Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς

Ἀστέριος ὁ Σοφιστής

Ομιλίες Α΄ έως Γ΄ στον ενδέκατο Ψαλμό

Ομιλίες που πραγματεύονται τη σωτηρία, τον μυστικό συμβολισμό της ογδόης ημέρας, την έκλειψη των οσίων, την προδοσία του Ιούδα και τα μυστήρια της θείας οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 11 από 18

In Psalmum XI Homilia I Εἰς τὸν 〈ια〉 ψαλμόν. 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ.〉 Σώζειν ποιμένες καὶ βουκόλοι ἐπαγγέλλονται τὰς ἀγέλας αὐτῶν ἐν ταῖς νομαῖς. Σώζειν δὲ καὶ κυβερνῆται καὶ ναῦται τὰ σκάφη τῇ τέχνῃ ἐπιτηδεύουσι. Στρατηγοὶ δὲ καὶ ἀρχιστράτηγοι σώζειν τὰ στρατόπεδα ἐν πολέμῳ σπεύδουσιν. Ἀλλὰ καὶ ἀμπελοφύλακες σώζειν συντίθενται τοὺς τῆς ἀμπέλου καρπούς. Σώζει δὲ καὶ αὐτοὺς καὶ τὰ ὑπ᾽ αὐτῶν σωζόμενα ὁ μόνος τοῦ κόσμου σωτήρ, ὁ λέγων· 〈Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον·〉 πρὸς ὃν ἄρτι ὁ προφήτης μετὰ τῆς ἐκκλησίας ἐβόα· 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.〉 Ἐὰν νόσῳ ἢ ἀρρωστίᾳ κρατηθῶ, σῶσόν με. Σὺ γὰρ καὶ τὸν Ἐζεκίαν ψυχορραγοῦντα ἔσωσας καὶ νόσῳ παλαίοντα νικητὴν τῆς νόσου ἐποίησας καὶ ὑπὸ θανάτου ἑλκόμενον εἰς ζωὴν ἀνθείλκυσας καὶ δεκαπέντε ἐνιαυτῶν προθεσμίαν ἐν τῇ ζωῇ ἔδωκας.

Καὶ διὰ τί δεκαπέντε ἔτη; Ὁ δεκαπέντε ἀριθμὸς ἀπὸ ἑβδομάδος καὶ ὀγδοάδος σύγκειται· ἡ δὲ ἑβδομὰς δηλοῖ τὴν τοῦ κόσμου κατάπαυσιν, ἡ δὲ ὀγδοὰς τὴν τούτου ἀνάστασιν. Διὰ οὖν τοῦτο δεκαπέντε ἔτη ζωῆς αὐτῷ προσέθηκεν, ἵνα μνημονεύων ἀεὶ καὶ ἐνθυμούμενος τὴν τοῦ γείτονος θανάτου ὡς ἐν ἑβδόμῃ κατάπαυσιν καὶ τὴν ὡς ἀπὸ θανάτου τῆς νόσου ἐν ὀγδόῃ ἀνάστασιν τὸν 〈ὑπὲρ τῆς ὀγδόης〉 ψαλμὸν ψάλλῃ εὐχαριστῶν τῷ θεῷ. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης〉 ἐπιγέγραπται ὁ προκείμενος ψαλμός. Ἀλλ᾽ ὁ συνετὸς ἀκροατὴς ὀφείλει ζητεῖν διὰ τί, εἰ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη ὁ κύριος, καθὼς αὐτὸς ἔλεγε· 〈Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι〉—εἰ οὖν ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη ὁ κύριος, διὰ τί ἡ ὀγδόη ἀνάστασις λέγεται τοῦ κυρίου; Ἆρα οὐ δοκεῖ ὑμῖν ἐπωφελὲς καὶ ἀναγκαῖον εἶναι τὸ ζήτημα; Διὰ τί οὖν ἡ ἀνάστασις καὶ τρίτη καὶ ὀγδόη ὠνόμασται; Τρίτη μὲν εἴρηται ὡς ἀπὸ τοῦ πάθους καὶ τοῦ σταυροῦ, ὀγδόη δὲ ὡς ἀπὸ τῆς δημιουργίας καὶ τῆς ἀναστάσεως. Ἐπεὶ οὖν τῇ κυριακῇ ἀνέστη ὁ κύριος, ἐν δὲ τῇ κυριακῇ ἡ ἀρχὴ τοῦ φαινομένου κόσμου ἐγένετο, ἥτις ὑπάρχει τὸ φῶς, ἐν ᾗ τὸ αἰσθητὸν φῶς ἀπὸ σκότους ἔλαμψεν, ἐν αὐτῇ καὶ τὸ νοητὸν φῶς τὸ ἀληθινόν, ὁ Χριστός, ἐκ τάφου ἀνέτειλε, δι᾽ ὃν καὶ ὡς ἀπὸ τάφου καὶ θανάτου ὁ κόσμος ἐγήγερται.

Ἀπὸ κυριακῆς οὖν εἰς κυριακὴν ἡ ὀγδόη ἀπαντᾷ, καὶ ἔστι τρίτη καὶ ὀγδόη ἡ αὐτή· τρίτη ἀφ᾽ οὗ ἔπαθεν, ὀγδόη ἀφ᾽ ἧς ὁ κόσμος ἐγένετο. Ἔστι καὶ ἄλλη αἰτία τῆς ὀγδόης καὶ τῆς τρίτης διά τι ἀνάστασις ἑκάστη ὠνόμασται. Ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ καὶ ἔστιν ἡ κατάπαυσις τέλος καὶ συντέλεια ἔργων ἀπηρτισμένων. Τέλος δὲ καὶ κατάπαυσις λέγεται καὶ ἡ τοῦ κόσμου συντέλεια, ὅτε μέλλει παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου ὁ θεός. Ἐπεὶ οὖν ἁμαρτιῶν ὁ βίος ἔγεμε καὶ ἠπειλεῖτο κόσμου συντέλεια, ὁ Χριστὸς δὲ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἦλθε καὶ ἔπαθε καὶ ἐτάφη καὶ ἀνέστη ἐν τῇ κυριακῇ. Ἐν ᾗ τὸν κόσμον ποιεῖν ἤρξατο, ἐν αὐτῇ ὁ κοσμοποιὸς ἀνέστη καὶ τὸν κόσμον ἀνέστησε, καὶ ἡ πρώτη ἐν δημιουργίᾳ ὀγδόη ἐν τῇ παλιγγενεσίᾳ γέγονε.

Τῇ ἕκτῃ ἐπὶ ξύλου ἐσταύρωται, ἐπειδὴ ὁ ἐν τῇ ἕκτῃ γενόμενος ἄνθρωπος διὰ ξύλου παρέπεσε· διὰ ξύλου ὁ θάνατος, διὰ ξύλου ἡ ζωή. Τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων· τῇ ἑβδόμῃ ἐν τῷ τάφῳ τὸ σῶμα ἀνέπαυσε. Τελείαν γὰρ ἡμέραν ἐν τῷ τάφῳ τὴν ἑβδόμην ἔμεινε. Τῇ ὀγδόῃ ἀνέστη καὶ τὸν κόσμον ἤγειρε, καὶ ἔστιν ἡ κυριακὴ καὶ τρίτη καὶ ὀγδόη· τρίτη μὲν διὰ τὴν τοῦ κυρίου ἀνάστασιν, ὀγδόη δὲ οὐ μόνον διὰ τὴν τοῦ κυρίου, ἀλλὰ καὶ διὰ τὴν τοῦ κόσμου ἔγερσιν. Λοιπὸν ἄκουσον θαυμαστὸν μυστήριον. Διὰ τί ἑνδέκατος κεῖται ὁ ὑπὲρ τῆς ὀγδόης ψαλμός;

Ἡ τρίτη καὶ ἡ ὀγδόη τῆς ἀναστάσεως συναπτόμεναι τὸν ἑνδέκατον ποιοῦσιν ἀριθμόν. Ἐν δὲ τῷ προκειμένῳ τῷ ἑνδεκάτῳ ψαλμῷ φέρεται ἡ τοῦ κυρίου ἀνάστασις· ἐν αὐτῷ γὰρ ἀναστῆναι ὁ δεσπότης ἐπηγγείλατο εἰπών· 〈Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος.〉 Ἐπεὶ οὖν ἡ τρίτη καὶ ἡ ὀγδόη εἰκόνες ἀναστάσεως, ἡ δὲ τρίτη καὶ ἡ ὀγδόη ποιοῦσι τὸν ἑνδέκατον ἀριθμόν, διὰ τοῦτο ἑνδέκατος κεῖται ὁ τῆς ἀναστάσεως ψαλμός· 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυὶδ〉 ἑνδέκατος. Ἐὰν οὖν εἴπῃ ὁ Ἰουδαῖος· Διὰ τί ὀγδόην τὴν ἀνάστασιν καλεῖς; λέγε· Ἐπειδὴ ὁ σὸς προφήτης ἐδίδαξέ με 〈ὑπὲρ τῆς ὀγδόης〉 τὸν τῆς ἀναστάσεως ἐπιγράψαι ψαλμόν.

Ἔστι καὶ ἄλλη αἰτία τῆς ὀγδόης, ἣν ἀναγκαῖον εἰπεῖν καὶ ἔχεις ἀκοῦσαι, θαυμαστὸν μυστήριον, ὅπερ ἄρτι πρώτως καὶ γλῶσσα προβάλλεται καὶ ἀκοὴ γεύεται. Ξένος τῆς τῶν καιρῶν καὶ τῶν χρόνων συνηθείας πέφηνεν ὁ τῆς ὀγδόης ἀριθμός. Εἰ γὰρ οἱ ἐνταῦθα αἰῶνες ἀριθμοῦνται ἀπὸ ἐνιαυτῶν καὶ ἐτῶν, οἱ δὲ ἐνιαυτοὶ κανονίζονται ἀπὸ δώδεκα μηνῶν, οἱ δὲ μῆνες οἰκοδομοῦνται ἀπὸ ἑβδομάδων, αἱ δὲ ἑβδομάδες ἐξαρτίζονται ἀπὸ ἑπτὰ ἡμερῶν, αἱ δὲ ἡμέραι συγκροτοῦνται ἀπὸ δώδεκα ὡρῶν, οἱ δὲ ἰωβηλαῖοι ἀπαρτίζονται ἀπὸ πεντήκοντα ἐνιαυτῶν, καὶ ἐν τοῖς τοσούτοις καὶ τοιούτοις τοῦ αἰῶνος ἀριθμοῖς, πεντηκοντάδες ἰωβηλαίων καὶ τριακοντάδες μηνῶν καὶ ἑβδομάδες ἡμερῶν καὶ δωδεκάδες ὡρῶν σκιρτῶσαι καὶ χορεύουσαι τοὺς αἰῶνας ὑφαίνουσι, καὶ ὀγδοάδες οὐδαμοῦ ἐν τούτοις ἐμφέρονται. Τί οὖν βούλεται τὰ νῦν ἐμφαίνειν 〈ὁ ὑπὲρ τῆς ὀγδόης ψαλμός;〉 Ὁρᾷς πῶς ξένος τούτων ὁ τῆς ὀγδόης ἀριθμός. Ἐπειδὴ καὶ ξένον τὸ ἐν αὐτῇ μυστήριον, θεμέλιος ἀναστάσεως ἡ ὀγδόη εἴρηται, καὶ οὐ δεῖ τὸν θεμέλιον τοῦτον μεταθεῖναι πώποτε. Λοιπὸν ἄκουσον θαυμαστὸν μυστήριον.

Διὰ τί ἡ τοῦ κυρίου ἀνάστασις ὀγδόη ὠνόμασται; Ἑπτάκις νεκρῶν ἀνάστασιν εὕρομεν ἐν τῇ θείᾳ γραφῇ, καὶ μετὰ τοὺς ἑπτὰ ὄγδοος ἐκ νεκρῶν ἀνέστη ὁ κύριος, ὁ ἐγείρας τοὺς ἑπτά. Πρὸ τῆς τοῦ κυρίου ἐκ νεκρῶν ἀναστάσεως ἑπτὰ μόναι ἀναστάσεις τῶν νεκρῶν ἐγένοντο. Πρόσεχε, παρακαλῶ, καὶ ἀρίθμησον ἑκάστην ἀνάστασιν. Πρώτη ἀπὸ νεκρῶν ἐν τῇ παλαιᾷ ἀνάστασις, ἡ τοῦ υἱοῦ τῆς χήρας ὃν Ἠλίας ἐν Σαράφθοις ἀνέστησε. Δευτέρα ἀνάστασις, ἡ τοῦ υἱοῦ τῆς Σουμανίτιδος ὃν ὁ μακάριος Ἐλισσαῖος ἤγειρε. Τρίτη ἀνάστασις, ἡ τοῦ στρατιώτου ὃν ἐγγὺς Ἐλισσαίου ἔθαψαν· καὶ τῶν ὀστέων τοῦ προφήτου ὁ νεκρὸς ἁψάμενος ὡς ἀπὸ πυρὸς οὕτως ἐξεπήδησε. Τετάρτη ἀνάστασις ἐν τῇ καινῇ, ἡ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Πέμπτη ἀνάστασις, ἡ τοῦ υἱοῦ τῆς χήρας ὃς ἐφέρετο ἐπὶ τῆς σοροῦ. Ἕκτη ἀνάστασις, ὁ τετραήμερος Λάζαρος. Ἑβδόμη ἀνάστασις, ὅτε 〈πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων〉 ἀνέστη. Ὀγδόη ἀνάστασις, ἡ τοῦ κυρίου ἀνάστασις. Ἐπεὶ οὖν ὑπὲρ ταύτης πάλαι οἱ προφῆται προεφήτευον, 〈εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης.〉 Καὶ διὰ τί ὑπὲρ ταύτης προσηύχοντο καὶ προεφήτευον;

Ἐπειδὴ ᾔδεισαν ὅτι οὔτε ἡ πρώτη ἀνάστασις, οὔτε ἡ δευτέρα, ἢ πάλιν ἡ μετὰ τὴν ὀγδόην ἀνάστασις, ἥτις διὰ τῶν ἀποστόλων ἐγένετο, ἔστι κόσμου ἔγερσις, εἰ μὴ μόνον ἡ ὀγδόη τοῦ κυρίου ἀνάστασις, 〈εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης,〉 ὅτε ὁ θάνατος ὡς ἐν ὀγδόῃ περιετέμνετο καὶ ἡ ἀθανασία ὡς ἐκ παλιγγενεσίας ἀνίστατο. Οἱ πρῶτοι νεκροὶ καὶ οἱ ἔσχατοι, οἱ πρὸ τῆς ὀγδόης καὶ οἱ μετὰ τὴν ὀγδόην, ἀνέστησαν, ἀλλὰ πάλιν ἀπέθανον. Ἐν τῇ ὀγδόῃ ὁ Χριστὸς ἀνέστη καὶ οὐκέτι ἀπέθανε. Καὶ μάρτυς ὁ ἀπόστολος εἰπών· 〈Ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.〉 Ἐπεὶ οὖν μόνη ἡ ἐν τῇ ὀγδόῃ ἀνάστασις τὴν ἀθανασίαν τῷ κόσμῳ ἤνθησεν, 〈ὑπὲρ τῆς ὀγδόης.〉 Ὦ ἀνάστασις θανάτου κατάλυσις· ὦ ἀνάστασις διαβόλου καθαίρεσις· ὦ ἀνάστασις οἰκουμένης ἔγερσις· ὦ ἀνάστασις δαιμόνων κατάπτωσις· ὦ ἀνάστασις ἀνθρώπων ἀνανέωσις· ὦ ἀνάστασις ἡ τοῦ διαβόλου καὶ τοῦ ᾅδου κένωσις· ὦ ἀνάστασις παραδείσου ἀποκατάστασις· ὦ ἀνάστασις ζωῆς αἰωνίου ἀπόλαυσις· ὦ ἀνάστασις αἰώνιος ἀνάπαυσις. 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.〉 Καὶ ποῖος ὅσιος ἐκλέλοιπεν;

Ὁ μαθητὴς προδότης γενόμενος, ὁπότε ὅσιος καὶ αὖθις ἀνόσιος, ὁ ἀπόστολος καὶ φονεὺς ἀπότομος, ὁ γλωσσόκομον λαβὼν καὶ τὴν γλῶσσαν κατὰ τοῦ κυρίου κινῶν, ὁ τὰ χρήματα ἔχων καὶ τὸν θησαυρὸν πωλῶν, ὁ τριάκοντα ἀργύρια λαβὼν καὶ τὸν τριάκοντα ἔτη βαπτισθέντα ἐν Ἰορδάνῃ ἐπὶ τὸ βάπτισμα τοῦ θανάτου καλῶν. 〈Ἐκλέλοιπεν ὅσιος,〉 ὁ τὴν ζωὴν πωλήσας καὶ ἀγχόνην ἀγοράσας.

Ἀλλ᾽ 〈ἐκλέλοιπεν ὅσιος,〉 πρὸ τοῦ κρεμασθῆναι τὸν σωτῆρα ἐπὶ τοῦ σταυροῦ ἑαυτὸν κρεμάσας ἀπὸ τοῦ λαιμοῦ. Καὶ οὐδέπω ὁ δεσπότης ἐκρέματο καὶ ἤδη ὁ προδότης ἐβροχίζετο· λάκκον ὤρυξε καὶ πρῶτος ἐνέπεσεν. 〈Ἐκλέλοιπεν ὅσιος.〉 Τὸ ὡρολόγιον τῶν ἀποστόλων ἐκολόβωσε. Τὴν δωδεκάωρον ἡμέραν τῶν μαθητῶν ἑνδεκάωρον ἐποίησε. Τὸν ἐνιαυτὸν κυρίου παρὰ μῆνα ἔδειξεν, ὅθεν καὶ ἑνδέκατος ὁ ψαλμὸς ἐν ᾧ φέρεται ὁ τῶν ἕνδεκα κατὰ τοῦ δωδεκάτου ὀλολυγμός, δηλοῦντος τοῦ λόγου ὅτι καὶ οἱ ἕνδεκα μαθηταὶ τὸν δωδέκατον θρηνοῦντες ἔλεγον· 〈Σῶσόν με,〉 τῷ Χριστῷ. 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος〉 Ἀλλ᾽ αἱ τρεῖς ὧραι τῶν ἀποστόλων ἐν νυκτὶ κατέχονται καὶ τρεῖς αἱ ἡμέραι νυκτεριναὶ γεγόνασιν. Ἡ πρώτη ὥρα, ὁ Πέτρος ἀρνούμενος. Ἡ δευτέρα ὥρα, ὁ Ἰωάννης δραπέτης καὶ φυγὰς γενόμενος.

