Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στον ένατο Ψαλμό
Ανάλυση της σημασίας της εξομολόγησης, της εξολόθρευσης των δαιμόνων, των πειρασμών του Χριστού στην έρημο και της τελικής συντριβής του διαβόλου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον ένατο Ψαλμό
Ανάλυση της σημασίας της εξομολόγησης, της εξολόθρευσης των δαιμόνων, των πειρασμών του Χριστού στην έρημο και της τελικής συντριβής του διαβόλου.
In Psalmum IX Εἰς τὸν 〈θ〉 ψαλμόν· 〈Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Διηγήσομαι πάντα τὰ θαυμάσιά σου,〉 καὶ τὰ ἑξῆς. Ὅνπερ τρόπον ἱμάτιον ῥυπαρὸν ὕδατι πλύνεται, πεπηλωμένον δὲ σῶμα λουτρῷ καθαρὸν γίνεται, τετραυματισμένον δὲ μέλος φαρμάκῳ θεραπεύεται, οὕτως ἐν ἁμαρτίαις ῥυπωθεῖσα ψυχὴ τῇ ἐξομολογήσει πλυνομένη ὡς χιὼν λευκαίνεται. 〈Ἐὰν γὰρ ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ.〉 Τοῦτο εἰδὼς ὁ προφήτης ἔλεγεν, ὡς ἤκουες· 〈Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου.〉 Εἰ γὰρ τὸ ῥυπαρὸν ἱμάτιον φορέσαι αἰσχύνομαι, ἵνα μὴ γέλως καὶ ἀτιμία τοῖς φίλοις μου γένωμαι, πόσῳ μᾶλλον αἰσχύνην φέρει μοι ἡ ἐσπιλωμένη ψυχή, ἡ τὴν εἰκόνα τοῦ θεοῦ ἁμαρτίαις σπιλώσασα, ἡ τὸ ὁμοίωμα τοῦ δημιουργοῦ παρανομίαις σποδώσασα, ἡ τὸ οὐράνιον ἄγαλμα ἐπὶ γῆς ἐν κακοῖς συντρίψασα, ἡ τὰ κρύφια τοῦ υἱοῦ ἀγνοήσασα καὶ κρυφαίως τὰ κακὰ ἐργαζομένη, λέγοντος αὐτῇ τοῦ θεοῦ ὡς καί ποτε τῷ Δαυίδ· 〈Σὺ ἐποίησας ἐν κρυπτῷ, ἐγὼ δὲ ποιήσω ἐν τῷ φανερῷ καὶ ἐνώπιον τοῦ ἡλίου τούτου.〉 Ἐποίησας ἃ ἠθέλησας καὶ ἐσίγησα· 〈Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου〉 τὰς ἁμαρτίας σου.
Τοῦτο εἰδὼς ὁ ἀπόστολος ἔλεγε· 〈Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται.〉 Διὰ ταῦτα ὁ προφήτης παρακαλῶν ἔλεγεν· 〈Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με.〉 Ἀγγεῖόν εἰμι ῥυπαρόν, ἔσωθεν φαύλοις ἐνθυμίοις ἐρρυπωμένος· ἐπειδὴ τὰ μύρα καὶ τὰ ἀρώματα τῶν σῶν μυστηρίων ἐν ἐμοὶ ἐμβάλλεις, 〈ἀπὸ τῶν κρυφίων μου καθάρισόν με.〉 Τὸ συνειδός μου καταγέγραπται μέλανι ἁμαρτιῶν.
Πάσας τὰς ἁμαρτίας μου ἐξάλειψον, καὶ τὰς ἐντολάς σου καὶ τὰ δικαιώματά σου ἐν ἐμοὶ καλλιγράφησον, ἵνα δυνηθῶ ψᾶλαι τὸν ὑπὲρ τῶν κρυφίων ψαλμὸν τοῦ υἱοῦ· 〈Εἰς τὸ τέλος〉 γάρ, 〈ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυίδ,〉 περιέχει ἡ ἐπιγραφή. Ἴδωμεν οὖν ὅμως τί τὸ τέλος καὶ τίς ὁ υἱὸς καὶ τίνα αὐτοῦ τὰ κρύφια καὶ διὰ τί ψαλμὸς τῷ Δαυίδ. Τί τὸ τέλος;
Ἡ ἀρχὴ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὅ ἐστι τέλος τοῦ νόμου καὶ τῶν προφητῶν. Μάρτυς ὁ εὐαγγελιστὴς Μάρκος εἰπών· 〈Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ. Ὡς γέγραπται ἐν τοῖς προφήταις·〉 οὐχ ὡς γράφεται, ἀλλ᾽ 〈ὡς γέγραπται.〉 Ὡς ἄνωθεν καὶ ἐξ ἀρχῆς γέγραπται, ἄρτι δὲ τετέλεσται· 〈Τέλος γὰρ νόμου Χριστός· Εἰς τὸ τέλος.〉 Ἔστι καὶ ἄλλη αἰτία.
Γέγραπται ἐν τῷ προκειμένῳ ψαλμῷ περὶ τῆς τοῦ διαβόλου εἰς τὸ τέλος καταστροφῆς· 〈Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος.〉 Καὶ πότε εἰς τέλος ἐξέλιπον; 〈Εἰς τὸ τέλος.〉 Εἰς ποῖον τέλος εἰπέ. Ὅτε ἐκένωσεν ὁ διάβολος τὴν βελοθήκην τῶν πειρασμῶν καὶ ἔφυγεν ἡττηθείς. 〈Νηστεύσας,〉 φησιν, ὁ Ἰησοῦς 〈ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε,〉 καὶ ἦν ἡ πεῖνα διαβόλου πρόσκλησις. Προσελθὼν γὰρ αὐτῷ ὁ πειράζων καὶ τὴν γλῶσσαν ὡς ῥομφαίαν ἀκονήσας ἔλεγεν· Ἐπειδή, ὡς λέγει Ἰωάννης, 〈σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ,〉 βοῶν· 〈Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ,〉 οἶδα δὲ τὸν υἱὸν τοῦ θεοῦ ποτε θάλασσαν ξηράναντα καὶ πέτρας εἰς λίμνας μεταβαλόντα, 〈εἰ οὖν υἱὸς εἶ τοῦ θεοῦ,〉 καὶ νῦν τὰς φύσεις ὥς ποτε μετάβαλε. 〈Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.〉 Καὶ ὁ λίθος τῷ ἄρτῳ διαλέγεται καὶ τὸν ἄρτον δι᾽ ἄρτων ἐπείραζε. Τί πανουργεύῃ, πονηρέ;
Ἅπαξ τὸν Ἀδὰμ πεινῶντά ποτε ἐσκέλισας· ἦλθεν ὁ θεὸς τοῦ Ἀδὰμ νηστεῦσαι καὶ ῥῆξαί σε, ἵνα μάθῃ κόσμος ὅτι νηστείᾳ νικᾶται ὁ διάβολος. Διὰ λιχνείας ἐνίκησας· διὰ νηστείας φυγαδεύθητι· 〈Τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.〉 Ὁ μεταβαλὼν τὸ ὕδωρ εἰς οἶνον, καὶ τοὺς λίθους εἰς ἄρτους μεταβαλεῖν δύναται, ἀλλ᾽ οὐκ ἤθελε ποιῆσαι τὸ θέλημα τὸ σόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος. Εἶτα, ὡς ἡ μία ῥομφαία τοῦ ἐχθροῦ ἐκλάσθη, ἄλλην πάλιν ῥομφαίαν τὴν τῆς κενοδοξίας ἐχάλκευσε· 〈Καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,〉 τὸν περιπατοῦντα ἐπὶ πτερύγων ἀνέμων, καὶ λέγει ὁ πεσὼν τῷ βαλόντι· 〈Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω καὶ πιστεύσω σοι.〉 Καὶ ὁ ἀπὸ οὐρανοῦ πεσὼν τὸν βαλόντα ἐπείραζεν· 〈Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω καὶ πιστεύσω σοι.〉 Κακὸς ὁ Ἰουδαίων διδάσκαλος. Κἀκεῖνοι εἶπον· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, 〈κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι.〉 Ἐξ οὐρανοῦ κατέβη καὶ οὐκ ἐπίστευσαν, καὶ ἀπὸ τοῦ σταυροῦ καταβάντι πιστεύειν ἔλεγον. 〈Εἰ υἱὸς εἰ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω.〉 Ἄθλιε, κατὰ σεαυτοῦ ὡς ὁ Γολιὰθ τὴν ῥομφαίαν ἠκόντισας· ὁ ἐξ οὐρανοῦ καταβὰς διώκει σε. Ἐὰν καταβῇς εἰς τὰ καταχθόνια, διώκει σε κἀκεῖθεν.
Οὐδὲ γὰρ οἱ ἐκεῖ σε λοιπὸν προσκυνήσουσιν, οἱ ἐν τοῖς καταχθονίοις, ὡς τυράννῳ, ἀλλὰ τῷ Χριστῷ προσκυνήσουσι, τῷ βασιλεῖ καὶ ἐλευθερωτῇ γόνυ κάμψουσι. Μάρτυς ὁ Παῦλος εἰπὼν ὅτι αὐτῷ 〈κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· ἐπουρανίων,〉 ἀφ᾽ ὧν ἔπεσεν ὁ διάβολος, 〈ἐπιγείων,〉 ὅπου πεσὼν ὁ διάβολος ὡς ἀστραπή, ὡς πηλὸς πεπάτηται, 〈καταχθονίων,〉 ὅπου οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες Χριστὸν ἔφριξαν καὶ ἀφέντες τὰς πύλας τοῦ τυράννου μετὰ φόβου ἔφυγον. Ἐπεὶ οὖν ἀπὸ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων ἐδιώχθη ὁ διάβολος, εἷς αὐτῷ τόπος ἄξιος ὁ τοῦ αἰωνίου πυρὸς ἡτοίμασται. Μάρτυς ὁ Χριστὸς εἰπὼν τοῖς Ἰουδαίοις· 〈Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.〉 Καὶ ταύτης δὲ τῆς ῥομφαίας συντριβείσης τοῦ ἐχθροῦ, ὁ ἀναιδὴς βάρβαρος καὶ τρίτην ῥομφαίαν κατὰ τοῦ δεσπότου ἀπεγύμνωσε.
Ποίαν ταύτην; Τὴν τῆς φιλαργυρίας, δι᾽ ἧς πάντας πολεμεῖ. Δείκνυσι τῷ δεσπότῃ τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν καὶ λέγει· Τὸν μὲν σὸν μαθητὴν ἀγοράζω τριάκοντα ἀργυρίων, ἀλλ᾽ ἐπειδὴ ὡς ἐκείνου διδάσκαλος πλείονος ἄξιος εἶ, 〈ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.〉 Τί τοξεύεις τὴν πέτραν, μιαρέ; Ὅσα ἂν πέμψῃς βέλη, ἐκεῖνα μὲν κλᾶται, ἡ δὲ πέτρα οὐ βλάπτεται. Καὶ βλέπε τὴν τοῦ διαβόλου δεινότητα. Ἐλογίσατο παρ᾽ ἑαυτῷ· Εἶπον ἵνα τοὺς λίθους ἄρτους ποιήσῃ καὶ πάντως μὴ δυνάμενος τοῦτο οὐκ ἐποίησεν.
Εἶπον· 〈Βάλε σεαυτὸν κάτω,〉 καὶ φοβούμενος παρῃτήσατο· ἐξ ὧν φαίνεται ὅτι ἄνθρωπός ἐστιν. Ἐπεὶ οὖν ἡ τῆς φιλαργυρίας ἅλυσις σχεδὸν πάντας ἀνθρώπους νικᾷ, δείξω αὐτῷ πάντας τοὺς τῶν βασιλέων θησαυρούς, ἵνα βλέπων χρημάτων θάλασσαν ἣν αὐτῷ χαρίζομαι, προσκυνήσῃ μοι. Διὸ 〈ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, καὶ εἶπε· Ταῦτα πάντα σοι δώσω.〉 Ὁ ἀναιδὴς καὶ πικρὸς πάντα ἐδίδου τῷ ἔχοντι τὰ πάντα ἐν τῇ χειρὶ αὐτοῦ. Πάντα ἐδίδου ὁ μήτε χοίρων ἐξουσιάζων. 〈Πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι·〉 καὶ ὁ πεσὼν τῷ βαλόντι τὸ πεσεῖν ὑπηγόρευε.
