Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς

Ἀστέριος ὁ Σοφιστής

Ερμηνεία στον δέκατο τρίτο Ψαλμό

Εξέταση της άρνησης του Θεού από τον άφρονα, η μαρτυρία της δημιουργίας, η έμπρακτη αθεΐα μέσω της αμαρτίας και η καθολική ασέβεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 13 από 18

In Psalmum XIII Εἰς τὸν 〈ιγ〉 ψαλμόν. Ὥσπερ ὑβριζομένου δεσπότου ὁ καλὸς οἰκέτης ὡς εὐνούστατος ἀγανακτεῖ, οὕτω καὶ ἀθετουμένου θεοῦ ὁ προφήτης τοῦ θεοῦ τὸν ἄθεον παιδαγωγεῖ λέγων, ὡς ἤκουες· 〈Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Ὥσπερ γὰρ δοῦλος φιλοδέσποτος, μαθὼν ὅτι οἱ σύνδουλοι αὐτοῦ ἀθετοῦσιν αὐτῶν τὸν κύριον, εἰς ἀπόδειξιν εὐνοίας πρὸς ἐκδικίαν πτερύσσεται καὶ ἢ χερσὶν ἰδίαις τὸν ὑβριστὴν ἀμύνεται ἢ πᾶσιν ἐκπομπεύει μισητὸν αὐτὸν ποιῶν ἢ εἰς σωφρονισμὸν καὶ φόβον τῶν ἄλλων ἀναγγέλλει τῷ δεσπότῃ καὶ βαρυτέραις πληγαῖς ἔκδοτον ἐργάζεται, τὸν στασιάσαντα πολεμῶν ὡς ἀντάρτην δεύτερον, οὕτως ὁ προφήτης, μαθὼν τὸν κτίστην ὑπὸ τοῦ κτίσματος ἀτιμαζόμενον καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ ὑβριζόμενον καὶ τὸν θεὸν ὑπὸ τοῦ ἀθέου ἀθετούμενον, ὡς λίθου πληγὴν εἰς τὴν καρδίαν λαβὼν καὶ τὸν πόνον μὴ φέρων ἀνεβόα· 〈Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Ἴδε γὰρ ὅπως ἁρμονίαν ἀσπάζεται πρὸς τὸν πρὸ αὐτοῦ ψαλμόν. Ἐπειδὴ ἐν ἐκείνῳ ἀκηδιῶν ἔλεγεν· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ;〉 ὁ ἄφρων ἔλεγε μὴ εἶναι θεόν.

Ὁ γὰρ κατὰ τοῦ θεοῦ ὑψούμενος πολλῷ μᾶλλον καὶ κατὰ τῶν τοῦ θεοῦ προφητῶν ὑψωθήσεται, καὶ ὁ κατὰ τοῦ δεσπότου ἐπαιρόμενος καὶ κατὰ τῶν συνδούλων ἐπαρθήσεται. Ὡς ἐρωτηθεὶς καὶ διὰ τί ὀδυνᾶσαι τὴν καρδίαν ἐν ἡμέρᾳ καὶ νυκτί, τάδε νῦν ἀποκρίνεται· Διὰ τί ὀδυνῶμαι; Ἐπειδὴ 〈εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Ἀποστροφὴν θεοῦ νομίζω τὴν μετὰ τοῦ ἀθέου συναναστροφήν· λήθην αὐτοῦ περὶ ἐμοῦ ὑποπτεύω τὴν μετὰ τούτου ζωήν. Ὀδύνη γὰρ καὶ παροξυσμὸς τῷ ἁγίῳ ἡ τῶν ἀθέων ἀσέβεια. Οὕτω καὶ περὶ τοῦ Παύλου εἴρηται· 〈Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου τοῦ Παύλου〉 τοὺς περὶ τὸν Τιμόθεον, 〈παρωξύνετο τὸ πνεῦμα αὐτοῦ 〈ἐν αὐτῷ〉 θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διὰ τί ἀσεβεῖς ζῶσι;〉 Ταῦτα ὁ Δαυὶδ καθ᾽ ἱστορίαν περὶ τοῦ Σαοὺλ διὰ τὴν ἐγγαστρίμυθον εἶπεν, ὡς καὶ τὸν πεντηκοστὸν δεύτερον διὰ τὸν Δωὴκ τὰ αὐτὰ περιέχοντα. Εἶπεν ἄφρων Σαούλ· 〈Ἴδετέ μοι γυναῖκα ἐγγαστρίμυθον καὶ ζητήσατε.〉 Ἄλλος Ἀδὰμ γέγονεν ὑπὸ γυναικὸς ἀπατώμενος. Λέγει αὐτῇ· 〈Μάντευσαί μοι ἐν τῇ ἐγγαστριμύθῳ,〉 καὶ καταλιπὼν τὴν προφητείαν εἰς μαντείαν ἐκτραχηλίζεται. 〈Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Ἀσφαλισώμεθα, ἀδελφοί, μὴ εἰς τὸ τοῦ ἄφρονος ἐμπέσωμεν ναυάγιον, λόγοις τὸν θεὸν ὁμολογοῦντες, ἔργοις δὲ ἀρνούμενοι, ἀγαθὸν καὶ ἐλεήμονα λέγοντες, μὴ ἐλεοῦντες δὲ νοσοῦντα ἢ πένητα ἢ θλιβόμενον.

Καὶ ὅτι οὐ μόνον διὰ λόγων, ἀλλὰ καὶ δι᾽ ἔργων τις ἀρνεῖται θεόν, καὶ Χριστιανὸς ὀνομαζόμενος ἴσα τῷ ἄφρονι λέγει· 〈Οὐκ ἔστι θεός,〉 μάρτυς ὁ ἀπόστολος εἰπών· 〈Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.〉 Ὅσῳ δὲ τὰ ἔργα τῶν λόγων πρὸς πεισμονὴν ἰσχυρότερα, τοσοῦτον τὸ ἔργοις ἀρνεῖσθαι τὸν θεὸν ὑπὲρ τὸ εἰπεῖν ἐν στόματι ἢ καρδίᾳ βαρύτερον. 〈Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Ὁ ἐν στόματι λέγων· Ἀγαπήσω σε, κύριε, καὶ ἐν τῇ καρδίᾳ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, πῶς τὸν θεὸν ἀγαπᾷ, παρακούων τοῦ εἰπόντος· 〈Ἀγαπήσεις κύριον τὸν θεόν σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν;〉 Ὁ δεσπότης λέγει ὅτι 〈Ὁ ἀγαπῶν με τοὺς λόγους μου τηρεῖ.〉 Οὐκοῦν ὁ μὴ τηρῶν οὐκ ἀγαπᾷ· στόματι λέγει θεὸν καὶ τῇ καρδίᾳ λέγει· 〈Οὐκ ἔστι θεός.〉 Μάρτυς ὁ κύριος λέγων· 〈Ὁ λαὸς οὗτος τῷ στόματί με τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Ὅτι δὲ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ οὗτος καὶ τὸν θεὸν μισεῖ, κἂν τῷ στόματι βοᾷ καὶ κράζῃ ὅτι ἀγαπᾷ θεόν, λέγει ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ ἐπιστολῇ· 〈Ὁ λέγων,〉 φησί, 〈τὸν θεὸν ἀγαπᾶν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ψεύστης ἐστίν· εἰ γὰρ τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακεν, οὐκ ἀγαπᾷ, τὸν θεόν, ὃν οὐχ ἑώρακεν, πῶς ἀγαπήσει;〉 Ἐπεὶ οὖν θεὸν ὁμολογεῖ εἰδέναι ὁ τοιοῦτος, καὶ μὴ φανερῶς ἀρνούμενος ἐν τῇ καρδίᾳ τὴν ἀθεΐαν χαλκεύει· 〈Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Ὅθεν ταύτην τὴν ἔννοιαν βεβαιῶν ὁ προφήτης ὑποκαταβὰς λέγει· 〈Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,〉 οἱ θεὸν ὁμολογοῦντες τοῖς λόγοις, τοῖς δὲ ἔργοις ἀρνουμένοι; 〈Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο.〉 Θεὸν γὰρ ὁμολογοῦσιν εἰδέναι, ἀλλ᾽ ἐπειδὴ τοῖς ἔργοις ἠρνήσαντο, ἐπικαλούμενοι οὐκ ἐπεκαλέσαντο. Αὐτὸς ὁ κύριος λέγει· 〈Τί με καλεῖτε κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; Πᾶς,〉 φησίν, ὁ 〈ἁμαρτάνων οὐκ ἐπέγνωκε τὸν θεόν,〉 ὁ Ἰωάννης λέγει. Διωκομένων γὰρ ὑπὸ τῆς ἁμαρτίας τῶν ἀρετῶν καὶ ἡ εὐσέβεια συναναχωρεῖ, τὸ παρεῖναι ἐν τῷ μὴ παρεῖναι ἔχουσα. Οὕτως 〈οἱ υἱοὶ Ἠλεὶ υἱοὶ λοιμοὶ καὶ οὐκ εἰδότες τὸν κύριον,〉 οὐκ ἐν τῷ ἀρνεῖσθαι αὐτὸν διὰ στόματος, ἀλλ᾽ ἐν τῷ τὰς αἰσχρουργίας τελεῖν ἐν τῇ σκηνῇ. Καὶ οἱ τοκίζοντες τὸν θεὸν οὐκ οἴδασιν.