Ἡ τρίτη ὥρα, ὁ Θωμᾶς τῇ ἀπιστίᾳ σκοτιζόμενος· 〈Ἐὰν μὴ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ.〉 Μετὰ τῶν τριῶν ὡρῶν καὶ ἄλλαι ὧραι τῶν ἀποστόλων τὴν ἡμέραν ἔφυγον καὶ τῇ νυκτὶ προσέφυγον· 〈Τότε〉 γὰρ 〈πάντες οἱ μαθηταὶ ἀφέντες αὐτὸν ἔφυγον.〉 Ἐπεὶ οὖν αἱ ἡμεριναὶ ὧραι νυκτεριναὶ ἐν τῷ πάθει γεγόνασιν, ὅτε καὶ αὐτὴ ἡ ἡμέρα τὴν εἰκόνα τῶν ἀποστόλων ἐν αὐτῇ γράφουσα εἰς σκότος μετεβάλλετο—〈Ἀπὸ γὰρ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης〉—διὰ ταῦτα ὁ χορὸς τῶν ἀποστόλων, ἀποθανόντος Χριστοῦ καὶ ἐκλείποντος τοῦ μόνου ὁσίου ἐπὶ γῆς, ἐπειδὴ ἔμαθε λέγειν· 〈Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,〉 〈ἐβόα〉· 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος,〉 ἀντὶ τοῦ ἐξέπνευσε. Τὸ γὰρ ἐκπνεῦσαι ἐκλιπεῖν λέγεται· 〈Καὶ ἐκλιπὼν Ἰσαὰκ ἀπέθανεν. Ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπὶ τὴν κλίνην ἐξέλιπεν.〉 Ὅτι δὲ ἐξέπνευσεν ὁ κύριος· 〈Κράξας,〉 φησίν, 〈ὁ Ἰησοὺς φωνῇ μεγάλῃ ἐξέπνευσεν.〉 Ὅτι δὲ καὶ ὅσιος· 〈Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·〉 ὅσιος, ἄκακος, ἀμίαντος.

Ἐπεὶ οὖν ἐν τῷ πάθει ὁ κόσμος ὡς πλοῖον ἐχειμάζετο, ὅτε ἡ γῆ ὡς θάλασσα ἐταράττετο, ὅτε αἱ πέτραι ὡς κύματα ἐλογίζοντο, ὅτε τὸ σκότος ὡς γνόφος κατήρχετο, ὅτε ἐπὶ τὸν ἱστὸν τὸν σταυρὸν ὁ κυβερνήτης ἐκρέματο, ὅτε τὸ καταπέτασμα ὡς ἄρμενον περιεσχίζετο, τότε ὁ ἀποστολικὸς χορὸς τοῦ κυβερνήτου χηρεύσας καὶ χειμαζόμενος ἀνεβόα· 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.〉 Οὗτος ἐν ἄλλοις τὸν ἐπὶ τοῦ σταυροῦ τῆς τοιαύτης θαλάσσης χειμῶνα ἐδήλου λέγων· 〈Σῶσόν με, κύριε, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.〉 Ὁ σήμερον φίλος αὔριον ἐχθρός· ὁ ἄρτι ἀδελφὸς τῇ ἑξῆς πολέμιος· ὁ νῦν με περιπτυσσόμενος μετὰ μικρὸν κατ᾽ ἐμοῦ ὁπλιζόμενος. Σαούλ με τέκνον καλεῖ καὶ τὸν φόνον ἀπειλεῖ· υἱὸν λέγει καὶ τὸ ξίφος ἀκονᾷ. Ἐπεὶ οὖν οὐκ ἔστι χεῖρα ἐκτεῖναι καὶ ἐπιλαβέσθαι φίλου καὶ σωθῆναι, 〈σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.〉 Ὡς ἐν θαλάσσῃ τῷ βίῳ εἰμί. Μυρίαις πανταχόθεν περιαντλοῦμαι συμφοραῖς.

Αἱ τρικυμίαι τῶν αἱρέσεων ἀπειλοῦσι ναυάγιον. Τὰ κενὰ ἀξιώματα ὡς κύματα ἄνω καὶ κάτω τοὺς ἀνθρώπους σφαιρίζουσιν· ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν προκόπτοντες καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων προσκόπτοντες. Οἱ πένητες ὑπὸ τῶν πλουσίων ὡς μικροὶ ἰχθύες ὑπὸ τῶν μεγάλων καταπίνονται, ὡς λέγειν τὸν προφήτην· 〈Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης καὶ ὡς ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον.〉 Ὡς ὑποκριταί, ὡς πειραταὶ φαίνονται οἱ ψευδάδελφοι· ὡς πέτραι ὕφαλοι ὕδατι καλύπτονται. Ὅ εἰσιν οὐ φαίνονται.

Πάντες συνέστειλαν τὰ πλατέα τῆς ἀγάπης ἄρμενα. Πάντες τῷ ψεύδει λοιπὸν καὶ τῷ δόλωνι πλέουσιν. Ἐπεὶ οὖν λιμὴν σωτηρίας παρὰ ἀνθρώποις οὐδαμοῦ, 〈σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.〉 Γαληνιῶντά με καὶ εἰρηνεύοντα ἐν τῷ βίῳ, σῶσόν με. Ὥσπερ γὰρ ὁ ἐν πελάγει γαληνιζόμενος καὶ ὁ ἐν γαλήνῃ εἰς πέλαγος ἰών, ἐὰν μὴ σχοίῃ ἄνεμον ἐπιτήδειον, εἰς λιμένα οὐκ εἰσέρχεται, οὕτως ὁ ἐν γαλήνῃ καὶ ἀνέσει διάγων, ἐὰν μὴ τὴν ἄνωθεν αὔραν τῆς χάριτος δέξηται, εἰς τὸν ἄνω λιμένα οὐ παραγίνεται. Χειμαζόμενόν με καὶ κυματούμενον ὡς κυβερνήτης σῶσόν με. Ὥσπερ γὰρ τὸ σκάφος ἄνευ κυβερνήτου οὐ σώζεται, οὕτως ἄνευ τῆς σῆς δεξιᾶς ἄνθρωπος οὐ φυλάττεται. Εὐθηνοῦντα καὶ περιουσιαζόμενον, 〈κύριε, σῶσόν με〉 Ὥσπερ γὰρ εὔσαρκοι ἄρνες καὶ εὐγάλακτοι ἄνευ κηδεμονίας ποιμένος λυκόβρωτοι γίνονται, οὕτως ὁ ἐν εὐθηνίᾳ ὢν ἄνευ τῆς σῆς προνοίας τάχιον προδίδοται. Λιμώττοντά με καὶ τῶν ἀναγκαίων λειπόμενον καὶ τὸ ζῇν σβεννύμενον, 〈σῶσόν με.〉 Ὥσπερ γὰρ τὸ πῦρ ἐκλεῖπον καὶ σβεννύμενον ἄνευ ὕλης οὐκ ἀναλάμπει, οὕτως ὁ λιμῷ καὶ πενίᾳ δαμαζόμενος ἄνευ τῆς σῆς ἀναλήψεως ἀνανεῦσαι οὐ δύναται. Ὑγιαίνοντά με ψυχῇ καὶ σώματι, 〈κύριε, σῶσόν με.〉 Ὥσπερ γὰρ ἀγγεῖον ὁλόκληρον μὴ φυλαττόμενον ὑπὸ δεσπότου τάχιον συντρίβεται, οὕτως ὁ ὑγιαίνων, ἐὰν μὴ ὡς παιδίον ὑπὸ πατρὸς τοῦ θεοῦ κρατῆται, πίπτει καὶ διαφθείρεται ...

In Psalmum XI Homilia II Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως. Βαρεῖα μὲν καὶ καθ᾽ ἑαυτὴν ἡ ὁδοιπορία τοῖς ὁδεύουσι· πολλῷ δὲ πλέον βαρυτέρα φαίνεται ὅταν ὁ ὁδοιπόρος κατὰ μόνας εὑρεθῇ, ὅταν μὴ ἔχῃ συνοδοιπόρον καὶ συνόμιλον τῇ λαλιᾷ τὸν κάματον κλέπτοντα. Ἐπεὶ οὖν ὁδὸς ὁ βίος καὶ ὁδοιπόρος ὁ προφήτης καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ὥδευε καὶ ἀναβατὴν ὁδὸν ὁδεύων κατὰ μόνας ἔκαμνε, καθὼς αὐτὸς ἔλεγε· 〈Κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ παρέλθω,〉 συνοδοιπόρον καὶ ὁδηγὸν ἄνθρωπον ὅσιον οὐκ ἔχων, τὸ πλανηθῆναι καὶ ἀπολέσθαι φοβούμενος παρεκάλει· 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.〉 Ἐκλέλοιπεν ὁ σὺν ἐμοὶ ἐπὶ τὰ ἄνω ὁδεύων. Πάντες μοι τὴν ἐναντίαν ὁδεύουσι· πάντες ἐπὶ τὰ κάτω τρέχουσιν, ὅτι 〈ἐκλέλοιπεν ὅσιος.〉 Καὶ οὐκ εἶπεν ὅτι οὐ γέγονεν ὅσιος, ἀλλ᾽ 〈ὅτι ἐκλέλοιπεν ὅσιος·〉 εἰ μὴ δὲ πρῶτον ἐγένετο, οὐκ ἂν εἶπεν 〈ἐκλέλοιπεν,〉 δεικνὺς ὅτι καὶ οἱ ὄντες ἀπώλοντο, ἐπειδὴ ἡ τῆς κακίας νόσος ἐπεκράτησεν. Ἐπεὶ οὖν πάντες μοι τὴν ἐναντίαν ὁδεύουσι, τῆς σωτηρίας καὶ συμμαχίας καὶ προνοίας δέομαι, 〈σῶσόν με.〉 Ἀλλ᾽ ἴδωμεν τὴν προγραφήν. Ὅπερ εἰσὶν ἐν ταῖς διαθήκαις αἱ σφραγῖδες, τοῦτο ἐν τοῖς ψαλμοῖς αἱ ἐπιγραφαί.

Ὥσπερ οὖν οἱ τὰς διαθήκας ἀνοίγοντες πρῶτον τὰς σφραγῖδας λύουσι καὶ οὕτω τὸν χάρτην ἀναγινώσκουσιν, οὕτως οἱ τοὺς ψαλμοὺς ἀναγινώσκοντες καὶ ἑρμηνεύοντες πρῶτον τὰς ἐπιγραφὰς ἀναπτύσσουσι καὶ οὕτω τὰς ἐν αὐτοῖς γραφὰς ἀνιχνεύουσιν. Ἐπεὶ οὖν 〈ὑπὲρ τῆς ὀγδόης〉 ἐπιγέγραπται ὁ προκείμενος ψαλμός, δεῦτε παρακαλέσωμεν τὸν ἐν τῇ ὀγδόῃ ἀναστάντα κύριον, ἵνα ἀναστήσῃ καὶ διεγείρῃ ἡμῶν τὴν διάνοιαν, τὴν ὡς ἐν τάφῳ καὶ χώματι κειμένην τῇ κατηφείᾳ καὶ τῇ στυγνότητι, ἵνα διαναστάντες καὶ διαγρηγορήσαντες ἴδωμεν τὰ τῆς ὀγδόης μυστήρια. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυίδ.〉 Καὶ διὰ τί δεύτερον κεῖται ὁ ὑπὲρ τῆς ὀγδόης ψαλμός; Ἡ ὀγδόη τὴν ἀνάστασιν δηλοῖ· δεύτερον δὲ ἀνιστάμεθα, ἅπαξ διὰ βαπτίσματος ἀπὸ τῶν νεκρῶν ἔργων καὶ ἅπαξ ἐν τῇ συντελείᾳ. Ὅθεν ὁ ἕκτος τὴν διὰ λουτροῦ ἀνάστασιν ἐδήλου· 〈Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου·〉 ὁ δὲ ἑνδέκατος τὴν ἐκ νεκρῶν τοῦ κυρίου ἀνάστασιν· 〈Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι. Ἐγὼ λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου,〉 ἐπειδὴ πολλὰ τὰ τοῦ νόμου βαπτίσματα. Τί τὸ τέλος καὶ τίς ἡ ὀγδόη ἀναγκαῖον εἰπεῖν, ἥντινα αὐτὸς ὁ θεὸς ἐν τῇ βίβλῳ τοῦ νόμου μνημονεύεσθαι ἐθέσπισε.

Τρεῖς ἑορτὰς κατ᾽ ἐνιαυτὸν ἑορτάζειν διέταξε τῷ Ἰσραὴλ ὁ θεός· τὴν ἑορτὴν τοῦ πάσχα καὶ τὴν ἑορτὴν τῆς πεντηκοστῆς καὶ τὴν ἑορτὴν τῆς σκηνοπηγίας. Ἑκάστην ἑορτὴν ἐπὶ ἑπτὰ ἡμέρας ἐπιτελεῖσθαι ἐκέλευσεν. Εἶτα, μετὰ τὴν ἑπταήμερον ἑορτήν, τὸ τέλος αὐτῶν ὀγδόην ὠνόμασε. Καλὸν γὰρ τὴν ἀληθεστάτην ἑρμηνείαν ζητεῖν καὶ ταύτην ὡς θεμέλιον οἰκοδομῆς προαποτίθεσθαι τῇ ψυχῇ. Φέρε τοίνυν τοῦ προτεθέντος νοήματος μάρτυρα παραγάγωμεν Μωυσέα τὸν φίλον καὶ συνόμιλον θεοῦ.

Ὁ δὲ θεοῦ φίλος καὶ συνόμιλος ἀληθεύει καὶ οὐ ψεύδεται. Περὶ τοῦ πάσχα· 〈Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα. Τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Ἑπτὰ ἑβδομάδας ἀριθμήσεις σεαυτῷ, ἀρξαμένου σου δρέπανον ἐπ᾽ ἀμητόν.〉 Περὶ τῆς πεντηκοστῆς 〈...〉 〈Ἐν τῷ ἑβδόμῳ,〉 φησί, 〈μηνὶ ἑορτάσατε〉 τῷ κυρίῳ ἑορτὴν σκηνοπηγίας 〈ἑπτὰ ἡμέρας. Καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας.

Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.〉 Ἐπεὶ οὖν τὸ τέλος τῆς ἑπταημέρου ἑορτῆς ἐξόδιον ἐκαλεῖτο καὶ ἀλάτρευτος ἡμέρα, προεῖδε δὲ ὁ προφήτης ὅτι ὁ Ἰσραὴλ ἐν τῇ ἑορτῇ τοῦ πάσχα σταυρώσει τὸν κύριον τῆς ἑορτῆς, ἐν δὲ τῇ τῆς πεντηκοστῆς ἑορτῇ ὑβρίσει τὴν τοῦ ἁγίου πνεύματος δωρεάν, τοὺς ἀποστόλους γλεύκους μεμεστωμένους ἀποκαλῶν, ἐν δὲ τῇ ἑορτῇ τῆς σκηνοπηγίας λιθάσαι ζητήσουσι τὸν Χριστόν. Ἐπεὶ οὖν ἀναστήσονται οἱ δίκαιοι 〈εἰς ζωὴν αἰώνιον,〉 οἱ δὲ ἀσεβεῖς 〈εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον,〉 ὀγδόη δέ ἐστιν ἡ ἀνάστασις καθ᾽ ἣν ἀνέστη ὁ κύριος, 〈ὑπὲρ τῆς ὀγδόης〉 παρακαλεῖ, ὑπὲρ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἵνα μετὰ τῶν ὁσίων ἀναστῇ καὶ μὴ μετὰ τῶν ἀνοσίων καὶ ἀσεβῶν. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης. Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.〉 Ὅτι δὲ ἀναστάσεως ἡ ὀγδόη, ὧδε κεῖται· 〈Νῦν ἀναστήσομαι, λέγει κύριος.

Διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης.〉 Ἄνδρες Νινευῖται κατακρινοῦσι τὴν γενεὰν ταύτην. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης,〉 ὀγδόην καλῶν ὁ ψαλμῳδὸς καὶ τὴν ἀποπλήρωσιν τοῦ χρέους τῶν θυσιῶν τῶν ἐν τῇ ἑπταημέρῳ ἑορτῇ καὶ τὴν ἔξοδον τὴν ἀπὸ τῶν σκηνῶν, ἥτις ἦν εἰς τὸ τέλος τοῦ βίου τῶν σωμάτων ἀπαλλαγή, ἀντὶ τοῦ· Ὦ θεοφιλέστατε ἄνθρωπε, σκηνοπηγία σοι ἔστω ἡ φαινομένη τοῦ κόσμου σκηνή, ἡ παντὸς ἁπλώματος καὶ σινδόνος καὶ καταπετάσματος συστελλομένη ταχύτερον, ὅταν δὲ κελεύῃ ὁ θεός, ὁ πήξας 〈τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν,〉 πρὸς ὃν ὁ προφήτης ἔλεγεν· 〈Ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται.〉 Ἐπεὶ οὖν σκηνοπηγία ὁ κόσμος, ἑπτὰ ἡμέρας ἑόρταζε ἐν τῇ σκηνοπηγίᾳ. Ποίας ἑπτὰ ἡμέρας; Τὰς ἑπτά σου ἡλικίας, δι᾽ ὧν ὁδεύεις εἰς τὸ ζῇν, ἵνα τὴν ὀγδόην ἡμέραν τὴν ἀλάτρευτον φθάσῃς ἐν τῇ βασιλείᾳ, ὅτε οὐκέτι θυσία ἢ λατρεία ὑπὲρ ἁμαρτιῶν προσφέρεται τῷ θεῷ. Ἀλλὰ λέγεις· Τί οὖν, ἐὰν μὴ φθάσω τὴν ἑβδόμην τοῦ γήρους; Ἀλλὰ κτῆσαι τὸ μαθεῖν καὶ ποιεῖν, καὶ τῆς προθέσεως λαμβάνεις μισθὸν 〈τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.〉 Τὴν πρώτην ἡμέραν τὴν τοῦ βρέφους, ἵνα εὐθὺς φωτισθῇς τῷ βαπτίσματι.

Καὶ γὰρ τὸ φῶς τῇ πρώτῃ ἐγένετο Τὴν δευτέραν ἡμέραν τὴν τοῦ παιδίου ἡλικίαν, ἵνα στερεωθῇς τοῖς οὐρανίοις λόγοις. Καὶ γὰρ τὸ στερέωμα τῇ δευτέρᾳ γέγονε.

Τὴν τρίτην τὴν τοῦ μείρακος, ἵνα τῇ ἁγνείᾳ ξηράνῃς τὴν ὑγρότητα τῶν παθῶν. Καὶ γὰρ τῇ τρίτῃ ὁ θεὸς τὴν ξηρὰν ἀπὸ τῆς ὑγρᾶς διέκρινε. Τὴν τετάρτην τοῦ νεανίσκου· τὰς τέσσαρας ἀρετὰς ἀστροφορῶν καὶ ὡς φωστὴρ ἐν κόσμῳ φαινόμενος. Καὶ γὰρ οἱ φωστῆρες τῇ τετάρτῃ γέγοναν. Τὴν πέμπτην ἡλικίαν τὴν τοῦ μεσήλικος· τὰ πέντε σου ζῷα τῶν αἰσθήσεων χαλιναγωγῶν, ἵνα μὴ εἰς ἁμαρτίαν σκιρτήσωσι. Καὶ γὰρ τὰ ζῷα τῇ πέμπτῃ ἐγένοντο. Τὴν ἕκτην τὴν τοῦ πρεσβύτου· τὴν ἐξ ἀρχῆς σου κίνησιν λόγῳ ὡς ἄνθρωπος ἀσφαλιζόμενος καὶ τὸν χοῦν καὶ τὸν πηλὸν τοῦ σώματος πλάττων καὶ ῥυθμίζων ταῖς ἀρεταῖς. Καὶ γὰρ τῇ ἕκτῃ ὁ ἄνθρωπος γέγονε. Τὴν ἑβδόμην τὴν τοῦ γέροντος πεπολιωμένην πολιτείᾳ καὶ εὐσεβείᾳ ἀναπαύων ἐν τῇ γῇ ὅτε ὡς λευκοφόρος ἄσταχυς καὶ ὡς σῖτος ὥριμος ἀπελεύσῃ ἐν τῷ τάφῳ, κατὰ καιρὸν συγκομιζόμενος καὶ ὡς ἐν ἑβδόμῃ ἀναπαυόμενος. Καὶ γὰρ τῇ ἑβδόμῃ καὶ ὁ πατὴρ τῶν ἔργων ἐπαύσατο, καὶ ὁ υἱὸς ἀπὸ τῶν ἔργων αὐτοῦ τῶν εὐαγγελικῶν κατέπαυσεν ἐν τῷ τάφῳ. Τὴν ὀγδόην λοιπὸν περίμενε, τὴν ἀπὸ τῆς σκηνῆς ἔξοδον καὶ τὴν ἀπὸ τοῦ τάφου ἀναχώρησιν καὶ τὴν ἐκ νεκρῶν ἔγερσιν. Καὶ γὰρ τῇ ὀγδόῃ ἐκ νεκρῶν ἀνέστη ὁ κύριος. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης. Τῇ ὀγδόῃ,〉 φησίν, 〈ἡμέρᾳ ἐξόδιον· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.〉 Καὶ διὰ τί ἐν τῇ ὀγδόῃ λατρείας καὶ θυσίας προσφέρειν ἐκώλυσεν;

Ἐπειδὴ ἡ ὀγδόη τὴν ἀνάστασιν τῶν νεκρῶν ἐσάλπιζεν, ἐν δὲ τῇ ἀναστάσει τῶν νεκρῶν οὐκέτι λοιπὸν θυσίαι, οὐκέτι λατρείαι, οὐκέτι προσφοραὶ ὑπὲρ ἁμαρτιῶν ἀφέσεως, 〈ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;〉 Διὰ τοῦτο τὰς ἑπτὰ ἡμέρας τῆς σκηνοπηγίας θυσίας προσφέρειν ἐκέλευσεν, ἵνα, ἐν ᾧ ζῇς καὶ διάγῃς, ὡς ἐν σκηνῇ τῇ σαρκὶ θυσίας προσφέρῃς θεῷ κατὰ τὸ γεγραμμένον· 〈Τέκνον, ὡς ζῇς, ἀξίως πρόσφερε προσφορὰς κυρίῳ τῷ θεῷ σου· μνήσθητι ὅτι ὁ θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι.〉 Ἐν γὰρ τῇ ὀγδόῃ λοιπόν, ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, ὅτε ἡ ἔξοδος τῆς σκηνῆς, ὅτε ὡς ἀπὸ καλύβης καὶ σκηνῆς τῆς σοροῦ καὶ τοῦ τάφου ἐξερχόμεθα, 〈οὐκέτι〉 λοιπὸν 〈περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,〉 καθὼς εἶπεν ὁ ἀπόστολος, 〈φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς βάσανος κατεσθίειν μέλλοντος τοὺς ἁμαρτήσαντας,〉 ὅτε ἐξελεύσονται 〈οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης.〉 Θέλεις ἰδεῖν συντόμως καὶ καθ᾽ ἕτερον τρόπον διὰ τί ὀγδόη λέγεται ἡ τοῦ κυρίου ἀνάστασις; Πρόσεχε· βλέπε τὴν ἑβδομάδα τῶν ἡμερῶν ἐν αἷς ὁ κόσμος ἐγένετο ἀναφερομένην εἰς Χριστόν.

Πρώτη Χριστοῦ ἡμέρα, ἡ προαιώνιος αὐτοῦ γέννησις· 〈Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·〉 οὐχ ὅτι ἡμέρα τις ἦν πρὸ τῆς τοῦ Χριστοῦ γεννήσεως, ἀλλ᾽ ὅτι αὕτη ἡ τοῦ Χριστοῦ πρὸ αἰώνων γέννησις ἡμέρα ἐλέγετο, καθὼς αὐτὸς λέγει· 〈Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.〉 Δευτέρα Χριστοῦ ἡμέρα, ἡ δευτέρα αὐτοῦ κατὰ σάρκα ἐκ παρθένου γέννησις· 〈Ἐγὼ σήμερον γεγέννηκά σε.〉 Καὶ ὁ ἀπόστολος· 〈Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας,〉 χθὲς πρὸ αἰώνων καὶ σήμερον ἐν σαρκί. Τρίτη Χριστοῦ ἡμέρα, ἡ διὰ τῶν θαυμάτων αὐτοῦ φανέρωσις· 〈Καὶ τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας,〉 ὅπου τὸ ὕδωρ οἶνον ἐποίησε. 〈Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν θαυμάτων ὁ Ἰησοῦς καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ.〉 Τετάρτη, ἡ καὶ εἰς τοὺς νεκροὺς θεϊκὴ αὐτοῦ δύναμις, ὅτε ἐν τῇ τετάρτῃ ἡμέρᾳ, ἐν τῷ ἡμίσει τῆς ὀγδοάδος καὶ τῆς ἀναστάσεως, τὸν τεταρταῖον Λάζαρον ἐκ τοῦ τάφου ἀνέστησεν, ἵνα ἐν τῷ τετραημέρῳ δείξῃ ὅτι καὶ ὁ τετραπέρατος κόσμος ἐκ νεκρῶν δι᾽ αὐτοῦ ἀναστήσεται. Πέμπτη ἡμέρα, ἡ τῶν ζωοποιῶν αὐτοῦ μυστηρίων ἐν τῇ πέμπτῃ παράδοσις· καὶ ὁ τὰ ζῷα ἐν τῇ πέμπτῃ δημιουργήσας, αὐτὸς τὰ ζωοποιὰ μυστήρια τοῦ ἄρτου καὶ τοῦ αἵματος ἐν τῇ πέμπτῃ ἐτέλεσε.

Καὶ ὅτι ταῦτα ζωοποιὰ μυστήρια, αὐτὸς λέγει ὁ Χριστός· 〈Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ζήσεται εἰς τὸν αἰῶνα.〉 Τῇ ἕκτῃ, ὁ τοῦ Χριστοῦ σταυρὸς διὰ τὸν ἄνθρωπον.

Διὰ τοῦτο γὰρ ἐν τῇ ἕκτῃ ἐσταύρωται ἡμέρᾳ, ἵνα πάντες μάθωμεν ὅτι ὁ ἐν τῇ ἕκτῃ δημιουργήσας τὸν ἄνθρωπον, αὐτὸς ἐκεῖνος ἐν τῇ ἕκτῃ ἐσταυρώθη διὰ τὸν ἄνθρωπον. Καὶ οὐ μόνον ἡμέρᾳ ἕκτῃ, ἀλλὰ καὶ ὥραν ἕκτην ἐπὶ τὸ ξύλον ἐκρέματο, ἐπειδὴ ἀρχὴ ἁμαρτίας ὥρᾳ ἕκτῃ ἀπὸ τοῦ ξύλου γέγονεν, ὅτε Ἀδὰμ τὸν θάνατον ἠρίστησεν, εἶτα ἐπειδὴ ἐν τῇ ἕκτῃ ἡμέρᾳ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῶν εὐαγγελικῶν θαυμάτων, ὅτε καὶ τὸ ὄξος ἔπιε καὶ εἶπε· 〈Τετέλεσται.〉 Ἐν τῇ ἑβδόμῃ ἐν τάφῳ κατέπαυσεν. Ἐν τῇ ὀγδόῃ ἐκ νεκρῶν ἐγήγερται. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης,〉 ὅτε τὸ τέλος τοῦ κόσμου ἀρχὴ κόσμου ἐγένετο καὶ ὡς ἐν ὀγδόῃ ὁ θάνατος περιετέμνετο. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης,〉 ὅτε καὶ ἐν τῇ δευτέρᾳ ὀγδόῃ Θωμᾷ ἐνεφανίζετο καὶ τὴν ἀπιστίαν αὐτοῦ πίστει περιέτεμεν. Ὁ γὰρ λέγων· 〈Ἐὰν μὴ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ,〉 τῇ ὄψει μόνῃ Χριστοῦ ὡς μαχαίρᾳ ἐχρήσατο καὶ τὴν ἀπιστίαν περιέτεμε καὶ πιστεύσας αὐτῷ ἔλεγεν· 〈Ὁ κύριός μου καὶ ὁ θεός μου.

