Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς
Ομιλίες Α΄, Γ΄ και Δ΄ στον όγδοο Ψαλμό
Ομιλίες που ερμηνεύουν τους ψαλμικούς στίχους ως προτυπώσεις της Εκκλησίας, του βαπτίσματος, της ανάστασης και δοξολογούν το θαυμαστό όνομα του Κυρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλίες Α΄, Γ΄ και Δ΄ στον όγδοο Ψαλμό
Ομιλίες που ερμηνεύουν τους ψαλμικούς στίχους ως προτυπώσεις της Εκκλησίας, του βαπτίσματος, της ανάστασης και δοξολογούν το θαυμαστό όνομα του Κυρίου.
In Psalmum VIII Homilia I Εἰς τὸν 〈η〉 ψαλμόν· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Ἡ θεϊκὴ καὶ προαιώνιος ἐκ τοῦ τάφου ἐβλάστησεν ἄμπελος καὶ τοὺς νεοφωτίστους ὡς βότρυας ἐν τῷ θυσιαστηρίῳ ἐκαρποφόρησε.
Καὶ ἑρμηνευέτω ἡμῖν τὸν ἐπιλήνιον τὰ φαινόμενα πράγματα. Ἡ ἄμπελος ἐτρυγήθη καὶ ὡς ληνὸς τὸ θυσιαστήριον τῶν βοτρύων ἐπληρώθη. Ληνοβάται καὶ τρυγηταὶ καὶ δενδροβάται, τέττιγες μελῳδήσαντες, καὶ σήμερον χαριέστατον ἡμῖν ἔδειξαν τὸν τῆς ἐκκλησίας παράδεισον. Καὶ τίνες οἱ ληνοβάται; Οἱ προφῆται καὶ οἱ ἀπόστολοι, τὸν ἐπιλήνιον ἡμῖν προψάλλοντες· 〈Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν.〉 Τίνες δὲ οἱ τέττιγες; Οἱ νεοφώτιστοι, οἱ ἐκ τῆς κολυμβήθρας δροσιζόμενοι καὶ ὡς ἐπὶ δένδρον τὸν σταυρὸν ἀναπαυόμενοι καὶ τῷ ἡλίῳ τῆς δικαιοσύνης θαλπόμενοι καὶ πνεύματι περιλαμπόμενοι καὶ πνευματικὰ τερετίζοντες καὶ λέγοντες· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Καλοὶ οἱ λογικοὶ καὶ λευκοπτέρυγοι τῆς κολυμβήθρας τέττιγες· ἐπειδὴ γὰρ λογικοί, διὰ τοῦτο καὶ λευκοπτέρυγοι. Οἱ τέττιγες τῇ δρόσῳ σιτίζονται καὶ οἱ νεοφώτιστοι τῷ λόγῳ στηρίζονται· ὃ γὰρ ἐκείνοις ἡ δρόσος, τοῦτο τούτοις ὁ οὐράνιος λόγος, καὶ ἑκάστῳ αὐτῶν ἐπεύχεται ὡς τῷ Ἰακὼβ ὁ Ἰσαὰκ λέγων· 〈Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς,〉 τῆς ἐκκλησίας, 〈ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν.〉 Τὸν ἄνωθεν θεὸν κάτω ἐν τῇ γῇ τῇ σαρκὶ ὡς δρόσον ἐν χώρᾳ εἶδες· ἀπὸ τῆς γῆς καὶ τῆς δρόσου πιαίνου.
Οἱ τέττιγες, τὴν δρόσον τοῦ οὐρανοῦ θηλάζοντες, τὸν οὐρανὸν οὐκ ἐζημίωσαν, καὶ οἱ νεοφώτιστοι, τὸν λόγον τῆς διδασκαλίας δεχόμενοι καὶ τηροῦντες, τοὺς διδασκάλους οὐκ ἐζημίωσαν· ζημία γὰρ τοῦ λόγου ἡ ἀνηκοΐα τοῦ μανθάνοντος.
Οἱ τέττιγες σιωπῶσι τρεφόμενοι τὸ τῆς δρόσου ἄριστον. Ἡλίου δὲ ἀνατείλαντος καὶ τὴν ἰκμάδα τῆς τραπέζης αὐτῶν σπογγίσαντος, νυττόμενοι τῇ πείνῃ, ψάλλουσι νηστεύοντες καὶ ἑαυτοὺς παρηγοροῦσι κιθαρίζοντες· οἱ δὲ νεοφώτιστοι καὶ τῇ δρόσῳ τοῦ πνεύματος χαίρονται καὶ τρέφονται, καὶ τῷ ἡλίῳ Χριστῷ θάλπονται καὶ τὸν ἄνω τροφέα θαυμάζοντες λέγουσι· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Καὶ ἐπειδὴ τέττιγος ἐμνημονεύσαμεν, ὥσπερ εἶπεν ὁ παροιμιαστής· 〈Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ,〉 κἀγὼ λέγω· Ἴθι πρὸς τὸν τέττιγα, ὦ ἀδελφέ, 〈καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γίνου ἐκείνου σοφώτερος,〉 ἵνα ὥσπερ ὁ τέττιξ τὰ χωρία καὶ τοὺς ἀγροὺς περιπετόμενος καὶ τοῖς εὐκάρποις δένδροις ἐπαναπαυόμενος οὐ λῃστεύει τὸ μῆλον, οὐ κλέπτει τὸ κάρυον, οὐ τινάσσει τὴν ἐλαίαν, οὐ λυμαίνεται τὴν ῥοιάν, οὐ λυπεῖ τὸν γεωργόν, ἀλλὰ τῷ ἰδίῳ ἀρίστῳ τῇ δρόσῳ ἀρκούμενος, τῶν ἀλλοτρίων θεατής, ἀλλ᾽ οὐ λῃστής, γίνεται, οὕτως αὐτός, ἀδελφέ μου, ὡς ἐν ἀγρῷ τῷ κόσμῳ αὐλιζόμενος μηδένα ζημιώσῃς, μηδένα διασείσῃς, μηδένα συκοφαντήσῃς, ἀλλ᾽ ὡς δρόσῳ ἀρκέσθητι τοῖς δοθεῖσί σοι ἐκ θεοῦ. Ὡς τέττιξ ἐπὶ δένδρῳ, τῷ κόσμῳ σταυρώθητι.
Τερέτιζε μετὰ Παύλου· 〈Ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.〉 Ἀγωνίζου, νεοφώτιστε, μή σε νικήσῃ ὁ τέττιξ καὶ πάλιν εἴπῃ θεός· 〈Τρυγὼν καὶ τέττιξ καὶ χελιδών, ἀγροῦ στρουθία ἐγνώρισαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἔγνωσάν με,〉 ἵνα τῷ ἁγίῳ πνεύματι ἀεὶ δροσιζόμενος καὶ χειμῶνος πειρασμῶν ἀπαλλαττόμενος καὶ ἐαρίζων καὶ θαυμάζων τὴν Χριστοῦ ἀνάστασιν λέγῃς· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ,〉 ὅτι ἐπὶ γῆς γεννηθεὶς ὡς τέττιξ, καὶ ἡμᾶς ὡς τέττιγας γεννᾶσθαι ἐδίδαξας. Καὶ λεγέτω Ἰωάννης· 〈Οἳ οὐκ ἐξ αἱμάτων,〉 καὶ τὰ ἑξῆς. Ὥσπερ γὰρ ὁ τέττιξ ἄσπορός ἐστιν υἱὸς καὶ μητέρα οἶδεν τὴν γῆν, πατέρα δὲ οὐκ οἶδεν, οὕτως ὁ Χριστὸς μητέρα παρθένον οἶδεν, πατέρα σπορέα οὐκ οἶδεν. Καὶ ὥσπερ ὁ τέττιξ ἀπὸ τῆς γῆς γεννηθεὶς τέως λανθάνει τοὺς πολλοὺς καὶ ὡς οὐδάμινος καὶ κωφὸς κεῖται εὐκαταφρόνητος, μετὰ δὲ τὸ πιανθῆναι δρόσῳ καὶ ὑψωθῆναι τῷ δένδρῳ τὸ μελῴδημα αὐτοῦ ἐν χώραις ἐξάκουστον γίνεται, οὕτως ὁ Χριστὸς τεχθεὶς ἦν ὡς τέττιξ εὐκαταφρόνητος—καὶ μάρτυς αὐτὸς εἰπών· 〈Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαοῦ〉—μετὰ δὲ τὴν δρόσον καὶ τὸ δένδρον, μετὰ τὸ βάπτισμα καὶ τὸν σταυρόν, ὡς ἐν ἀγρῷ τῷ κόσμῳ ἠκούσθη αὐτοῦ τὸ εὐαγγέλιον ...
In Psalmum VIII Homilia II Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως. Ὢ τῆς θαυμαστῆς καὶ ταχείας νίκης· χθὲς ἡ ὑπὲρ τῆς κληρονομούσης ἐκκλησίας ἀνεγινώσκετο δικαιολογία, καὶ σήμερον ἡ κληρονόμος ἀπολαύουσα τῆς κληρονομίας καὶ τρυγῶσα τοὺς ἀμπελῶνας τοῦ νυμφίου τὰ ἐπιλήνια ᾄδει· 〈Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν.〉 Καὶ ἐπειδὴ ἐνίκησεν ἡ κληρονόμος ἐκκλησία τὴν ἀποκληρονόμον συναγωγὴν τῶν Ἰουδαίων καὶ ἡ κατ᾽ αὐτῆς ἀπόφασις ὑπεγράφη περιέχουσα· 〈Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας,〉 ἐπεὶ οὖν ἡ ἐκκλησία ἐκληρονόμησε πλοῦτον καὶ ὑπάρχοντα, χρυσὸν καὶ ἄργυρον, μαργαρίτας καὶ ἱμάτια, παῖδας καὶ παιδίσκας—χρυσὸν τὸν δόκιμον τῆς πίστεως λόγον, ἄργυρον τὰ λαμπρὰ δόγματα, ὡς 〈ἀργύριον πεπυρωμένον,〉 μαργαρίτας τὰς ἀρετάς· 〈Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν,〉 ἐνδύματα τὰ κατορθώματα, 〈Ἐνδύσασθε ὡς ἐκλεκτοὶ τοῦ θεοῦ,〉 δούλους καὶ παιδίσκας, προφήτας καὶ τὰς ὁσίους ψυχάς, 〈Ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου.
Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου καὶ προφητεύσουσι〉—διὰ τοῦτο σήμερον ἡ κληρονόμος ἐκκλησία ὡς νύμφη εἰς τὰ χωρία τοῦ νυμφίου προῆλθε καὶ εἰς τὰς νομὰς καὶ τοὺς ἐμβιβασμοὺς τῶν κτημάτων εἰσῆλθε, καὶ εὗρε χορεύοντας τοὺς τρυγητὰς καὶ τοὺς ληνοβάτας, καὶ τῷ νυμφίῳ ὑπὲρ τῶν ληνῶν εὐχαριστεῖ. Διὸ καὶ ὑπὲρ τῶν ληνῶν ἐπεγράφη ὁ ψαλμός· 〈Εἰς τὸ τέλος〉 γάρ, 〈ὑπὲρ τῶν ληνῶν.〉 Ἀλλ᾽ ὥσπερ ἀμπελουργοὶ καὶ ληνοβάται τοὺς καρποὺς τῶν ἰδίων καμάτων ὁρῶντες εὐφραίνονται, οὕτω προφῆται καὶ ἀπόστολοι τοὺς λόγους αὐτῶν ἔργῳ πληρωθέντας βλέποντες ἀγάλλονται. Ἐπεὶ οὖν 〈Ὑπὲρ τῶν ληνῶν〉 ἐπιγέγραπται ὁ προκείμενος ψαλμός, ληνοὶ δὲ λέγονται αἱ ἐκκλησίαι Χριστοῦ, βλέπε τοὺς μὲν προφῆτας ὡς ἀμπελουργοὺς προσευχομένους 〈ὑπὲρ τῶν ληνῶν,〉 ἵνα βοτρύων πληρωθῶσι τῶν σωζομένων ψυχῶν, τοὺς δὲ ἀποστόλους ὡς τρυγητὰς καὶ ληνοβάτας εὐχαριστοῦντας τῷ θεῷ ὑπὲρ τῶν ληνῶν, ὅτι αἱ κατὰ κόσμον ἐκκλησίαι ἐπληρώθησαν τῶν σωζομένων ψυχῶν, ὡς λέγειν εὐχαριστοῦντας καὶ θαυμάζοντας· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Καὶ διὰ τί ἀμπελουργοὶ λέγονται οἱ προφῆται καὶ ληνοβάται οἱ ἀπόστολοι; Διὰ τί;
Ὅτι, ὥσπερ τὸν αἰσθητὸν ἀμπελῶνα ἄλλοι μὲν γεωργοῦσιν, ἄλλοι δὲ φυλάττουσι, τρυγῶσι δὲ ἕτεροι, οὕτω τὸν νοητὸν ἀμπελῶνα τῶν ψυχῶν προφῆται μὲν ἐγεώργησαν, ἄγγελοι δὲ ὡς ἀμπελοφύλακες ἐτήρησαν· 〈Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. Παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν.〉 Πάλαι ἡ ἐξ ἐθνῶν ἐκκλησία τὸν ἀμπελῶνα τῶν ψυχῶν οὐκ ἐφύλαξεν. 〈Ἔθετό με, φησί, φυλάκισσαν ἐν ἀμπελῶνι,〉 ἵνα τὸν ἔμφυτον νόμον ὡς καρπὸν ἀμπέλου τηρῶ. 〈Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα·〉 παρέφθειρα γὰρ τὸ φυσικὸν κριτήριον. 〈Εὗρόν με ἐν τῇ πόλει οἱ φύλακες τῆς οἰκίας,〉 ἐν τῇ ἐκκλησίᾳ οἱ ἄγγελοι οἱ τῆς οἰκουμένης φύλακες. Καὶ ἐπειδὴ εὗρόν με ἐν τῇ ἐκκλησίᾳ, ἐν τῷ τοῦ Χριστοῦ θαλάμῳ τὸ ἔνδυμα τοῦ γάμου μὴ ἔχουσαν, 〈ἐπάταξάν με, ἐτραυμάτισάν με· ἦραν τὸ θέριστρόν μου οἱ φύλακες τῆς οἰκίας. Ἐπάταξάν με λόγῳ〉 αὐστηρῷ χρησάμενοι. Καὶ ὅτι λόγῳ ἐστὶ πατάξαι· 〈Καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Ἐτραυμάτισάν με,〉 ὡς φίλοι ῥήματά μοι κατανυκτικὰ λέγοντες. Καὶ ὅτι ἐστὶ ῥήματα φιλικὰ γέγραπται· 〈Ἀξιοπιστότερα τραύματα φίλων ἢ ἑκούσια φιλήματα ἐχθρῶν. Ἦραν τὸ θέριστρόν μου οἱ φύλακες τῆς οἰκίας.〉 Ὢ θερίστρου περιαίρεσις· ὢ βαπτίσματος ἔμφασις.
Τῆς γὰρ μελλούσης βαπτίζεσθαι πρῶτον περιαίρουσι τὸ θέριστρον, ἵνα μάθωμεν ὅτι ὥσπερ ἀποδύουσι τὰ ῥυπαρὰ καὶ παλαιὰ ἱμάτια καὶ νέα φαιδρὰ ἐνδύουσιν, οὕτως ἄγγελοι τὴν ψυχὴν τῶν ἁμαρτιῶν ἐκδύουσι καὶ τὸν Χριστὸν αὐτὴν καὶ τὰς ἀρετὰς ἐνδύουσιν. Ἀπόστολοι δὲ τρυγηταὶ καὶ ληνοβάται ὡς φίλοι ἐκλήθησαν, ἵνα τοὺς καμάτους τῶν προφητῶν ὡς φίλοι συνάξωσι. Καὶ ὅτι φίλοι Χριστοῦ οἱ ἀπόστολοι, λέγει ὁ Χριστὸς πρὸς αὐτούς· 〈Οὐκέτι ὑμᾶς λέγω δούλους,〉 ἀλλὰ φίλους· 〈ὑμεῖς φίλοι μού ἐστε. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου.〉 Ὅτι δὲ καὶ ὡς φίλους τοὺς ἀποστόλους Χριστὸς εἰς ἄλλων γεωργῶν καμάτους δρεπανιστὰς ἔπεμψε, λέγει ὁ Χριστὸς πρὸς αὐτούς· 〈Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν εἰς ἃ ὑμεῖς οὐ κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.〉 Ἀλλ᾽ οἱ μὲν προφῆται, κἂν τὴν μίαν ἄμπελον δωδεκακλήματον τὴν συναγωγὴν τὴν δωδεκάφυλον ἐγεώργησαν καὶ ταύτης ὑμεῖς ἕτοιμοι τρυγηταὶ προσήλθετε, ὅμως καὶ τοὺς ἀμπελῶνας τῶν ἐθνῶν ταῖς προφητείαις ὑμῖν ὑπέδειξαν. Προεφήτευσαν γὰρ καὶ περὶ τῶν ἐθνῶν ὅτι ἐξ ἀμπελῶνος Σοδόμων ἄμπελοι Χριστοῦ γενήσονται, ὅτι ὀλίγας μὲν ἀμπέλους ἀπὸ τῆς συναγωγῆς τῶν Ἰουδαίων τρυγήσετε καὶ ὀλίγας ψυχὰς σώσετε, πάντα δὲ τὰ ἔθνη ὡς ἄμπελοι κυπρίζουσαι δώσουσιν ὀσμὴν πίστεως καὶ βότρυας ἀρετῶν.