Αὐτὸς λέγει· 〈Τόκος ἐπὶ τόκῳ καὶ δόλος ἐπὶ δόλῳ· οὐκ ἠθέλησαν εἰδέναι με, λέγει κύριος,〉 τὸν εἰπόντα· 〈Ἐὰν ἐκδανειῇς ἀργύριον τῷ ἀδελφῷ τῷ πενιχρῷ, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ τόκον. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Καὶ πῶς 〈τὰ〉 μετὰ θεόν; 〈Οὐκ ἔστι θεός.〉 Καὶ πῶς τὰ διὰ θεόν; 〈Οὐκ ἔστι θεός.〉 Καὶ πῶς τὰ ὑπὸ θεόν; 〈Οὐκ ἔστι θεός.〉 Καὶ πῶς πᾶσα γλῶσσα ἀνθρώπου ὀνομάζει τὸν θεόν; Ἆρα πᾶσαι αἱ μυριάδες τῶν ἀνθρώπων σφάλλονται λέγουσαι εἶναι θεόν, καὶ μόνος ὁ ἄφρων ἀληθεύει; Καὶ οὗτος νομίζει ἀληθεύειν ὁ μόνος οὕτω ψευδόμενος; Καὶ ὁ μὲν πέντε ἢ ἑπτὰ μαρτύρων ἐν διαθήκαις ἀνατρέψαι θέλων συγκατάθεσιν ἀποδοκιμάζεται· ὅταν δικάζῃ ἡ ἀλήθεια, τὴν δὲ οἰκουμενικὴν καὶ πάνδημον γλῶσσαν τοῦ κόσμου μόνος ὁ ἄφρων ἀνατρέψαι βούλεται; Καὶ πῶς οὐκ ἀδόκιμος ὄντως ἄφρων καὶ ἑαυτοῦ ἀφρονέστερος; Ἄφρων ἐν τῷ ἀρνεῖσθαι, ἀφρονέστερος ἐν τῷ ἀναιδεύεσθαι. Κἂν γὰρ οἱ τοῦ κόσμου ἄνθρωποι διάφορον περὶ θεοῦ ἐβλάστησαν ἔννοιαν, ἀλλ᾽ ὅμως τὸν θεμέλιον τοῦ ὀνόματος οὐδεὶς παρεσάλευσεν. 〈Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Οὐκ ἔστιν ὁ θεμέλιος, καὶ πῶς ἕστηκεν ἡ οἰκοδομή; Οὐκ ἔστιν ἡ τρόπις, καὶ πῶς τὸ πλοῖον συνέστηκεν; Οὐκ ἔστιν ὁ ναυπηγός, καὶ πῶς ἡρμολόγηται ἡ ναῦς; Οὐκ ἔστιν ὁ οἰκοδόμος, καὶ πῶς γέγονεν ἡ οἰκία; Οὐκ ἔστιν ὁ ἀρχιτέκτων, καὶ τίς τὴν πόλιν ἔκτισεν;

Οὐκ ἔστιν ὁ γεωργός, καὶ πῶς αἱ χώραι τὰ δράγματα ἤνεγκαν; Οὐκ ἔστιν ὁ μουσικός, καὶ πῶς ἐν τῇ λύρᾳ τοῦ κόσμου τὸ μέλος ὑφαίνεται; Οὐκ ἔστιν ὁ προνοητής, καὶ πῶς διὰ πάντων ὁδεύει ἡ πρόνοια; Οὐκ ἔστιν ὁ ἡνίοχος, καὶ πῶς τὸ ἅρμα τῶν τεσσάρων ἐλαύνεται στοιχείων;

Οὐκ ἔστιν ὁ ἀνδριαντοποιός, καὶ πῶς οἱ ἄνθρωποι ὡς ἀνδριάντες ἐν τῷ κόσμῳ γεγόνασιν; Οὐκ ἔστιν ὁ καμαροποιός, καὶ τίς σοι τὸν οὐρανὸν ἐκαμάρωσεν; Οὐκ ἔστιν ὁ χρυσοχόος, καὶ τίς σοι ὡς ὁλόχρυσον δίσκον ὡς ἐν τραπέζῃ τὸν ἥλιον ἐν οὐρανῷ ἔθηκεν;