Μεθ᾽ ἡμέρας ὀκτὼ〉 τῆς ἀναστάσεως 〈ἔρχεται ὁ Ἰησοῦς〉 πρὸς τοὺς μαθητὰς 〈τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν.〉 Ὁ γὰρ πολέμιος θάνατος θανάτῳ τεθανάτωται. 〈Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὴν χεῖρά σου εἰς τὴν πλευράν μου,〉 οὐχ ἵνα λόγχῃ τὴν πλευρὰν ὡς ὁ στρατιώτης νύξῃς, ἀλλ᾽ 〈ἵνα〉 τὸ ἀπὸ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ ἐν διανοίᾳ λάβῃς, καὶ μάθῃς διὰ τί ἐξῆλθε τὸ αἷμα καὶ τὸ ὕδωρ, οἱ δύο μάρτυρες τῶν κυριοκτόνων· τὸ αἷμα, ἵνα Ἰουδαίους ἐλέγξῃ εἰπόντας· 〈Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν·〉 τὸ ὕδωρ, ἵνα τοῦ Πιλάτου κατηγορήσῃ, ὅτι λαβὼν ὕδωρ καὶ νιψάμενος, ὡς ἀθῷος τὸν ἀθῷον καὶ δίκαιον ἐφραγέλλωσε καὶ ἐσταύρωσε. 〈Φέρε τὸν δάκτυλόν σου,〉 Θωμᾶ, καὶ 〈φέρε τὴν χεῖρά σου,〉 πρῶτον τὸν δάκτυλον καὶ οὕτω τὴν χεῖρα. Πρῶτον γεῦσαι 〈ὅτι χρηστὸς ὁ κύριος,〉 ὃς ἀπιστήσαντά σε οὐκ ἐκονδύλισε, καὶ οὕτω δέξαι τὸν ἄρτον τῆς ζωῆς. Εἶτα ὁ Θωμᾶς οὐδέπω ἐγεύσατο καὶ ἤδη τὴν ὀμολογίαν ἠρεύξατο· καὶ 〈ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ κύριός μου καὶ ὁ θεός μου. Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. ψαλμὸς τῷ Δαυὶδ〉 εἴρηται, ὅτι τὴν προφητείαν τῶν ἐσομένων ἀγαθῶν ὡς ἤδη πραχθεῖσαν καὶ ἐπιτελεσθεῖσαν ἔβλεπεν—〈Διεμερίσαντο τὰ ἱμάτιά μου.

Ὤρυξαν χεῖράς μου καὶ πόδας μου〉—καὶ τὰ πάθη τοῦ Χριστοῦ ὡς ἤδη γενόμενα ἔψαλλε. 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.〉 Καὶ διὰ τί τὸν ὑπὲρ τῆς ὀγδόης ψάλλων τὴν ἔκλειψιν τῶν ὁσίων ὠλοφύρετο; Ἀλλὰ καὶ σφόδρα καλῶς· ἐπειδὴ γὰρ ἡ ὀγδόη καὶ ἡ τῶν νεκρῶν ἔγερσις βοᾷ τὴν τοῦ κόσμου συντέλειαν, τότε δὲ γίνεται ἡ κόσμου συντέλεια ὅτε οἱ ὅσιοι καὶ οἱ εὐσεβεῖς ἐκλείψουσι. Καὶ τούτου μάρτυς ὁ Χριστὸς εἰπών· 〈Ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;〉 Καὶ ὁ ἀπόστολος· 〈Ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον,〉 ὅτε ἀποστήσονται τῆς πίστεως προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων.

Ἵνα οὖν, ὅτε γίνεται ἐκεῖνο τὸ οἰκουμενικὸν ναυάγιον, ὅτε ἐν κύματι ἀσεβείας ὁ βίος βυθίζεται, ἵνα ὁ τότε εὑρισκόμενος Χριστιανὸς μὴ συναπόληται μετὰ τῶν ἀσεβῶν, δέδωκεν αὐτῷ ὁ Δαυὶδ ὡς χειμαζομένῳ πλοίῳ σωτήριον ἄγκυραν τὸν ψαλμόν, ἵνα ὡς κυβερνήτης ἄνω βλέπων ἀναβοᾷ· 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.〉 Καὶ ἵνα σαφέστερον διδάξῃ ὅτι τότε ἐκλείπει ὅσιος ὅτε τὰ ἀληθινὰ δόγματα τῆς θεογνωσίας εἰς ὀλίγους περιλιμπάνονται, ἐπήγαγεν· 〈Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.〉 Ὥσπερ γάρ, ὅτε ὁ ἀριθμὸς τῶν πιστευόντων ἐπληθύνετο, τότε ὁ λόγος τοῦ κυρίου αὐξάνειν ἐλέγετο, οὕτως ἔμπαλιν, ἐκλιπόντων ὁσίων καὶ εὐσεβῶν, ὀλιγοῦνται τὰ τῆς ἀληθείας δόγματα, οὐκ αὐτὰ μείωσιν ἢ τηκεδόνα ὑπομένοντα, ἀλλὰ τοὺς τὴν ἀλήθειαν ἀρνουμένους ἀποφεύγοντα.

Ὡς γὰρ ἐρωτηθεὶς ὁ Δαυὶδ καὶ διὰ τί ἐκλέλοιπεν ὅσιος, ἀποκρίνεται· 〈Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.〉 Ὥσπερ γὰρ τότε ἀθυμεῖ καὶ στενάζει ἰατρὸς ὅτε ἴδῃ ὅτι αἱ δυνάμεις τοῦ πυρέττοντος ὠλιγώθησαν, ὅτι οἱ τόνοι τῆς φύσεως ἐδαπανήθησαν, οὕτως ἐκλείπει τῇ λύπῃ ὁ ὅσιος ὁρῶν 〈ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων,〉 ὅτι εἰς μακρονοσίαν ὁ κόσμος ἐξέπεσεν, ὅτι αἱ δυνάμεις τῶν θεοπνεύστων γραφῶν ἐν αὐτοῖς ἠλαττόνησαν, ὅτι ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέφουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐξετράπησαν. 〈Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.〉 Καὶ ὥσπερ κυβερνητῶν ἀπώλεια τῶν πλοίων ναυάγια, καὶ ποιμένων ἀπουσία προβάτων ὄλεθρος, καὶ γεωργῶν ἀμέλεια χωρίων ἀφανισμός, οὕτω καὶ τῶν ὁσίων ἡ ἔκλειψις τοῦ κόσμου κατάλυσις. Ὁσιότης δέ ἐστιν ἡ πρὸς τὸν θεὸν καθοσίωσις, καὶ ἐκεῖνος ὅσιος ὁ ἑαυτὸν διὰ πίστεως καθοσιώσας καὶ ἀφιερώσας τῷ θεῷ. Ὅθεν περὶ τοῦ θεὸν καταλιμπάνοντος καὶ ἀρνουμένου τὸ πρὸς θεὸν σέβας ἔλεγεν ὁ Μωυσῆς· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· 〈Ὅσιά μοι γένοιτο〉 ἐν τῷ ἀποστῆναι ἀπὸ κυρίου. Ὥσπερ οὖν ὁ τοῦ θεοῦ ἀποστάτης ἀνόσιος λέγεται, οὕτως ὁ τῷ θεῷ διὰ πίστεως οἰκειωθεὶς ὅσιος. 〈Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι,〉 ὡς ἐν καιρῷ ἀφορίας οἱ καρποί.

Ὥσπερ δὲ εἷς ὁ Χριστὸς καὶ πολλοὶ οἱ Χριστοί—〈Μὴ ἅπτεσθε τῶν χριστῶν μου〉—καὶ μία δικαιοσύνη καὶ πολλαὶ αἱ δικαιοσύναι— 〈Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν〉—οὕτω καὶ μιᾶς οὔσης τῆς ἐνυποστάτου ἀληθείας, πολλαὶ λέγονται ἀλήθειαι καὶ τὰ τῆς ἀληθείας δόγματα καὶ τὰ τῆς ὀρθῆς πολιτείας ποικίλα θεσπίσματα. 〈Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι,〉 ἐπειδὴ 〈μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ.〉 Γέγραπται ὡς ἐν τῷ Ζαχαρίᾳ καὶ ἐν τῷ ἀποστόλῳ· 〈Λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ〉 ἀληθῶς. Ὁ δὲ τοῦτο μὴ ποιῶν καὶ τὸν προφήτην ὕβρισε καὶ τὸν ἀπόστολον ἐλύπησε καὶ τὸν θεὸν ἠθέτησε τὸν λαλοῦντα δι᾽ αὐτῶν· 〈Ὁ γὰρ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ. Λαλεῖτε ἀλήθειαν μετὰ τοῦ πλησίον.〉 Ἀλλ᾽ ἐὰν τῷ πλησίον μάτην ἐχθραίνῃς καὶ οὐ λαλεῖς αὐτῷ, πῶς αὐτῷ λαλήσεις τὴν ἀλήθειαν, ὁ μήτε ὅλως αὐτῷ λαλῶν; Ἓν γὰρ τῶν δύο· ἢ οὐ λαλεῖς αὐτῷ ἢ τότε αὐτῷ λαλεῖς ὅταν αὐτὸν ὑβρίζῃς, ὅταν συκοφαντῇς, ὅταν εἰς πρόσωπον δέρῃς. Ἔσω ὡς ἀδελφὸς τὴν σάρκα Χριστοῦ μετ᾽ αὐτοῦ ἐσθίεις καὶ ἔξω ὡς θηρίον τῶν σαρκῶν αὐτοῦ ἐπιθυμεῖς· ἔσω ὡς ἀπόστολος συνδειπνεῖς καὶ ἔξω ὡς προδότης πολεμεῖς.

Καὶ ὁ μὲν Ἰούδας οὐχ ὑβρίζων, ἀλλὰ καταφιλῶν ἐπώλει· σὺ δὲ καὶ ὑβρίζεις καὶ συκοφαντεῖς καὶ παντοίας ῥάπτεις ἐπιβουλάς, καὶ ὀργῆς δοῦλος γινόμενος καὶ θυμῷ καπνιζόμενος ἐκεῖνα λέγεις τῷ πλησίον ἅπερ ξένα ἐστὶ τοῦ Χριστοῦ καὶ φίλα τοῦ διαβόλου. Ὁ Χριστὸς εἶπεν· 〈Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν·〉 σὺ δὲ καὶ τὸν ἀδελφὸν μισεῖς. 〈Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς·〉 σὺ δὲ καὶ τὸν φιλοῦντα κακοποιεῖς. Ἆρα, ὅταν ἴδῃς ὅτι ὁ ἀδελφὸς τὸν ἀδελφὸν καὶ ὁ κοινωνικὸς τὸν κοινωνικὸν φονέα καὶ γόητα καὶ δαιμονιῶντα καλεῖ καὶ ὅρκοις καὶ ἐπιορκίαις τὰς συκοφαντίας βεβαιοῖ καὶ ἀπειλεῖ λίαν ἀναλῶσαι τὸν πλησίον ὡς ἐχθρὸν καὶ ἄλλος Κάϊν γενέσθαι τῷ Ἄβελ ἐπείγεται, πόσων θρήνων καὶ ὀδυρμῶν ὁρᾷς τὸν τοιοῦτον ἄξιον; Ὅτι σῶμα ὄντες Χριστοῦ ἑαυτοὺς κατατέμνουσιν· ὅτι τὸ αὐτὸ ὑπὲρ ἀλλήλων οὐ μεριμνῶσι τὰ μέλη, ἀλλὰ καθ᾽ ἑαυτῶν ὁπλίζονται. Καὶ λέοντες μὲν λέοντας οὐ κατεσθίουσι καὶ παρδάλεις κατὰ παρδάλεων οὐχ ὁπλίζονται. Ἀδελφὸς δὲ ἀδελφῷ ὡς θηρίον ἀρνίῳ ἐφάλλεται. Ἄρκος τῇ ἄρκῳ οὐκ ἐπιβουλεύει, καὶ ὁ Ἠσαῦ τὸν Ἰακὼβ ἀποκτεῖναι ἠπείλει· 〈Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.〉 Κεράστης κεράστῃ οὐ λυμαίνεται, καὶ οἱ ἀδελφοὶ κατὰ τοῦ Ἰωσὴφ ὁπλίζονται· 〈Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· δεῦτε ἀποκτείνωμεν αὐτόν,〉 καὶ τὰ ἑξῆς.

Ἀλλὰ 〈μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ.〉 Ὃν γὰρ ἀποκτεῖναι διὰ βασκανίαν ἠθέλησαν, τοῦτον διὰ λιμὸν προσεκύνησαν ὡς οὐ προσεδόκησαν. Καὶ διὰ τί 〈ἐκλέλοιπεν ὅσιος; Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι,〉 ἐπειδὴ 〈μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ〉 λέγων· Ἄρτι οὐδὲν ὠφελοῦνται οἱ ἀληθεύοντες· νῦν οἱ ψευδόμενοι τὰ μεγάλα δύνανται. Εἰ μὴ δὲ 〈μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,〉 οὐκ ἂν 〈ὠλιγώθησαν αἱ ἀλήθειαι,〉 οὐκ ἂν 〈ἐκλέλοιπεν ὅσιος.〉 Ὅσιος δέ ἐστιν ὁ εὐσεβὴς καὶ τὰ πρέποντα καὶ ὡς δεῖ θεῷ προσφέρων ὡς Ἄβελ, ἀλλ᾽ οὐκ ὀνειδίζων ὡς Κάϊν. 〈Οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται,〉 ὥστε ἔστι καὶ ἀνοσίως ποιεῖν τὰ ὅσια. 〈Οἴμοι ψυχή,〉 ἔλεγεν ἄλλος, 〈ὅτι ἀπόλωλεν εὐσεβὴς ἀπὸ τῆς γῆς.〉 Τί λέγεις, Δαυίδ; 〈Ἐκλέλοιπεν ὅσιος,〉 καὶ πῶς ὁ κόσμος συνέστηκεν; Οἱ κίονες ἔπεσον, καὶ πῶς ἡ οἰκία οὐ κατέπεσεν; Αἱ λαμπάδες ἐσβέσθησαν, καὶ πῶς ἡ σκοτία φωτίζεται;

Οἱ ἰατροὶ ἀπέθανον, καὶ πῶς ἰαθῶσιν οἱ ἄρρωστοι; Μετὰ σοῦ Σαμουὴλ καὶ Νάθαν καὶ Γὰδ καὶ Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθοὺμ καὶ οἱ χοροὶ τῶν ἱερέων καὶ τῶν προφητῶν, καὶ πῶς 〈ἐκλέλοιπεν ὅσιος;〉 Ἀλλὰ ἀποκρίνεται· Οὐ περὶ τῶν ἄρτι μοι ὁ λόγος, ἀλλὰ περὶ τῶν ἐν τῇ συντελείᾳ· διὸ καὶ 〈εἰς τὸ τέλος〉 τὸν ψαλμὸν ἐπέγραψα. Ὡς γὰρ ἐρωτηθεὶς πότε 〈ἐκλέλοιπεν ὅσιος,〉 ἀποκρίνεται· 〈Εἰς τὸ τέλος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.〉 Ἐν γὰρ τοῖς υἱοῖς τοῦ θεοῦ οὐκ ὠλιγώθησαν—〈Καὶ υἱοὶ ὑψίστου πάντες〉— ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, 〈υἱοὶ οἷς οὐκ ἔστιν ἐν αὐτοῖς πίστις· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;

Ὠλιγώθησαν αἱ ἀλήθειαι.〉 Ἐν συναλλαγαῖς διὰ ὀβολὸν ψεύδονται. Ἐν συνθήκαις, ἐν κοινωνίαις, ἐν δικαστηρίοις, οὐ φυλάττουσι τὸ ναί, ναί, τὸ οὔ, οὔ. Τὸ ναὶ οὒ ἐγένετο καὶ τὸ οὒ ναί, 〈ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι.〉 Καὶ διὰ τί οὐκ εἶπεν ἡ ἀλήθεια, ἀλλ᾽ αἱ ἀλήθειαι; Τὸ μὲν διὰ τὰς διαφόρους συνθήκας, τὰς ἄνευ ὅρκων 〈καὶ τὰς μεθ᾽ ὅρκων〉, τὰς ἀγράφους καὶ τὰς ἐγγράφους, καὶ τὰς ἀμαρτύρους καὶ τὰς ἐπὶ μαρτύρων· ἢ καὶ διὰ τὰς πολλὰς αἱρέσεις τὰς κακοδόξους καὶ διαφόρους ψευδομένας. Πολλαὶ αἱ ἀλήθειαι, ἵνα ἑκάστη ὡς βέλος πρὸς μίαν ἑκάστην πεμφθῇ· 〈Ὅτι ἀληθείας ἐκζητεῖ κύριος〉 ὁ θεός. 〈Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ·〉 οἱ ἐν τῇ πυργοποιΐᾳ, καὶ οἱ ἀδελφοὶ κατὰ τοῦ Ἰωσήφ, καὶ ἐν τῇ ἐρήμῳ κατὰ Μωυσέως—〈Ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς. Ὁ γὰρ Μωυσῆς οὗτος οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ〉—καὶ οἱ πρεσβύτεροι κατὰ Σουσάννης, καὶ κατὰ Χριστοῦ οἱ Ἰουδαῖοι. 〈Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά.〉 Καὶ μὴν ἡ καρδία διὰ τῶν χειλέων λαλεῖ, ἀλλ᾽ ὡς ἔχει ὀφθαλμοὺς ἡ καρδία, οὕτω καὶ χείλη· 〈Πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ὑμῶν.

Τῷ στόματι αὐτῶν εὐλόγουν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Χείλη δόλια ἐν καρδίᾳ.〉 Περὶ δὲ Ἰουδαίων ὁ λόγος· 〈Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. Χείλη δόλια ἐν καρδίᾳ,〉 ἢ καὶ ἐν καρδίᾳ τοῦ λαλοῦντος καὶ ἐν καρδίᾳ τοῦ ἀκούοντος ἢ καὶ δισσῇ καρδίᾳ ἢ καὶ ἐν καρδίᾳ τῶν μήπω πλανηθέντων καὶ ἐν καρδίᾳ τῶν ἤδη πεπλανημένων, ἵνα ἐκείνους μὲν ἀπατήσωσι, τούτους δὲ στρεβλωτέρους ποιήσωσι. Καὶ οἱ δαίμονες· 〈Τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα.〉 Ἐν καρδίᾳ δὲ λαλεῖ ὁ ἐνδιαθέτως λαλῶν καὶ ἐγγράφων ὡς ἐν πλακὶ τῇ καρδίᾳ αὐτοῦ τοὺς λόγους· 〈Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ,〉 ἀντὶ τοῦ· Μὴ λόγοις ἀπατηλοῖς τὰς ἀκοὰς θέλγετε, μὴ δὲ ἐπιπόλαια λέγετε, ἀλλ᾽ ἐμβαθύνατε τὰ σπέρματα τῆς καρδίας, ἅψασθε τὸ συνειδός, μαστίξατε ὡς προφῆται, τὰ τραύματα τῶν ἐνθυμιῶν θεραπεύσατε ...

In Psalmum XI Homilia III Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως. Ἀναστάσεως Χριστοῦ ἑορταί· καὶ ἄγγελος τῆς ἀναστάσεως καὶ νῦν ὁ Δαυὶδ παρεγένετο, τὴν ὀγδόην τῆς ἀναστάσεως ἡμῖν διὰ τῆς ἐπιγραφῆς σαλπίζων· 〈Εἰς τὸ τέλος〉 γάρ, 〈ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυίδ.〉 Ἐπειδὴ γὰρ ὁ ἐν τῇ ἕκτῃ γενόμενος ἄνθρωπος ἕκτῃ ὥρᾳ θάνατον ἠρίστησε καὶ ὡς ἐν ἑβδόμῃ τῇ ἁμαρτίᾳ κακῶς ἐσαββάτισε, μηκέτι ἐργαζόμενος καὶ φυλάττων τὴν ἐντολὴν τοῦ θεοῦ, καὶ ὡς ἐν ὀγδόῃ περιτεμνόμενος τοῦ παραδείσου περιετέμνετο, διὰ ταῦτα ὁ ποιητὴς καὶ δημιουργὸς τοῦ Ἀδὰμ τῇ ἕκτῃ ἡμέρα ἐσταύρωται, τῇ ἑβδόμῃ ἐν τῷ τάφῳ ἀναπαύεται, τῇ ὀγδόῃ ἀνίσταται, τοὺς υἱοὺς τοῦ ἀποθανόντος Ἀδὰμ υἱοὺς ἀναστάσεως ἐργαζόμενος. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης.〉 Ἀλλ᾽ ὁ αἱρετικὸς ἀντιφθέγγεται· Ὁ δημιουργός, φησί, τοῦ Ἀδὰμ ἐσταύρωται. Ἀλλὰ τὸ σταυρωθῆναι ἀνθρώπου ἴδιον, ἀλλ᾽ οὐ θεοῦ. Ἀλλὰ κἀγώ σοι λέγω· Ὁ δημιουργὸς τοῦ Ἀδὰμ 〈χιτῶνας δερματίνους τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ ἐποίησεν.〉 Ἀλλὰ τὸ ποιεῖν χιτῶνας δερματίνους ἀνθρώπου ἴδιον ἔργον καὶ οὐκ ἴδιον θεοῦ, καὶ ἀνθρώπου πένητος καὶ πτωχοῦ. Οὐδεὶς γὰρ πλούσιος ἢ εὐγενὴς χιτῶνας δερματίνους ἐργάζεται.

Εἰπέ μοι κἀκεῖνο· ὁ δημιουργὸς τοῦ Ἀδὰμ περιεπάτει ζητῶν τὸν Ἀδὰμ καὶ ὡς ἀγνοῶν ὅπου κρύπτεται ἐφώνει· 〈Ἀδάμ, ποῦ εἶ;〉 Ἀλλὰ τὸ περιπατεῖν καὶ ζητεῖν καὶ λέγειν· 〈Ποῦ εἶ;〉 ἀνθρώπου ἴδιον καὶ οὐκ ἴδιον θεοῦ. Ὥσπερ οὖν ἀκούων ὅτι χιτῶνας δερματίνους ἐποίησε καὶ ὅτι περιεπάτει καὶ ὅτι ἐζήτει καὶ ἠρώτα· 〈Ποῦ εἶ;〉 καὶ τὰ ἀνθρώπινα ἔργα καὶ πάθη κατεδέξατο, οὐ λέγεις ἄνθρωπον, οὕτως ἀκούων ὅτι ἐσταυρώθη, ὅτι ἐκρεμάσθη, ὅτι προσηλώθη ἐν σαρκὶ ὁ ποιητὴς τοῦ Ἀδάμ, μὴ λέγε ψιλὸν ἄνθρωπον, ἀλλὰ θεὸν ἐν σαρκὶ τὸ πάθος καὶ τὸν θάνατον τῆς σαρκὸς οἰκειοποιησάμενον. Εἰ γὰρ ὁ ἄρχοντος πρόσταγμα διαρρήξας κινδυνεύει καὶ ὁ βασιλέως σάκραν σχίσας θανάτῳ ὑπόκειται, οὐχ ὅτι τὸν χάρτην ἔσχισεν, ἀλλ᾽ ὅτι τὸν γράψαντα ὕβρισε, πολλῷ μᾶλλον οἱ τὸν ναὸν τοῦ δεσπότου τοῖς ἥλοις ὀρύξαντες καὶ τὸν δεσποτικὸν τόμον, ὃν ὁ πατὴρ ἐσφράγισε, διαρρήξαντες, οὐ τὸ σῶμα ἁπλῶς, ἀλλὰ τὸν φοροῦντα ὕβρισαν.

Ὅτι δὲ τόμος ἐσφραγισμένος τὸ τοῦ Χριστοῦ σῶμα, ὁ μὲν Ἠσαΐας ἀκούει· 〈Λάβε σεαυτῷ τόμον καινὸν μέγαν·〉 ὁ δὲ Ἰωάννης· 〈Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν.〉 Ὁ προφήτης τὸν τόμον, ὁ εὐαγγελιστὴς τὴν σφραγῖδα εἶπεν. Ὥσπερ οὖν αἱ εἰς τὸν χάρτην ἀτιμίαι οὐ τῷ χάρτῃ, ἀλλὰ τῷ γράψαντι λογίζονται, οὕτως αἱ εἰς τὸ σῶμα τοῦ Χριστοῦ πληγαὶ οὐχ οὕτω τὸ σῶμα ὅσον τὸν φοροῦντα ὕβρισαν. Κἂν τὸ σῶμα ἐσταυροῦτο, ἀλλ᾽ ὁ κύριος τῆς δόξης ἐκρέματο. 〈Εἰ γὰρ ἔγνωσαν,〉 φησίν, 〈οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.〉 Κἂν ἡ σὰρξ ἐρραπίζετο, ἀλλ᾽ ἡ θεότης ὑβρίζετο. Κἂν ὁ δοῦλος ἐμαστίζετο, ἀλλ᾽ ὁ δεσπότης ᾐκίζετο. Οὐκ ἐθεάσω ἐν τοῖς τῶν στρατιωτῶν νουμέροις ὅπως στρατιώτου μεγάλα καὶ ἐπικίνδυνα ἁμαρτήσαντος ὅπερ ἔμελλεν ὁ στρατιώτης ὑπομένειν, τοῦτο ἀντ᾽ αὐτοῦ τὸ ἱμάτιον αὐτοῦ πάσχει; Ἀντὶ γὰρ τοῦ στρατιώτου τὴν χλανίδα καίουσι. Καὶ οὐδεὶς τὴν ὕβριν τῇ χλανίδι, ἀλλὰ τῷ στρατιώτῃ λογίζεται. Καὶ τὸ θαυμαστόν, ὅτι πρῶτον τὴν πορφύραν τῆς χλανίδος αἴρουσι καὶ οὕτως αὐτὴν καίουσιν. Ἐπειδὴ γὰρ ἡ πορφύρα βασιλέως ἐστὶ φόρημα, ἵνα μὴ ἐν τῇ καιομένῃ πορφύρᾳ ὁ βασιλεὺς ὑβρισθῇ, εἰς τιμὴν τοῦ βασιλέως τὴν πορφύραν ἀπὸ τῆς χλανίδος αἴρουσιν. Ἡ χλανὶς καίεται καὶ ὁ στρατιώτης ἀτιμάζεται· κόμμα πορφύρας καίεται καὶ ὁ βασιλεὺς ὑβρίζεται· σῶμα ἔνθεον ἐσταύρωται καὶ πῶς ὁ φορῶν οὐχ ὕβρισται;

Διὰ τί δὲ καὶ Ἰουδαῖοι τὸν σταυρὸν ἔπηξαν; Ἆρα διὰ τὸ σῶμα ἢ διὰ τὴν θεότητα τὴν ἐνεργοῦσαν τὰ θαύματα; Διὰ τί δὲ καὶ Μωυσῆς αὐτοῖς ἔλεγεν· 〈Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου.〉 Ἆρα διὰ τὸ σῶμα ἢ διὰ τὴν ζωοποιὸν θεότητα;

Ἀλλ᾽ ἐκεῖνοι μὲν σῶμα βλέποντες εἰς τὸ σῶμα πίπτουσιν. Ἡμεῖς δὲ θεὸν ἐν σαρκὶ βλέποντες ἀεὶ ἀνιστάμεθα. 〈Οὗτος〉 γὰρ 〈κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν·〉 εἰς πτῶσιν αἱρετικῶν, ἀνάστασιν δὲ Χριστιανῶν, ἵνα τὸν ὑπὲρ τῆς ὀγδόης ψάλλωμεν Χριστῷ συνανιστάμενοι ...