Ἵνα οὖν ταῦτα γένηται, οἱ μὲν προφῆται ὡς γεωργοὶ 〈ὑπὲρ τῶν ληνῶν〉 προσηύχοντο, ἵνα αἱ τοῦ Χριστοῦ ἐκκλησίαι πληρωθῶσι τῶν σωζομένων ψυχῶν, οἱ δὲ ἀπόστολοι ὡς φίλοι καὶ τρυγηταὶ καὶ ληνοβάται θεασάμενοι τὰς ληνοὺς πεπληρωμένας βοτρύων, τὰς ἐκκλησίας λαῶν, εὐχαριστήριον φωνὴν 〈ὑπὲρ τῶν ληνῶν〉 ἀνέπεμψαν τῷ θεῷ λέγοντες· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Ἐπειδὴ γὰρ ἀνωφέλητος πᾶσα γεωργία καὶ πᾶσα πρᾶξις ἀνθρώπου μὴ συνεργοῦντος θεοῦ— 〈Οὔτε γὰρ ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων θεός〉—διὰ τοῦτο τὴν εὐθηνίαν τῶν βοτρύων καὶ τὰ πληρώματα τῶν ληνῶν οὐ τοῖς γεωργοῖς ἀνέθηκαν, ἀλλὰ τῷ τελεσιουργήσαντι θεῷ. Καὶ διὰ τί ληνοὶ λέγονται αἱ ἐκκλησίαι τοῦ Χριστοῦ; Ὅτι, ὥσπερ ἐν τῇ ληνῷ ἐκ διαφόρων ἀμπέλων καὶ τόπων ποικίλοι καὶ διάφοροι βότρυες ἐμβαλλόμενοι ἕνα καὶ ἁπλοῦν τὸν οἶνον προβάλλονται, οὕτως ἐν τῇ ἐκκλησίᾳ Χριστοῦ οἱ πιστοὶ ἐκ διαφόρων ἐθνῶν καὶ πόλεων καὶ τόπων παραγινόμενοι μίαν δοξολογίαν τῷ θεῷ ἀναπέμπουσιν· Ἀφ᾽ οὗ γὰρ εἰς τὴν ληνὸν τὴν κολυμβήθραν γένωνται, οὐκέτι ἀπὸ ἀξιωμάτων ἢ σχημάτων ἢ πόλεων, ἀλλ᾽ ἀπὸ τοῦ ἐνδύματος γνωρίζονται, ἓν ἔνδυμα χάριτος καὶ ἓν φρόνημα πίστεως οἱ πάντες λαμβάνοντες. Τούτου μάρτυς ὁ ἀπόστολος· 〈Ὅσοι γάρ,〉 φησίν, 〈εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.〉 Εἶδες πῶς ἡ ληνὸς ἡ κολυμβήθρα τοὺς διαφόρους βότρυας ἕνα οἶνον ἔδειξεν. 〈Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Εἰς τὸ τέλος,〉 τῆς οἰκονομίας Χριστοῦ· 〈Ὑπὲρ τῶν ληνῶν,〉 τῶν κατὰ κόσμον ἐκκλησιῶν τοῦ Χριστοῦ· 〈Ψαλμὸς τῷ Δαυίδ,〉 τῷ μὲν υἱῷ Ἰεσσαὶ προφητεία ἐνεργής, τῷ δὲ υἱῷ τοῦ θεοῦ πρᾶξις θεοπρεπὴς καὶ οἰκονομία θαυμαστή. Ποία αὕτη;
Ἡ ἐξ οὐρανοῦ κάθοδος καὶ ἡ διὰ παρθένου γέννησις καὶ οἱ εὐαγγελικοὶ λόγοι καὶ τὰ θαύματα καὶ τὸ πάθος καὶ ὁ σταυρὸς καὶ ὁ θάνατος καὶ ὁ τάφος καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνάληψις καὶ ἡ ἐκ δεξιῶν καθέδρα. Ταῦτα γὰρ πάντα ἐπράχθη 〈ὑπὲρ τῶν ληνῶν,〉 τῶν ἐκκλησιῶν Χριστοῦ· διὸ 〈Ψαλμὸς τῷ Δαυίδ.〉 Ὅθεν οἱ ἀπόστολοι θεασάμενοι ὅτι ηὐφράνθη ἡ ἔρημος καὶ ὡς κρίνον ἤνθησεν, καὶ ὅτι αἱ ἄμπελοι τῶν ἐθνῶν κυπρίζουσι, καὶ ὅτι ἡ κάτω ἄμπελος διὰ τὴν ἄνω ἄμπελον ἀνέθαλε καὶ 〈ἐξέτεινεν ἕως θαλάσσης τὰ κλήματα αὐτῆς καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς,〉 καὶ ὅτι 〈ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ,〉 καὶ ὅτι τὰ φθοροποιὰ θηρία, οἱ δαίμονες, φοβοῦνται ταύτην τὴν ἄμπελον, καὶ θαυμάζοντες οἱ ἀπόστολοι λέγουσι· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Οὐκ ἔστιν ἀνθρώπου ἔργον τὸ κεχερσωμένην τὴν ἀνθρωπότητα πᾶσαν καὶ ὑλομανοῦσαν ἀνακαθᾶραι καὶ ἀνακαινίσαι καὶ νεόφυτον δεῖξαι καὶ κατάκαρπον ποιῆσαι καὶ ληνοὺς τὰς ἐν κόσμῳ πληρῶσαι, εἰ μὴ σὸν ἔργον Ἰησοῦ· 〈Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Θαυμαστὴ πραγμάτων μεταβολή. Πῶς πρῶτον ἡμεῖς οἱ ἀγράμματοι νῦν ῥήτορες, οἱ ἀπαίδευτοι ἄρτι φιλόσοφοι, οἱ ἰδιῶται κόσμου παιδευταί, οἱ ποτὲ ἁλιεῖς ἄρτι καὶ ἁλιεῖς καὶ ληνοβάται;
Ἁλιεῖς μέν, ὅτι καὶ κυβερνήτας καὶ ναυκλήρους καὶ ναύτας καὶ τοὺς ἐν ταῖς νήσοις οἰκοῦντας καὶ ἐνθαλασσεύοντας ἑνὶ δικτύῳ εὐαγγελίου κόσμον ἁλιεύοντες τῷ Χριστῷ προσφέρομεν· καὶ ὁ Ἰωάννης ὁ καλάμῳ καὶ ἀγκίστρῳ ἰχθὺν ἄφωνον λαμβάνων, ἄρτι καλάμῳ καὶ πνεύματι, οὐ μέλανι, εὐαγγέλιον γράφει καὶ οἰκουμένην ἁλιεύει· ληνοβάται δέ, ὅτι οἱ πιστεύσαντες Χριστῷ δι᾽ εὐλάβειαν ὑπὸ τοὺς πόδας ἡμῶν ὡς βότρυες κεῖνται. Εἶδε Κορνήλιος τὸν Πέτρον, καὶ τοῖς ποσὶν αὐτοῦ προσπίπτει. Ἄλλοι ὡς βότρυες οἶνον τὸν ἴδιον πλοῦτον πρὸς τοῖς ποσὶν ἡμῶν ἤνεγκαν· 〈Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων,〉 οἱ βότρυες τὸν οἶνον παρὰ τοὺς πόδας. Ἐπεὶ οὖν αὐτός, κύριε, ὡς ληνοβάταις βότρυας, ὑπέταξας λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, 〈ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Πῶς 〈ἐν πάσῃ τῇ γῇ;〉 Ὅτι 〈ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά σου δεδόξασται ἐν τοῖς ἔθνεσι. Θαυμαστὸν τὸ ὄνομά σου,〉 ἀλλ᾽ οὐχ ἁπλῶς ἐπαινετόν. Διαφέρει γὰρ τὸ θαυμάσαι τοῦ ἐπαινέσαι, καὶ τὸ θαυμάσαι τὸν ἔπαινον καὶ τὴν εὐφημίαν ἀναβέβηκεν.
Πῶς; Ὅτι ὁ μὲν ἔπαινος διὰ λόγων προφέρεται. Ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς εὐποιΐας· Εὖ, 〈δοῦλε ἀγαθὲ καὶ πιστέ·〉 περὶ δὲ ἄλλων· 〈Ἐκπέφευγαν τὸν τοῦ θεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτοῦ.〉 Τὸ δὲ θαυμάσαι τί ἐστι; Πάντα λόγον ὑπερβάλλων ἔπαινος, σιωπῇ μόνῃ καὶ θάμβῳ δηλούμενος.
Καὶ θεὸς μὲν ἐπαινεῖ τοὺς κατορθώσαντας, οὐ μὴν καὶ θαυμάζει, ἐπειδὴ οὐ νικᾶται ὁ λόγος αὐτοῦ ἀνθρωπίνῳ θαύματι· ἄνθρωπος δὲ ἐπαινεῖ μὲν τὰ λόγῳ εὐκατάληπτα, θαυμάζει δὲ τὰ πάντα λόγον ὑπερβαίνοντα καὶ ἔπαινον. Ἵνα οὖν δείξωσιν οἱ ἀπόστολοι τὸ τοῦ εὐαγγελικοῦ μυστηρίου μέγεθος καὶ τὴν ὑπερβολὴν τῶν πραγμάτων, οὐχ ἁπλῶς ἐπαινοῦσιν, ἀλλὰ θαυμάζουσι τὸ ὄνομα· 〈Ὡς θαυμαστὸν τὸ ὄνομά σου.〉 Ποῖον ὄνομα; Ἰησοῦ Χριστοῦ, ἀποκρίνεται Παῦλος, ἐπειδὴ 〈ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, διὰ τοῦτο ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,〉 πάντων ὁμοῦ λεγόντων· 〈Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Καὶ διὰ τί τοῦτο λέγομεν; Ἵνα καὶ ἡμεῖς ἀληθεύσωμεν καὶ κόσμον διδάξωμεν. Τί; 〈Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.〉 Ποία μεγαλοπρέπεια;
Ἡ μεγάλη τῶν θαυμάτων εὐπρέπεια. Λεπρὸς ὡς ὄφις δορὰν τὴν νόσον ἐκδύεται· 〈Ἐπήρθη ἡ μεγαλοπρέπειά σου.〉 Παράλυτος ἄνθρωπος τῇ ῥαφίδι τοῦ λόγου σου ῥάπτεται· 〈Ἐπήρθη ἡ μεγαλοπρέπειά σου.〉 Πηλῷ ὀμματοῖς τυφλόν, φωνῇ ἐξυπνίζεις νεκρόν, ποδὶ πατεῖς τὸν βυθόν, κοιμίζεις τὴν θάλασσαν καὶ ἐξυπνίζεις τὸν Λάζαρον· 〈Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.〉 Ποίων οὐρανῶν; Ἐὰν μὲν πρὸς τὰ θαύματα, ὑπὲρ τοὺς οὐρανοὺς ἐπήρθη, ὑπὲρ τοὺς ἀποστόλους, ὑπὲρ τοὺς προφήτας. Κἂν γὰρ ἐθαυματούργησαν οἱ ἅγιοι, ἀλλ᾽ ὡς οὐρανοὶ ἐθαυματούργησαν. Οὐδεὶς δὲ αὐτῶν ὡς θεὸς τὰς φύσεις μετέβαλεν· οὐδεὶς τὸ ὕδωρ οἶνον ἐποίησεν· οὐ τυφλῷ ἐκ γεννητῆς ὀφθαλμὸν ἀπέδωκεν.
Ἐὰν δὲ μεγαλοπρέπειαν αὐτοῦ τὴν σάρκα θεάσωμαι, ἣν ὡς πενιχρὸν ἔνδυμα λαβὼν πορφύραν ἐποίησε, καὶ τῷ πάθει ἐκδυσάμενος τῇ ἀναστάσει ἐνεδύσατο—〈Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο〉—καὶ ἐνδυσάμενος τὴν σάρκα καὶ εἰς οὐρανοὺς ἐπάρας σὺν αὐτῇ ἐν δεξιᾷ τοῦ πατρὸς ἐκάθισε, καὶ συνήγειρε γὰρ καὶ συνεκάθισεν ἡμᾶς 〈ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου,〉 τότε, τὴν σάρκα Χριστοῦ βλέποντες ὑπὲρ πάντας τοὺς οὐρανοὺς καὶ ὑπεράνω τοῦ ἀέρος καὶ τοῦ αἰθέρος καὶ τοῦ στερεώματος καὶ τοῦ ἀσωμάτου οὐρανοῦ καὶ τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων καὶ τῶν ἀνωτάτω δυνάμεων, ἀληθεύοντες λέγομεν· 〈Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη.〉 Διὸ καὶ τὰ Σεραφὶμ καὶ τὰ ἑξαπτέρυγα καὶ πάντα τὰ νοερὰ καὶ συλλειτουργικὰ αὐτοῖς πνεύματα ὁρῶντα τὸν πηλὸν ὑπὲρ αὐτοὺς λάμποντα, οὐ διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὸν φορέσαντα, αἰνοῦσι Χριστὸν καὶ δοξάζουσιν ἐπὶ τῷ ἐξαισίῳ θαύματι, οἱ μὲν λέγοντες· 〈Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ,〉 οἱ δὲ κράζοντες· 〈Εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ,〉 τοῦ ἐνδόξου σώματος, ἄλλοι βοῶντες· 〈Ἄρατε πύλας, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.〉 Ἀλλ᾽ εἴπατε ἡμῖν, ὦ ἁγίων καὶ δικαίων πνεύματα, ἆρα παρὰ τοῖς ἐπουρανίοις στρατεύμασι μόνοις αἰνεῖται καὶ δοξάζεται θεός; Ἆρα χηρεύει ἡ ἐπίγειος γλῶσσα πρὸς εὐφημίαν θεοῦ; Ἀλλ᾽ ἀποκρίνονται· Δι᾽ ὃ κατῆλθεν ἀργήσει;
Δι᾽ ὃ ἐνηνθρώπησεν οὐκ ἔσται ὅλος αὐτῷ ὁ σκοπὸς τοῦ ἐξ οὐρανῶν εἰς γῆν κατελθεῖν, ἵνα τὴν γῆν οὐρανὸν ἐργάσηται, ἵνα οἱ κάτω ὡς οἱ ἄνω δοξολογῶσι θεόν, μᾶλλον δὲ ἵνα οἱ κάτω μετὰ τῶν ἄνω ἓν ὦσι; Καὶ πῶς χηρεύσωσι πρὸς τὸν αἶνον ἀνθρώπινα στόματα; Καὶ τί λέγομεν περὶ τελείων; 〈Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;〉 Εἰ νηπίων στόματα καὶ θηλαζόντων χείλη τὸν αἶνον ἐδίδαξεν, οὐ βασκαίνει τοῖς τελείοις μαθεῖν τὰ οὐράνια. 〈Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.〉 Νήπιοι δὲ καὶ θηλάζοντες, ἀνυπονόητοι τῆς ἀξίας μάρτυρες, θεοδίδακτοί εἰσι κήρυκες· ὡς καταρτίζονται καὶ ὡς διδάσκονται, οὕτως ἀναφθέγγονται. Ἐπειδὴ γὰρ ἡ τῶν τελείων ἀνδρῶν ἐν τῷ εὐαγγελίῳ περὶ Χριστοῦ μαρτυρία ὡς ψεῦδος καὶ κολακεία ἐνομίζετο, καὶ ἐπετιμῶντο καὶ ἀποσυνάγωγοι ἐγίνοντο οἱ Χριστὸν αὐτὸν καὶ υἱὸν θεοῦ λέγοντες, διὰ ταῦτα ὁ Χριστὸς νηπίους καὶ θηλάζοντας μάρτυρας προβάλλεται, τὴν ἀνυπονόητον ἡλικίαν κατήγορον τῶν ἀπίστων ἐργαζόμενος.
Ὅτε γὰρ εἰσήρχετο ὁ Χριστὸς εἰς τὰ Ἱεροσόλυμα ὀναρίῳ καθήμενος, οὐ λευκὸν ἵππον λαβών, οὐ χρύσεον χαλινὸν δανεισάμενος, οὐκ ἐπὶ ἅρμα λευκοπῶλον ἐπιβάς, ἵνα μὴ οἱ Ἰουδαῖοι εἴπωσιν ὅτι τὰ παιδία ἐθεάσαντο τὸ βασιλικὸν σχῆμα καὶ ὡς παιδία ἠπατήθησαν καὶ ὡς βασιλέα ἐπῄνεσαν, ἀλλὰ διὰ τοῦτο τῷ ὀναρίῳ ὡς πτωχὸς καὶ πένης κάθηται καὶ ὡς βασιλεὺς παρὰ τῶν παίδων θαυμάζεται λεγόντων· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἵνα καὶ τὸ εὐτελὲς τοῦ σχήματος τῆς ὄνου καὶ τὸ ἀτελὲς τῶν νηπίων ἀσυκοφάντητον τὸν αἶνον ἐργάσωνται. Ὅθεν, ὡς εἶπον οἱ παῖδες ἐν τῷ ἱερῷ· 〈Ὡσαννὰ τῷ υἱῷ Δαυίδ,〉 οἱ δὲ Ἰουδαῖοι ἐνεκάλουν τῷ Χριστῷ λέγοντες· 〈Ἀκούεις τί οὗτοι λέγουσιν;〉 Ἀπεκρίθη ὁ Χριστός· Ἐγὼ ἐδίδαξα καὶ οὐκ ἀκούω; Οὐκ ἀνέγνωτε· 〈Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.〉 Ἔστω, τὰ παιδία, ὡς λέγετε, σφάλλεται· μὴ καὶ ὁ πῶλος ἐσφάλη εὐτάκτως βαστάζων με; Πῶλος ἀδάμαστος, ἐφ᾽ ὃν οὐδεὶς ἐκάθισε, τὰ νῶτα ὑπέθηκε καὶ οὐ σκιρτᾷ, οὐ κυματίζεται, ὡς οὔτε ἡ νωτοφοροῦσά με θάλασσα· καὶ ὑμεῖς τὰ σκιρτήματα τοῦ πώλου ἐπὶ γλώσσης φέρετε. 〈Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον·〉 νήπιοι καὶ θηλάζοντες ἐπαινέται τοῦ Χριστοῦ, τὴν θεοδίδακτον καὶ ἀκολάκευτον τιμὴν μαρτυρούμενοι.
Ἐπεὶ οὖν οὐχ ὡραῖος ὁ αἶνος ἐν στόματι ἁμαρτωλοῦ, παρακαλῶ, τῇ κακίᾳ νηπιάζοντες καὶ ὡς ἀρτιγενῆ βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα τοῦ λόγου δεχόμενοι ἐν ἀμιάντοις χείλεσι, καὶ ἀπλάστοις ἤθεσι καταρτιζόμενοι, ἄξιοι ἐπαινέται καὶ προσκυνηταὶ τοῦ θεοῦ γενώμεθα ...
In Psalmum VIII Homilia III Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως. Ἡ τοῦ κυρίου ἀνάστασις τὸ ἔαρ διπλοῦν τῷ κόσμῳ ἀνέτειλεν. Πῶς δὲ διπλοῦν; Ἐπειδὴ τῷ αἰσθητῷ ἔαρι καὶ τὸ νοητὸν ἔαρ συνανέτειλε, καὶ ὁ μὲν αἰσθητὸς ἥλιος τὸν χειμῶνα ὡς ἄχθος ἀποδυσάμενος χρυσίζουσαν καὶ ἀνθηροτέραν τὴν ἀκτῖνα ἔδειξεν, ὁ δὲ νοητὸς ἥλιος ὁ Χριστός, ὁ τῶν ψυχῶν λαμπτήρ, ὁ καὶ τοῦ σκότους φωτιστής, ὡς χειμῶνα τὸ πάθος καὶ ὡς στυγνὰ νέφη τὸν ᾅδην καὶ τὸν θάνατον καὶ τὸν τάφον διελθών, λαμπρὰν ἡμῖν ἀκτῖνα καὶ φαιδρὰν ἀνατολὴν τὴν ἀνάστασιν ἔδειξεν. Ὁ ἐν οὐρανῷ ἥλιος ἐν τῷ ἔαρι τὴν γῆν τοῖς ἄνθεσι καὶ τοῖς βλαστήμασι ζωγραφεῖ· ὁ δὲ κάτωθεν ἐκ τοῦ τάφου ἀνατείλας ἥλιος τὴν ἐκκλησίαν ὡς παράδεισον τοῖς νεοφωτίστοις ἐστεφάνωσεν. Ὥσπερ δὲ τὰ ἄνθη ἐν τῷ χειμῶνι ὑπὸ γῆν κρυπτόμενα ἐν τῷ ἔαρι ἀνατέλλουσιν, οὕτως οἱ νεοφώτιστοι πρὸ τούτου ταῖς ἁμαρτίαις χειμαζόμενοι καὶ ὑπὸ τὰ γήϊνα πράγματα τοῦ βίου κρυπτόμενοι εἰς τὸν παράδεισον τοῦτον οὐκ ἐφαίνοντο· ἀφ᾽ οὗ δὲ τὸ ἔαρ τῆς ἀναστάσεως ἀνέτειλε καὶ ὡς ἥλιος ὁ Χριστὸς κέντρῳ τῷ σταυρῷ τὰς ψυχὰς διήγειρεν, ἦλθεν ὁ ἐαρινὸς ὄμβρος τοῦ βαπτίσματος καὶ ὡς ἄνθη τοὺς νεοφωτίστους ἐκλάμψαι ἐποίησεν.
Ἐπεὶ οὖν οἱ βαπτισθέντες καὶ ἄνθη εἰσὶ καὶ βότρυες, ἄνθη μὲν ὡς τὴν τοῦ Χριστοῦ εὐωδίαν πνέοντες, ἄνθη διὰ τὸ ἄνθος τὸ ἐκ τῆς ῥίζης Ἰεσσαί, ἄνθη ὡς δικαιωθέντες ἐκ πίστεως—〈Δίκαιος〉 γὰρ 〈ὡς φοῖνιξ ἀνθήσει〉—βότρυες δὲ ὡς καρποὶ τῆς μονογενοῦς ἀμπέλου γενόμενοι, βότρυες ὡς τῆς διδασκαλίας Χριστοῦ ἐκκρεμάμενοι, ὡς εἶπεν ὁ εὐαγγελιστής· 〈Ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων〉—ἐπεὶ οὖν ἄνθη καὶ βότρυες οἱ νεοφώτιστοι, μᾶλλον δὲ ἐπειδὴ τὰ ἄνθη τῆς ἀμπέλου βότρυες ἐγένοντο, διὰ ταῦτα 〈Ὑπὲρ τῶν ληνῶν〉 ἐπεγράφη ὁ ψαλμός· 〈Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν.〉 Ὅτε ἡ ἄμπελος ἀνθεῖ, οὐδέπω εὐτρεπίζονται ληνοί· ὅτε δὲ τὰ ἄνθη βότρυες πέπειροι γένονται, τότε καὶ αἱ ληνοὶ ἑτοιμάζονται. Ἐπεὶ οὖν τὰ ἄνθη τῆς ἀμπέλου βότρυες ἐγένοντο, 〈Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυίδ·〉 ὁ λόγος ἐνεργὴς τῷ Δαυίδ, εἰς πρᾶξιν προβαίνων.
Ἐπειδὴ γὰρ ἡ παλαιὰ τῶν Ἰουδαίων ἄμπελος ἐξηράνθη, ἐστέναζον οἱ ἐργάται τοῦ ἀμπελῶνος ἐκείνου, οἱ προφῆται, καὶ θλιβόμενοι ἐπὶ τῇ ἀκαρπίᾳ τὰς ἐπιληνίους ᾠδὰς μετέβαλλον εἰς θρήνους. Καὶ ὁ μὲν ἔλεγε· 〈Τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα αὐτῷ;〉 Ὁ δὲ ἀνεβόα· [οὐκ ἔστι φύλλα ἐν ταῖς συκαῖς καὶ οὐκ ἔστι βότρυς] Ἡ 〈ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν,〉 ἀντὶ τοῦ· [Ἕτερος] Οὐκ ἔστι φύλλα ἐν ταῖς συκαῖς, λόγος θεοῦ ἐν ταῖς συναγωγαῖς, καὶ οὐκ ἔστι βότρυς ἐν ταῖς ἀμπέλοις, καρπὸς δικαιοσύνης ἐν τοῖς ἀνθρώποις. Ἄλλος ἐθρήνει τὴν ἀκαρπίαν τῆς ἀμπέλου λέγων· 〈Οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος.〉 Καὶ τοὺς ἑαυτοῦ λόγους ἑρμηνεύων ὁ προφήτης καὶ δηλῶν τίνες εἰσὶν οἱ ἀπολωλότες βότρυες ἔλεγεν· 〈Οἴμοι, ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς,〉 ἕως καί, 〈ὁ κριτὴς〉 [λαμβάνει] 〈εἰρηνικοὺς λόγους ἐλάλησεν.〉 Εἶδες πῶς ἐχερσώθη ὁ ἀμπελών· ἐπειδὴ εἰρηνικοὺς λόγους 〈...〉 τοὺς πολέμους χείρονας. Εἶδες βοτρύων ἀπώλειαν.
Ἐπὶ πᾶσιν αὐτὸς ὁ δεσπότης τῆς ἀμπέλου ἐπιστενάζων αὐτῇ ἐβόα· 〈Ἐγώ σε ἐφύτευσα ἄμπελον καρποφόρον ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;〉 Ὡς μὲν φυτὸν ἐμόν, ὡς δὲ πικρὸν οὐκ ἐμόν. Ἐπεὶ οὖν ἐστέναζον οἱ ἐργάται τοῦ ἀμπελῶνος ἐκείνου, οἱ προφῆται, ὅτι οὐδαμοῦ ληνὸς πληρουμένη, οὐδαμοῦ ἐπιλήνιον ᾆσμα, ἦλθεν ἡ μονογενὴς ἄμπελος, ἣν ἄνω μὲν ὁ πατὴρ ἀφράστως ἐγέννησε, κάτω δὲ ἡ ἀγεώργητος χώρα ἀσπόρως ἐβλάστησε. Καὶ ἐλθοῦσα ἡ ἄμπελος ἐκληματοβόλησε τοὺς ἀποστόλους, ἐβλαστοφόρησε τοὺς σωζομένους, ἐκλαδεύθη τῷ πάθει, ἐχαρακώθη τῷ σταυρῷ, ἐσκάφη τοῖς ἥλοις, ἐδισκαφήθη τῇ λόγχῃ, ἐδακρυρρόησε τὴν ἀπώλειαν τῶν Ἰουδαίων, κατωρύγη ἐν τῷ τάφῳ, ἀνέθαλε τῇ ἀναστάσει, ἐβοτρυοφόρησε τὰ ἔθνη, ληνοὺς ἐπλήρωσε τὰς ἐκκλησίας.
Καὶ θαυμάζοντες οἱ ἀπόστολοι ἐπιλήνιον ᾄδουσιν ᾆσμα· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Κύριε〉 τῶν ἐπουρανίων, 〈ὁ κύριος ἡμῶν〉 τῶν ἐπιγείων. 〈Κύριε〉 τῶν πατριαρχῶν, 〈ὁ κύριος ἡμῶν〉 τῶν ἀποστόλων. 〈Κύριε〉 τῶν προφητῶν, 〈ὁ κύριος ἡμῶν〉 τῶν εὐαγγελιστῶν. 〈Κύριε〉 τῶν ἐν νόμῳ, 〈ὁ κύριος ἡμῶν τῶν ἐν χάριτι.
Κύριε〉 πάντων τῶν γινομένων, 〈ὁ κύριος ἡμῶν〉 τῶν σωζομένων. 〈Κύριε〉 τῶν διά σε ἀποθανόντων, 〈ὁ κύριος ἡμῶν〉 τῶν διά σε ζώντων. 〈Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Οὐκ ἐν τῇ Ἰουδαίᾳ 〈θαυμαστὸν τὸ ὄνομά σου,〉 ἀλλ᾽ 〈ἐν πάσῃ τῇ γῇ.〉 Ἐκεῖ γὰρ ἐβλασφημήθη· 〈Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν. Ὡς θαυμαστὸν τὸ ὄνομά σου〉 ἐν παλαιᾷ, οὕτω 〈θαυμαστὸν τὸ ὄνομά σου〉 ἐν τῇ καινῇ.
Ἐν Ἰουδαίᾳ βλασφημεῖται καὶ ἐν τοῖς ἔθνεσι δοξολογεῖται· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οἱ νόμον λαβόντες κατὰ τοῦ νομοθέτου, καὶ τὰ ἄνομα ἔθνη ὑπὲρ τοῦ νομοθέτου· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Ὡς ἐχθροὺς ἐδίωξαν ἡμᾶς Ἰουδαῖοι, καὶ ὡς ἀγγέλους θεοῦ ἐδέξαντο ἡμᾶς τὰ ἔθνη· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Ὁ Παῦλος 〈ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν〉 ἔλαβε καὶ Γαλαταῖς τοῖς ἐθνικοῖς ἔγραφεν· Ὡς 〈ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν· Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οἱ ἠγαπημένοι τὸν ἀγαπητὸν ἐσταύρωσαν, καὶ οἱ ἠλλοτριωμένοι τὸν σταυρὸν ἐπὶ τοῦ μετώπου ὡς διάδημα ἐφόρεσαν· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Τὰ τέκνα τοῦ Ἀβραὰμ τὸν θεὸν τοῦ Ἀβραὰμ πολεμεῖ καὶ τὰ τέκνα τοῦ διαβόλου προσκυνεῖ· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οἱ ἐν πλαξὶ λιθίναις τὸν νόμον δεξάμενοι λίθους ἦραν κατά σου, ἵνα σὲ λιθάσωσι, καὶ οἱ λίθοις προσκυνοῦντες σοὶ τῷ ἀκρογωνιαίῳ λίθῳ ὡς θεῷ προσεκύνησαν· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οἱ πολῖταί σου λέγουσιν· 〈Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς·〉 καὶ οἱ ξένοι λέγουσι· 〈Θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οἱ ἐξ ὕδατος οἶνον ἐν τῷ γάμῳ πιόντες ὄξος σε ἐπότισαν· οἱ δὲ τὸ θαῦμα μὴ ἑωρακότες ἀπαρχὰς παντὸς οἴνου προσφοράν σοι φέρουσιν· 〈Ὡς θαυμαστὸν τὸ ὄνομά σου.〉 Τάφος ἤνθησε ζωήν· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Κολυμβήθρα ἀστέρα γεννᾷ· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οὐκέτι ὁ ὄφις ἐκδύει, ἀλλ᾽ ἐνδύει ὁ ἀμνός· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οὐκέτι Εὖα θρηνεῖ, ἀλλὰ Μαρία χαίρει· 〈Χαῖρε, κεχαριτωμένη· Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οὐκέτι κλαίει Ῥαχήλ, ἀλλ᾽ Ἐλισάβετ σκιρτᾷ· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οὐκέτι φύλλα ἐν παραδείσῳ ῥάπτεται, ἀλλὰ πορφύρα ἐν τῷ ὕδατι ὑφαίνεται· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οὐκέτι ἡ συκῆ σκεπάζει, ἀλλ᾽ ὁ Ἰορδάνης στολίζει· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οὐκέτι ἐκ τοῦ παραδείσου Ἀδὰμ ὁ πρωτόπλαστος λῃστεύεται, ἀλλ᾽ ὁ λῃστὴς πολίτης τοῦ παραδείσου γίνεται· 〈Θαυμαστὸν τὸ ὄνομά σου.〉 Οὐκέτι φθορὰ βασιλεύει· ἀφθαρσία γὰρ ἀπὸ τῶν οὐρανῶν μετεφυτεύθη εἰς γῆν. Οὐκέτι οἱ πρωτόπλαστοι χιτῶνας δερματίνους ὡς αἰχμάλωτοι ἐνδύονται, ἀλλ᾽ οἱ νεοφώτιστοι τὸν Χριστὸν ἐνδύονται· 〈Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε.〉 Ἢ καὶ ἐπειδὴ ἐν ἀνατολῇ καὶ δύσει, ἄρκτῳ καὶ μεσημβρίᾳ, ἐν πόλεσι καὶ ἐν χώραις καὶ ἐν ὄρεσι καὶ νήσοις, οὐκέτι ἀπὸ τόπου ἢ τρόπου ἢ γένους ἢ ἀξίας οὕτως ὡς ἀπὸ τοῦ Χριστοῦ Χριστιανοὶ ὀνομάζονται.
Ὦ ὄνομα κόσμου ἔνδυμα· ὦ ὄνομα οἰκουμένης φόρεμα· ὦ ὄνομα ὃ ἡ ἐπιγραφομένη ψυχὴ γίνεται βασιλικὸν νόμισμα· ὦ ὄνομα χωλῶν δρόμος· ὦ ὄνομα δαιμόνων διωγμός· ὦ ὄνομα ὄφεων κατάλυσις, σκορπίων ἀναίρεσις· ὦ ὄνομα γλωσσῶν οὐρανίων χάρισμα· ὦ ὄνομα φαρμάκων θανασίμων ἀντιφάρμακον· ὦ ὄνομα νοσούντων ἴαμα· 〈Σημεῖα δὲ τοῖς πιστεύσασι πολλὰ ἠκολούθει. Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Τὸ δὲ ὡς ἀντὶ τοῦ ὄντως βεβαίως ἐπάγει, ὡς ὁμολογημένως θαυμαστὸν τὸ ὄνομά σου. Καὶ διὰ τί ταῦτα λέγομεν; 〈Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.〉 Εἰ μὴ γὰρ αὐτὸς μεγαλοπρεπῶς ἐπήρθης εἰς οὐρανοὺς ἀναλαμβανόμενος καὶ τὸ ἅγιον ἡμῖν πνεῦμα ἔπεμψας συνεργὸν εἰς τὸ εὐαγγέλιον, οὐκ ἂν ἰσχύσαμεν κόσμον διδάξαι, κατηχῆσαι, βαπτίσαι, ἐκκλησίας πληρῶσαι, ἵνα γένηται 〈θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Ὅτι δὲ τὸ 〈Ἐπήρθη ἡ μεγαλοπρέπειά σου〉 τὴν ἀνάληψιν δηλοῖ, λέγει Λουκᾶς ἐν ταῖς Πράξεσι περὶ Χριστοῦ· Οἱ 〈μὲν οὖν συνελθόντες,〉 ἕως 〈καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου. Εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου,〉 〈ἕως〉 〈καὶ ἐπήρθη τὸ ὑπέρθυρον.〉 Ὁμολογοῦμεν δέ· καὶ τί μετὰ τῶν ἄλλων κατορθώσας ἀνελήφθης, δέσποτα; 〈Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.〉 Καὶ πότε τοῦτο γέγονε;
Πότε; Ὅτε ἐπὶ πῶλον ἐκάθισεν ὁ ἐπὶ τῶν Χερουβὶμ καθήμενος, ὅτε ἐπὶ τὸ κτῆνος ἐφέρετο ὁ 〈φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,〉 ἵνα τὸν ἀποκτηνωθέντα ἄνθρωπον θεὸν ἀπεργάσηται. Τότε γὰρ καὶ οἱ παῖδες τὰ βαΐα τῶν φοινίκων ἔλαβον καὶ εὐφημοῦντες τὸν βασιλέα Χριστὸν ἔλεγον· 〈Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.〉 Εἶτα οἱ ἀρχιερεῖς τῷ Χριστῷ· 〈Ἀκούεις τί οὗτοι λέγουσι;〉 Καὶ ὁ Χριστός· Ἀκούετε ὅτι ὃ ἔδει ὑμᾶς λέγειν οὗτοι λέγουσι. Στόμα ὑμῶν γίνονται· ὑπὲρ ὑμῶν συνηγοροῦσιν. Εἰ δὲ οὐ θέλετε, προφητείαν πληροῦσιν· 〈Οὐδέποτε ἀνέγνωτε· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;〉 Ὢ τῆς ἐναλλαγῆς· νήπιοι δοξάζουσι καὶ γέροντες ἀτιμάζουσι· θηλάζοντες αἰνοῦσι καὶ νομομαθεῖς παρανομοῦσιν· 〈Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.〉 Νηπίους δὲ λέγει τοὺς τῇ κακίᾳ νηπιάζοντας, τοὺς ἀδόλοις χείλεσι καὶ ἀνυποκρίτοις στόμασι τὸν θεὸν δοξάζοντας. Ἀλλὰ καὶ νῦν ἐκ 〈στόματος νηπίων καὶ θηλαζόντων〉 κατήρτισται αἶνος. Βλέπε γὰρ τοὺς νεοφωτίστους ὡς νηπίους ἀσπίλους γεννηθέντας ἄνωθεν· πῶς οἱ πάλαι ᾄσμασι πορνικοῖς τὸ στόμα ῥυπούμενοι ἄρτι ψαλμοὺς λέγουσι πνεύματι ἁγίῳ κινούμενοι καὶ τὸν ὕμνον τῶν πιστῶν ἄρτι πρώτως λέγουσι καὶ αἶνον ἀναπέμπουσιν ὃν οὐδέποτε ἤκουσαν;
Καὶ ἀλήθειαν τὴν προφητείαν εὑρών, εἰπὲ τῷ Χριστῷ· Δόξα σοι, 〈ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον,〉 ἵνα σε δοξάζωμεν, ὅτι σοι πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In Psalmum VIII Homilia IV Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως. Καλὰ τὰ ἐπιλήνια τῶν ἁγίων ᾄσματα ψυχῶν γάρ εἰσιν ἰάματα. Καλὰ τὰ ὑπὲρ τῶν ληνῶν μελῳδήματα, ὅτι καὶ τοὺς ἀσθενοῦντας διεγείρουσι πρὸς τὰ θεῖα σκιρτήματα. Τίς τῶν ἀσθενούντων οὐκ ἐπιθυμεῖ ληνοβατῆσαι; Κἂν γὰρ μόνη φήμη τρυγητῶν ἢ ληνοβατούντων φθάσῃ αὐτοῦ τὰς ἀκοάς, ὁ δέσμιος τῇ ἀσθενείᾳ πτερωτὸς γίνεται τῇ προθυμίᾳ, ἵνα φθάσῃ τὴν ἐτήσιον τῆς ἀμπέλου φοράν. Τοῦτο πέπονθα κἀγώ, ἀδελφοί, εἰς τὸν Χριστοῦ ἀμπελῶνα ἐρχόμενος, καὶ ὑπὸ μὲν τῆς τοῦ σώματος ἀσθενείας ἐργάζεσθαι κωλυόμενος, ὑπὸ δὲ τῆς τῶν μεγάλων γεωργῶν καὶ σοφῶν διδασκάλων προθυμίας ληνοβατεῖν ἐρεθιζόμενος.
Ἐπειδὴ δὲ τῷ ἀρρωστοῦντι γίνεται νόμος ὁ τοῦ ἀρίστου ἰατροῦ λόγος, ὡς ἰατροῖς πειθαρχήσας, ὡς γεωργοῖς ἀκολουθῶ, τοὺς ῥῶγας τῆς φυτείας τοῦ λόγου αὐτῶν ἀναλεγόμενος καὶ εἰς ληνοὺς τὰς ὑμετέρας ἀκοὰς κατατιθέμενος. Καὶ αὐτοὶ μὲν ὑμῖν φέρουσι τοὺς μεγάλους τῶν νοημάτων βότρυας, ὡς τῆς μονογενοῦς ἀμπέλου εὔφορα καὶ πολύφορα κλήματα· ἐγὼ δὲ ῥωγολογήσας ἀεὶ τὴν τοῦ λόγου ἄμπελον, ἅπερ τῇ παιδικῇ μου δεξιᾷ συνήγαγον, ταῦτα ὡς πατράσι καὶ ἀδελφοῖς καὶ φίλοις προβάλλομαι. Εἰς 〈τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυίδ.〉 Ἁρμόδιος καὶ φίλος τῷ πρὸ τούτου ἑβδόμῳ ψαλμῷ ὁ προκείμενος ὄγδοος ψαλμός. Πῶς; Ἄκουσον. Ἐν ἐκείνῳ ἐλέγετο ὑπὲρ τῆς ἐκκλησίας. 〈Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.〉 Κύριε, 〈εἰς ὕψος ἐπίστρεψον,〉 ὁ εἰπών· 〈Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου. Εἰς ὕψος ἐπίστρεψον,〉 ὁ εἰρηκώς· 〈Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον·〉 καὶ ἐὰν εἰς ὕψος ἐπιστρέψω, τί; 〈Καὶ συναγωγὴ λαῶν κυκλώσει σε· Περιεκύκλωσάν με κύνες πολλοί,〉 οἱ Ἰουδαίων λαοί, τὸ 〈Ἆρον ἆρον, σταύρωσον αὐτόν,〉 ὑλακτοῦντες κατὰ σοῦ. 〈Καὶ συναγωγὴ λαῶν,〉 τῶν ἐθνῶν, 〈κυκλώσει σε,〉 ὡς λέγειν· 〈Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ. Ἐκύκλωσάν〉 σε ἐκεῖνοι 〈ὡς αἱ μέλισσαι κηρίον.
Καὶ συναγωγὴ λαῶν κυκλώσει σε〉 ὡς φύτεια ἐλαιῶν· 〈Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.〉 Καὶ τίς ἡ συναγωγὴ τῶν λαῶν; Ἡ ἐνθήκη τῶν ληνῶν, ἡ οἰκοδομὴ τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν· 〈Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν.〉 Καὶ τίς ὁ οἰκοδόμος τῶν ἐκκλησιαστικῶν ληνῶν; Ὁ Χριστὸς καὶ οἱ ἀπόστολοι καὶ πάντες οἱ ἅγιοι· ὁ μὲν 〈Χριστὸς λέγων· Ἐπὶ ταύτῃ τῇ πέτρᾳ,〉 τῇ στερεᾷ, τῇ τοῦ Πέτρου ὁμολογίᾳ, 〈οἰκοδομήσω μου τὴν ἐκκλησίαν·〉 ὁ δὲ ἀπόστολος λέγων καὶ δι᾽ ἑαυτὸν καὶ διὰ τοὺς μετ᾽ αὐτόν· 〈Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος ἐποικοδομεῖ.〉 Εἶδες ληνῶν οἰκοδομήν· εἶδες ἐκκλησιῶν προκοπήν. Ἵνα οὖν ταῦτα γένηται 〈εἰς τὸ τέλος〉 τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως καὶ τῆς τοῦ νόμου τελειώσεως, 〈τέλος γὰρ νόμου Χριστός, ὑπὲρ τῶν ληνῶν,〉 ὑπὲρ τῆς οἰκοδομῆς τῶν ἐκκλησιῶν ηὐχαρίστει ὁ Δαυίδ· 〈Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυίδ.〉 Διὰ τί δὲ καὶ ψαλμὸν τὴν προφητείαν καὶ τὴν ὑπὲρ τῶν ἐκκλησιῶν εὐχαριστίαν ἐπέγραψεν;
Ὁ ψαλμὸς πράξεως καὶ ἔργου ἐστὶ δηλωτικός. Ἐπεὶ οὖν οὕτως ἐθάρρει ὁ Δαυὶδ τῇ ἑαυτοῦ προφητείᾳ, τὰ μέλλοντα γίνεσθαι ὡς ἤδη πραχθέντα ἔβλεπεν. Ὑπὲρ οὖν τῶν ἐσομένων ὡς ὑπὲρ τῶν ἤδη γενομένων εὐχαριστίαν προσέφερε, λέγων τῷ θεῷ· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Πῶς γὰρ οὐκ εἶχεν εὐχαριστεῖν ὁ Δαυὶδ ὑπὲρ τῶν κατὰ κόσμον ἐκκλησιῶν τοῦ Χριστοῦ; Ὁ γὰρ ἓν σκήνωμα καὶ μίαν καλύβην πῆξαι τῷ θεῷ ἐπιθυμῶν, οὐχ ἵνα τὸν θεὸν τόπῳ περιγράψῃ, ἀλλ᾽ ἵνα ἑαυτῷ εὐκτήριον ποιήσῃ, ὅπου ὡς ἐν κοιτῶνι φίλῳ τῷ δεσπότῃ προσλαλῇ, ὁ ἐπὶ μιᾷ σκηνῇ τοσαυτάκις ἀγρυπνῶν καὶ λέγων· 〈Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ,〉 ὁ πόθῳ τὸν ὕπνον νικῶν καί, ὡς ἐραστὴς φίλην, τὴν σκηνὴν ἐπιζητῶν, ὡς εἶδεν οὐ μίαν, ἀλλὰ μυρίας σκηνὰς τὰς ἐκκλησίας Χριστοῦ, καὶ ὅτι πανταχοῦ γῆς θαυμάζεται ὁ πανταχοῦ διὰ Ἰουδαίους βλασφημούμενος, καὶ ὅτι ὁ λέγων τοῖς Ἰουδαίοις· 〈Δι᾽ ὑμᾶς τὸὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν,〉 αὐτὸς εἶπε τοῖς ἀποστόλοις· 〈Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν,〉 ὅπερ τοῦ θεοῦ λέγοντος ἤκουσε, τοῦτο εὐχαριστῶν ἐξεβόησεν εἰπών· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.
Κύριε,〉 μονογενὴς υἱέ· 〈ὁ κύριος ἡμῶν,〉 τῶν κατὰ χάριν ἀδελφῶν, περὶ ὧν εἶπας· 〈Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.〉 Ἀλλὰ κἂν αὐτὸς ἡμᾶς κατηξίωσας ἀδελφοὺς καλέσαι, ἡμεῖς ὡς δοῦλοι ὁμολογοῦμεν τὴν δεσποτείαν. Ἑκάστῳ γὰρ ἡμῶν μᾶλλον ἁρμόζει ἡ τοῦ πνεύματος παραγγελία εἰπόντος· 〈Καὶ τῷ ἀδελφῷ σου δουλεύσεις.〉 Χριστός σε τὸν δοῦλον ἀδελφὸν ἐκάλεσε· μὴ ἐπαρθῇς, ἀλλὰ ἔχων τὸ τῆς ἀδελφότητος χάρισμα, 〈τῷ ἀδελφῷ σου δουλεύσεις.〉 Ἀγαθὸς ὢν ὁ δεσπότης θέλει παρὰ τῶν δούλων ὡς παρὰ ἀδελφῶν δουλευθῆναι. Καὶ βασιλεὺς ἐν πολέμῳ τοὺς στρατιώτας ἀδελφοὺς καλεῖ, οὐχ ἵνα καταφρονηθῇ, ἀλλ᾽ ἵνα πλέον ἀγαπηθῇ. Διὸ χάρις σοί, δέσποτα, ἐπὶ τῇ τῆς ἀδελφότητος φιλοτιμίᾳ. Ὅμως ἡμεῖς, κἂν ἀδελφοὶ ἐκλήθημεν, ἀλλ᾽ ὁμολογοῦντες τὴν δουλείαν φαμέν· 〈Κύριε ὁ κύριος ἡμῶν.〉 Κύριε ἀμεσίτευτε· τὸ 〈κύριε, τῶν ἐν〉 οὐρανοῖς ἀπογεγραμμένων πρωτοτόκων· 〈Καὶ ἐκκλησίᾳ πρωτοτόκων,〉 φησίν, 〈ἀπογεγραμμένων ἐν οὐρανοῖς· ὁ κύριος ἡμῶν,〉 τῶν πνευματοφόρων ἀποστόλων, οἷς εἶπας· 〈Λάβετε πνεῦμα ἅγιον.〉 Ἡμῖν γὰρ τοῖς ἀποστόλοις ὁ Δαυὶδ παρέδωκε τὸν ἐπιλήνιον ψαλμόν. 〈Κύριε,〉 τῷ νόμῳ τῆς φύσεως, 〈ὁ κύριος ἡμῶν,〉 τῷ κάλλει τῆς προαιρέσεως. 〈Ὡς θαυμαστὸν τὸ ὄνομά σου,〉 οὐκέτι ἐν τῇ Παλαιστίνῃ μόνῃ, ἀλλ᾽ 〈ἐν πάσῃ τῇ γῇ.〉 Μία ἄμπελος ἐχερσώθη, καὶ ὁ οἰκουμενικὸς ἀμπελὼν ἐσώθη· 〈Τῷ〉 γὰρ 〈αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν.
Ὡς θαυμαστὸν τὸ ὄνομά σου.〉 Θαυμαστὸς γέγονε μεταβολῆς τρόπος· οἱ ἄθεοι ἔνθεοι, οἱ πολύθεοι φιλόθεοι, οἱ εἰδωλολάτραι θεολάτραι, οἱ λίθων προσκυνηταὶ τῆς πέτρας ὁμολογηταί· 〈Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Ὀνομαζόμενος γὰρ μόνον μετὰ πίστεως, πάντα γίνεται τῷ ὀνομάζοντι. Καὶ οὐ χρεία λόγων, αὐτὰ τὰ ἔργα βοᾷ. [Διὰ τί δὲ τοῦτο λέγομεν, δέσποτα; Ἵνα καὶ ἡμεῖς ἀληθεύσωμεν καὶ τὸν κόσμον διδάξωμεν 〈ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.〉 Καὶ ποία μεγαλοπρέπεια; Ἡ μεγάλη τῶν θαυμάτων καὶ τῶν λόγων εὐπρέπεια. Λεπρὸς ὡς ὄφις δορὰν ἀποδύεται τὸ πάθος, παράλυτος τῇ ῥαφίδι τοῦ λόγου σου ῥάπτεται, πηλῷ ὀμματοῖς τυφλόν, φωνῇ ἐγείρεις νεκρόν, χειρὶ ἀνορθοῖς κωφόν, ποδὶ πατεῖς τὸν βυθόν, λόγῳ κοιμίζεις θάλασσαν καὶ λόγῳ ἐξυπνίζεις Λάζαρον]. 〈Λάζαρε, δεῦρο ἔξω,〉 καὶ ὁ ἐν τάφῳ νεκρὸς ἐξῆλθεν ὡς ἐκ θησαυροῦ ἄνεμος. Ὁ γὰρ 〈ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ〉 καὶ τοῦτον ἐξήγαγεν, ἵνα καὶ αὐτὸς εἴπῃ ἀναστὰς ἀπὸ γῆς νεκρῶν· 〈Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.〉 Ποίων οὐρανῶν;
Καὶ τῶν ἁγίων πάντων τῶν διηγουμένων δόξαν θεοῦ· 〈Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ.〉 Καὶ πῶς ἐπήρθη ἡ μεγαλοπρέπεια αὐτοῦ ὑπεράνω τῶν οὐρανῶν; Ἐπειδὴ 〈ὡραῖος κάλλει〉 ὤφθη 〈ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,〉 ὅτι οὐδεὶς τῶν ἁγίων τοιαῦτα ἐθαυματούργησεν ἢ ἐλάλησε. Τίς τούτου μάρτυς;
Ὁ ἐκ γεννητῆς τυφλὸς καὶ οἱ ὑπηρέται· ὁ μὲν περὶ τῶν θαυμάτων λέγων· 〈Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου·〉 οἱ δὲ ὑπηρέται περὶ τῶν λόγων· 〈Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος.〉 Ἐπεὶ οὖν μεγάλη σου, δέσποτα, ἡ τῶν θαυμάτων καὶ τῶν λόγων εὐπρέπεια, καὶ πάντας τοὺς ἁγίους ἐν πᾶσιν ἀσυγκρίτως ὑπερβάλλεις, 〈Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.〉 Ὡς καὶ τὸν ἄνθρωπον ὃν φέρεις ὑπεράνω τῶν ἐπουρανίων δυνάμεων ...
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.