Οὐκ ἔστιν ὁ λαμπαδοῦχος, καὶ τίς σοι ὡς ἀργυρᾶν λαμπάδα ἐν νυκτὶ τὴν σελήνην ἔδωκεν; Οὐκ ἔστιν ὁ φωτίζων, καὶ τίς σοι φωταγωγοὺς καὶ φεγγίτας τοὺς φωστῆρας ἔδωκεν; Οὐκ ἔστιν ὁ ποιῶν φῶτα μεγάλα μόνος, καὶ τίς σοι τὴν λυχναψίαν τῶν ἀστέρων εἰς τὸ ὕψος ἔθηκε, κατὰ τὸν προφήτην τὸν λέγοντα· 〈Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, τὸν ἥλιον εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὴν σελήνην εἰς ἀρχὰς τῆς νυκτός;〉 Οὐκ ἔστιν ὁ δημιουργός, καὶ πῶς ἡ καλλονὴ τῶν κτισμάτων τὸν κτίστην μαρτύρεται; 〈Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Πάντα τὰ ἐν τῷ κόσμῳ γινόμενα καὶ πραττόμενα καὶ ἐνεργούμενα ἔχει τὸν ἐφεστῶτα καὶ ἀνύοντα, καὶ μόνος ὁ κόσμος οὐκ ἔχει τὸν κοσμήσαντα; 〈Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Εἰ οὐκ ἔστι θεός, τί ποιεῖς ἐν τοῖς τοῦ θεοῦ; Ἐν τῇ οἰκίᾳ τοῦ θεοῦ μένεις καὶ τὸν δεσπότην τοῦ οἴκου ἀρνῇ; Ἢ δὸς τὸ ἐνοίκιον τὴν εὐχαριστίαν ἢ καὶ τοῦ οἴκου ἔξελθε. Τί καὶ τὸν οἶκον καπνίζεις βλασφημίας ἐρυγῇ; Ἄφρονα δὲ λέγει νῦν οὐ τὸν ἔκφρονα ἢ τὸν λειπόφρονα ἢ τὸν παράφρονα, ἀλλὰ τὸν κακόφρονα· ἄφρονα, οὐ τὸν τῆς ἐμφύτου καὶ κοινῆς φρονήσεως τῶν ἀνθρώπων ἐστερημένον, ἀλλὰ τὸν τὴν μίαν τῶν τεσσάρων ἀρετῶν τὴν φρόνησιν ἀποστραφέντα, τὴν λαμπάδα τῆς ψυχῆς, τὴν βασιλίδα τῶν λογισμῶν, τὴν διδάσκαλον τῶν καλῶν, περὶ ἧς ὁ παροιμιαστὴς ἔλεγε· 〈Καὶ ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν.〉 Καὶ πάλιν· 〈Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν, μὴ ἐπιλάθῃ.〉 Οὐκ ἂν δὲ τῷ τὸ ἡγεμονικὸν βλαβέντι καὶ τὴν ἔμφυτον φρόνησιν ἀποβαλόντι καὶ τὸν νοῦν πηρωθέντι ἔλεγε· 〈Κτῆσαι σοφίαν καὶ σύνεσιν,〉 ἐπειδὴ κἂν θέλῃ οὐ δύναται, ἀπολέσας τὸ τῆς φρονήσεως ὄργανον.

Καὶ ὅτι ὁ λεγόμενος νῦν ἄφρων οὐκ ἦν τῶν κατὰ φύσιν ἐστερημένος φρενῶν, βλέπε ὅπως δεινότατος ἦν ἐν φρονήσει ἀφ᾽ ὧν τὸ 〈Οὐκ ἔστι θεὸς〉 διὰ γλώσσης οὐκ εἶπεν οὐδὲ διὰ στόματος ἐλάλησεν, ἀλλ᾽ ἐν τῇ καρδίᾳ τὴν κακίαν ἔκρυψεν· ᾔδει γὰρ ὅτι κινδυνεύσει ταύτην ἐρευξάμενος.

Ἐπειδὴ γὰρ ἐν ἐκείνοις τοῖς καιροῖς ὁ τὸν θεὸν βλασφημῶν ἢ τοῦτον ἀρνούμενος ἐλιθάζετο—καὶ μάρτυς ὁ Ναβουθέ, ὁ ὡς βλάσφημος κρινόμενος καὶ λιθαζόμενος—ἵνα μὴ τοῦτο πάθῃ ὁ πονηρόφρων, ἐν καρδίᾳ τὴν ἀθεΐαν ἔγλυψε, ναὸν τῆς ἀσεβείας τὴν ἑαυτοῦ καρδίαν ποιησάμενος. 〈Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Εἰ γὰρ ἦν λειπόφρων καὶ τῶν κατὰ φύσιν φρενῶν ἔρημος, οὐ λέγω ἐν καρδίᾳ μόνον, ἀλλ᾽ εἰ καὶ διὰ στόματος εἰρήκει· 〈Οὐκ ἔστι θεός,〉 οὐκ ἂν οὔτε παρὰ τῷ θεῷ οὔτε παρὰ ἀνθρώποις ἐκινδύνευσεν. Εἰ γὰρ βασιλεὺς πολλάκις, ὁ τῆς οἰκουμένης ἡνίοχος, ὑπὸ ἄφρονος καὶ μωροῦ ὑβριζόμενος ἀνέχεται, ἐλεῶν τὴν φύσιν ἣν τὸ πάθος ἐλῄστευσε, πολλῷ μᾶλλον τὸν κατὰ φύσιν ἄφρονα βλασφημοῦντα οὐκ ἂν οὔτε θεὸς οὔτε ἄνθρωπος ἠμύνατο, ἀλλὰ ὡς ἄνθρωπον παραλαλοῦντα συγγνώμης ἠξίωσε. Διὸ καὶ οἱ δαιμονιῶντες ἢ μανέντες βλασφημοῦντες οὐ κρίνονται. Καὶ πᾶς δὲ ὁ τὸ πολύθεον θρησκεύων λέγει· 〈Οὐκ ἔστι θεός.〉 Ὡς γὰρ ἡ πολυανδρία ἀνανδρία —〈Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ〉—οὕτω καὶ τὸ πολύθεον ἄθεον. Ἡ γὰρ τῶν πολλῶν θεῶν παρείσδυσις τοῦ ἑνός ἐστιν ἄρνησις.

Καὶ ὅτι οἱ πολύθεοι 〈ἄθεοι〉 λέγονται, ἄκουσον τοῦ ἀποστόλου Ἐφεσίοις γράφοντος· 〈Ὑμεῖς ποτε τὰ ἔθνη, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.〉 Καὶ πῶς ἄθεοι Ἐφέσιοι; Ἔνθεν εἴδωλα, ἐκεῖθεν ἀγάλματα, ἐκεῖ ἡ νεωκόρος Ἄρτεμις, ἐκεῖ Δημήτριος ἀργυροκόπος ποιῶν ναοὺς ἀργυροῦς τῆς Ἀρτέμιδος· τοσαύτη θεῶν ἀγέλη, καὶ πῶς Ἐφέσιοι ἄθεοι; Ἀλλὰ διὰ τοῦτο ἄθεοι, ὅτι πολλοὺς θεοὺς χειροτονήσαντες τοῦ ἑνὸς ἐξέπεσαν. 〈Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός. Διεφθάρησαν.〉 Ἀπὸ τοῦ πρώτου ἄφρονος ἐπὶ τοὺς μαθητὰς αὐτοῦ διέβη. Πρῶτος ἄφρων ὁ διάβολος, ὁ πρῶτος τῆς ἀφροσύνης σπορεύς, ὁ πρῶτος τῆς πολυθεΐας κῆρυξ· 〈Ἔσεσθε ὡς θεοί.〉 Ὁ δὲ πολλοὺς λέγων τὸν ἕνα ἠρνήσατο. Ἄφρων καὶ ὁ τῶν Ἰουδαίων λαός—〈Καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομα κυρίου〉—περὶ Χριστοῦ λέγων· 〈Οὐκ ἔστι θεός. Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.〉 Οἱ δὲ μήτε προφήτην αὐτὸν λέγοντες εἶναι πῶς θεὸν εἶχον εἰπεῖν; 〈Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός,〉 ἀντὶ τοῦ· Σὺ οὐκ εἶ θεός. Ὁ δὲ Χριστός· 〈Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Εἶπεν ἄφρων,〉 καὶ τί εἶπεν; 〈Ὅτι ἐν καρδίᾳ αὐτοῦ οὐκ ἔστι θεός.〉 Πανταχοῦ γάρ ἐστιν, ἐν δὲ τῇ καρδίᾳ τοῦ ἄφρονος οὐκ ἔστιν.

Ἔλεγεν ὁ θεὸς τῇ συναγωγῇ· 〈Ἀνθ᾽ ὧν οὐκ ἔλαβές με ἐν τῇ διανοίᾳ σου, ἀλλ᾽ ἀπέρριψάς με ὀπίσω τοῦ νώτου σου.〉 Πρῶτος ἄφρων ἐξ ἑαυτοῦ ὁ τῆς ἀφροσύνης σπορεὺς ὁ διάβολος. Καὶ διὰ τί ἄφρων; Ὅτι φρόνιμος ὢν ἀφροσύνης πρᾶγμα ἐπετήδευσεν· 〈Ὁ δὲ ὄφις ἦν φρονιμώτατος.〉 Καὶ τί ἐπετήδευσεν; Ἰσόθρονος τοῦ θεοῦ γενέσθαι ἠθέλησεν εἰπών· 〈Θήσω τὸν θρόνον μου ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.〉 Ἦρε τὸ 〈θεὸς〉 καὶ τὸ 〈ὕψιστος〉 ἔθηκεν, αἰσχυνόμενος ὀνομάσαι ὃν ἤδη ἠρνήσατο. Οὕτω καὶ πᾶς αἱρετικὸς δεινότατος ἐν καιρῷ διωγμοῦ τῷ ἀρχιερεῖ διαλεγόμενος οὔτε ἀρχιερέα αὐτὸν καλεῖ, οὔτε ἐπίσκοπον, οὔτε θεοσεβέστατον, οὔτε ἅγιον, ἀλλὰ τί; Ἡ τιμιότης σου, ἡ σύνεσίς σου, ἡ φρόνησίς σου, ἡ δικαιοσύνη σου, καὶ τὰ κοινὰ αὐτῷ προσφέρει ὀνόματα, τὰ τῆς ἀξίας αὐτοῦ ἀρνούμενος. Τοῦτο ὁ διάβολος τότε ἐπὶ τοῦ θεοῦ ἐποίησεν· 〈Ἔσομαι ὅμοιος τῷ ὑψίστῳ,〉 οὐ τῷ θεῷ, ἀλλὰ τῷ ὑψίστῳ. Καὶ πρόσεχε ἀκριβῶς, παρακαλῶ, ὅπως ὁ προφήτης ἀκριβὴς κατήγορος τοῦ διαβόλου γέγονεν· 〈Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ.〉 Οὐκ εἴρηκεν ὅτι λέγει, ἀλλ᾽ ὅτι εἶπεν· ἅπαξ ἐτόλμησε καὶ εἶπε, καὶ ἐπειδὴ εἰπὼν ἀπερρίφη ὡς ἀντάρτης ἐκ τῶν οὐρανῶν, οὐκέτι δι᾽ ἑαυτοῦ εἰπεῖν ἐτόλμησεν.

Ἐπειδὴ γὰρ ἅπαξ μόνον εἶπε· 〈Θήσω τὸν θρόνον μου ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ,〉 καὶ θεὸν ἀρνούμενος πεῖραν ἔλαβε θεοῦ ἄνωθεν ῥιπτόμενος καὶ κάτω ὑπὸ ἀνθρώπων καταπατούμενος, οὐκέτι λοιπὸν ἐτόλμησεν εἰπεῖν· 〈Οὐκ ἔστι θεός,〉 ἀλλ᾽ εἰρωνείᾳ καὶ ὑποκρίσει τὸν θεὸν ὠνόμαζε· 〈Τί ὅτι εἶπεν ὁ θεός· Οὐ μὴ φάγητε ἀπὸ τοῦ ξύλου;

Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν.〉 Ἐπεὶ οὖν ἅπαξ εἶπεν ἄθεον δόγμα, οὐκέτι τολμᾷ εἰπεῖν. Οἶδε γὰρ τί ἔπαθεν. Οὐ λέγει ἄφρων, ἀλλ᾽ 〈Εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Οὐκέτι γὰρ τοῦτο λέγει ἀμέσως καὶ δι᾽ ἑαυτοῦ, ἀλλ᾽ ἐν καρδίᾳ αὐτοῦ εἶπεν, ἐν παντὶ τῷ ὁμόφρονι αὐτοῦ καὶ ὁμοτρόπῳ καὶ ἀσεβεῖ. Εἶπεν ἐν τῷ Φαραώ· 〈Οὐκ οἶδα τὸν κύριον,〉 καὶ βυθὸν αὐτῷ θαλάσσης τάφον προεξένησεν. Εἶπε διὰ τοῦ Σεναχηρεὶμ τοῦ Ἀσσυρίου ὅτι τὸν Ἐζεκίαν ὁ θεὸς οὐ δύναται ῥύσασθαι ἐκ τῶν χειρῶν μου, καὶ ταῖς χερσὶ τῶν υἱῶν αὐτοῦ σφαγῆναι αὐτὸν ἐποίησεν. Εἶπε διὰ τοῦ Ναβουχοδονόσορ· 〈Τίς ἐστι θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ χειρός μου;〉 Τοῖς παισὶ καὶ ὁ θεοῦ ἰσχυρότερος πάντων ἀνθρώπων ὤφθη ἀτιμότερος, χόρτον ὡς βοῦς ψωμιζόμενος, ἵνα μάθῃ ὅτι 〈ἔγνω βοῦς τὸν κτησάμενον·〉 αὐτὸς δὲ αὐτὸν ἠρνήσατο. Τὸν ἀρνησίθεον Ἰούδαν ἀγχόνῃ ἀπώλεσεν, ὅτι τὸν θεὸν αὐτοῦ ὡς ἄνθρωπον παραδοῦναι ἐποίησε· 〈Τοῦ διαβόλου,〉 φησίν, 〈ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα ἵνα αὐτὸν παραδῷ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός.〉 Εἰ γὰρ θεὸν αὐτὸν τότε ἔλεγεν, οὐκ ἂν εἰς θάνατον παρέδωκε.

Τοὺς Ἰουδαίους κυριοκτονεῖν ἐδίδαξεν, ἐπειδὴ ἔπεισεν αὐτοὺς ὅτι Ἰησοῦς οὐκ ἔστι θεός· 〈Τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστίν.〉 Ἐπεὶ οὖν ἀδύνατα ἐπιτηδεύσαντες φθορᾷ παρεδόθησαν, λέγει ὁ προφήτης πενθῶν· 〈Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι.〉 Τῷ διαβόλῳ γὰρ μαθητεύσαντες, τῷ πτώματι τοῦ διαβόλου ἔπεσαν· ὡς ἐκεῖνος ἀπὸ τῶν οὐρανῶν, οὕτως οὗτοι ἀπὸ τῶν θρόνων τῶν βασιλικῶν. Ὧι γάρ τις ἀκολουθεῖ, τούτῳ καὶ συμμερίζεται. 〈Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν〉 αὐτῶν. 〈Διεφθάρησαν,〉 ὅτι φθορὰν τῷ ἀφθάρτῳ ἐπεστράτευσαν· 〈Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου.〉 Ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν 〈διεφθάρησαν,〉 ἀλλὰ 〈καὶ ἐβδελύχθησαν.〉 Διὰ τί; Ὅτι βδέλυγμα ἐρημώσεως τὴν ἀσέβειαν ἐν τῷ ναῷ τῆς καρδίας ἔστησαν. 〈Ἐν ἐπιτηδεύμασι.〉 Διὰ τί; Ὅτι ἃ ἡ φύσις ἠρνήσατο, ταῦτα ἡ κακὴ διάθεσις ἐπενόησε. 〈Διεφθάρησαν,〉 ὡς ὁ Φαραὼ καὶ ὁ Ναβουχοδονόσορ. 〈Διεφθάρησαν,〉 ὅτι τραυματισθέντες καὶ σηπόμενοι καὶ ὄζοντες καὶ εἰς ἰχῶρας ἀναλυόμενοι τὸν ἰατρὸν οὐκ ἐπεζήτησαν. 〈Ἐβδελύχθησαν,〉 ὅτι ὡς χοῖροι ταῖς ἁμαρτίαις βορβορούμενοι καὶ ὡς κύνες ἐπὶ τὸν ἑαυτῶν ἔμετον ἀνακάμπτοντες μισητοὶ γεγόνασιν.

Οὕτω γὰρ γέγραπται· 〈Βδέλυγμα ἁμαρτωλοῖς θεοσέβεια.〉 Ἐπεὶ οὖν τὴν θεογνωσίαν ἐβδελύξαντο, ὑπὸ τῶν θεοφιλῶν ἐβδελύχθησαν. 〈Διεφθάρησαν,〉 ὡς ὑπὸ σητῶν ἱμάτιον, ὡς ὑπὸ ἰοῦ σίδηρος ἀφανιζόμενος. 〈Ἐβδελύχθησαν,〉 ὡς οἱ νεκρῶν ὀστέων καὶ ἀποθανόντων ἁψάμενοι. Διὰ τοῦτο γὰρ ὁ νόμος τὸν ἁψάμενον νεκροῦ βδελυκτὸν ἐποίει, ἐπειδὴ ὁ Ἰούδας, νεκρὸν ἀεὶ τὸν Χριστὸν ψηλαφῶν καὶ ζῶντα οὐ βλέπων, βδελυκτὸς ἐγένετο· 〈Τῇ διαφθορᾷ σου, Ἰσραήλ, τίς βοηθήσει;〉 Εἶτα, ἵνα δείξῃ τὸν τῆς ἀσεβείας καὶ ἀθεΐας καρπόν, ἐπάγει· 〈Οὐκ ἔστι ποιῶν χρηστότητα.〉 Ὁ γὰρ τὸν θεὸν ἀρνησάμενος καὶ τὸν προνοητὴν μὴ λογιζόμενος, οὐ θάνατον, οὐ συντέλειαν, οὐκ ἀνάστασιν, οὐ κρίσιν, οὐκ ἀνταπόδοσιν ἐκδέχεται. Διὸ οὐδὲ χρηστόν τι ἢ ἀγαθὸν ἐργάζεται.

Ὥσπερ γὰρ ὁ βασιλέα τινὰ ἐπιγραφόμενος τοῖς νόμοις αὐτοῦ καὶ τοῖς διατάγμασι στοιχεῖ, ὁ δὲ τυράννῳ ἀκολουθῶν οὐ ποιεῖ τὰ τοῦ βασιλέως διατάγματα, οὕτως ὁ θεὸν ἀρνούμενος τὰς τοῦ θεοῦ ἐντολὰς ἀποστρέφεται καὶ ἄχρηστος καὶ ἐπιβλαβὴς τῇ πολιτείᾳ γίνεται. 〈Οὐκ ἔστι ποιῶν χρηστότητα·〉 Οὐχ Ἡρῴδης τὰ ἄκακα νήπια τῆς Βηθλεὲμ ἀναιρῶν· οὐκ Ἰουδαῖος τὸν ἐκβάλλοντα τὰ δαιμόνια Βεελζεβοὺλ ἀποκαλῶν· οὐ νομικὸς πειράζων· οὐκ ἀρχιερεὺς ὑβρίζων· οὐ γραμματεὺς ἀθετῶν· οὐ Φαρισαῖος ἐμπαίζων· οὐ Σαδδουκαῖος ἀντιλέγων· οὐκ Ἰούδας πωλῶν καὶ ὑπηρέτης ῥαπίζων· οὐ Πιλᾶτος κατακρίνων· οὐ λαὸς κράζων· 〈Ἆρον, ἆρον, σταύρωσον αὐτόν·〉 οὐ στρατιῶται δεσμοῦντες· οὐχ οἱ ὄχλοι ἐμπτύοντες, κολαφίζοντες, καλάμῳ τύπτοντες, ἀκάνθινον στέφανον πλέκοντες, σταυροῦντες. Ἐδίψησεν ἐπὶ σταύρου καὶ ὄξος καὶ χολὴν ποτίζεται. 〈Οὐκ ἔστι ποιῶν χρηστότητα.〉 Ἐπιτήρει γὰρ ἀσφαλῶς ὅτι ἡ λέξις αὕτη ἐπὶ τῆς σταυρώσεως τοῦ Χριστοῦ μάλιστα τὸ πέρας ἐδέχετο. Ἐπὶ μὲν γὰρ τοῦ Δαυίδ, ὅτε ταῦτα ἐλέγετο, ἦσαν οἱ ποιοῦντες χρηστότητα, οἱ μακάριοι προφῆται οἱ συνόντες τῷ Δαυίδ. Ἀλλὰ καὶ ὅτε ἐτέχθη ὁ Χριστός, ἦσαν οἱ περὶ τὸν Ἰωσήφ, τὸν Ζαχαρίαν καὶ τὸν Συμεῶνα δίκαιοι καὶ οἱ ἀπόστολοι ποιοῦντες χρηστότητα, οἱ μὲν θαυμάζοντες, οἱ δὲ ἐν ἀγκάλαις περιέποντες.

