Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς

Ἀστέριος ὁ Σοφιστής

Ερμηνεία στον δέκατο Ψαλμό

Ερμηνεία της πεποίθησης στον Θεό, της ματαιότητας της κοσμικής εξουσίας, και η θεία επέμβαση και παιδαγωγική τιμωρία των αμαρτωλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 10 από 18

In Psalmum X Εἰς τὸν δέκατον ψαλμόν· 〈Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου;〉 καὶ τὰ ἑξῆς. Ἐπὶ μὲν τοὺς δυνάστας καὶ τοὺς ἄρχοντας πεποίθασιν οἱ τῶν ἀνθρώπων κουφότεροι, τὰς σκιὰς τῶν ἀνδριάντων τοὺς ἀνθρώπους νομίζοντες καὶ τὰ τῆς ἀράχνης ὑφάσματα νεφέλας ὑψηλὰς εἶναι ὑπολαμβάνοντες. Ὁ δὲ προφήτης καὶ πᾶς ὁ τούτου μιμητὴς ἀποφεύγει μὲν πάντα τὸν ἐπηρμένον καὶ ὑπερήφανον ὡς καπνὸν ὑψούμενον· καπνοῦ γὰρ ἐπηρμένου οὐδὲν διαφέρει ὁ ὑπερήφανος, ἐν τῷ ὑψοῦσθαι διαλυόμενος. Προσφεύγει δὲ τῷ θεῷ πολιορκούμενος καὶ τὰς ἀπειλὰς ὡς ψεκάδας λογιζόμενος καὶ λέγων· 〈Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;〉 Καὶ ταῦτα μὲν ὑπὸ τοῦ Σαοὺλ τὰ πρῶτα, ἔσχατον δὲ ὑπὸ τοῦ Ἀβεσσαλὼμ ὁ Δαυὶδ διωκόμενος ἔλεγε, καὶ ὑπὸ πατρὸς καὶ υἱοῦ πολιορκούμενος. Καὶ ὅτι πατέρα τὸν Σαοὺλ ἐκάλει, αὐτὸς λέγει ὅτι χριστὸς κυρίου ἐστὶ καὶ πατήρ. Οὐδένα τῶν στρατηγῶν καὶ ἀρχόντων ἐπεσπᾶτο βοηθὸν ἢ σύμμαχον. Ἤιδει γὰρ ὅτι οὐδέποτε τὸ ἀσφαλὲς ἔχει, ἀδελφοί, ὁ τοῦ θεοῦ καταφρονῶν καὶ τοῖς ἄρχουσι θαρρῶν. Κἂν γὰρ ἡ δυναστεία ἰσχυρά, ἀλλ᾽ ἡ φύσις ὀλισθηρά· κἂν τὸ ἀξίωμα λαμπρόν, ἀλλὰ τὸ ζῷον θνητόν· κἂν ἡ περιβολὴ σιδηρᾶ, ἀλλ᾽ ὁ περιβεβλημένος σαθρὸς καὶ ἐν αὐτῇ τῇ δυναστείᾳ πολλὰ κινδυνεύων καὶ ναυαγῶν.

Καὶ ὥσπερ αἱ χελῶναι καὶ τὰ ὄστρεα, πεπετρωμένα τὰ τείχη τῆς φύσεως περικείμενα, νομίζουσι τῶν ἄλλων ζῴων ἀσφαλέστερον φυλάττεσθαι, καὶ ὡς ἐν πόλεσι τοῖς ἐνδύμασι βοηθεῖσθαι ἐλπίσαντα, ἀθρόον τὰ βοηθούμενα μετὰ τῶν βοηθούντων ἐλήφθησαν καὶ διεφθάρησαν, οὕτως οἱ τὰ ἀξιώματα ὡς σιδηρᾶ τείχη περικείμενοι ἐν αὐτοῖς τοῖς ἀσφαλίσμασι πολλάκις εἰς ἀπώλειαν ἔφθασαν. Καὶ οἱ ἄλλους ὑπὲρ τὰς νεφέλας ἀνάγειν ἐπαγγελλόμενοι, αὐτοὶ εὑρέθησαν ὡς χῶμα πατούμενοι. Ἐπεὶ οὖν οὕτω σαθρὰ καὶ εὐάλωτα τὰ ἀνθρώπινα, καταλιπὼν πᾶσαν τὴν ἐπ᾽ ἄνθρωπον πεποίθησιν λέγε· 〈Ἐπὶ τῷ κυρίῳ πέποιθα.〉 Εἰ μὲν οὖν ἐβοήθει τῷ ὀστρέῳ τὸ ὄστρακον, καὶ μή, ἔνδοθεν τῆς καλύβης ὄν, μαχαίρᾳ ἐσφάζετο, βοηθεῖν ἠδύνατο ἐν ὥρᾳ θανάτου τὸ ἀξίωμα. Καὶ εἰ τὴν χελώνην ὠφέλησε τὸ σπήλαιον πρὸς τὸ μεῖναι ἀπολιόρκητον, ὠφελεῖν καὶ ἡ δυναστεία ἠδύνατο. Ἐπειδὴ δέ, ὥσπερ ἐκεῖνα οὐκ ὠφέλησε τὰ καλύμματα, οὕτως οὐδὲ τούτους τὰ ἀξιώματα, 〈ἐπὶ τῷ κυρίῳ πέποιθα,〉 οὗ εἰς προστασίαν καὶ πρόνοιαν οὐδὲν ἰσχυρότερον.

Εἰ ἐκεῖ πέτρινα οἰκήματα τοὺς οἰκήτορας οὐκ ὠφέλησαν, οὐδὲ τὰ προτειχίσματα τοὺς πολίτας ἐφύλαξεν, ἀλλὰ σὺν τοῖς φυλαττομένοις τὰ φυλάττοντα ὠλοθρεύθησαν, τίς βεβαιώσει ἢ ἐγγυήσεται ὅτι θνητοὶ ἄνθρωποι θνητοῖς ἀνθρώποις προσφυγόντες τὸ ἀσφαλὲς ἕξομεν; 〈Ἐπὶ τῷ κυρίῳ πέποιθα.〉 Ἐπεὶ οὖν τῷ Δαυὶδ διωκομένῳ καὶ πολεμουμένῳ βαρύτεροι τῶν πολεμούντων οἱ σύμμαχοι ἐγίνοντο καὶ τὰς ἐκείνων αὐτῶν ἀπειλὰς παρετραγῴδουν καὶ παρεψιθύριζον, ἐν μὲν τῷ πρὸ τούτου ἐνάτῳ ψαλμῷ λέγοντες αὐτῷ περὶ τοῦ Σαοὺλ ὅπως μετὰ τῶν στρατηγῶν καὶ τῶν περιοίκων τυράννων κρυφῇ ἐνεδρεύει κατ᾽ αὐτοῦ—〈Ἐγκάθηταί,〉 φησίν, 〈ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῷον· ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ〉— ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ ἐκθαμβεῖσθαι αὐτὸν καὶ δειλιᾶν τοὺς κατ᾽ αὐτοῦ ὁπλιζομένους ἔλεγον· 〈Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον, ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ,〉 διὰ ταῦτα τὸν κονιορτὸν τῶν τοιούτων ῥημάτων ἀποτινασσόμενος ἔλεγε· Κἂν οἱ ἁμαρτωλοὶ ἐπὶ τόξα καὶ βέλη καὶ φαρέτρας πεποίθασιν, ἐγὼ 〈ἐπὶ τῷ κυρίῳ πέποιθα.〉 Ἐπεὶ οὖν 〈οἱ πεποιθότες ἐπὶ τὸν κύριον ὡς ὄρος Σιὼν〉 γίνονται, 〈πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;〉 Πῶς τὸ ὄρος ὡς στρουθίον εἰς ὄρη μεταναστήσεται;

Κατ᾽ εἰκόνα τοῦ κτίσαντος ἐγενόμην ἄνθρωπος, καὶ ὡς στρουθίον κόκκῳ δελεαζόμενος μετανάστης γένωμαι; Καὶ τίς οὐ γελάσει βλέπων λέοντα δειλιῶντα ὡς στρουθίον; 〈Δίκαιος ὡς λέων πέποιθε·〉 μὴ λέγετέ μοι· 〈Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον.〉 Λογισμοῖς γὰρ ἐπτέρωμαι, οὐ πτεροῖς ἰξεύομαι. Ἡ χείρ με τοῦ δημιουργοῦ ἀπὸ πηλοῦ ἔπλασε—καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον—ἀλλ᾽ οὐχὶ φωνῇ ὡς στρουθίον ἢ πετεινὸν ἀπὸ ὑδάτων ἐλάξευσεν· 〈Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ καὶ πετεινὰ πτερωτά.〉 Ἐπεὶ οὖν χειρὶ ἐγενόμην ὡς ἄνθρωπος, ἀλλ᾽ οὐχὶ φωνῇ ἐκλήθην ὡς στρουθός, 〈πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;〉 Εἶπον ὅτι 〈δίκαιος ὡς λέων πέποιθεν.〉 Εἶπον· 〈Οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιών.〉 Εἰ οὖν ἐμοὶ λέγετε· 〈Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον,〉 εἴπατε καὶ τῷ λέοντι ἵνα δειλιάσῃ καὶ φύγῃ ὡς λαγωός· εἴπατε καὶ τῷ ὄρει ἵνα ὡς μυῖα σοβουμένη πετασθῇ. Εἰ δὲ ταῦτα ἄτοπα, πολλῷ μᾶλλον τὸ φυγαδεύειν ἀτοπώτερον στρουθίου τρόπον τὸν πεποιθότα ἐπὶ τῷ θεῷ. 〈Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;〉 Εἴπατε γάρ, ὦ οὗτοι, ἆρα τὰ ὄρη τοὺς προσφεύγοντας σώζουσι;

Καὶ πῶς τὸν πατριάρχην ἐν τῷ ὄρει Γαλαάδ, τὸν Ἰακὼβ λέγω, μικροῦ δεῖν ὁ πενθερὸς Λάβαν ἐφόνευσε; Καὶ κατέλαβέ, φησί, Λάβαν τὸν Ἰακώβ· 〈Τί τοῦτο ἐποίησας; Ἵνα τί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλωτίδας μαχαίρᾳ; Καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ᾽ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας. Οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. Νῦν δὲ ἀφρόνως ἔπραξας.〉 Εἶτα ἐπάγει· 〈Καὶ νῦν ἰσχύει ἡ χείρ μου τοῦ κακοποιῆσαί σε〉 ἐν τῷ ὄρει· 〈ὁ δὲ θεός,〉 ἐφ᾽ ᾧ σὺ πέποιθας, αὐτός 〈μοι χθὲς εἶπε· Φύλαξαι μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.〉 Καὶ ὁ θεὸς αὐτῷ ἐβοήθησεν, ἀλλ᾽ οὐ τὸ ὄρος ὠφέλησεν. Ἀλλὰ καὶ ὁ ἀρχιερεὺς Ἀαρὼν εἰς τὸ ὄρος Γοὼρ ἀνέβη, κἀκεῖ ἐτελεύτησεν. Ὁμοίως καὶ Μωυσῆς ὁ μέγας εἰς τὸ ὄρος Ναβαῦ ἀπέθανε. Καὶ τί πολλὰ λέγω; Εἰ τὰ ὄρη σώζουσι, καὶ πῶς ὁ πρῶτος βασιλεὺς τοῦ Ἰσραὴλ ὁ Σαοὺλ ἅμα τῷ υἱῷ Ἰωνάθαν εἰς τὰ ὄρη Γελβοῦε φυγόντες ἐκεῖ μαχαίραις ἐσφάγησαν; Οὕτω γὰρ πενθῶν αὐτοὺς ὁ Δαυὶδ ἔλεγεν· 〈Ὄρη τὰ Γελβοῦε, μὴ πέσοι ἐφ᾽ ὑμᾶς μήτε δρόσος μήτε ὑετὸς ἐπὶ τὰ ὕψη σου, ὄρη θανάτου,〉 ὅτι ἐκεῖ τὰ μεγάλα ὄρη τοῦ Ἰσραήλ, τὰ λογικὰ ὄρη Σαοὺλ καὶ Ἰωνάθαν, ἐν αὐτοῖς κατέπεσον. Εἰ οὖν τὰ ὄρη τάφος καὶ φόνος τοῖς πολλοῖς ἐγένοντο, πῶς ἐμοὶ λέγετε, ὦ ἄνδρες· 〈Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;

Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι,〉 τὰς ψαλμῳδίας κελαδῶν καὶ οὐ δειλίαν νοσῶν. Διὸ καὶ ἡ ψυχή μου ἀεὶ 〈ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων, ὅτι ἰδού,〉 φησίν, 〈οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον·〉 ὅλως ἁμαρτωλοὶ ἐνετείναν. Καὶ πότε ἀστέρες ἄμμον ἐφοβήθησαν; Ἢ πότε ἀετοὶ κανθάρους ἐδειλίασαν;

Τί τῆς τῶν ἀνέμων σπιλάδος βαρύτερον; Ἀλλὰ πέτραν ἄνεμος οὐδέποτε ἔβλαψε. Τί τῶν χειμερινῶν ποταμῶν ῥαγδαιότερον; Ἀλλ᾽ οἰκίαν ἐπὶ πέτραν θεμελιωθεῖσαν οὐ κατέστρεψαν· 〈Ἦλθον,〉 φησίν, 〈οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.〉 Κἂν 〈οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,〉 ἀλλὰ κοιλάδες εἰσὶν ἔρημοι ἀκάνθας ἀνατέλλουσαι καὶ τῷ σχήματι τὸν οὐρανὸν τοξεύειν ἐπαγγελλόμεναι.

Ὥσπερ γὰρ αἱ τῆς γῆς κοιλάδες ὡς τόξα κολπούμεναι τὰς ἀκάνθας ὡς βέλη εἰς τὴν ὄψιν τοῦ οὐρανοῦ πέμπειν ἐπαγγέλονται, ὁ δὲ οὐρανὸς φλογίνην ῥομφαίαν στρεφομένην ἔχων τὸν ἥλιον τὰς ἀκάνθας δαπανᾷ, καὶ ταύτας ξηράνας τέφραν ποιεῖ, οὕτω καὶ οἱ ἁμαρτωλοὶ τὰ βέλη ὡς κοιλάδες ἀκάνθας ἐνέτειναν. Ἀλλ᾽ ὁ δίκαιος ὡς οὐρανὸς ἔχει τὸν νοητὸν ἥλιον, τὸν πυρὸς δίκην τὰς ἀκάνθας ἀναλίσκοντα· 〈Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.

Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Ἀνατελεῖ τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης. Ἡτοίμασαν βέλη εἰς φαρέτραν,〉 ἀλλ᾽ οὕτως εἰσὶν ὡς ὁ ἐν ἀσκῷ ἄνεμος. Καὶ πότε τὸ τοῦ ἀνέμου πνεῦμα ἐν ἀσκῷ συγκεκλεισμένον καταβλάψαι τινὰ δύναται; Ὥσπερ γὰρ ἐν ἀσκῷ πεφυσημένῳ τὸ πνεῦμα, ἢ συγκεκλεισμένον ἢ ἐκπεμπόμενον, οὐδένα ἀμύνεται, οὐ δένδρον σαλεύει, οὐ σκάφος χειμάζει, οὐ νεφέλην ἐλαύνει, οὐ κονιορτὸν λικμᾷ, οὕτω τὰ τῶν ἁμαρτωλῶν βέλη, κἂν εἰς φαρέτραν θηκεύωνται, κἂν τοξευόμενα πέμπωνται, τὸν πεποιθότα ἐπὶ κύριον εἰς ψυχὴν οὐ πλήττουσιν, ἐπειδὴ οὐ φοβεῖται 〈ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.〉 Διὰ τί οὖν εἶπε· 〈Πῶς ἐρεῖτε τῇ ψυχῇ μου. Μεταναστεύου ἐπὶ τὰ ὄρη;〉 Ἐπειδὴ ᾔδει ὅτι βέλη καὶ τόξα αἰσθητὰ ψυχὴν οὐ τιτρώσκουσιν. 〈Ἡτοίμασαν βέλη εἰς φαρέτραν.〉 Πόσους ὀδόντας εἶχον ἠκονημένους ἐν τοῖς στόμασιν οἱ λέοντες ἐν τῷ λάκκῳ; Ἀλλ᾽ ἄτρωτος ὁ ἅγιος Δανιὴλ διέμεινεν, ἐπειδὴ ὡς βέλη εἰς φαρέτραν ἐγκεκλεισμένους εἶχον τοὺς ὀδόντας ἐν τῷ στόματι.

Τὸν γὰρ ἔγγραφον νόμον τῆς φύσεως οἱ θῆρες ἀναγινώσκοντες ἔμαθον ὅτι δοῦλοι τοῦ δικαίου, ἀλλ᾽ οὐ πολέμιοι, ἐδημιουργήθησαν. 〈Ἡτοίμασαν βέλη εἰς φαρέτραν.〉 Ἵνα τί ποιήσουσι; 〈Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.〉 Σκοτομήνην λέγει τὴν ἀσέληνον νύκτα, τὸν ἀφεγγῆ ἀέρα, τὸ ἀφώτιστον σκότος, τὸ λῃσταῖς καὶ θηρίοις πρὸς ἐπιβουλὰς ἐπιτήδειον. Εἰ οὖν σκοτομήνη ἡ ἀσέληνός ἐστι καὶ ζοφερὰ νύξ, πῶς τοξεῦσαι καὶ ἐπιτυχεῖν ἐν τῷ σκότει δύνανται; Οἱ γὰρ τοξεύοντες ἐν ἡμέρᾳ καὶ ἐν φωτὶ τοξεύουσι, καὶ ἐν ἡμέρᾳ δέ, ὁμίχλης γενομένης, οὐ τοξεύουσιν· οὐ γὰρ βλέπουσι διὰ τὴν ὁμίχλην ἐκείνους οὓς τοξεῦσαι θέλουσιν. Εἰ οὖν οὔτε ἐν ἡμέρᾳ, ὁμίχλης οὔσης, τοξεύουσι, πῶς λέγει· 〈Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ〉 καὶ ἀσελήνῳ νυκτί; Ἀλλ᾽ ἐνταῦθα τὴν ἄνοιαν καὶ τὴν ἀφροσύνην τῶν ἁμαρτωλῶν τῶν πολεμούντων τοῖς δικαίοις ὁ λόγος αἰνίττεται, ὅτι ὡς ἐν νυκτὶ οἱ ἄθλιοι οὐ βλέπουσι τίνας τοξεύουσιν, ἀλλ᾽ ὡς ἐν νυκτομαχίᾳ ἑαυτοὺς μᾶλλον ἢ τοὺς δικαίους τιτρώσκουσιν. Οὕτω πολλάκις τῷ ἀπὸ ἀνοίας ὑβρίζοντι ἐπίσκοπον ἢ ἀξιωματικὸν λέγομεν αὐτῷ· Οὐ βλέπεις τίνα ὑβρίζεις;

Οὐχ ὁρᾷς τίνι λαλεῖς; Καὶ τῷ βλέποντι ἐγκαλοῦμεν ὡς μὴ βλέποντι, ἐπειδὴ ἡ κακία αὐτὸν ἀπετύφλωσεν. Ἵνα οὖν δείξῃ καὶ ὁ προφήτης ὅτι καὶ οἱ ἁμαρτωλοὶ ἐν τῇ ἡμέρᾳ ὡς ἐν νυκτὶ τοὺς δικαίους οὐκ ἐγνώρισαν, οὐκ ἐδυσώπησαν, ἀλλὰ κατατοξεύειν αὐτούς, οὐχ ἁπλῶς τοξεύειν, ἐμελέτησαν, λέγει· 〈Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.〉 Νομίσαντες οἱ δείλαιοι ὅτι ὡς ἐν νυκτὶ τοξεύουσι, καὶ τὰ βέλη μᾶλλον ἐζημιώθησαν καὶ τοὺς δικαίους οὐκ ἔπληξαν. Ἐν σκοτομήνῃ δὲ κατατοξεύουσι κἀκεῖνοι οἱ λάθρᾳ καὶ κρυφίως τοῖς φίλοις ἐπιβουλεύοντες, οἱ αὐθαίρετον νύκτα καὶ σκοτίαν τὴν ὑπόκρισιν καὶ τὸν δόλον φέροντες, περὶ ὧν καὶ ἐν ἑξηκοστῷ τρίτῳ ψαλμῷ ἔλεγεν· 〈Ἐνέτειναν τόξον πρᾶγμα πικρόν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον.〉 Ὡς οὖν ἐκεῖ ἀπόκρυφον πρᾶγμα τὸν δόλον εἶπεν, οὕτως αὐτὸν ἐνταῦθα σκοτομήνην εἴρηκε· 〈Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ.〉 Ἢ καὶ σκοτομήνην εἶπε τὴν ἐν τῷ σκότῳ μῆνιν καὶ τὴν κρύφιον ὀργήν. Ἐπιτήρει δὲ πανταχόθεν τοὺς τυφλοὺς πολεμιστάς, ἀπράκτους μείναντας καὶ ἕως ἀπειλῆς καὶ ἐπαγγελίας τὸν πόλεμον ζωγραφήσαντας. 〈Ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον·〉 ἐνέτειναν, οὐκ ἔπεμψαν. 〈Ἡτοίμασαν βέλη εἰς φαρέτραν·〉 ἡτοίμασαν, οὐκ ἐτόξευσαν. 〈Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ·〉 σχῆμα τοξευόντων ἔδειξαν καὶ ὡς ἐν ζωγραφίᾳ ἀκίνητοι ἔμειναν· ἡ γὰρ τοῦ θεοῦ ῥοπὴ τὰς ὁρμὰς αὐτῶν παρέλυσεν.

Ὅμως ἐνόησα, δέσποτα, διὰ τί οἱ ἁμαρτωλοὶ ἐπὶ τὸν κατὰ τῶν δικαίων πόλεμον ὥρμησαν; 〈Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον,〉 οὐ τὰ μέρη τοῦ κόσμου καταλύοντες, ἀλλὰ τὰ ἑαυτῶν ὦτα τῇ ἀνηκοΐᾳ καταστρέψαντες.

Ὅτι δὲ τὰ δημιουργήματα τοῦ κόσμου θεὸς κατηρτίσατο, ἄκουσον τοῦ προφήτου τῷ θεῷ περὶ τοῦ φωτὸς καὶ τοῦ ἡλίου λέγοντος· 〈Σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον.〉 Ὅτι δὲ καὶ τὰ ὦτα κατηρτίσατο, λέγει ὁ προφήτης τῷ θεῷ· 〈Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὠτία δὲ κατηρτίσω μοι.〉 Ἐπεὶ οὖν τὰ θεατροειδῆ ἀκροατήρια τῶν ὠτίων ἔλυσαν, οὐ τὰ μέλη τέμνοντες, ἀλλὰ τὴν ὑπακοὴν καταλύοντες, 〈ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον, ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον,〉 κατηρτίσω τοὺς πόδας τῶν ἁγίων ὡς ἐλάφων. Ἀλλ᾽ ἐπειδὴ καὶ τοὺς εἰς σὲ αἴνους οἱ ἀσεβεῖς ἀπέπτυσαν—〈Οὐχ ὡραῖος〉 γὰρ 〈αἶνος ἐν στόματι ἀσεβοῦς〉—καὶ τοὺς πρός σε δρόμους ἀνοδίαις ἔσκυλαν, 〈ἃ σὺ κατηρτίσω αὐτοὶ καθεῖλον·〉 καὶ ἐπειδὴ ἃ καθεῖλον οἰκοδομῆσαι οὐκ ἠθέλησαν, 〈καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. Ὁ δὲ δίκαιος τί ἐποίησε;〉 Τί; Καθελὼν ἐντολὴν τοῦ θεοῦ ἑαυτοῦ κατηγόρησε.

Γέγραπται· 〈Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Ὁ δὲ δίκαιος τί ἐποίησε;〉 Τί; Ἑπτάκις τῆς ἡμέρας πεσὼν τῇ ἁμαρτίᾳ, ἐν πλημμελείαις ἀνέστη τῇ μετανοίᾳ. Γέγραπται· 〈Ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται·〉 ὅθεν ὁ Πέτρος· 〈Ποσάκις τῆς ἡμέρας ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου 〈καὶ ἀφήσω αὐτῷ;〉 Ἕως ἑπτάκις;〉 Καὶ ὁ Χριστός· 〈Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.〉 Σὺ τετρακόσια ἐνενήκοντα παραχώρει ὡς ἄνθρωπος· ἐμόν ἐστιν ὡς θεοῦ ἀφεῖναι τὰ πεντακόσια. 〈Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι,〉 ὁ Φαρισαῖος καὶ ἡ πόρνη· 〈ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο.

Ὁ δὲ δίκαιος τί ἐποίησε;〉 Τί; Τὰ ἴδια χρήματα ἐσκόρπισε πένησι. Γέγραπται· 〈Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.〉 Ἢ καὶ ὁ 〈δίκαιος τί ἐποίησε;〉 Μὴ ἄρα ἠμύνατο; Μὴ κακὸν ἀντὶ κακοῦ ἀπέδωκε;

Μὴ γένοιτο. Ἀλλὰ 〈τί ἐποίησεν; Ὑπομένων ὑπέμεινε τὸν κύριον,〉 ὁμολογῶν τὸν κριτὴν ἐπὶ θρόνον οὐρανοῦ καθήμενον· 〈Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.〉 Καὶ ἐπειδὴ εἰς οὐρανὸν ἀναβλέψας ὁ Δαυὶδ ἔλεγε τῷ δικαιοκρίτῃ θεῷ περὶ τῶν ἁμαρτωλῶν· 〈Ὅτι ἃ σὺ κατηρτίσω, καθεῖλον,〉 εὐθέως οἱ συνόντες αὐτῷ· Ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν καὶ κατά σου τόξον· ἰδοὺ καὶ τὰ τοῦ θεοῦ καθεῖλον, καὶ ὁ δικαιοκρίτης θεὸς οὐδέν. Εἰπὲ ποῦ ἀντεποιήθη σου; Ποῦ σου ἀντελάβετο; Ποῦ τὸ δίκαιον αὐτοῦ ἔδειξεν; 〈Ὁ δὲ δίκαιος τί ἐποίησεν;〉 Ὅτι δὲ δίκαιον νῦν τὸν κύριον λέγουσιν, εἶπεν ἐν τοῖς ἑξῆς ὁ Δαυίδ· 〈Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν.〉 Ἐπεὶ οὖν δίκαιος κύριος, ὦ Δαυίδ, καὶ δικαιοσύνας ἠγάπησεν, εἰπέ, δίδαξον, ὠφέλησον, πληροφόρησον, ὅτι σὺ μὲν ἀδίκως πολεμῇ. 〈Ὁ δὲ δίκαιος τί ἐποίησεν;〉 Εἶτα ὁ Δαυίδ· Θέλετε μαθεῖν τί ἐποίησε; Πρῶτον ἀκούσατε ποῦ διάγει καὶ ποῦ κάθηται καὶ ποῦ ἀναπαύεται, καὶ οὕτω μανθάνετε τί ἐποίησε. Ποῦ διάγει; Ἐν τῷ ἁγίῳ ναῷ· 〈Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ.〉 Ἐν ποίῳ ναῷ; Ἐν τῷ πιστῷ ἀνθρώπῳ καὶ τῷ οἴκῳ τοῦ θεοῦ καὶ τῷ κόλπῳ τοῦ πατρός· 〈Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ,〉 ἐν τῷ ἁγίῳ ἀνθρώπῳ.

Μάρτυς ὁ Παῦλος· 〈Ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.〉 Εἰ οὖν 〈κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ,〉 ἐν τῇ τοῦ πιστοῦ ψυχῇ, πῶς ταύτην κατατοξεῦσαι ἁμαρτωλοὶ δύνανται; Εἰ γὰρ πόλις βασιλέα ἔχουσα μένει ἀπολιόρκητος, πόσῳ μᾶλλον ψυχὴ ἔχουσα ἔνοικον θεόν; Ποῦ δὲ καθέζεται; Ἐν τῷ οὐρανῷ· 〈Κύριος, ἐν τῷ οὐρανῷ ὁ θρόνος αὐτοῦ.〉 Καὶ πόθεν οἶδας τοῦτο; Αὐτὸς ἐδίδαξεν εἰπών· 〈Ὁ οὐρανός μοι θρόνος. Τί〉 οὖν ὁ 〈δίκαιος ἐποίησεν;〉 Ἀκούσατε.

Οὐκ ἀργὸς οὐδὲ ἄπρακτος ἐν οὐράνῳ κάθηται· 〈Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ.〉 Ἔγνωτε τί ποιεῖ ὁ δίκαιος, ὅπως ἀθεάτῳ προνοίᾳ πάντα ἐφορᾷ καὶ ἐπισκέπτεται· 〈Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην,〉 ὡς οἰκίαν καὶ χώραν ἰδίαν ἀεὶ ἐποπτεύοντες. Τὴν οἰκουμένην ὁρᾷ καὶ τὸν ἕνα παρορᾷ; 〈Ἑπτὰ οὗτοί εἰσιν ὀφθαλμοὶ κυρίου, οἱ ἐπιβλέποντες πᾶσαν τὴν γῆν,〉 Ζαχαρίας ἔλεγε. Καὶ τίνες οἱ ἑπτὰ κυρίου ὀφθαλμοί; Τὰ ἑπτὰ τῆς σοφίας πνεύματα. 〈Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.〉 Τίνες οἱ ὀφθαλμοὶ κυρίου; Αἱ ἐποπτικαὶ δυνάμεις. Τίνα τὰ βλέφαρα;

Τὰ διακριτικὰ βουλεύματα, αἱ ἀνακριτικαὶ ἐνέργειαι δι᾽ ὧν ἀνακρίνει τοὺς ὑπευθύνους ὡς δικαστής. 〈Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων,〉 ὡς δούλους καὶ παροίκους ἐμβριθῶς ἀνακρίνοντα. Ὡς γὰρ ἡμεῖς τὴν ἀγανάκτησιν πομπεύομεν τοῖς βλεφάροις συστελλομένοις καὶ γίνεται ἡμῶν τῆς ἀλάλου ὀργῆς ἡ ὄψις κατήγορος, οὕτως ὁ θεὸς διὰ τῶν λεγομένων βλεφάρων αὐτοῦ τὴν κατὰ τῶν ἁμαρτωλῶν αὐστηρίαν ἐσήμανεν.

Εἶτα, ἐπειδὴ εἶπεν ὀφθαλμοὺς θεοῦ καὶ βλέφαρα, ἀλλ᾽ οὐ σχήματα καὶ σωματικὰ ὄργανα τῷ ἀΰλῳ θεῷ περιέθηκεν, ἀλλ᾽ αὐτὸν τὸν θεὸν διαφόρως ἐνεργοῦντα ἔδειξεν, ὅθεν εἰπὼν ὀφθαλμοὺς ἐπιβλέποντας καὶ βλέφαρα ἐξετάζοντα ἐπήγαγε· Θέλετε ἰδεῖν τίνες οἱ ὀφθαλμοὶ καὶ τὰ βλέφαρα; 〈Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ.〉 Οὐδὲν γάρ ἐστι τῶν κυρίως αὐτῷ λεγομένων ὃ μὴ ἔστιν αὐτός. 〈Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ,〉 τὸν δίκαιον, τὸν τῶν ἀγγέλων χορὸν φυλάξαντα τὴν τάξιν, καὶ τὸν ἀσεβῆ, τὸν τῶν δαιμόνων ὄχλον ἀπὸ θεοῦ δραπετεύσαντα. 〈Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ,〉 τὸν Κάϊν φονεύσαντα καὶ τὸν Ἄβελ μὴ στασιάσαντα, τὸν Νῶε δικαιωθέντα καὶ τὸν Χὰμ καταραθέντα, τὸν Μωυσέα θαυματουργοῦντα καὶ τὸν Φαραὼ σκληρυνόμενον, τὸν Ἰὼβ ἀγωνιζόμενον καὶ τὸν διάβολον αἰσχυνόμενον, τὸν Δαυὶδ ψάλλοντα καὶ τὸν Σαοὺλ φονεῦσαι αὐτὸν θέλοντα, τὸν Ἠλίαν φεύγοντα καὶ τὸν Ἀχαὰβ φυγαδευόμενον, τὸν Ἠσαΐαν πριζόμενον καὶ τὸν λαὸν πονηρευόμενον, τὸν Πέτρον ὁμολογοῦντα καὶ τὸν Ἰούδαν προδιδόντα, τὸν Παῦλον ἀγωνιζόμενον καὶ τὸν μάγον ἀνθιστάμενον, τὸν Λάζαρον ἐν τοῖς κόλποις τοῦ Ἁβραὰμ ἀναπαυόμενον καὶ τὸν πλούσιον ἐν τῷ πυρὶ τηγανιζόμενον. 〈Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ·〉 τὸν δίκαιον ἵνα ἐκδικήσῃ, τὸν ἀσεβῆ ἵνα καταδικάσῃ. 〈Εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβοῦς.〉 Ἐπεὶ οὖν 〈δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, ὁ ἀγαπῶν τὴν ἀδικίαν, τί μισεῖ τὴν ἑαυτοῦ ψυχήν;〉 Καὶ τί ἀθλιώτερον τοῦ μισοῦντος ἑαυτόν;

Ὥσπερ ὁ ἀγαπῶν τὴν ἀπληστίαν μισεῖ τὴν ἑαυτοῦ ὑγίειαν, οὕτως 〈ὁ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Πᾶς,〉 φησίν, 〈ὁ τὰ φαῦλα πράττων μισεῖ τὸ φῶς.〉 Καὶ τί νομίζετε ὅτι μόνοις ὀφθαλμοῖς καὶ βλεφάροις ὀργίλοις ὁ κύριος κατὰ τῶν ἁμαρτωλῶν χρήσεται;

Τοὺς μὴ σωφρονισθέντας τῷ βλέμματι παιδεύει ταῖς μάστιξιν 〈Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας.〉 Πρῶτον γὰρ βλέμματι καὶ ὄμματι θεὸς τὸν θυμὸν ἐνδείκνυται, καὶ οὕτω τοὺς μὴ διορθωθέντας ἀμύνεται. Μάρτυς τούτου ἡ κατὰ Σοδομιτῶν καὶ Αἰγυπτίων τοῦ θεοῦ ἀγανάκτησις. Περὶ Σοδομιτῶν ἔλεγε· 〈Κραυγαὶ Σοδόμων καὶ Γομμόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.〉 Περὶ δὲ τῶν Αἰγυπτίων καὶ τοῦ Φαραώ, ὅτε ἔμελλον ἐν τῇ θαλάσσῃ καταπίνεσθαι, γέγραπται· 〈Ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ ἐπέβλεψε κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης,〉 καὶ ἐπειδὴ τὸ ὀργίλον βλέμμα τοῦ θεοῦ οὐκ ἐφοβήθησαν, 〈συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν〉 καὶ εἰς τὸν βυθὸν συνήλασε. Θέλεις ἰδεῖν εὐγνώμονα ἡμαρτηκότα καὶ βλέμματι θεοῦ παιδευθέντα;

Ὅτε ἐν τῷ πάθει ὁ Πέτρος τὸν Χριστὸν ἠρνήσατο, 〈στραφεὶς ὁ κύριος ἐνέβλεψε τῷ Πέτρῳ,〉 καὶ τοῖς ὀφθαλμοῖς μαστίξας τὸν ἀρνησάμενον, τοὺς ὀφθαλμοὺς αὐτοῦ δακρύων ἐπλήρωσε. 〈Καὶ ἐξελθὼν ἔξω〉 ὁ Πέτρος 〈ἔκλαυσε πικρῶς.〉 Ἐπεὶ οὖν 〈τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων〉 καὶ βλεφάροις ἐξετάζων καταφρονεῖται, 〈ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας.〉 Καὶ διὰ τί οὐκ εἶπε· στήσει τοῖς ἁμαρτωλοῖς παγίδας, ἀλλ᾽ 〈ἐπιβρέξει;〉 Ἵνα μάθωσιν οἱ διὰ ἁμαρτίας πειρασμοῖς καὶ θλίψεσιν ἐκδιδόμενοι ὅτι ἄνωθεν ἡ ἀπόφασις, ὅτι ἀπ᾽ οὐρανοῦ ἡ ἀγανάκτησις.

Καὶ τίνες αἱ παγίδες; 〈Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος· πῦρ καὶ θεῖον〉 τὴν κατὰ Σοδομιτῶν βροχήν—〈Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ—καὶ πνεῦμα καταιγίδος〉 τὴν κατὰ τῶν Αἰγυπτίων ἐν τῇ θαλάσσῃ σφοδρὰν τοῦ ἀνέμου φοράν. Ἔλεγεν ᾄδων Μωυσῆς· 〈Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ. Ὑπήγαγε κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησε τὴν θάλασσαν ξηράν.〉 Καὶ ἐπειδὴ τὸ ποτήριον τοῦ σωτηρίου πιεῖν οὐκ ἠθέλησαν, οὐδὲ εἶπον· 〈Ποτήριον σωτηρίου λήψομαι,〉 ἀλλὰ παρήκουσαν τῶν προπινόντων αὐτοῖς προφητῶν καὶ λεγόντων· 〈Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος,〉 τὸ βρεχόμενον πῦρ καὶ θεῖον ὡς ὄμβριον ὕδωρ εἰς ποτήριον λαβόντες ἐξέπιον· 〈Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν,〉 κακὸν ἑαυτοῖς πρόπομα διὰ τριῶν βασάνων κατασκευάσαντες. Ὥσπερ δὲ ἰατρὸς τέμνων ἢ καίων, οὐ βλάπτων οὐδὲ μισῶν, ἀλλὰ φιλῶν καὶ θεραπεύων ποιεῖ, οὕτω καὶ ὁ θεός, 〈πῦρ καὶ θεῖον καὶ πνεῦμα〉 ποτίζων, ἀντίδοτον καθαίρουσαν ἁμαρτίας δίδωσι.

Τοῦτο γὰρ ποιεῖ ἵνα τοὺς ἁμαρτωλοὺς ὡς δίκαιος δικαίους ἐργάσηται, 〈ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν〉 ὁ λέγων· 〈Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.〉 Καὶ τί; Ἆρα τοὺς τῷ πυρὶ καὶ τῷ θείῳ ποτισθέντας εἶδεν ὡς ἰατρὸς ὑγιάναντας;

Ναί, εἶδεν βελτιωθέντας, εἶδεν ὑγιάναντας, εἶδεν εὐθεῖα βαδίζοντας· 〈Εὐθύτητας εἶδεν τὸ πρόσωπον αὐτοῦ.〉 Καλῶς περιώδευσε καὶ εἶδεν ὃ ἠθέλησεν. [Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν].