Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς

Ἀστέριος ὁ Σοφιστής

Ερμηνεία στον τρίτο Ψαλμό

Ερμηνεία των αιτίων της φυγής του Δαβίδ από τον Αβεσσαλώμ, ανάλυση των θλίψεων ως πνευματικής παιδαγωγίας και εξέταση της μακροθυμίας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 3 από 18

In Psalmum III Εἰς τὸν τρίτον ψαλμόν· 〈Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;〉 Ἐπινικίους ἀνδριάντας οἱ βασιλεῖς τοῖς στρατηγοῖς νικήσασιν ἀνατιθέασι· νικηφόρους δὲ εἰκόνας καὶ στήλας ἐγείρουσιν ἄρχοντες ἡνιόχοις καὶ ἀθληταῖς, καὶ τῷ ἐπιγράμματι ὡς στόματι κήρυκα τῆς νίκης τὴν ὕλην ἐργάζονται. Ἄλλοι δὲ πάλιν ἐν βίβλοις καὶ γράμμασι τοὺς ἐπαίνους τοῖς νικηταῖς γράφουσι, τὴν ἑαυτῶν ἐν τῷ ἐπαίνῳ δύναμιν ἰσχυροτέραν τῶν ἐπαινουμένων δεῖξαι θέλοντες.

Καὶ λογογράφοι καὶ ζωγράφοι καὶ χαλκευταὶ καὶ λιθογλύπται καὶ δῆμοι καὶ ἄρχοντες καὶ πόλεις καὶ χῶραι τοὺς νικητὰς θαυμάζουσιν. Οὐδεὶς δὲ φεύγοντος καὶ μὴ πολεμήσαντος εἰκόνα ἔγραψε καθάπερ νῦν ὁ Δαυίδ· 〈Ψαλμὸς〉 γὰρ 〈τῷ Δαυὶδ ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.〉 Καὶ πότε ὁ δραπέτης ἐγκωμίων ἄξιος; Πότε δὲ ὁ φυγὰς ἐπιγραμμάτων ἐντός; Τοὺς δραπέτας γράμμασιν ἰξεύουσιν, οὐκ ἐπιγράμμασι θαυμάζουσιν. Ἀλλὰ μάθε τὴν αἰτίαν, ἄδελφε, τῆς ἐπιγραφῆς καὶ ἀσφάλισαί σου τὴν ψυχήν· γενέσθω σοι ἡ ἱστορία βίου κατόρθωσις· ἤτω σοι ὁ τοῦ δικαίου διωγμὸς διανοίας στηριγμός. Μάθε γὰρ διὰ τί ἐδιώκετο ὁ Δαυὶδ ὑπὸ τοῦ Ἀβεσσαλώμ, ἵν᾽, ὡς θεμέλιον τὸ πρᾶγμα εὑρών, οἰκοδομηθῇς τῷ φόβῳ τοῦ θεοῦ. Ὡς γὰρ ἄνευ τοῦ θεμελίου σαθρὰ ἡ οἰκοδομή, οὕτως ἄνευ τῆς εὑρέσεως τοῦ σκοποῦ οὐκ ὠφελεῖ ἡ γραφή. Σκοπὸν εἶχεν ὁ μακάριος Δαυὶδ διὰ τοῦ προκειμένου ψαλμοῦ παιδεῦσαι τὸν βίον καὶ σωφρονίσαι μηδέποτε κακοποιεῖν καὶ καταφρονεῖν τῶν νόμων τοῦ θεοῦ, ἵνα μὴ ὁ ἁμαρτήσας τοιαῦτα πάθῃ οἷα καὶ αὐτὸς ἔπαθεν. Ἔφυγε τὸν υἱὸν αὐτοῦ ὁ Δαυὶδ ἐπειδὴ τὴν ἁγνείαν ἔφυγεν· ἔφυγε τὸν υἱὸν ἐπειδὴ τὸν σώφρονα γάμον ἐνύβρισεν· ἔφυγε τὸν υἱὸν ἐπειδὴ τὸν νόμον τοῦ θεοῦ τὸν λέγοντα 〈Οὐ φονεύσεις, οὐ μοιχεύσεις,〉 ἔφυγεν.

Ἐπειδὴ γὰρ ἀλλοτρίαν ἀμνάδα εἰς τὸν οἶκον αὐτοῦ εἰσήγαγε καὶ τὸν ταύτης ποιμένα ἀπέκτεινεν, ὁ ἐκ τοῦ οἴκου αὐτοῦ ἀμνὸς τὸν ποιμένα ἐκεράτιζεν.

Ἀλλότριον οἶκον ἐπολέμησε καὶ ἐκ τοῦ ἰδίου οἴκου ἐπανέστη αὐτῷ ὁ πόλεμος. Οὐκ ἔστιν ἐμὸν τὸ νόημα· θεοῦ ἐστι τὸ ἀπόφθεγμα. Ὅπου δὲ θεὸς ὁ ἑρμηνεύων, οὐδεὶς ὁ ἀντιλέγων. Ὅτι γὰρ διὰ τοῦτο ἐπανέστη τῷ Δαυὶδ ὁ υἱὸς αὐτοῦ ἐπειδὴ τὸν Οὐρίαν ἐφόνευσε καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβεν, ἄκουσον τοῦ θεοῦ διὰ τοῦ προφήτου Νάθαν πρὸς τὸν Δαυὶδ λέγοντος· 〈Ἐγὼ ἔχρισά σε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐξειλόμην σε ἐκ χειρὸς Σαοὺλ καὶ ἔδωκά σοι τὰ πάντα τοῦ κυρίου σου καὶ τὸν οἶκον Σαοὺλ καὶ Ἰούδα· καὶ εἰ ὀλίγα σοί ἐστι, προσθήσω σοι καθὼς ταῦτα. Καὶ τί ὅτι ἐξουδένωσας τὸν κύριον τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν μου; Τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες ἑαυτῷ εἰς γυναῖκα. Καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου εἰς τὸν αἰῶνα.〉 Τὸν ἀλλότριον οἶκον ῥομφαίᾳ ἐδιχοτόμησας, τὴν κατὰ σοῦ ῥομφαίαν χαλκεύσω ἐν τῷ οἴκῳ σου. 〈Ἰδοὺ ἐγὼ ἐξεγερῶ ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου·〉 οὐκ ἔξωθέν ποθεν, ἀλλ᾽ 〈ἐκ τοῦ οἴκου σου.〉 Ὅθεν ἡ πηγὴ τῆς ἁμαρτίας, ἐκεῖθεν ἡ πληγὴ τῆς τιμωρίας.

Ἐπεὶ οὖν τῆς ἐντολῆς τοῦ θεοῦ δραπέτης καὶ φυγὰς ἐγένετο, διὰ τοῦτο τὸν υἱὸν ἀπεδίδρασκε. 〈Ψαλμὸς τῷ Δαυὶδ ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.〉 Καὶ κρείττων τῆς τοῦ πολέμου ἐξηγήσεως ἡ αἰτία τῆς τοῦ πολέμου ὑποθέσεως, ἵνα τὸν ὄλισθον τοῦ δικαίου θεασάμενοι ἀσφαλισώμεθα τὸ πτῶμα καὶ φύγωμεν τὴν ὁμοίαν βάσανον.