Καὶ ἐπειδὴ ἀναιδὴς ὁ δραπέτης, ὁ δεσπότης ὡς δούλῳ ἐπιτιμᾷ· 〈Ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.〉 Καὶ τὴν γραφὴν ὡς θυρεὸν προτείνας, τοῦ ἐχθροῦ τὰς ῥομφαίας κατέλυσε. Καὶ ἐπειδὴ 〈τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος,〉 λέγει ὁ εὐαγγελιστής· 〈Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος. Εἰς τὸ τέλος,〉 ὅτε ὁ πειράζων τὸν ἀπείραστον ἐπείραζεν. 〈Ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ.〉 Καὶ τίς ὁ υἱός; Ὁ μονογενὴς θεὸς λόγος, ὁ τοῦ πατρὸς υἱὸς [ὁμοούσιος], ὁ τοῦ κόσμου ποιητής. Μάρτυς αὐτὸς κύριος· 〈Εἶπε πρός με· Υἱός μου εἶ σύ.〉 Μάρτυς καὶ ὁ πατήρ· 〈Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός.〉 Πατρὸς δὲ καὶ υἱοῦ μαρτυροῦντος, πᾶσα λοιπὸν μαρτυρία περιττή. Καὶ πόθεν ᾔδει τὰ κρύφια τοῦ υἱοῦ ὁ Δαυίδ; Ἀφ᾽ ὧν ἀπεκάλυψεν αὐτῷ ὁ υἱός. Αὐτὸς λέγει· 〈Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι·〉 ὡς γὰρ πατρὶ κατὰ σάρκα τῷ Δαυὶδ εἶπε τὰ μυστήρια. Καὶ τίνα τὰ κρύφια τοῦ υἱοῦ; Τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ μυστήρια, τὰ ἀποκεκρυμμένα ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, φανερωθέντα δὲ τοῖς ἁγίοις αὐτοῦ ὡς καὶ τῷ Δαυίδ. Καὶ ὅτι ἐφανερώθη τῷ Δαυὶδ τὰ κρύφια μυστήρια τοῦ υἱοῦ, μάρτυς ὁ αὐτὸς προφήτης, καθὼς λέγει περὶ τῆς ἐξ οὐρανῶν αὐτοῦ καταβάσεως· 〈Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη. Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.
Ὑπὲρ τῶν κρυφίων.〉 Ὅτι ἐκ γαστρὸς παρθένου τεχθήσεται· 〈Ἐκ γαστρὸς Μαριὰμ ἐγέννησά σε,〉 ὡς λέγει τὸ ἑβραϊκόν. Ὅτι ἐν ποταμῷ μετὰ Ἰωάννου διελεύσεται ἐπὶ τὸ βάπτισμα· 〈Ἐν ποταμῷ διελεύσονται ποδί.〉 Ὅτι τὰ ὕδατα φοβηθήσονται ὁρῶντα θεὸν ὑπὸ ἀνθρώπου βαπτιζόμενον· 〈Εἴδοσάν σε ὕδατα, ὁ θεός, καὶ ἐφοβήθησαν.〉 Ὅτι μαρτυρήσει τῷ βαπτισθέντι ὁ πατήρ· 〈Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ.〉 Περὶ τῆς ἐξ οὐρανοῦ περιστερᾶς ἐπ᾽ αὐτόν· Ἐκεῖ 〈πτέρυγες περιστερᾶς περιηργυρωμέναι.〉 Περὶ τῶν σημείων καὶ τῶν τεράτων· 〈Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.〉 Ὅτι παύσονται τότε οἱ πόλεμοι καὶ αἱ πολυαρχίαι· 〈Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς.〉 Ὅτι ὁμολογητὰς αὐτοῦ ποιήσει τοὺς τυφλούς· 〈Κύριος σοφοῖ τυφλούς.〉 Ὅτι ἰάσεται χωλούς· 〈Κύριος ἀνορθοῖ κατερραγμένους.〉 Διὰ τὸν παράλυτον· 〈Ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ,〉 εἰπὼν αὐτῷ· 〈Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει.〉 Ὅτι ἀποδώσει τῇ χήρᾳ τὸν τεθνηκότα υἱόν· 〈Ὀρφανὸν καὶ χήραν ἀναλήψεται.〉 Ὅτι χιλιάδας θρέψει ἐκ πέντε ἄρτων· 〈Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.〉 Ὅτι ἐπιτιμήσει τοῖς δαίμοσιν· 〈Ἐπιτίμησον τοῖς θηρίοις τοῦ δρυμοῦ.
