Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς

Ἀστέριος ὁ Σοφιστής

Ερμηνεία στον έβδομο Ψαλμό

Ανάλυση της αξίας της πιστής φιλίας σε αντιδιαστολή με την ανταρσία, καθώς και η επίκληση του Δαβίδ για θεία σωτηρία από τους διώκτες και τις αμαρτίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 7 από 18

In Psalmum VII Εἰς τὸν 〈ζ〉 ψαλμόν. 〈Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με.〉 Ὥσπερ ὁ τῆς βασιλικῆς εἰκόνος θεατὴς οὐ παρορᾷ τὰ πρόσωπα οὐδὲ τὰ ἐπιγράμματα, ἀλλὰ καὶ τὴν γραφὴν καὶ τὴν ἐπιγραφὴν βλέμματι ἀσπάζεται, οὕτως ὁ γραφὴν ψαλμοῦ ἀναγινώσκων ζητεῖν ὀφείλει τὴν ἐπιγραφὴν καὶ τὸν γράψαντα καὶ τὸν γραφόμενον. Καὶ διὰ τί τὸ ἐπίγραμμα; Ὀφθαλμὸς γὰρ τῆς ἑρμηνείας ἡ τῆς ἱστορίας ἀπόδειξις. Τίς οὖν ἡ προκειμένη τοῦ ψαλμοῦ ἐπιγραφή; 〈Ψαλμὸς τῷ Δαυίδ, ὃν ᾖσε τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.〉 Ἴδε μοι, ἀδελφέ, στήλην τὴν γραφὴν καὶ ἐγκώμιον τὴν ἐπιγραφὴν καὶ γραφέα τὸν Δαυὶδ καὶ στρατηγὸν γραφέντα τὸν ἀριστέα Χουσί. Καὶ τίς οὗτος ὁ Χουσί; Καὶ διὰ τί ὁ λόγος αὐτοῦ μέμνηται; Οὗτος τοῦ μακαρίου Δαυὶδ ἀρχιεταῖρος ἐγένετο. Ἀκούσατε γὰρ οἷα καὶ ὅσα φιλία ἐν ἀνάγκῃ δύναται. Φιλία γὰρ ἡ τοῦ Χουσὶ πρὸς τὸν Δαυὶδ τυραννίδα ἔλυσε· φιλία τύραννον κατέστρεψε· φιλία τὸν τυραννούμενον φίλον ἐξεδίκησε· φιλία βασιλείας ἰσχυροτέρα γέγονεν. Ὃ γὰρ ἡ βασιλεία τῷ Δαυὶδ οὐκ ἐποίησε, τοῦτο ἡ φιλία τοῦ Χουσὶ ἐποίησεν. Ἀρχιεταῖρος δὲ ἐλέγετο κατὰ ἕνα τῶν δύο τρόπων, ἢ ὅτι τῆς ἑταιρίας τῶν στρατηγῶν Δαυὶδ ἦρχεν ὡς ἀρχιστράτηγος ἢ ὅτι ἄνωθεν αὐτῷ καὶ ἐξ ἀρχῆς ἑταῖρος καὶ φίλος ἐγένετο.

Εἰδὼς γὰρ ὁ Δαυὶδ ὅτι φίλου πιστοῦ οὐδὲν τιμιώτερον καὶ ὅτι ὥσπερ οἱ δύο ὀφθαλμοὶ τοῦ ἑνὸς πρὸς τὸ ὁρᾶν τὰ ὑποκείμενα ἀναγκαιότεροι, οὕτω καὶ δύο ψυχαὶ ὁμόπιστοι, δύο λεγόμεναι καὶ μία φαινόμεναι, πρὸς συμβουλίαν ἀλλήλων βακτηρία γίνονται, διὰ τοῦτο οὐχ ἑαυτῷ μόνῳ τὸ βουλεύεσθαι ἐπίστευσεν, ἀλλὰ καὶ φίλοις τὸ συμβουλεύειν αὐτῷ ἐπέτρεπεν, οὐ γευσάμενος τῆς φιλίας καὶ ταύτην ἀποπτύσας, οὐδὲ τὴν ἄδολον ψυχὴν ὡς δολίαν ἀποστρεφόμενος, οὐδὲ ὡς ἀνάργυρος ἀγοραστὴς τὸ ἐν ἀγορᾷ ἱμάτιον ἐνδυσάμενος τὸν φίλον καὶ εὐθέως ἐκδυσάμενος, οὐδὲ ὡς παλαιὸν χιτῶνα τὸν παλαιὸν φίλον ἀπαμφιασάμενος.

Τὸ μὲν γὰρ ἱμάτιον παλαιούμενον διαφθείρεται, ὁ δὲ παλαιὸς φίλος ὅσῳ παλαιοῦται, τοσούτῳ πλέον ὀφείλει εἶναι δοκιμώτερος. Ὡς γὰρ ὁ παλαιὸς οἶνος οὐ ταχὺ ἀλλοιοῦται οὔτε τρέπεται, ὁ δὲ νέος οἶνος ἀμφιβολίας γείτων, οὕτως ὁ παλαιὸς φίλος ὡς οἶνος προπάλαιος εὐφραίνει τὸν ἔχοντα. Καὶ τούτου μάρτυς ἡ θεία γραφή· 〈Οἶνος νέος φίλος νέος· ἐὰν δὲ παλαιωθῇ, μετ᾽ εὐφροσύνης αὐτὸν πίεσαι.〉 Ὥσπερ δὲ ὁ πυρέττων καὶ φρενιτιῶν τὸν παλαιὸν οἶνον ὡς πολέμιον ἀποστρέφεται, ὁ δὲ ὑγιαίνων καὶ ἐρρωμένος τὴν καρδίαν εὐφραίνεται—〈Καὶ οἶνος〉 γὰρ 〈εὐφραίνει καρδίαν ἀνθρώπου〉—οὕτως ὁ νοσῶν τὴν φρένα καὶ τῇ κακίᾳ πυρέττων τὸν ἀρχαῖον φίλον φεύγει ὡς πολέμιον, ὁ δὲ ὑγιαίνων τὴν συνείδησιν ὡς δευτέρους γονέας καὶ ἀδελφοὺς τοὺς φίλους λογίζεται. Ὅθεν τὸν Χουσὶ φίλον καὶ ἀρχιεταῖρον ἄνωθεν καὶ ἐξ ἀρχῆς εἶχε, τοῦτο λέγων· Εἰ ὁ μέγας Μωυσῆς, ἄνθρωπος τοῦ θεοῦ καὶ θεὸς τοῦ Φαραώ, τὸν ξένον καὶ ἴδιον, τὸν Ἰοθώρ, σύμβουλον ἔσχε, τὸν ξένον διὰ τὴν θρησκείαν καὶ ἴδιον διὰ τὴν συγγένειαν, καὶ οὐχ ὑπερηφάνησεν οὐδὲ εἶπεν· Ἐγὼ οὐ χρῄζω τῆς τούτου γνώμης· ὁ θεός μοι ἐλάλησεν, ἐπαιδεύθην πάσῃ σοφίᾳ Αἰγυπτίων, καὶ πῶς τοῦτον γνωμοδότην λήψομαι;

Ἀλλ᾽ οὐδὲν τούτων εἶπεν, ἐπείσθη δὲ τῷ καλῶς συμβουλεύοντι, εἰδὼς ὅτι 〈συμβουλίας ἀκούει σοφός.〉 Καὶ ὥσπερ ἐπὶ τῆς ἀγορᾶς, ἱματίων προκειμένων, ὁ χρυσίον μὴ ἔχων δοκιμάζει μόνον τὰ ἐνδύματα καὶ σκύλλει ταῦτα ἐνδυόμενος καὶ ἀποδυόμενος, καὶ ὅλα φορεῖ, καὶ οὔτε ἓν παρ᾽ ἑαυτῷ κρατεῖ, οὕτως ὁ λεγόμενος φίλος, μὴ ἔχων χρυσὸν δόκιμον τὴν συνείδησιν, ὡς ἐν ἀγορᾷ τῷ βίῳ πάντας ἐνδύεται καὶ ἀποδύεται, πάντας ἀλλάσσει καὶ οὐδὲ ἕνα φορεῖ. Ἀλλ᾽ οὐκ ἦσαν τοιοῦτοι φίλοι ὁ Χουσὶ καὶ ὁ Δαυίδ, οὐδὲ τὸ πικρὸν τοῦ δόλου ποτήριον ἀλλήλοις προέπινον, οὐδὲ τὴν μάχαιραν τοῦ φθόνου καθ᾽ ἑαυτῶν ὤξυναν· αὐτοὶ δὲ ἐν ἑαυτοῖς ἑαυτοὺς κεράσαντες καὶ τὰς δύο ψυχὰς μίαν τῇ διαθέσει δείξαντες, ὥσπερ τῆς εὐημερίας, οὕτω καὶ τῆς ταλαιπωρίας κοινωνοὶ ἐγένοντο. Μίαν γὰρ περῶντες τοῦ βίου θάλασσαν καὶ εἰς τὸ αὐτὸ σκάφος τῆς συνειδήσεως πλέοντες, καὶ τὴν εὐπλοΐαν καὶ τὸν χειμῶνα ὡσαύτως ὑπέμενον. 〈Ψαλμὸς τῷ Δαυίδ, ὃν ᾖσε τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.〉 Καὶ διὰ τί ᾠδὴν τῷ κυρίῳ ὁ Δαυὶδ ὑπὲρ τοῦ Χουσὶ ἀνέπεμψε, δι᾽ ὀλίγων ἴδωμεν. Ὁ υἱὸς αὐτοῦ Ἀβεσσαλὼμ κατ᾽ αὐτοῦ ἐτυράννησε. Φιλήμασι γὰρ καὶ περιπλοκαῖς σαγηνεύων ἕκαστον, τῆς τοῦ πατρὸς φιλίας τοὺς φίλους ἀπέσπασε, τὸν δόλον ὡς ἰξὸν φέρων καὶ τὸ φίλημα ἄγκιστρον καὶ δέλεαρ τὴν κολακείαν καὶ δίκτυα πλάνης τὰς περιπλοκάς.

Ἐπεὶ οὖν πάντας οὕτως ἕνα καθ᾽ ἕνα τοὺς φίλους τοῦ Δαυὶδ ἀπεσύλησεν ὁ Ἀβεσσαλώμ, ὁπλίζει λοιπὸν αὐτοὺς κατὰ τοῦ πατρός, συκοφαντίας αὐτῷ καὶ διαβολὰς ῥάπτων. Ἕκαστος γὰρ ὡς υἱῷ τοῦ Δαυὶδ καὶ ὡς μᾶλλον τὰ κατ᾽ αὐτὸν εἰδότι ἐπίστευε συκοφαντοῦντι.

Ἐπεὶ οὖν μετὰ πάντων ὁ Ἀβεσσαλὼμ καὶ τὸν Ἀχιτόφελ τὸν σύμβουλον τοῦ Δαυὶδ πείσας ἀπεσύλησεν, ἄνδρα δεινότατον ἐν γνώμαις καὶ ὅλας τὰς ἐν πολέμοις πανοπλίας καὶ μηχανὰς ἐπὶ γλώσσης φέροντα, ὁ μακάριος Δαυὶδ τὸν ἀρχιεταῖρον τὸν Χουσὶ λόγοις ὁπλίσας κατὰ τοῦ Ἀχιτόφελ ἀπέστειλεν ὡς κατὰ πέρδικος ἀετόν. Πέρδιξ γὰρ ὁ τύραννος, ὡς τὰ ἀλλότρια παρασπώμενος καὶ πάλιν ἔρημος καταλειπόμενος. Μάρτυς Ἰερεμίας εἰπών· 〈Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε.〉 Τὸν σύμβουλον πρὸς τὸν ἐπίβουλον ἔπεμψεν ὡς κατὰ ὀνάγρου λέοντα—〈Κυνηγία λέοντος ὄναγροι ἐν ἐρήμῳ〉—εἰπὼν αὐτῷ· Οὐ χρεία πανοπλίας, οὐ χρεία μάχης καὶ πολέμου· διασκέδασόν μοι τὴν βουλὴν Ἀχιτόφελ καὶ πέπαυται ἡ ἐπιβουλή. Τόξον ἐστὶν Ἀχιτόφελ καὶ βέλος ὁ Ἀβεσσαλώμ· νευροκόπησον τὸ τόξον, καὶ μένει τὸ βέλος ἀργόν. Ἄπελθε πρὸς τὸν Ἀβεσσαλὼμ ὡς ἀπ᾽ ἐμοῦ φεύγων κἀκείνῳ προσφυγών. Λοιδόρησόν με ἐπ᾽ αὐτοῦ, ταῖς κατ᾽ ἐμοῦ λοιδορίαις ἐπαντλῶν αὐτοῦ τὸν πυρετὸν τῆς ψυχῆς. Ὅταν σοι ὡς φίλῳ θαρρήσῃ, τότε πεῖσον αὐτὸν μὴ πείθεσθαι τῷ Ἀχιτόφελ.

Διασκέδασόν μοι αὐτόν, ἀπόστησον τοῦ κακοῦ διδασκάλου τὸν ἄθλιον μαθητὴν καὶ ὡς οἶδας μεταδίδαξον, μᾶλλον δὲ ἐκεῖνα δίδαξον ἅπερ διδάσκει θεός. Τὰ ἐκεῖ λαλούμενα ἐμοὶ καταμήνυε, παιδισκαρίῳ μικρῷ μεσίτῃ χρησάμενος. Ἱερεῖς γινέσθωσαν τῆς παιδίσκης ἀκροαταί. Ἐπὶ πηγὴν ὕδατος καταβαινέτωσαν ἄμφω ὡς δῆθεν ὑδρευόμενοι καὶ ὡς ἐν ὑδρίαις ταῖς ἀκοαῖς ἀντλήτωσάν μοι τὰ μυστήρια. Πάντα ποιήσωμεν, ὦ θαυμάσιε Χουσί, ὅπως ὁ Ἀβεσσαλὼμ μὴ ἀπόληται, ὅπως ἐγὼ μὴ ζημιωθῶ τὸν υἱόν, ὅπως μήτε ἐκεῖνος ἀπάτωρ μήτε ἐγὼ ἄτεκνος, ὅπως ἐν σοφίᾳ ἰξεύσῃς τὸν νεοττόν μου, ὃν ἡ κενοδοξία ἐπτέρωσεν, ὃν ἡ νεότης σκιρτᾶν κατ᾽ ἐμοῦ ἐδίδαξεν. Ἐπειδὴ ταῦτα ὁ Δαυὶδ τῷ Χουσὶ τῷ φίλῳ εἶπεν, ὁ δὲ ὡς ἄλλος αὐτὸς τῷ λόγῳ διηκονήσατο καὶ ἀπῆλθε πρὸς τὸν Ἀβεσσαλὼμ ὡς φυγὰς καὶ ἐφυγάδευσεν αὐτοῦ τὰς ἀτάκτους κατὰ τοῦ πατρὸς ὁρμάς, ἐπειδὴ λόγοις ὁ Χουσὶ τὸν ἀλόγιστον Ἀβεσσαλὼμ ἐνίκησεν, ὑπὲρ τῶν λόγων Χουσὶ ὁ Δαυὶδ τῷ θεῷ εὐχαριστεῖ· 〈Ψαλμὸς τῷ Δαυίδ, ὃν ᾖσε τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί,〉 ἀντὶ τοῦ· Λόγος πράξεως τῷ Δαυίδ, ὃν ὡς ἐπινίκιον ᾠδὴν τῷ θεῷ ἀνέθηκε. Διὰ τί δὲ ὁ αὐτὸς Χουσὶ καὶ υἱὸς Ἰεμενεὶ καὶ υἱὸς Ἀραχὶ ἐλέγετο;

Ἰεμενεὶ μὲν υἱὸς ὡς ἀπὸ τοῦ δήμου Ἰεμενεί, ὅθεν ἦσαν ὁ Σαοὺλ καὶ ὁ Σεμεεὶ καὶ ὁ τὴν ἀγγελίαν καταμηνύσας 〈...〉 υἱὸς δὲ Ἀραχὶ ὡς ἀπὸ τοῦ πατρός· ἢ καὶ ἐπειδὴ Ἰεμενεὶ ἑρμηνεύεται δεξιά· δεξιὰ δὲ χεὶρ ἐν τῇ ἀνάγκῃ τῷ Δαυὶδ ἐγένετο. Υἱὸς δεξιᾶς· οὕτως ὁ Βενιαμὶν ἀπὸ τοῦ συμβάντος 〈υἱὸς ὀδύνης〉 ἐλέγετο. Ἔμαθες τῆς εἰκόνος τοῦ ψαλμοῦ τὸ ἐπίγραμμα· ἴδε μοι λοιπὸν καὶ τὸ γράμμα τοῦ ψαλμοῦ. 〈Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με.〉 Κἂν γὰρ ὁ Χουσὶ μεσίτης τοῦ δράματος γέγονε, κἂν τῇ πανοπλίᾳ τῶν λόγων τὸν τύραννον ἔδησεν, ἀλλ᾽ αὐτὸς ἔδωκας αὐτῷ λόγον ἐν ἀνοίξει τοῦ στόματος, αὐτὸς τὸ θάρσος ἐνέδυσας, αὐτὸς τὰς βουλὰς τοῦ Ἀχιτόφελ διεσκέδασας, αὐτὸς τὸν Ἀβεσσαλὼμ τοῖς λόγοις τοῦ φίλου συνέδησας, αὐτὸς αὐτῷ τὸ δένδρον δικαστὴν καὶ δήμιον ἐχειροτόνησας. Ἐπεὶ οὖν οὐκ ἀνθρώπῳ τὴν ἐμαυτοῦ σωτηρίαν, ἀλλὰ σοὶ ἐπίστευσα—〈Ἐπικατάρατος γὰρ ἄνθρωπος ὁ τὴν ἐλπίδα ἔχων ἐπ᾽ ἄνθρωπον—Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα.〉 Ὥσπερ γὰρ τοξότου τὸ βέλος πέμψαντος καὶ τὸν πολέμιον καταβαλόντος οὐδεὶς τὸ βέλος ἐπαινεῖ, ἀλλὰ τὸν τοξότην θαυμάζει τὸν τοῦ βέλους ὁδηγόν, οὕτως ὁ Δαυίδ, οὐ τῷ μεσίτῃ τοῦ δράματος τῷ Χουσί, ἀλλὰ τῷ θεῷ εὐχαριστεῖ.

Οὕτω καὶ ὁ εἰς τὰ ἐπικίνδυνα πελάγη εὐπλοήσας καὶ τὴν ποθουμένην πόλιν ἀλύπως καταλαβών, οὐ τοῖς ἀνέμοις προσκυνεῖ, ἀλλὰ τῷ θεῷ εὐχαριστεῖ, 〈τῷ ἐξάγοντι ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.〉 Ἐπεὶ οὖν, ὅτε ὁ Χουσὶ τῷ Ἀβεσσαλὼμ διελέγετο, τότε ταῦτα ὁ Δαυὶδ τῷ θεῷ προσηύχετο, καὶ ἅπερ πρὸ τῆς νίκης ἔψαλλε, ταῦτα μετὰ τὴν νίκην ἐπινίκιον ᾠδὴν τῷ νικοποιῷ ἀνέθηκε, διὰ τοῦτο 〈Ψαλμὸς τῷ Δαυίδ, ὃν ᾖσεν τῷ κυρίῳ.〉 Εἰ 〈ψαλμός,〉 πῶς 〈ὃν ᾖσεν τῷ κυρίῳ;〉 Εἰ γὰρ ψαλμός, πάντως ἐχρῆν εἰπεῖν, ὃν ἔψαλλεν· εἰ δὲ ᾠδὴ ἦν, τότε 〈ὃν ᾖσεν〉 ἥρμοζεν. Ἀλλ᾽ οὐδὲν ἀμφίβολον ἢ ἐναντίον ἐν τῇ θείᾳ γραφῇ· τοῦ γὰρ πατρός εἰσιν ὅροι, τοῦ δὲ θεοῦ λόγου νόμοι, καὶ τοῦ ἁγίου πνεύματος λόγοι. Ὅτε ἔπεμψεν ὁ Δαυὶδ τὸν Χουσὶ πρὸς τὸν Ἀβεσσαλώμ, ὑπὲρ τῶν λόγων αὐτοῦ προσηύχετο, ψάλλων καὶ λέγων· 〈Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με.〉 Ὅτε ἔψαλλε καὶ ψάλλων ἐνίκησεν, ὡς τὸν δαίμονά ποτε, οὕτως αὖθις τὸν Ἀβεσσαλώμ, τότε ἀναμιμνησκόμενος τῆς δυνάμεως τοῦ ψαλμοῦ, αὐτὸν ἐκεῖνον τὸν ψαλμὸν μετὰ τὴν νίκην ἐπινίκιον ᾠδὴν ἀνέπεμψεν.

Ἐπεὶ οὖν πρὸ τοῦ πολέμου αὐτὸν ἔψαλλε, μετὰ δὲ τὸν πόλεμον ᾖσε, 〈Ψαλμὸς ὃν ᾖσε.〉 Κἀγὼ οὐκ ἐπαινῶ τὸ ἐργαλεῖον, ἀλλὰ σὲ τὸν τεχνίτην· οὐ θαυμάζω τὴν κιθάραν, ἀλλὰ τὸν ἐπιστήμονα μουσικόν. Εἰ γοῦν καὶ ὁ Χουσὶ λόγους καὶ ῥήματα ὡς ὅπλα ἔχων ἐνίκησεν, ἀλλ᾽ οἶδα ὅτι 〈κύριός ἐστιν ὁ διδοὺς ῥήματα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.〉 Διό, 〈Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν καὶ ἐσώθησαν.〉 Ἐπὶ σοὶ ἐλπίσας ὁ προπάτωρ Ἀβραὰμ ἀπὸ ἓξ βαρβάρων βασιλέων σέσωσται—τεσσάρων μὲν τῶν Χαλδαίων, πέμπτου δὲ τοῦ Αἰγυπτίου Φαραώ, καὶ ἕκτου τοῦ Γεραρηνοῦ Ἀβιμέλεχ—ὅτε τὴν Σάρραν ἀπ᾽ αὐτῶν θεὸς ὡς ἀπὸ ἱεράκων περιστερὰν ἀπέσπασεν. Ἐπὶ σοὶ ἐλπίσας ὁ Ἰσαάκ, εἰς θυσίαν προσφερόμενος, ἄθυτος διέμεινε καὶ ἐτύθη μὴ θυόμενος· ἐτύθη τῇ ὑποταγῇ, οὐκ ἐτύθη τῇ πληγῇ. Ἐπὶ σοὶ ἐλπίσας ὁ Ἰακώβ, ὑπὸ τοῦ ἀδελφοῦ Ἠσαὺ οὐκ ἐφονεύετο οὐδὲ ἄλλον Κάϊν τὸν ἀδελφὸν εὗρεν, ἀλλὰ τὸν μετὰ τετρακοσίων ἀνδρῶν αὐτῷ ἐπερχόμενον ὡς ὑπ᾽ αὐτῶν ἐκείνων φυγαδευόμενον ἐνίκησεν. Ἐπὶ σοὶ ἐλπίσας ὁ Ἰωσήφ, εἰς δοῦλον δόλῳ πραθείς, δοῦλος ἁμαρτίας οὐκ ἐγένετο, τῇ ἁμαρτίᾳ οὐκ ἐδούλευσε, διὸ καὶ τῆς Αἰγύπτου πάσης ἐκυρίευσεν. Ἐπὶ σοὶ ἐλπίσας Μωυσῆς, τὸν Αἰγύπτιον στρατὸν ὕδασιν ἐμάστιξε καὶ διώκοντα ἐν ἅρμασιν ἐνίκησε κύμασιν.

Ἔλεγε γὰρ τοῖς πατράσιν ἐπὶ τῷ θεῷ ἐλπίσασι· 〈Στῆτε, καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ κυρίου, ἣν ποιήσει ὑμῖν σήμερον.〉 Ἐκεῖνοι ἐπὶ σοὶ ἤλπισαν καὶ ἐσώθησαν· κἀγὼ 〈ἐπὶ σοὶ ἤλπισα, κύριε ὁ θεός μου, σῶσόν με.〉 Ἐκεῖ ὁ Φαραώ, ἐνταῦθα ὁ Σαούλ· ἐκεῖ ὁ Ἀμαλήκ, ὧδε ὁ Ἀβεσσαλώμ· ἐκεῖ οἱ Αἰγύπτιοι, ὧδε οἱ ἀλλόφυλοι· ἐκεῖ ἐν ἐρήμῳ ὁ Μωυσῆς καὶ ὁ λαός, καὶ ὧδε ἐν ἐρήμῳ ἐγὼ καὶ ὁ λαός· 〈Ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ; Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με.〉 Καὶ ἐκ τίνων σωθῆναι ποθεῖς; Ἐκ τίνων; 〈Ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με.〉 Ἐκ πάντων ὡς ἐξ ἑνὸς ῥῦσαί με. Καὶ ἆρα ἐρρύσθη ἐκ πάντων τῶν ἐχθρῶν; Ναὶ ἐρρύσθη. Τίς τούτου μάρτυς; Ἡ ἐπιγραφὴ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ· 〈Εἰς τὸ τέλος τῷ παιδὶ κυρίου τῷ Δαυίδ, ᾗ ἡμέρᾳ ἐλυτρώσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ. Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με. Σῶσόν με〉 ἄρτι διωκόμενον· 〈ῥῦσαί με〉 μηκέτι ὑπ᾽ αὐτῶν πολεμούμενον.

Καὶ σύ, ὦ προσφιλέστατε, λέγε ἀεὶ τῷ θεῷ προσευχόμενος· 〈Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με,〉 ἵνα σε ἐκ πάντων τῶν διωκόντων ῥύσηται. 〈Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με.〉 Καὶ τίνες οἱ διώκοντες; Αἰσθητῶς μὲν αἱρετικοὶ καὶ πάντες οἱ πονηροὶ καὶ βάσκανοι ἄνθρωποι· νοητῶς δὲ διώκουσιν ἡ πορνεία καὶ ἡ μοιχεία καὶ ἡ ἁμαρτία καὶ ἡ ἀσέβεια.

Εἰ μὴ ἐδίωκεν ἡ πορνεία, οὐκ ἂν ὁ ἀπόστολος ὡς περὶ διωκούσης ἔλεγε· 〈Φεύγετε τὴν πορνείαν.〉 Εἰ μὴ ἐδίωκεν ἡ μοιχεία καὶ ὁ θεὸς τὸν διωκόμενον ἐκ ταύτης ἐρύετο, οὐκ ἂν ὁ παροιμιαστὴς ἔλεγεν· 〈Εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, ἵνα σε ῥύσηται ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς·〉 ῥύεται γάρ τις τὸν διωκόμενον. Εἰ μὴ ἐδίωκεν ἡ ἀδικία, οὐκ ἂν ὁ προφήτης ἔλεγεν· 〈Ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.〉 Εἰ μὴ ἐδίωκεν ὁ φόνος, οὐκ ἂν εἶπε· 〈Ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεός, ὁ θεὸς τῆς σωτηρίας μου. Σῶσόν〉 με ἐκ 〈πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με.〉 Εἰ μὴ ἐδίωκεν ἡ ἁμαρτία, οὐκ ἂν ἡ γραφὴ ὡς μήτηρ ἐνουθέτησε· 〈Τέκνον, ὡς ἀπὸ προσώπου ὄφεως φύγε ἀπὸ τῆς ἁμαρτίας.〉 Εἰ μὴ ἐδίωκον αἱ ἀνομίαι καὶ κατελάμβανον τὸν ἀργῶς πρὸς ἀρετὰς τρέχοντα, οὐκ ἂν ὁ Δαυὶδ ἔλεγεν ὅτι 〈Κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν.〉 Θέλεις καλῶς φεύγων μὴ καταληφθῆναι ὑπὸ τῶν κακῶν;

Λέγει σοι ἡ γραφή· 〈Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακά.〉 Ἐπειδὴ γάρ ἐστι πνεῦμα πορνείας καὶ πνεῦμα μοιχείας—πνεῦμα πορνείας περὶ οὗ Ὠσηὲ λέγει· 〈Πνεύματι πορνείας ἐπλανήθησαν,〉 πνεῦμα μοιχείας· 〈Καὶ ἐμοίχευσαν τὸν λίθον καὶ τὸ ξύλον〉 διὰ τὰ ἐν αὐτοῖς ὀρχούμενα πνεύματα, καὶ πνεῦμα φιλαργυρίας τὸ λέγον· 〈Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι〉—ἕκαστον τῶν πονηρῶν πνευμάτων ἀεὶ ἐπιτηροῦσι τὴν ἑκάστου ὁδόν, καὶ ἐφ᾽ οἵαν τις ὁδὸν ἁμαρτίας νεύσει, τὸ πνεῦμα τῆς ἁμαρτίας ἐκείνης διώκει καὶ συντρέχει τῷ ἁμαρτάνοντι.

Ὁ Ἰούδας ἐπὶ φιλαργυρίαν ὥδευσε καὶ ὁ διάβολος αὐτῷ διὰ φιλαργυρίας τὴν προδοσίαν ἐνέβαλε· 〈Τοῦ διαβόλου ἤδη ἐμβεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα αὐτὸν παραδῷ.〉 Ὡς γὰρ ἐὰν περὶ φιλοσοφίαν ἀσχοληθῇς, ὁ φιλόσοφος συμπράττει σοι, καὶ ἐὰν περὶ ποιητικήν, ὁ ποιητής, καὶ ἐὰν περὶ τεκτονικήν, ὁ τέκτων, οὕτως, ἐὰν περὶ πορνείαν νεύσῃς, τὸ πνεῦμα τῆς πορνείας συντρέχει σοι, ἐὰν περὶ ζηλοτυπίαν, τὸ πνεῦμα τῆς ζηλοτυπίας ἀνάπτει σε. 〈Ἐάν,〉 φησί, 〈γένηται γυνὴ ζηλοτυπουμένη, καὶ ἔλθῃ τῷ ἀνδρὶ αὐτῆς πνεῦμα ζηλώσεως.〉 Ἐὰν δὲ περὶ φιλοσοφίαν οὐράνιον ἀνανεύσῃς, τὸ πνεῦμα τῆς σοφίας σοι ἐπαναπαύεται· ἐὰν περὶ σύνεσιν, τὸ πνεῦμα τῆς συνέσεως. 〈Καὶ ἐπαναπαύσεται,〉 φησίν, 〈ἐπ᾽ αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου.〉 Ἐπιτήρει ὅτι ἀπὸ τῶν πολλῶν προσώπων εἰς ἓν μεταβέβηκεν. Εἰπὼν γάρ· 〈Ἐκ πάντων τῶν διωκόντων με ῥῦσαί με,〉 οὐκ εἶπε· Μήποτε ἁρπάσωσιν ὡς λέοντες τὴν ψυχήν μου, ἀλλ᾽ ὡς λέων. Καὶ διὰ τί ἐκ πολλῶν προσώπων εἰς ἓν πρόσωπον τὴν κακίαν περιέστησεν;

Ὥσπερ ἐν τοῖς πολέμοις πλῆθος βαρβάρων ὁπλίζεται, οἱ πάντες δὲ τῷ τοῦ ἑνὸς νεύματι, τοῦ ῥηγὸς ἢ τοῦ τυράννου, ἕπονται, καὶ ἄνευ ἐκείνου τὸ πλῆθος οὐκ οἶδε παράταξιν, οὕτως, ἐπειδὴ τὸν Δαυὶδ κατ᾽ αἴσθησιν μὲν ἐπολέμουν οἱ στρατιῶται καὶ ὁ Ἀβεσσαλώμ, κατὰ νοῦν δὲ οἱ δαίμονες καὶ ὁ διάβολος, ἐπειδὴ τὸ πλῆθος τῶν ἐχθρῶν ἄνευ τοῦ ἡγεμόνος οὐδέν ἐστι, λέοντα καλῶν ἔνθεν τὸν Ἀβεσσαλὼμ κἀκεῖθεν τὸν διάβολον, παρακαλεῖ· 〈Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου.〉 Καὶ ὅτι λέοντα τὸν Ἀβεσσαλὼμ καὶ τὸν διάβολον ἔλεγε, δηλοῖ ἐν τῷ ἐνάτῳ ψαλμῷ εἰπών· 〈Ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ·〉 ὁ μὲν διάβολος ἐν τοῖς ὑπηκόοις αὐτοῦ ἀνθρώποις κρυπτόμενος, ὁ δὲ Ἀβεσσαλὼμ ἐν τοῖς συναποστασιάσασιν αὐτῷ λανθάνειν οἰόμενος. 〈Ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν.〉 Καὶ εἰ περὶ τοῦ θηρίου τοῦ λέοντος ἔλεγε, καὶ πότε ὁ λέων πτωχὸν καὶ πένητα διακρῖναι δύναται; Οὐχὶ δὲ τούτῳ κἀκείνῳ ἐπ᾽ ἴσης ἐφάλλεται; Λέοντα οὖν τὸν διάβολον ἐδήλωσεν εἰπών· 〈Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου.〉 Καὶ διὰ τί λέων ὁ διάβολος; Οὐ διὰ τὸ βασιλικόν, ἀλλὰ διὰ τὸ τυραννικόν· λέων οὐ διὰ τὸ ἰσχυρόν, ἀλλὰ διὰ τὸ ἁρπακτικόν.

Λέων στόμα ἔχει βρομῶδες καὶ δυσωδέστατον· τοιοῦτος ὁ διάβολος, βλασφημίας ἐρευγόμενος καὶ τῇ πολυθεΐᾳ βρόμων. Ὁ λέων καθεύδων ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς· καὶ οἱ δαίμονες καὶ ὁ διάβολος, εὐλάβειαν καὶ ἐπιείκειαν ὑποκρινόμενοι, ἀνεῳγμένους τοὺς ὀφθαλμοὺς πρὸς κακίαν ἔχουσιν, ὡς γέγραπται· 〈Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν.〉 Ἵνα οὖν δείξῃ ὅτι οὐ περὶ αἰσθητοῦ λέοντος, ἀλλὰ περὶ τοῦ νοητοῦ ἔλεγεν, οὐκ εἶπε· Μήποτε ἁρπάσῃ ὡς λέων τὴν σάρκα μου ἢ τὸ σῶμά μου, ἀλλά· 〈Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου.〉 Λέων δὲ τὸ θηρίον ψυχὴν ἁρπάζειν οὐκ οἶδεν. Καὶ ὅτι λεόντων σώματά εἰσι καὶ οὐ ψυχαὶ ἡ τροφή, μάρτυς ὁ Δανιὴλ περὶ τῶν ἑπτὰ λεόντων εἰπών· 〈Καὶ ἦσαν ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδοτο αὐτοῖς καθ᾽ ἑκάστην ἡμέραν δύο σώματα καὶ δύο πρόβατα·〉 σώματα καὶ πρόβατα, ἀλλ᾽ οὐκ ἀνθρώπων ψυχαί. 〈Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου.〉 Καὶ πῶς ἁρπάζει ὡς λέων; 〈Μὴ ὄντος λυτρουμένου μηδὲ σώζοντος.〉 Εἰ γὰρ τοῦ Δαυὶδ ποιμαίνοντος, ὅταν ἦλθε λέων ἢ ἄρκος καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, ὁ Δαυὶδ ἐξήρχετο κατόπισθεν ὡς κατὰ τυράννων στρατηγός, καὶ τὸν θῆρα ἔτυπτε καὶ τὸ πρόβατον ὡς αἰχμάλωτον ἀποσπάσας ἔσωζε, πόσῳ μᾶλλον θεοῦ λυτρουμένου καὶ σώζοντος ὁ λέων ὁ διάβολος ἁρπάζειν οὐ δύναται. 〈Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου·〉 φύλαττέ με ὡς ποιμήν, καὶ οἱ ὀδόντες ἀργοῦσι τοῦ λέοντος.

Ἐπειδὴ ταῦτα εἶπε καὶ προσηύξατο ῥυσθῆναι τοῦ λέοντος τοῦ Ἀβεσσαλὼμ καὶ εἰσηκούσθη προσευξάμενος, ἐπάγει καὶ εἰς ἀπολογίαν τρέπεται· 〈Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο;〉 Ἐπειδὴ γὰρ ὁ Ἀβεσσαλὼμ ὡς λέων ἐν τῷ δρυμῷ τὸν πατέρα ἐδίωκεν, ὡς λέων ἀπὸ τῆς κόμης κρατηθεὶς ἐκρέματο, καὶ ἡ κόμη τοῦ δένδρου ἀπὸ τῆς κόμης ἐκράτει τὸν λέοντα, καὶ ὡς ἔριφος ἐν μακέλλῳ ὁ λέων ἐκρέματο, καὶ ὀψωνάτορες ἀνάργυροι κόρακες καὶ ἀετοὶ παρεγένοντο. Καὶ ἄξιον ἐπιτάφιον αὐτῷ Σολομὼν ὁ ἀδελφὸς αὐτοῦ ἐπέψαλε λέγων· 〈Ὀφθαλμὸν καταγελῶντα πατρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοιεν αὐτὸν νεοσσοὶ ἀετῶν.〉 Ἐπεὶ οὖν οἱ νεοσσοὶ τὸν νεοσσὸν τοῦ Δαυὶδ κατεσθίειν ἔσπευδον, προλαβὼν δὲ ὁ στρατηγὸς Ἰωὰβ ὡς ἰξευτὴς καλάμῳ τῷ δόρατι τὸν νέον ἐθήρασε, καὶ πληγεὶς ἐν τῷ ἀέρι ἐπτερύσσετο καὶ τὸν θάνατον φυγεῖν οὐκ ἠδύνατο καὶ σπαίρων τὸν ἀέρα ἐλάκτιζεν, ἐπειδὴ τὸν πατέρα ἐλάκτισεν. Ὡς οὖν πολλοὶ τὸν θάνατον τοῦ Ἀβεσσαλὼμ τῷ Δαυὶδ ἐπέγραφον καὶ αἰτιώμενοι ἔλεγον· Ποῦ ἡ πραότης τοῦ Δαυίδ; Ποῦ ἡ τοῦ προφήτου εὐλάβεια; Ἰδίου τέκνου νεότητα σκιρτῶσαν οὐκ ἤνεγκεν, ἀλλὰ φονευθῆναι αὐτὸν ἀνηλεῶς κεκέλευκεν—ἐπειδὴ τὸ ψεῦδος καὶ ἡ συκοφαντία ἐπλατύνετο, μάρτυρα τῆς ἀθῳότητος ὁ Δαυὶδ τὸν θεὸν ἐκάλεσε.

Πάντες, δέσποτα, λέγουσιν ὅτι ἐγὼ τὸν Ἀβεσσαλὼμ ἐφόνευσα. 〈Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο;〉 Εἰ τὴν δεξιὰν τῇ σφαγῇ τοῦ παιδὸς ἐμόλυνα; 〈Εἰ ἔστιν ἀδικία ἐν χερσί μου;〉 Εἰ γράμμασιν αὐτὸν ὡς τὸν Οὐρίαν ἐφόνευσα; Εἰ δακτύλοις ἐμοῖς τὸν κατ᾽ ἐκείνου ἐσκιογράφησα θάνατον; Ἢ καὶ οὕτως· ἐπειδὴ ῥυσθῆναι ὁ πατὴρ ἀπὸ τοῦ υἱοῦ προσηύχετο καὶ ὁ γεωργὸς τὸ φυτὸν ὡς ἄκανθαν ἔφυγε καὶ ὁ ποιμὴν τὸν ἄρνα ὡς λέοντα ἀπεδίδρασκεν, ἀναβλέψας εἰς τὸν οὐρανὸν ἔλεγεν· Ὁ υἱὸς ἐμὲ τὸν πατέρα πολεμεῖ. 〈Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο;〉 Εἰ τὸν τεκόντα ἐλύπησα; Εἰ μὴ ὡς δοῦλος δεσπότῃ ἐδούλευσα; Εἰ τὸν ἐκείνου θάνατον ἐμὴν ἐλευθερίαν ἐνόμισα; 〈Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο;〉 Ὃ πάσχω εἰ ἐποίησα; Ὃ ὑπομένω εἰ ἔπραξα; 〈Εἰ ἔστιν ἀδικία ἐν χερσί μου;〉 Εἰ ἐπέσεισα τὰς χεῖρας τὴν σύντροφον πενίαν ὀνειδίζων τῷ πατρί; Εἰ μὴ τὰς ἀπὸ τῶν καμάτων προσόδους προσέφερον; Εἰ μὴ ὡς δευτέραν προσφορὰν τῷ πατρὶ τὴν εἰσφορὰν ἔφερον; 〈Εἰ ἔστιν ἀδικία ἐν χερσί μου;〉 Εἰ τὰς χεῖρας εἰς ἄμυναν καὶ πληγὰς τὰς κατ᾽ ἐχθρῶν ἐσάλευσα; 〈Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά;〉 Τὸν Σαοὺλ ὑπὸ τὴν χεῖρα λαβὼν ἐν τῷ σπηλαίῳ, τὸ ξίφος ἔχων ἐν χερσί, τὸν θυμὸν ἐπάτουν τοῖς ποσίν.

Ἔλεγε καὶ ὁ μακάριος Ἰωσὴφ ἐπὶ μοιχείᾳ κατηγορούμενος καὶ τὴν μοιχαλίδα ῥήτορα καὶ κατήγορον ὁρῶν· 〈Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο;〉 Εἰ κοίτην ἀλλοτρίαν ἐμίανα; Κατηγοροῦσά μου τῷ ἀνδρὶ ἔλεγεν· 〈Εἰσῆλθε πρός με ὁ παῖς ὁ Ἑβραῖος·〉 ἕως, 〈καὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.

Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο;〉 Λέγει ὅτι χερσὶν αὐτὴν κρατήσας πρὸς τὴν πρᾶξιν εἵλκυσα. 〈Εἰ ἔστιν ἀδικία ἐν χερσί μου;〉 Εἰ ἐκεῖνο ἔπραξα ὅ μου κατηγόρησεν; Εἰ χερσὶν ἡψάμην τῆς χειρὸς αὐτῆς, παραμύθιον πάθους τὴν ἁφὴν λογιζόμενος; Εἰ μὴ ὡς τὸν καπνὸν τοῦ ἀρχιμαγείρου τὴν ὄψιν αὐτῆς ἔφυγον;

Εἶτα, ἐπειδὴ τῆς Αἰγύπτου κυριεύσας τοὺς ἀδελφοὺς οὐκ ἐδούλωσεν οὐδὲ τοὺς εἰς δουλείαν αὐτὸν πωλήσαντας εἰς δουλείαν ἤγαγε, λέγει· 〈Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά;〉 Ὅθεν, ὅτε εἶπον οἱ ἀδελφοί· 〈Μήποτε μνησικακήσῃ ἡμῖν Ἰωσὴφ περὶ πάντων τῶν κακῶν ὧν ἐνεδειξάμεθα αὐτῷ,〉 λέγει αὐτοῖς· 〈Μὴ φοβεῖσθε· τοῦ γὰρ θεοῦ εἰμι ἐγώ. Ὑμεῖς ἐβουλεύσασθε περὶ ἐμοῦ εἰς κακά· ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά. Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά;〉 Τοῦτο ἔλεγε καὶ ἡ μακαρία Σουσάννα, ἡ τοῦ Ἰωσὴφ τὴν σωφροσύνην φορέσασα καὶ τὰ νεωτερικὰ σκιρτήματα τῶν γερόντων ἀπογυμνώσασα. Ὅτε γὰρ πολιὰ κατὰ τῆς νεότητος ὡπλίζετο καὶ οἱ λύκοι κατὰ τῆς ἀμνάδος θάνατον ἠρεύγοντο λέγοντες· 〈Περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισε τὰς θύρας τοῦ παραδείσου, καὶ ἀπέστειλε τὰ κοράσια. Καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετ᾽ αὐτῆς. Ἡμεῖς δὲ ἐδράμομεν ἐπ᾽ αὐτούς· καὶ ἰδόντες αὐτοὺς ὁμοῦ, ἐκεῖνον μὲν οὐκ ἠδυνήθημεν κρατῆσαι, διὰ τὸ ἀνοίξαντα αὐτὸν τὰς θύρας ἐκπεπηδηκέναι, ταύτης δὲ ἐπιλαβόμενοι, ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος, καὶ οὐκ εἶπεν ἡμῖν. Ταῦτα μαρτυροῦμεν·〉 εὐθέως ἡ Σουσάννα· 〈Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο;〉 Εἰ ἀληθεύει πολιὰ καὶ νεότης σφάλλεται;

Καὶ ὅτι ἀληθὴς ὁ λόγος, ἄκουσον· 〈Ἀνεβόησε,〉 φησίν, ἡ 〈Σουσάννα καὶ ἀναστενάξασα εἶπεν· Ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου καταμαρτυροῦσι· καὶ ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδέν. Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο;〉 Ἐπεὶ οὖν ἡ συκοφαντία τὴν τυραννίδα ἐνδέδυται καὶ ἀναπτεροῖ πολλάκις τὰς τῶν πολλῶν ἀκοάς, ἐὰν συκοφαντηθῇς, ἐπειδὴ μόνος πεῖσαι πάντας οὐκ ἰσχύεις, ἄφες πάντας καὶ δράμε πρὸς τὸν μόνον, καὶ μάρτυρα αὐτὸν τῆς σῆς ἀθῳότητος καλῶν, εὑρήσεις αὐτὸν βοηθοῦντά σοι ὡς τῇ Σουσάννῃ καὶ τῷ Ἰωσήφ ....