Πολλοὶ γὰρ καὶ εἰς τὴν σήμερον πολέμους ἐν τοῖς οἴκοις ἔχουσι, καὶ ὁ μὲν ὑπὸ γυναικὸς πολεμεῖται, ὁ δὲ ὑπὸ τέκνου πολιορκεῖται, ἄλλος ὑπὸ ἀδελφοῦ καὶ ἄλλος ὑπὸ φίλου καὶ ἕτερος ὑπὸ οἰκέτου δαμάζεται, καὶ ἕκαστος ἀκηδιᾷ καὶ δυσχεραίνει καὶ μάχεται καὶ πολεμεῖ καὶ πολεμεῖται. Καὶ οὐδεὶς ἑαυτὸν λογοθετεῖ ἐννοῶν ὅτι, εἰ μὴ ἁμαρτίας ἔσπειρεν, οὐκ ἂν ἐν τῷ οἴκῳ αὐτοῦ ἄκανθαι καὶ τρίβολοι ἀνέβησαν· εἰ μὴ σπινθῆρας ἁμαρτιῶν ἔκρυψεν, οὐκ ἂν ὁ οἶκος ἐνεπυρίζετο. Ὅτι γὰρ ἁμαρτιῶν εἰσι καρποὶ τὰ οἰκεῖα κακὰ καὶ δημίους ἐμφυλίους κατὰ τοῦ ἁμαρτάνοντος χειροτονεῖ ὁ θεός, μάρτυς ἡ θεία γραφή, ἧς οὐδὲν πρὸς πίστωσιν ἰσχυρότερον. Πολεμεῖ σε ἡ γυνή, εἰσελθόντι ὡς θηρίον ἀπαντᾷ, τὴν γλῶσσαν ὡς μάχαιραν ἀκονᾷ; Λυπηρὸν μὲν τὸ πρᾶγμα, ὅτι ἡ βοηθὸς ἀντίπαλος γέγονεν. Ὅμως ἑαυτὸν ἐρεύνησον, μήπως ἐν νεότητι εἰς γυναῖκα ἐνεωτέρισας καὶ τὸ εἰς γυναῖκα τραῦμα διὰ γυναικὸς θεραπεύεται καὶ τὴν ἀλλοτρίαν σηπεδόνα ἡ ἰδία χειρουργεῖ. Κἂν ἀγνοῇ ἡ τέμνουσα, ἀλλ᾽ οἶδεν ὁ ἰατρὸς θεός. Αὐτὸς γὰρ αὐτῇ ὡς σιδήρῳ κατὰ σοῦ ἐχρήσατο.

Ὥσπερ οὖν τὸ σίδηρον οὐκ οἶδεν ὃ ἐνεργεῖ, τὴν δὲ διὰ τοῦ σιδήρου θεραπείαν οἶδεν ὁ ἰατρός, οὕτω, κἂν ἀγνοῇ ἡ γυνὴ ἡ πλήττουσα καὶ ὁ ἀνὴρ ὁ πληττόμενος τὴν αἰτίαν τῆς πληγῆς, ἀλλ᾽ ὁ θεὸς ὡς ἰατρὸς οἶδε τὸ συμφέρον σοι. Ὅτι δὲ γυνὴ πονηρὰ ἁμαρτιῶν ἐστι κόνδυλος, μάρτυς ἡ θεία γραφή. Τί γὰρ λέγει ἄκουσον· Γυνὴ πονηρὰ ἀνδρὶ ἁμαρτωλῷ δοθήσεται· ὡς πικρὰ ἀντίδοτος αὐτῷ δοθήσεται, τοὺς χυμοὺς τῶν ἁμαρτιῶν ἀναλίσκουσα. Ὅτι δὲ καὶ τὸ ὑπὸ τέκνων πολιορκεῖσθαι ἁμαρτιῶν ἐστι βάσανος, μάρτυς ὁ Δαυὶδ διὰ τὴν παράνομον κοίτην ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Ἀβεσσαλὼμ πολεμούμενος, ὡς ὁ λόγος ἔδειξεν.

Ὅτι δὲ καὶ ἀδελφοὶ ἀδελφοὺς διὰ ἁμαρτίας ἐπολέμησαν, μάρτυς ἡ βίβλος τῶν Κριτῶν. Ὅτε γὰρ εἰς τὴν παλλακίδα τοῦ ὀδοιπόρου οἱ τῆς φυλῆς Βενιαμὶν ἐξεπόρνευσαν, ἡ δὲ τὴν ἄμετρον ὕβριν μὴ ἐνεγκοῦσα ἀπέθανεν, αἱ ἕνδεκα φυλαὶ τὴν μίαν ἐπολέμησαν· καὶ ἐπειδὴ αἱ ἕνδεκα φυλαὶ ἀπὸ θεοῦ ἀπέστησαν καὶ εἰς τὰ εἴδωλα ἐξεπόρνευσαν, ὑπὸ τῆς μιᾶς φυλῆς αἱ ἕνδεκα ἐνικήθησαν καὶ πλεονάκις νικηθεῖσαι ὑπὸ τῆς μιᾶς ἅπαξ αὐτὴν ἐνίκησαν. Καὶ ἀδελφοὶ ἀδελφοὺς ἐπολέμησαν, ἐπειδὴ ὁ θεὸς διὰ τὰς ἁμαρτίας αὐτῶν ἦρε τὸ τῆς ἁμαρτίας μεσότοιχον. Ἐπειδὴ γὰρ ἡ μία φυλὴ εἰς τὴν γυναῖκα ἐπόρνευσεν, αἱ δὲ ἕνδεκα φυλαὶ εἰς τὰ εἴδωλα ἐξεπόρνευσαν, καὶ οὗτοι κἀκεῖνοι ὑπὸ θεοῦ ἐξωλοθρεύθησαν, ὡς γέγραπται· 〈Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ,〉 ὥστε καὶ ἀδελφοὶ ἀδελφοὺς διὰ ἁμαρτίας ἐπολέμησαν.

Ὑπὸ ἀδελφῶν πολεμούμενος, μὴ τοσοῦτον κατ᾽ ἐκείνων στέναζε ὅσον ἑαυτὸν λογοθέτει, καὶ ἀνέταζε ζητῶν διὰ ποίας ἁμαρτίας οἱ ἀδελφοὶ πολέμιοι. Οὐχ ὅτι πάντες διὰ ἁμαρτίας ὑπὸ ἀδελφῶν πολεμοῦνται—καὶ γὰρ ὁ Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν ἐπολεμεῖτο, καὶ οὐ πάντως διὰ ἁμαρτήματα· καὶ ὁ Ἰὼβ ὑπὸ γυναικὸς ἐπεβουλεύετο, καὶ οὐ πάντως διὰ ἁμαρτήματα—ἀλλ᾽ ὅτι οἱ πλείονες τῶν ἀνθρώπων διὰ ἁμαρτίας οἰκειακοὺς πολεμίους ἔχομεν.

Ἔστιν ὅτε καὶ φίλοι εἰς ἐχθροὺς διὰ ἁμαρτίας τρέπονται καὶ οἱ πάλαι ποθοῦντες μισοῦσι καὶ ἀποστρέφονται, τοῦ θεοῦ τὸ τοιοῦτον μῖσος δι᾽ οὓς οἶδε λόγους ἐμβάλλοντος. Οὕτω γὰρ ἐν τῷ ἑκατοστῷ τετάρτῳ ψαλμῷ γέγραπται περὶ τῶν Αἰγυπτίων· 〈Μετέστρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ.〉 Οὐκ ἂν δὲ τὸ μῖσος ἀπὸ θεοῦ ἐδόθη, εἰ μὴ πρότερον κακῶς ἐφιλίαζον· οἷς γὰρ ἡ φιλία ἀπωλείας πρόξενος, τούτοις τὸ μῖσος ἀρετῆς ὑπόθεσις. Ἀλλὰ καὶ τὰ δοῦλα καὶ ὑπήκοα σώματα πολλάκις διὰ ἁμαρτίας τῇ δεσποτείᾳ ἐπανέστησαν.

Βλέπε γὰρ τὸν Ἀδὰμ μηδέπω ἁμαρτήσαντα καὶ τὰ θηρία ὡς δοῦλα ὑπήκοα ἔχοντα καὶ ὡς δούλοις αὐτοῖς καλοῦντα ὀνόματα· ὅτε δὲ τὴν ὄψιν τῇ ἁμαρτίᾳ ἐσπίλωσε, τότε τὰ θηρία αὐτὸν οὐκ ἐγνώριζε καὶ τὰ δοῦλα πολέμια κατ᾽ αὐτοῦ γεγόνασιν. Ὥσπερ ὁ ἐν τῇ οἰκίᾳ κύων δουλεύει τῷ τρέφοντι καὶ φοβεῖται τοῦτον καὶ τέθηπεν, ἐὰν δὲ ἄφνω ἠσβολωμένην ἔχοντα τὴν ὄψιν θεάσηται ἢ προσωπεῖον ἀλλότριον ἐν τῇ ὄψει φέροντα, ὡς ξένῳ ἐπέρχεται καὶ σπαράξαι βουλεύεται, οὕτως ὁ Ἀδὰμ ἐφ᾽ ὅσον τὸ κατ᾽ εἰκόνα θεοῦ πρόσωπον καθαρὸν ἐτήρει, οἱ θῆρες αὐτῷ ὡς δοῦλοι ὑπέκειντο· ὅτε δὲ τὸ πρόσωπον τῇ παρακοῇ ἐσπίλωσε, μὴ γνωρίζοντα τὸν δεσπότην ὡς ξένῳ ἤχθραινον, ὥστε καὶ δούλων ἐπανάστασις ἁμαρτιῶν ἐστιν ἀντίδοσις. Δίκαιος ὁ Δανιὴλ καὶ οἱ λέοντες τὴν δεσποτείαν ἐγνώρισαν· εἶδον ἁμαρτίας ἄγευστον καὶ ἀφῆκαν τιμωρίας ἄμοιρον. Ἥμαρτε προφήτης ψευσάμενος καὶ 〈εὗρεν αὐτὸν ὁ λέων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν.〉 Ἠσβολώθη τῷ ψεύδει καὶ ὁ λέων οὐκ ἐγνώρισεν. Εἰ προφήτην εἶδεν ἄν, ὡς τὸν Δανιὴλ ἐτίμησε· ψευδοπροφήτην εὗρε καὶ ὡς ξένῳ ἐπέδραμεν. Ὁ δεσπότης ἐψεύσατο καὶ ὁ δοῦλος τὴν δεσποτείαν ἠρνήσατο.

Καὶ τί λέγω περὶ τῶν οἰκειακῶν κακῶν, ὁπότε καὶ αὐτὸ ἡμῶν τὸ σῶμα, τὸ πάντων ἡμῖν οἰκειότερον καὶ προσφιλέστερον, ἔστιν ὅτε καὶ αὐτὸ ἁμαρτάνοντας ἡμᾶς πολεμεῖ διὰ πυρετῶν καὶ νόσων καὶ ἀλγηδόνων ἀμυνόμενον, καὶ τὸ δοῦλον σῶμα τὴν δέσποιναν ψυχὴν μαστίζει ἁμαρτήσασαν, οὐχ ὅτι τοῦτο βούλεται, ἀλλ᾽ ὅτι τοῦτο ποιεῖν κελεύεται; Καὶ μάρτυς ὁ Χριστὸς τῷ ἰαθέντι παραλυτικῷ λέγων· 〈Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μή σοι χεῖρόν τι γένηται.〉 Μαθόντες οὖν, ἀδελφοί, ὅτι καὶ οἰκειακοὶ καὶ συγγενικοὶ καὶ δουλικοὶ πόλεμοι καὶ αἱ τοῦ σώματος νόσοι τὰ πολλὰ διὰ ἁμαρτίας γίνονται, τὴν πηγὴν τῶν κακῶν τὴν ἁμαρτίαν ἀναστείλωμεν καὶ οἱ χείμαρροι τῶν παθῶν οὐ ῥεύσουσιν, ἀλλ᾽ οἱ ποταμοὶ τῶν τοῦ θεοῦ ἀγαθῶν τὴν πόλιν αὐτοῦ, τὴν ψυχήν, εὐφραινοῦσιν.

Ἐπεὶ οὖν καὶ ὁ Δαυὶδ ὡς ἀλλοτρίαν βασιλείαν τὴν ὕπανδρον ἔλαβε—βασιλεία γὰρ παντὶ ἀνδρὶ ἡ ὁμόψυχος γυνὴ καὶ οὐχ οὕτως ὁ βασιλεὺς τὴν πορφύραν καὶ τὸ διάδημα ὡς ὁ ἀνὴρ τὴν γυναῖκα ἀγαπᾷ—διὰ τοῦτο ὁ ἐκ τῆς γυναικὸς αὐτοῦ υἱὸς ἐπανέστη τύραννος, ἁρπάσαι θέλων τὴν βασιλείαν τοῦ πατρός. Βίᾳ ἥρπασε καὶ βίαν ὑπέμεινε, καὶ ὁ λάθρᾳ ἁμαρτήσας φανερῶς ἐθριαμβεύετο, καὶ ὁ ἐν κρυφῇ τραυματιζόμενος ἐπὶ πάντων χειρουργούμενος διὰ τὸν εἰπόντα θεόν· 〈Σὺ ἐποίησας ἐν κρυπτῷ, ἐγὼ δὲ ποιήσω ἐν τῷ φανερῷ καὶ ἐνώπιον τοῦ ἡλίου τούτου.〉 Ὅμως οὐκ εἰς τέλος προέβη τὰ τῆς κακίας τῷ Ἀβεσσαλώμ, καὶ δικαίως, ἵνα μὴ οἱ πατραλοῖαι νόμον πατροκτονίας τὴν πρᾶξιν ἔχωσιν. Ὑπουργήσας δὲ ὡς δήμιος, ὡς κατάδικος ἐφονεύετο· καὶ ὥσπερ τὰ ἐν τοῖς θεάτροις θηρία ἄλλοις μὲν ἐπέρχονται, ὑφ᾽ ἑτέρων δὲ φονεύονται, οὕτως ὁ Ἀβεσσαλὼμ τῷ Δαυὶδ ἐπελθὼν ὑπὸ τοῦ Ἰωὰβ ἐφονεύετο, καὶ ἐπὶ δένδρον ὑψηλὸν ἐκρέματο ὁ κατὰ τοῦ πατρὸς ὑψούμενος, καὶ ὑπὸ φυτοῦ κατείχετο ὁ τῇ ῥίζῃ μαχόμενος, καὶ ὁ κλάδος ὑπὸ τοῦ κλάδου ἐδέδετο, τῆς πατρικῆς διαθέσεως ἀποκλώμενος, καὶ ἀπὸ τῆς κεφαλῆς ἐκρατεῖτο ὁ τὴν κεφαλὴν τοῦ γεννήσαντος λαβεῖν ἐπειγόμενος, καὶ ὡς καρπὸς ἀπὸ τοῦ φυτοῦ ἐκρέματο ὁ τὸν γεωργὸν τῆς φύσεως τεμεῖν βουλόμενος, καὶ εἰς τὴν καρδίαν ἐτοξεύετο, ἐκεῖ φονευόμενος ὅπου τὸν φόνον ἐμελέτησε.

Καὶ ἦν ἰδεῖν τότε παράδοξον θέαμα· ὡς γὰρ ἐπὶ τὴν ἡμίονον ἐλαύνων ἀπὸ τῆς κόμης τῶν τριχῶν τῆς κόμης τοῦ δένδρου κατείχετο, καὶ ἡ κόμη τῆς κόμης κατεῖχε τὸν τύραννον, ἐκεῖ αὐτὸν κονδυλίζουσα ὅπου τὸ πατρικὸν διάδημα φορέσαι ἐσπούδαζεν. Ἦν οὖν θεάσασθαι μέσον οὐρανοῦ καὶ γῆς τὸν Ἀβεσσαλὼμ κρεμάμενον. Ὁ οὐρανὸς αὐτὸν οὐκ ἐδέχετο· εἰ γὰρ τὸν πρῶτον ἀντάρτην ἔρριψε τὸν διάβολον, πῶς ἂν τὸν δεύτερον ἀντάρτην ἐδέξατο; Ἡ γῆ αὐτὸν ἀπεστρέφετο, μὴ φέρουσα μιαίνεσθαι πατραλοίου βήμασιν.

Εἰ γὰρ τὸν Δαθὰν κατὰ Μωυσέως λαλήσαντα κατέπιε καὶ τὸ στόμα αὐτῆς ἤνοιξε κατὰ τοῦ κακῶς τὸ στόμα ἀνοίξαντος, πῶς εἶχε βαστάσαι πόδας κατὰ γονέων τρέχοντας; Ὡς οὖν ἐπὶ τοῦ δένδρου ὑψηλὸς ἐκρέματο, ἐπῆλθεν αὐτῷ Ἰωὰβ ὁ ἀρχιστράτηγος καὶ τρεῖς ἀκίδας εἰς τὴν καρδίαν τοῦ ἀκαρδίου ἐνέπηξεν, ἐκεῖ αὐτὸν πλήττων ὅπου τῆς ἀνομίας ἡ θήκη. Καὶ ὡς ὑψηλὸς ἐπὶ τοῦ δένδρου ἐκρέματο, καλὸν αὐτῷ ἐπιτάφιον ψαλμὸν ὁ Δαυὶδ ἐπέψαλλεν· 〈Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Ψαλμὸς τῷ Δαυίδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.〉 Ἀπεδίδρασκε δέ, οὐχ ὡς δειλαινόμενος, ἀλλὰ φονεῦσαι τὸν υἱὸν εὐλαβούμενος· καὶ γὰρ αὐτὸς ὡς τέκνου ἐφείδετο, ἀλλ᾽ οἱ σὺν αὐτῷ οὐκ ἂν ὡς ἀντάρτου ἐφείσαντο.

Ὅθεν ὁ Δαυὶδ ὑπὸ τοῦ υἱοῦ διωκόμενος καὶ ὑπὸ τοῦ Σεμεεὶ δι᾽ αὐτὸν λοιδορούμενος, αὐτὸς μὲν ἐμακροθύμει. Ἐπειδὴ δὲ πολλοὶ κατ᾽ αὐτοῦ ἐσκανδαλίζοντο, καὶ μάλιστα οἱ τῷ Ἀβεσσαλὼμ συναιρόμενοι, καὶ λοιπὸν ὡς ἀπρονοήτου κατεπανίσταντο λέγοντες· Ἔρημος νῦν ὁ Δαυὶδ καὶ ἀβοήθητος πάντως· νῦν ἀπέστη ἀπ᾽ αὐτοῦ ὁ θεὸς ὡς καὶ ἀπὸ τοῦ Σαούλ ποτε. Ὥσπερ γὰρ τότε ἀπὸ τοῦ Σαοὺλ ἀπέστη καὶ γέγονε μετὰ τοῦ Δαυίδ, οὕτω νῦν ἀπὸ τοῦ Δαυὶδ ἀπέστη καὶ γέγονε μετὰ τοῦ Ἀβεσσαλώμ. Κατεπαναστῶμεν, ἐπιθώμεθα· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. Ἐπειδὴ ταῦτα ἔλεγον, ἐπὶ τούτοις πλέον ὁ Δαυὶδ ἀλγήσας ἢ ἐπὶ τοῖς τοῦ παιδὸς σκιρτήμασιν, ἐπερωτᾷ τὸν θεόν· 〈Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;〉 Περιπέφραγμαι τοῖς πειρασμοῖς, περιέχομαι τοῖς χειμάρροις τῶν κακῶν, 〈κατέβη〉 ἡ ἐπικίνδυνος 〈βροχή, ἦλθον οἱ〉 τῶν πολεμίων 〈ποταμοί, ἔπνευσαν οἱ ἄνεμοι〉 τῶν πνευμάτων τῶν πονηρῶν, 〈προσέρρηξάν〉 μου 〈τῇ οἰκίᾳ,〉 μετακινῆσαι θέλοντες τὴν ψυχήν μου ἀπὸ σοῦ, ἀλλὰ τεθεμελιωμένος ἐπὶ τὴν πέτραν τῆς πίστεως οὐ πίπτω, ἀλλὰ προσπίπτω ἵνα μάθω. 〈Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;〉 Ὁ ἐξ ἐμοῦ κατ᾽ ἐμοῦ, ἀλλὰ σὺ ὑπὲρ ἐμοῦ.

Τὰ ἐμὰ σπλάγχνα ἐμὲ πολεμεῖ· ὁ ἐμὸς λαὸς ὀπίσω Ἀβεσσαλώμ· τὸ ἐμὸν στρατόπεδον ὁπλίζεται κατ᾽ ἐμοῦ· τὰ πρόβατά μου λύκοι γεγόνασι, καὶ λέοντες οἱ ἀρνοί, καὶ κύνες λυσσῶντες οἱ ἀμνοί, καὶ ταῦροι κερατισταὶ οἱ κριοί. Οὐ δι᾽ ἐμαυτὸν λυποῦμαι, ἀλλὰ τὴν τούτων ἀπώλειαν θρηνῶ· 〈Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με〉 ...