Μόνον δὲ ἐπὶ τῆς σταυρώσεως οὐκ ἦν ὁ ποιῶν χρηστότητα. Καὶ οὐκ εἶπεν· Οὐκ ἔστιν ὁ λαλῶν χρηστότητα, ὅτι ὁ κεντυρίων καὶ ὁ λῃστὴς χρηστὰ περὶ αὐτοῦ ἔλεγον—〈Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν θεοῦ〉—ἀλλ᾽ 〈οὐκ ἔστι ποιῶν χρηστότητα,〉 ὅτε καὶ οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

Ἰωάννης γυμνὸς ἀναχωρεῖ. Πέτρος ἀρνεῖται. Οἱ μαθηταὶ φεύγουσι. Τῆς μητρὸς αὐτοῦ Μαρίας τὴν ψυχὴν ἡ ῥομφαία τῆς ἀμφιβολίας διέρχεται. Ἐπεὶ οὖν ἐν τῷ πάθει οὐδεὶς ἔδειξε τὸν τῆς ἀγάπης καρπόν, 〈οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός,〉 οὐδὲ τοῦ ἑνὸς ἐκείνου τοῦ στρατιώτου τοῦ καὶ μετὰ θάνατον τῇ λόγχῃ αὐτοῦ νύξαντος τὴν πλευράν. Καὶ διὰ τί, ὦ προφῆτα; Πρὸ τῆς ἐν σαρκὶ παρουσίας αὐτοῦ καὶ τῆς ἐνανθρωπήσεως οὐκ ἐπεσκέψατο ὡς ἰατρὸς νοσοῦντα τὸν κόσμον; Ναί, ἐπεσκέψατο· ἐπεζήτησε βοηθῆσαι καὶ σῶσαι ἠθέλησεν, ἀλλ᾽ οὐδεὶς ἰατρευθῆναι καὶ σωθῆναι ἠθέλησε. 〈Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν θεόν,〉 ἀλλὰ 〈πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.〉 Καὶ ἐπληροῦτο τὸ 〈Δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν,〉 ἐκ τοῦ πατρὸς ὁ Χριστός· 〈Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν,〉 ἐκ τῆς παρθένου ὁ κύριος. Ἀκούων δὲ ὅτι 〈κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε,〉 μὴ τῆς ἀσωμάτου καὶ θείας φύσεως σκύλσιν ἢ καμπυλότητα ἢ γονυκλισίαν ἢ αὐχένος ἐπίνευσιν νόμιζε, ἀλλὰ τὴν συγκατάβασιν αὐτοῦ καὶ τὴν φιλανθρωπίαν καὶ τὴν ἐποπτείαν μάνθανε. Ὥσπερ γὰρ κεφαλὴν καὶ ὀφθαλμοὺς καὶ ὦτα καὶ στόμα καὶ χεῖρας καὶ πόδας ἔχειν λέγεται, καὶ καθέζεσθαι καὶ ἀνίστασθαι, καὶ οὐ πάντως ἐκ μελῶν καὶ μερῶν καὶ σχημάτων σύγκειται, οὕτω καὶ διακύπτει, οὐκ αὐτὸς καμπτόμενος, ἀλλ᾽ ἡμᾶς φιλανθρωπευόμενος.

Τὸ δὲ 〈Ἐκ τοῦ οὐρανοῦ διέκυψεν,〉 οὐχ ὅτι ἐν τῷ φαινομένῳ οὐρανῷ θυρίδας ἢ θύρας ἐποίησε καὶ ἀνοίξας διέκυψεν, ἀλλ᾽ ὅτι ἐκ τῶν οὐρανίων ταγμάτων, τῶν νοερῶν καὶ ἀσωμάτων καὶ ἀθανάτων, τὴν ἀνθρωπότητα ἐπεσκέψατο.

Ὥσπερ γὰρ γῆ οἱ ἄνθρωποι λέγονται—〈Ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός〉— οὕτω καὶ οὐρανὸς λέγεται τὰ ἐπουράνια τάγματα, ἀφ᾽ ὧν θεὸς τὴν γῆν, τὴν ἀνθρωπότητα, ἐφορᾷ. 〈Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν διέκυψε τοῦ ἰδεῖν,〉 οὐχ ἵνα τότε ἴδῃ, ἀλλ᾽ ἵνα τότε σώσῃ. 〈Τοῦ ἰδεῖν,〉 οὐχ ἵνα τότε μάθῃ, ἀλλ᾽ ἵνα τότε βοηθήσῃ. 〈Τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν θεόν,〉 ἵνα ὡς φίλον ἀσπάσηται, ἵνα ὡς δίκαιον ἀγαπήσῃ, ἵνα ὡς τῷ Νῶε εἴπῃ· 〈Σὲ μόνον δίκαιον εