Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στον πρώτο Ψαλμό
Ερμηνεία του πρώτου Ψαλμού, με αναφορά στην αντιπαραβολή της βουλής των ασεβών και των ευσεβών, και προβολή του Χριστού ως ξύλου ζωής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον πρώτο Ψαλμό
Ερμηνεία του πρώτου Ψαλμού, με αναφορά στην αντιπαραβολή της βουλής των ασεβών και των ευσεβών, και προβολή του Χριστού ως ξύλου ζωής.
In Psalmum I Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἑρμηνεία εἰς τοὺς ψαλμούς. Ψαλμὸς πρῶτος· 〈Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.〉 Πάντων τῶν καλῶν κρηπίς ἐστιν ἡ μακαριότης, ἥτις ἐν ψαλμοῖς ἀναγκαίως ἀντὶ στεφάνων προτέθειται, τοὺς αὐτῆς ἐραστὰς πρὸς νῖκος ἀλείφουσα, ἵν᾽ ὁ θέλων ἐν τῷ τέλει γενέσθαι μακάριος φύγῃ μὲν ἐκθύμως τὴν βουλὴν τῶν ἀσεβῶν, εἰς ὁδὸν δὲ ἁμαρτωλῶν μὴ ἐρείσῃ τὸν πόδα, μηδὲ ἐν καθέδρᾳ λοιμῶν ἀναπαύσηταί ποτε. Ἡ γὰρ βουλὴ τῶν ἀσεβῶν πεσεῖται, ὡς φησὶν Ἠσαΐας, αὐτὸν διὰ ταύτης αἰνισσόμενος τὸν διάβολον. Αὕτη γὰρ ἡ βουλὴ τὸν πρῶτον ἠκόνησε φονέα καὶ σπλάγχνων ἀδελφικῶν ἐνέβαλε λήθην καὶ ξυνωρίδα καλῶν διέζευξε φίλτρου καὶ πενθεῖν ἐδίδαξε τοὺς ἀμυήτους λύπης καὶ τὴν ὑετῶν διψῶσαν γῆν κατήρδευσεν αἵμασιν. Ὅθεν αὐτῷ καὶ καρπὸν ἄξιον τὴν κατάραν ἐβλάστησεν. Αἵματι γὰρ μεθυσθεῖσα τὸν τρόμον ἐγέννησε καὶ φόνῳ σπαρεῖσα στεναγμὸν ἀπεκύησεν, ἀξίους τῶν πόνων ἀνατείλασα στάχυας.
Ἡ δὲ βουλὴ τῶν εὐσεβῶν ἐστιν ὁ Χριστός, ἥτις εὑρίσκεται καὶ ὁδὸς καὶ καθέδρα· ὁδὸς μὲν ὡς πρὸς αὐτὸν ἀπάγουσα τὸν πατέρα, καθέδρα δὲ ὡς ἀναπαύων τοὺς ἐσκυλμένους ἐν βίῳ. 〈Δεῦτε〉 γάρ, φησί, 〈πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς.〉 Κἀκείνη μὲν ἡ βουλὴ τὸν Ἰωσὴφ ἐν Αἰγύπτῳ πωλεῖσθαι συνεβούλευσεν· αὕτη δὲ τὸν πραθέντα βασιλέα ἐδείκνυεν.
Ἐκείνη τὸν Παῦλον διώκειν ἐδίδασκεν· αὕτη δὲ τοῦτον κηρύσσειν ἐκέλευσε. Διὸ φευκτέον μὲν ἐκείνην, ταύτην δὲ ζηλωτέον, ἐν τῷ νόμῳ κυρίου ἔχοντας τὸ θέλημα καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶντας ἡμέρας καὶ νυκτός. Καὶ τίς ὁ τοιοῦτος νόμος εἰ μὴ ὁ Χριστός, ὁ ἐκ τοῦ πατρὸς ἀνεκφράστως γεννηθεὶς καὶ οὐκ ἐν πλαξὶ λελαξευμέναις γραφείς; 〈Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ·〉 νόμος μὲν λεγόμενος ὡς τὰ πατρῷα βουλεύματα φέρων ἐν ἑαυτῷ, λόγος δὲ ὡς ἀχώριστος τοῦ πατρός. Αὐτὸς δέ ἐστι καὶ 〈τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων,〉 ὅπερ ὁ πατὴρ ἀμεσιτεύτως εὔκαρπον, πολυφόρον, εὐθαλές, ὑψίκομον, καλλίκλωνον ἀπεγέννησε.
Τοῦτο τὸ ξύλον ἡ νύμφη ποθοῦσά φησιν ἐν Ἄισματι τῶν ᾀσμάτων· 〈Εἶπον· Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι καὶ κρατήσω τῶν κλάδων αὐτοῦ,〉 φοίνικα μὲν αὐτὸν καλοῦσα διὰ τὸ εἰδεχθὲς μὲν τῆς σαρκὸς κάτω, εὔκαρπον δὲ τῆς θεότητος ἄνω. Τούτου τοῦ ξύλου τὴν βρῶσιν παραιτησάμενος ὁ Ἀδάμ, τῇ ἐναντίᾳ περιπέπτωκεν· ἡμεῖς δέ, τὰ νῦν μυστικῶς ἐσθίοντες ἀπ᾽ αὐτοῦ, τὴν παράβασιν ἐξορίζομεν. Ξύλον γὰρ ζωῆς ἐστιν ὁ Χριστός, ξύλον θανάτου ὁ διάβολος. Ἐκεῖνος μὲν ἐκ παραδείσου τὸν ἄνθρωπον ἐκβάλλει· οὗτος δὲ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσάγει. Κλάδους γὰρ ἔχει τοὺς ἀποστόλους, καρποὺς τοὺς σωζομένους, φύλλων κόμην τοὺς λόγους, ῥίζαν τὸ βάπτισμα, γεωργὸν τὸν πατέρα, ὅστις αὐτὸν καὶ ἄνω καὶ κάτω δίχα μεσίτου ἀπέτεκε. Θέλεις ἰδεῖν καὶ τὸν τούτου καρπὸν ὃν ἔδωκεν ἐν καιρῷ αὐτοῦ; Βλέπε τοῦτον σταυρούμενον καὶ τὴν πλευρὰν νυχθεῖσαν αὐτοῦ, ἥτις αἷμα καὶ ὕδωρ ἐξέβλυσεν, εἰς ὑποτύπωσιν μὲν τοῦ μαρτυρίου τὸ αἷμα, εἰς σύμβολον δὲ βαπτίσματος τὸ ὕδωρ. Ἐπειδὴ γὰρ πλευρὰ νυχθεῖσα τὸν Ἀδὰμ ὑπεσκέλισεν, ἀναγκαίως καὶ πλευρὰ νυχθεῖσα τοῦτον ἀνεγέννησε. Ξύλον ὑγρὸν τὸν ἕνα κατέβαλε· ξύλον δὲ ξηρὸν τὸν κόσμον ἀνώρθωσεν. Ἡ βρῶσις ἐκείνου τὸν θάνατον ἔτεκεν· ἡ βρῶσις δὲ τούτου τὴν ζωὴν ἀνεβλάστησε.
Περὶ μὲν γὰρ ἐκείνου ἐλέχθη τὸ 〈Οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ·〉 περὶ δὲ τούτου· 〈Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος.〉 Ὡραῖός ἐστιν ὡς μῆλον, ἡδὺς ὑπάρχει ὡς οἶνος, κατάκαρπος ὡς ἐλαία, πολύκευθος ὡς ῥόα, πολύκαρπος ὡς φοῖνιξ, πέπειρος ὡς βότρυς. 〈Γεύσασθε καὶ ἴδετε.〉 Σταυρικός ἐστιν ὁ καρπός· ἤνθησεν ἐν πατριάρχαις, ἐκύπρισεν ἐν προφήταις, ἔδωκεν ὀσμὴν ἐν τῇ ἐλεύσει, ὡρίμασεν ἐν τῷ πάθει, ἐσθίεται μετὰ τὴν ἀνάστασιν. 〈Γεύσασθε〉 οὖν 〈καὶ ἴδετε〉 πῶς ἡδύς ἐστι, πῶς στερεός, πῶς πέπειρος, πῶς εὐανθής, πῶς πάσης ὡραιότητος ἀνάπλεως. Τοῦτον τὸν καρπὸν ἀποδρεψώμεθα καὶ ἡμεῖς. Καὶ γὰρ παντάπασιν ἄλογον τοὺς μὲν εἰς ἀναίσθητον εἰσιόντας ἀμπελῶνα ἀπλήστως ἐξ ἑκάστης ἀμπέλου συλλέγειν τὸ χρήσιμον, ὀφθαλμῶν ἐπιθυμίᾳ προθύμως συντρέχοντας, ἡμᾶς δὲ εἰς τοιοῦτον καὶ τηλικοῦτον ἐμβεβηκότας παράδεισον, ὅπου ἡ μονογενὴς ἄμπελος ἀποστολικὰ διατείνασα κλήματα καὶ βότρυας πατριαρχικοὺς φέρουσα, μὴ συλλέγειν ἀπλήστως τὰ χρήσιμα, καίτοι τῆς ἀμπέλου μᾶλλον ἐν τῷ τρυγᾶσθαι πλημμυρούσης. Τρύγα τοίνυν ἀκορέστως, μὴ βλάπτων τὴν ἄμπελον· καὶ πᾶσι γὰρ ἀρκέσει, καὶ τὸ πλῆρες καθέξει καὶ κόσμον κορέσει καὶ καρπὸν οὐκ ἐκλείψει.
Πηγὴ γὰρ ἀγαθῶν οὖσα, κενουμένη πλημμυρεῖ, ὅλον διδοῦσα καὶ ὅλον κατέχουσα, ἥτις καὶ νῦν ἡμᾶς εὐφραίνει καὶ τότε δοξάσει ἐν τῇ παρουσίᾳ αὐτοῦ· ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.