Καὶ ἦν μετὰ τῶν θηρίων καὶ ἄγγελοι διηκόνουν αὐτῷ.〉 Πρὸς τοὺς λέγοντας αὐτὸν Μωυσέα καὶ Ἠλίαν· 〈Ἵνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος ὃ ηὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ.〉 Ὅτι ἀναβιβάσει τοὺς ἀποστόλους εἰς τὸ ὄρος τῆς μεταμορφώσεως· 〈Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς.〉 Ὅτι ἐν τῇ μεταμορφώσει τὰ ἱμάτια αὐτοῦ λευκὰ ἔσται ὡς τὸ φῶς· 〈Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.〉 Περὶ τῆς ἐκλογῆς τῶν ἀποστόλων· 〈Υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ·〉 τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς. Περὶ τῆς τῶν εὐαγγελιστῶν χειροτονίας· 〈Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.〉 Περὶ τοῦ δι᾽ αὐτῶν βαπτίσματος· 〈Βροχὴν ἑκουσίαν ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου.〉 Ὅτι ὑπὸ Ἰούδα προδοθήσεται· 〈Ὅτι εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα,〉 ἐπὶ τὸ αὐτό μοι μετὰ τῶν ἄλλων εἰπών· 〈Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;〉 Ὅτι ὑπὸ Ἰουδαίων καταστασιασθήσεται· 〈Περιεκύκλωσάν με κύνες πολλοί.〉 Ἐκύκλωσαν γὰρ αὐτὸν οἱ Ἰουδαῖοι λέγοντες· 〈Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;〉 Ὅτι τὰ τριάκοντα ἀργύρια καὶ ὁ Ἰούδας ῥίψει, καὶ οἱ ἀρχιερεῖς αὐτὰ οὐ μερίσονται· 〈Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι.〉 Περὶ τοῦ μερισμοῦ τῶν ἱματίων· 〈Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον,〉 διὰ τὸν ἄραφον χιτῶνα λαγχάνοντες.
Περὶ τοῦ σταυροῦ· 〈Ὁ κύριος ἐβασίλευσεν ἀπὸ τοῦ ξύλου.〉 Περὶ τῶν ἥλων· 〈Ὤρυξαν χεῖράς μου καὶ πόδας μου.〉 Περὶ τοῦ ὄξους καὶ τῆς χολῆς· 〈Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.〉 Περὶ τῆς ἐπὶ τοῦ σταυροῦ φωνῆς· 〈Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με;〉 Περὶ τῆς τελευταίας φωνῆς· 〈Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.〉 Περὶ τοῦ θανάτου· 〈Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς ᾅδου.〉 Περὶ τοῦ τάφου· 〈Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ.〉 Περὶ τοῦ μὴ φθαρῆναι τὸ σῶμα· 〈Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.〉 Περὶ τῆς ἀναστάσεως· 〈Ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν.〉 Περὶ τῆς ἀναλήψεως· 〈Ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ.〉 Περὶ τῆς ἐκ δεξιῶν καθέδρας· 〈Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.〉 Περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας· 〈Ὁ θεὸς ἐμφανῶς ἥξει.〉 Περὶ τῆς πανδήμου αὐτοῦ κρίσεως· 〈Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ.〉 Ὅτι ἐπὶ δικαιοκρισίᾳ ὑπὸ τῶν οὐρανίων ταγμάτων ἐπαινεθήσεται· 〈Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ.〉 Δὸς ἄλλον υἱόν, Ἰουδαῖε, ταῦτα παθόντα ἢ ποιήσαντα, καὶ ὑπὲρ τῆς ἀμφιβολίας συγγινώσκω σοι. Εἰ δὲ οὐκ ἔχεις δεῖξαι, εὔδηλον ὅτι Ἰησοὺς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ἐστιν, ὁ τὰ προλεχθέντα κρύφια φανερώσας.
Κρύφια γὰρ ἦν προφητευόμενα, φανερὰ δὲ γέγοναν χάριτι Χριστοῦ πληρούμενα. 〈Ψαλμὸς τῷ Δαυίδ.〉 Καὶ διὰ τί ψαλμός;
Ἵνα ἡδυνόμενος τῇ ψαλμωδίᾳ πιστεύσῃς τῇ προφητείᾳ. Ἀλλὰ τῆς μὲν ἡδονῆς ἀπήλαυσας, τὴν δὲ προφητείαν ἀπέπτυσας. Τὸ μέλι ἔφαγες· τὸ κηρίον ἀπέρριψας καὶ λαμπάδα ποιῆσαι πρὸς φωτισμὸν οὐκ ἠθέλησας. Τὸ γράμμα ἐθήλασας· τὸ πνεῦμα οὐκ ἀνέπνευσας. [Ἀντὶ δὲ τῶν 〈Ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ,〉 ἕτερος 〈Ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ〉 ἐκδέδωκεν.] 〈Ὑπὲρ〉 οὖν 〈τῶν κρυφίων τοῦ υἱοῦ〉 ὁ προφήτης εὐχαριστῶν λέγει· 〈Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου,〉 ἐπειδὴ τὸ ἀτελὲς καὶ λεῖπον πανταχοῦ χωλόν. Ἐπεὶ γὰρ ὅλα με ἐδίδαξας τὰ κρύφιά σου μυστήρια, ἐν ὅλῃ καρδίᾳ σοι εὐχαριστήσω· 〈Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.〉 Διηγήσομαι ὅπως οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, τὴν θαυμαστὴν τρίπολιν, ἐδημιούργησας, καὶ ἑκάστῃ πόλει τοὺς πολίτας ἀξίους οἰκήτορας ἔδωκας· καὶ οὐρανὸν μὲν ἀγγέλοις, τὴν δὲ γῆν τοῖς υἱοῖς τῶν ἀνθρώπων ἔδωκας, τὴν δὲ θάλασσαν ἰχθυομήτορα δείξας, θέρος ἄσπορον ἀνθρώποις ἡτοίμασας. Τί εἴπω; Τί θαυμάσω; Τί διηγήσομαι;
Ἢ τί πρῶτον ἀπαγγείλω; Τὰς πόλεις ἢ τοὺς πολίτας; Τὰς οἰκίας ἢ τοὺς οἰκήτορας; Τοὺς δήμους ἢ τὰ δημόσια; Τὸν δημιουργὸν ἢ τὸν διατάκτορα; Τὸν οἰκοδόμον ἢ τὸν ἀρχιτέκτονα; 〈Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
Διηγήσομαι πάντα τὰ θαυμάσιά σου,〉 τὰ ἐν δημιουργίᾳ, τὰ ἐν προνοίᾳ, τὰ ἐν τῇ νομοθεσίᾳ, τὰ ἐν προφητείαις, τὰ ἐν τῇ σῇ παρουσίᾳ, τὰ ἐν τῇ δικαιοκρισίᾳ. 〈Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε.〉 Καὶ διὰ τί εὐφραινόμενος ψάλλειν εἶπεν; Ἵνα καὶ σὲ διδάξῃ εὐημεροῦντα καὶ ἑορτάζοντα καὶ ἡμέραν εὐφροσύνης ἄγοντα, μὴ ᾄδειν θεατρικὰ ᾄσματα, μηδὲ ψάλλειν πορνικὰ μελῳδήματα, μηδὲ θεῶν καὶ δαιμόνων ὄργανον τὴν θεολόγον γλῶσσαν ἐργάζεσθαι, ἀλλ᾽ ἵνα εὐφραινόμενος ψάλλῃς καὶ δοξάζῃς τὸν θεὸν λέγων· 〈Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου.〉 Οὐχ οὕτω γὰρ ἡ λοιμώδης ἀναθυμίασις καταβλάπτει τὴν ὄσφρησιν ὡς ἡ ἐν εὐωχίαις αἰσχρολογία διαφθείρει τὴν ψυχήν. Λέγει ὁ ἀπόστολος· 〈Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι〉 κακαί. Ἀλλ᾽ οἱ μὲν αἰσχρολόγοι βορβόρου καὶ δυσωδίας λάκκον τὴν γλῶσσαν ἐργάζονται· ἐγὼ δὲ τῇ ψαλμῳδίᾳ τὸ στόμα μυρίζομαι· 〈Ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε.〉 Καὶ ἐπειδὴ ὁ ψαλμὸς ὡς ῥάβδος κύνα διώκει τὸν δαίμονα, ἅμα ἔμπροσθεν ἔψαλλεν, εὐθέως ὁ δαίμων ὀπίσω ἔφευγε.
Διὸ ἐπάγει· 〈Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω.〉 Ἐχθρὸν δὲ λέγει τὸν διάβολον. Καὶ μάρτυς ὁ σωτὴρ ἐν τῇ παραβολῇ τῶν ζιζανίων εἰπών· 〈Ὁ δὲ ἐχθρὸς ὁ σπείρας〉 τὰ ζιζάνιά 〈ἐστιν ὁ διάβολος.〉 Ἀρχαῖος ὁ ἐχθρὸς καὶ παλαιὸς ὁ ἀντίπαλος καὶ πρῶτος αὐτὸς ἐχθρὸς ἤκουσεν. Αὐτῷ γὰρ πρώτῳ θεὸς εἶπεν· 〈Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικός.〉 Διὰ τί; Ἐπειδὴ ἡ φιλία ὑμῶν τὸν πρωτόπλαστον ἐσκέλισε καὶ ἀπὸ τῆς τρυφῆς τοῦ παραδείσου ἐσφενδόνησεν. 〈Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω.〉 Καὶ πῶς ἀπεστράφη ὁ ἐχθρὸς διάβολος, ἐξ ὑποδείγματος μάνθανε.
Ὅταν τύραννος κατὰ ἀτονωτέρου καὶ ἥττονος ἐπιστρατεύσῃ, τότε σὺν πολλῷ τῷ θράσει ἐπέρχεται, ὡς γίγας καὶ λέων ἐφάλλεται, τῆς ἑαυτοῦ γενναιότητος παίγνιον τὸν πολεμούμενον λογισάμενος. Ὅταν δὲ πλησίον γενόμενος θεάσηται ἄλλον βασιλέα ἰσχυρότατον βοηθοῦντα τῷ ἥττονι καὶ ὡς φίλον συμμίξαντα καὶ σὺν αὐτῷ πολεμεῖν ἐπαγγελόμενον, τότε ὁ τύραννος τὸν ἑαυτοῦ ὄλεθρον φοβούμενος εἰς τὰ ὀπίσω ἀποστρέφεται, καὶ γίνεται ἡ τοῦ βασιλέως ὄψις τοῦ τυράννου κατάλυσις. Ἐπεὶ οὖν ὁ τύραννος διάβολος ἐπολέμει τὸν ἀσθενῆ ἄνθρωπον, ἦλθε δὲ οὐρανόθεν ὁ φιλάνθρωπος, ὁ κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ.
Εἶδεν ὁ ἐχθρὸς διάβολος ἄνθρωπον ὑπὸ θεοῦ βοηθούμενον καὶ ἀπεστράφη φοβούμενος. 〈Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω.〉 Καὶ ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν σου εἰς τὰ ὀπίσω τί γενήσεται, εἰπέ. 〈Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.〉 Ὁρᾷς διὰ τί ἀπεστράφη ὁ τύραννος; Ὅτι εἶδε καὶ ἐφοβήθη τὸ τοῦ βασιλέως πρόσωπον.
Καὶ εἰ περὶ τυράννου ἦν ὁ λόγος, διὰ τί οὐκ εἶπεν· ἀσθενήσει καὶ ἀπολεῖται, ἀλλὰ 〈ἀσθενήσουσι καὶ ἀπολοῦνται;〉 Ἐπειδὴ μόνος ἡμῖν οὐ πολεμεῖ ὁ διάβολος, ἀλλ᾽ ὡς τυράννους βαρβάρους συνεπάγεται τοὺς δαίμονας. Καὶ μάρτυς ὁ Παῦλος εἰπών· 〈Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας.〉 Βλέπε γὰρ τὸν διάβολον ἐν τῷ ὄρει ἀποστρεφόμενον, ὅτε ἤκουσεν· 〈Ὕπαγε ὀπίσω μου, Σατανᾶ.〉 Εἶτα τοὺς δαίμονας βοῶντας καὶ λέγοντας· 〈Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;〉 Καὶ ἐκείνου ἀποστραφέντος, καὶ τούτων ἀσθενησάντων, αὐτὸς ψάλλε καὶ λέγε τῷ νικοποιῷ· 〈Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω,〉 τὸν διάβολον, 〈ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου,〉 οἱ δαίμονες· ἀπώλεια δὲ τῶν πολεμίων τῶν πολεμουμένων ἄνεσις. Καὶ πῶς οἶδας, ὦ προφῆτα, ὅτι ἀσθενήσουσι καὶ ἀπολοῦνται οἱ πολεμοῦντές σε; Ἀφ᾽ ὧν ἤδη ἐν πείρᾳ τῆς σῆς ἐκδικίας καὶ προνοίας γέγονα—〈Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου〉—τὰ προλαβόντα μοι ἐνέχυρα τῶν μελλόντων γίνονται. Πρόσεχε· διὰ τί οὐκ εἶπεν ὅτι ἔκρινάς μοι καὶ ἐδίκασας, ἀλλ᾽· 〈Ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου;〉 Ἄλλο γὰρ τὸ κρίνειν καὶ δικάζειν, καὶ ἄλλο τὸ ποιεῖν τὴν κρίσιν καὶ τὴν δίκην. Τί οὖν ἐποίησε τὴν κρίσιν;
Ἐποίησεν αὐτὴν ἐκβιβασθῆναι· ἐποίησε τοὺς ὑπευθύνους μεθοδευθῆναι.
Οἱ μὲν γὰρ πολλοὶ τῶν δικαστῶν ἐπικρίνουσι μὲν δικάζοντες, ἕως δακτύλου καὶ καλάμου τὴν πρόνοιαν νέμοντες. Εἶτα, τῇ ἀμελείᾳ νυστάζοντες, ἐκβιβασταῖς δωροδέκταις τὸν χάρτην πιστεύουσιν. Οἱ δὲ ἀργυρίοις πλευριζόμενοι ἀπράκτους τὰς ἀποφάσεις τοῦ κριτοῦ κατέλιπον. Θεὸς δὲ μετὰ τοῦ δικάζειν καὶ ἐκδικεῖ τὸν δίκαιον προσφεύγοντα καὶ τὰς ἑαυτοῦ κρίσεις καὶ ἀποφάσεις ποιεῖ ὑπὸ τῶν ἀγγέλων ἐκβιβάζεσθαι. Ἀντίδικος ἦν τοῦ Ἰὼβ ὁ διάβολος· ἐπειδὴ θεὸς αὐτῷ τὴν κρίσιν ἐποίησεν, εὐθὺς ὑπὸ τῶν ἀγγέλων ἤχθη παραστάσιμος· 〈Ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ καὶ ὁ διάβολος ἐν μέσῳ αὐτῶν. Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου.〉 Ἐζεκίας ὑπὸ τῶν Ἀσσυρίων ἦν ἀδικούμενος, καὶ ὁ θεὸς αὐτῷ τὴν κρίσιν καὶ τὴν δίκην ἐποίησεν· ἐκβιβαστὴν γὰρ καὶ στρατηγὸν ἀποστείλας ἄγγελον, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ὑπευθύνων ἔστρωσεν. 〈Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου·〉 Πέτρος καὶ Παῦλος καὶ οἱ ἀπόστολοι ἀδίκως ἐν φυλακαῖς ἐγκλειόμενοι καὶ δικαίᾳ ψήφῳ δι᾽ ἀγγέλων ἀπολυόμενοι. 〈Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.〉 Καὶ διὰ τί ἐν τῷ κρίνειν ἐπὶ θρόνου κάθηται; Ἵνα καὶ ὁ ἀδικηθεὶς ἐντυχὼν χαρῇ, καὶ ὁ ἀδικήσας ἰδὼν τὸ φοβερὸν βῆμα καταπλαγῇ. Οἱ γὰρ ἄρχοντες, βαδίζοντες μὲν ἢ ἰδιάζοντες, εὐκαταφρόνητοι φαίνονται· ὅταν δὲ ἐπὶ τὸν δικαστικὸν θρόνον καθίσωσι, τότε καὶ τοῖς φίλοις καταπληκτικοὶ φαίνονται.
Ἐπεὶ οὖν ἄρχοντος ἐπὶ θρόνου καθίσαντος, οἱ μὲν πρόσφυγες χαίρουσιν, οἱ δὲ ὑπεύθυνοι ταράττονται, ἵνα δείξῃ καὶ τὴν ἑαυτοῦ ἀγαλλίασιν καὶ τὴν ἐκείνων κατάπτωσιν λέγει· 〈Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.〉 Καὶ τίς ὁ θρόνος τοῦ θεοῦ ἐπὶ τῆς γῆς; Ὁ συνετὸς ἄνθρωπος.
Λέγει ὁ παροιμιαστής· 〈Ἄνθρωπος συνετὸς θρόνος αἰσθήσεως.〉 Ὅταν οὖν ἴδῃς ἄνθρωπον θεοφορούμενον καὶ δικάζοντα καὶ θεολογοῦντα καὶ κρίνοντα μεταξὺ τῆς ἐκκλησίας καὶ τῶν αἱρέσεων, λέγε τῷ θεῷ εὐχαριστῶν· 〈Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.〉 Θρόνος τοῦ θεοῦ καὶ ἡ θεόπνευστος γραφή, ἐν ᾗ ὡς δικαστὴς καθίσας ἀποφαίνεται· 〈Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος.〉 Καὶ πάλιν τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός, ὡς δικαστὴς ὑπευθύνῳ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀναγινώσκοντι τὰ δικαιώματα· 〈Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου,〉 ἕως 〈Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.〉 Ἐπεὶ οὖν ἐν τῇ γραφῇ καθήμενος ἐλέγχει ὡς κριτὴς καὶ παριστᾷ ὡς δικαστής, 〈ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην,〉 ἐπετίμησας ἔθνεσιν ἵνα τῶν εἰδώλων ἀναχωρήσωσι, καὶ ἀπώλετο ὁ ἀσεβὴς διάβολος ὁ ἐν αὐτοῖς ὡς θεὸς τιμώμενος ...
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.