πυρέξας ὁ Δαυὶδ τῇ ἐπιθυμίᾳ τῇ πράξει ἐνόσησεν, ὅτε μετὰ τὸν πυρετὸν ἵδρωσε τὰ δάκρυα, ἱδρὼς γὰρ αὐτῷ πυρέξαντι τὰ δάκρυα γέγονε, καὶ τῷ ἱδρῶτι τῶν δακρύων τὴν κλίνην ὡς ἐγκλίνιος ἔβρεξε —〈Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω〉—τότε ἀπαιτούμενος τὰς παραθήκας τῆς ψυχῆς καὶ τοῦ σώματος, τὴν ἀσθένειαν τῶν λογισμῶν πρὸς τὸ ἐλεηθῆναι προεβάλλετο εἰπών· 〈Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι.〉 Ἀσφαλίζου, ὦ φίλε, τὴν παραθήκην καὶ τὸ χρέος τῆς ψυχῆς καὶ τοῦ σώματος. Σπούδασον ἀποδοῦναι ἃ ἔλαβες· ἢ κρείττονα ἀπόδος ἃ ἔλαβες ἢ κἂν οἷα ἔλαβες. Ὡς χρυσὸν καὶ ἄργυρον τὴν ψυχὴν καὶ τὸ σῶμα παραθήκην ἔλαβες. Εἰ γὰρ σὺ χρυσίον δανείζων προσδοκᾷς μετὰ τόκων καὶ πλεονασμῶν λαβεῖν τὰ κεφάλαια, εἰ δὲ ἄνευ τόκων ἐνεχθῇ σοι σῶα τὰ κεφάλαια, ἀγανακτεῖς, ὀργίζῃ, δυσχεραίνεις, εἰ δὲ καὶ ζημιωθῇς τὰ κεφάλαια, εἰς δικαστήρια καὶ στρεβλωτήρια ἐμβάλλεις τὸν ὑπεύθυνον, τί ποιήσει θεὸς ὁ δανειστὴς τῆς ψυχῆς καὶ τοῦ σώματος; Ἐὰν μὲν αὐτῷ μετὰ τόκων καὶ πλεονασμῶν προσενέγκῃς τὰ δύο τάλαντα τῆς ψυχῆς καὶ τοῦ σώματος, λέγων· 〈Κύριε, δύο τάλαντά μοι παρέδωκας,〉 τὸ σῶμα καὶ τὴν ψυχήν· 〈ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα,〉 ἄλλον ἄνθρωπον σώσας ἐκ ψυχῆς καὶ σώματος 〈...〉 Ἐὰν δὲ αὐτῷ μόνον αὐτὸ προσενέγκῃς τὸ κεφάλαιον, λέγων· 〈Ἴδε, ἔχεις τὸ σόν,〉 ἀγανακτεῖ καὶ ὀργίζεται.
Ἐὰν δὲ μήτε αὐτὸ ἐκεῖνο σῶον προσενέγκῃς ὃ ἔλαβες, τότε παραδίδωσί σε τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷς πᾶν τὸ ὀφειλόμενον. Ἐὰν πεσὼν προσκυνήσῃς μετανοῶν καὶ λέγων· 〈Κύριε, μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ ἀποδώσω σοι,〉 τότε τὴν ἐξομολόγησίν σου καὶ τὴν μετάνοιαν ὡς καταβολὴν τοῦ κεφαλαίου λογίζεται. Εἰ γὰρ ὁ τῶν μυρίων ταλάντων χρεωφειλέτης τὴν μακροθυμίαν τοῦ θεοῦ ἐπικαλεσάμενος τὸ χειρόγραφον ἄκυρον ἐποίησε, καὶ εἰ ὁ μυρίων ψυχῶν λόγον ἀπαιτούμενος ὡς ἀρχιερεὺς ἢ διδάσκαλος τῇ ἱκεσίᾳ τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ ἐκέρδησε, καὶ σπλαγχνισθεὶς ὁ κύριος αὐτοῦ ἀφῆκεν αὐτῷ πᾶν τὸ ὀφειλόμενον, πολλῷ μᾶλλον ἕκαστος ἡμῶν ἐκδυσωπήσει τὸν θεόν, μετανοῶν ἐφ᾽ οἷς ἥμαρτε καὶ προσευχόμενος καὶ ἐξομολογούμενος καὶ λέγων· 〈Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι.〉 Ἀσθενῶ καὶ ἀτονῶ πρὸς τὴν τοῦ χρέους ἀπόδοσιν· 〈Ἐλέησόν με, κύριε,〉 καὶ τοῖς βασανισταῖς ἀγγέλοις ὡς ἐκβιβασταῖς μὴ παραδῷς με, ἀλλὰ κρύψον τὸν δανειστὴν καὶ δεῖξον τὸν ἰατρὸν καὶ τῷ σῷ ἐλέῳ ἀνάλαβέ με τὸν ἀσθενήσαντα. 〈Ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.〉 Καὶ διὰ τί εἶπεν· 〈Ἴασαί με, κύριε;〉 Τὸν διὰ τὴν ἁμαρτίαν παιδεύσαντα καὶ μαστίξαντα αὐτόν, διὰ τὴν μετάνοιαν καὶ ἰατρὸν αὐτῷ γενέσθαι παρεκάλεσε.
Καὶ ὅτι ὁ θεὸς αὐτὸν ἐπαίδευσε, μάρτυς αὐτὸς ἐν τῷ ψαλμῷ εἰπών· 〈Παιδεύων ἐπαίδευσέ με ὁ κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.〉 Καὶ διὰ τί παιδεύει τὸν ἄνθρωπον διὰ νόσου ὁ θεός; Διὰ παρακοὴν καὶ ἁμαρτήματα. Οὐδεὶς γὰρ ἐν ἀνθρώποις ἀναμάρτητος, διὸ καὶ οὐδεὶς ἄνοσος. Ὅτι δὲ θεός ἐστιν ὁ ἑκάστῳ τῶν ἀνθρώπων διὰ παρακοὴν ἁμαρτήσαντι ἐπάγων τὰς νόσους, αὐτὸς διὰ Μωυσέως ἔλεγε τῷ Ἰσραήλ· 〈Ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ φυλάξῃς τὰς ἐντολὰς αὐτοῦ, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε·〉 Εἰπὼν δέ· 〈Ἐὰν ἀκοῇ ἀκούσῃς, οὐ μὴ νόσον ἐπάξω σοι,〉 ἔδειξεν ὅτι τὰς νόσους ἐπάγει ὁ θεὸς διὰ παρακοὴν καὶ ἁμαρτήματα. Καὶ γὰρ οἱ Αἰγύπτιοι, ἐπειδὴ τοῦ θεοῦ παρήκουον καὶ τὸν Ἰσραὴλ οὐκ ἀπέστελλον, διὰ τοῦτο ἐνόσουν παιδευόμενοι.
Καὶ ὁ Δαυίδ, ἐπειδὴ ἀκούσας· 〈Οὐ μοιχεύσεις, οὐ φονεύσεις,〉 παρήκουσε, διὰ τοῦτο παιδευθεὶς ἠσθένησε· 〈Προσώζεσαν γὰρ καὶ ἐσάπησαν οἱ μώλωπές μου,〉 φησίν, 〈ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.〉 Ἐπεὶ οὖν τὸν παρὰ ἀνθρώπων παιδευθέντα ὁ θεὸς ἰάσασθαι δύναται, τὸν δὲ παρὰ τοῦ θεοῦ παιδευθέντα οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, ἀλλὰ μόνος ὁ θεὸς ἰᾶται καὶ θεραπεύει—〈Ἐὰν γὰρ ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ πρὸς κύριον,〉 ἐὰν ἄρχων ἀπόφασιν δῷ εἰς θάνατον, ἀνατρέπει βασιλεὺς τὴν ἀπόφασιν, ἐὰν ὁ βασιλεὺς ἀποφήνηται, οὐδεὶς ἀνατρέψαι δύναται— ὁ Δαυὶδ τὸν μαστίξαντα δεσπότην ἰατρὸν γενέσθαι αὐτῷ παρακαλεῖ· 〈Ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.〉 Ὀστᾶ δὲ λέγει, οὐ τὰ ὀστᾶ τοῦ σώματος, ἀλλὰ τὰς ἰσχυρὰς δυνάμεις τῶν λογισμῶν, αἵτινες ὡς κύματα ἐταράχθησαν πνεύματι πορνείας κλυδωνιζόμεναι. Ὥσπερ γὰρ ἐν θαλάσσῃ ἀρχὴ καὶ μελέτη τῶν ναυαγίων ὁ τῶν κυμάτων τάραχος, οὕτως ἐν τῇ ψυχῇ ἀρχὴ μοιχείας καὶ πορνείας καὶ ἁμαρτίας ὁ τῶν λογισμῶν τῆς διανοίας βορβορώδης τάραχος. Πρῶτον γὰρ ἡ ψυχὴ βορβοροῦται ταῖς αἰσχραῖς ἐπιθυμίαις, καὶ οὕτως ἐμπίπτει εἰς τὸ τῆς πορνείας ναυάγιον. Ἔνθεν ὁρᾷ τὰ ἡδέα τῶν παθῶν, ἐκεῖθεν τὰς ἀπειλὰς τοῦ θεοῦ.
Ἀλλ᾽ ὥσπερ οἱ ναῦται καὶ οἱ κυβερνῆται, ὅταν ἴδωσιν ὑπὸ ἐναντίων ἀνέμων ἀρχομένην ταράττεσθαι θάλασσαν, ταχέως καὶ ἀνυπερθέτως ἐπὶ τοὺς λιμένας μεταίρουσι καὶ τὸν κίνδυνον ἐκφεύγουσιν, ἔξω δὲ ἀπομείναντες κινδυνεύουσιν, οὕτως αὐτός, τὰ ὀστᾶ τῶν λογισμῶν ὑπὸ τῶν ἀνέμων τῆς φιληδονίας ταραττόμενος, ταχέως ἐπὶ τὸν λιμένα τῆς ἐκκλησίας δράμε, ἵνα ἀκούσῃς περὶ σωφροσύνης καὶ ἁγνείας ἀπὸ τῶν γραφῶν καὶ τῶν διδασκάλων ὅτι 〈πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ θεός,〉 ὅτι 〈τίμιος ὁ γάμος,〉 ὅτι λέγει τοῖς ἀγάμοις καὶ ταῖς χήραις ὁ ἀπόστολος· 〈Καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ, ὅτι ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι,〉 ὅτι 〈εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.〉 Καὶ πρὸ τῆς πορνείας, τὰ τῆς πορνείας σπέρματα, τὰ τῆς ἐπιθυμίας τῷ θεῷ ἐξαγορεύσας εἰπέ· 〈Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι,〉 ἀσθένειαν φύσεως περικείμενος. 〈Ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου,〉 τὰ τῆς ψυχῆς ἐνθύμια, εἰς ἀσέλγειαν καὶ ἁμαρτίαν με αἰχμαλωτίζοντα· 〈Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι.〉 Ὅτι δὲ περὶ τῶν ὀστέων οὐ λέγει τοῦ σώματος, δηλοῖ τὰ ἑξῆς.
Ἐπάγει γάρ· 〈Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.〉 Ἵνα τοίνυν δείξῃ ὅτι οὐ περὶ τῶν αἰσθητῶν ὀστέων, ἀλλὰ περὶ τῶν ἐνθυμιῶν ἔλεγε, παραλιπὼν τὴν σάρκα ψυχῆς ἐμνημόνευσε· 〈Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.〉 Οὕτως ἐν ἄλλοις ἔλεγε· 〈Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι;〉 Καὶ οὐ πάντως περὶ τῶν ὀστέων τοῦ σώματος ἔλεγεν· οὐδὲ γὰρ στόμα καὶ χείλη τὰ ὀστᾶ ἔχουσι. Καὶ πάλιν· 〈Σὴς ὀστέων καρδία αἰσθητική.〉 Καὶ οὐ πάντως 〈ὅτι〉 ὑπὸ σητῶν τὰ ὀστᾶ ἐσθίονται, ἀλλ᾽ ὅτι ὑπὸ λογισμῶν ὀξυτάτων ἐν θλίψεσι κατεσθίονται αἱ δυνάμεις τῆς ψυχῆς. Ἐπεὶ οὖν εἰς αἴσθησιν ὧν ἥμαρτεν ἦλθεν ὁ Δαυὶδ καὶ τὰς ἐκ τῆς συνειδήσεως βασάνους ὑπέμεινε καὶ ὡς ὑπὸ δημίων αὐστηρῶν τῶν λογισμῶν ἐμαστίζετο— οὐδὲν γὰρ οὕτως ἅπτεται ψυχῆς ὡς συνείδησις λάθρᾳ βασανίζουσα τὰς ἐν τῇ ψυχῇ βασάνους—ἰαθῆναι παρακαλεῖ· 〈Ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.〉 Ἀλλ᾽ οὐ μόνον ἕως λογισμῶν καὶ ἐνθυμήσεων ἐσκίρτα ὁ τάραχος, ἀλλὰ γὰρ καὶ αὐτὴν τὴν ψυχὴν ταράξας τῇ πράξει ἐβύθισε. 〈Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· ἡ ψυχή μου,〉 ἡ τὴν προφητείαν δεξαμένη· 〈ἡ ψυχή μου,〉 ἡ τῶν ψαλμῶν πηγή· 〈ἡ ψυχή μου,〉 ἡ ἀποθήκη τῶν μυστηρίων τοῦ θεοῦ. Ὅπου εἰρήνη ἐθαλαμεύετο, ἐκεῖ ὁ πόλεμος τῆς ἁμαρτίας κατ᾽ ἐμοῦ ὠρχήσατο. 〈Καὶ σύ, κύριε, ἕως πότε;〉 Οὐκ ἐβράδυνα πρὸς μετάνοιαν· μὴ βραδύνῃς πρὸς τὴν ἐμὴν πρόνοιαν.
Εἶπας· 〈Ἐὰν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ.〉 Ἐπεὶ οὖν 〈ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, ἕως πότε;〉 Καὶ οὐ μόνον στενάζω, ἀλλὰ καὶ κλαίω καὶ δακρύω καὶ δάκρυσι τὴν κλίνην σπιλῶ, λέγων· 〈Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἕως πότε; Τὸ δὲ Ἕως πότε;〉 οὐκ ἔλεγεν ἀποδυσπετῶν, ἀλλὰ τὸ πέρας τῶν πειρασμῶν καὶ τὸ τέλος τῶν θλίψεων μαθεῖν ἐκδεχόμενος. Οὐδὲ γὰρ περὶ τοῦ ἀφεθῆναι αὐτῷ τὴν ἁμαρτίαν τὸ 〈Ἕως πότε;〉 ἔλεγεν. Ὁ γὰρ ἀκούσας· 〈Καὶ κύριος ἀφῆκε τὸ ἁμάρτημά σου,〉 οὐκ ἂν ὡς ἀπιστῶν εἶπεν· 〈Ἕως πότε;〉 Καὶ ὁ εἰρηκώς· 〈Εἶπα· Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου,〉 οὐκ ἂν τὸ 〈Ἕως πότε;〉 περὶ ἀφέσεως ἁμαρτιῶν ἔλεγεν.
Ἀλλ᾽ ἐπειδὴ τὴν μὲν τῶν ἁμαρτιῶν ἄφεσιν ἔλαβεν, ἐπὶ πολλοὺς δὲ χρόνους θλίψεσι καὶ πειρασμοῖς ἐπάλαιε, καὶ χειρουργηθεὶς τὴν σηπεδόνα τῆς ἁμαρτίας, καυτῆρας πειρασμῶν καὶ φάρμακα δριμέα θλίψεων ἐπὶ πολὺ ἔλαβε, περὶ τῆς τῶν δριμυτάτων φαρμάκων ἀφαιρέσεως παρακαλεῖ τὸν ἰατρόν· 〈Καὶ σύ, κύριε, ἕως πότε;〉 Ὁ μαθητής σου Νάθαν ταχέως ἐχειρούργησεν εἰπών· 〈Καὶ κύριος ἀφῆκε τὸ ἁμάρτημά σου.〉 Ἐπεὶ οὖν ἐκεῖνος οὐκ ἐβράδυνε, καὶ αὐτὸς πρὸς τὰ δριμύτατα φάρμακα τῶν θλίψεων μὴ χρόνιζε· 〈Καὶ σύ, κύριε, ἕως πότε;〉 Ἕως πότε ὁ Ἀβεσσαλὼμ πολεμεῖ; Ἕως πότε ὁ ἐξ ἐμοῦ κατ᾽ ἐμοῦ; Ἕως πότε ἀπὸ τοῦ Ἀχιτόφελ οὐκ ἐκδικεῖς; Ἕως πότε τὰ ὑπ᾽ ἐμὲ στρατόπεδα μετὰ τοῦ τυράννου κατ᾽ ἐμοῦ ὁπλίζονται; 〈Ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου〉 ...
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.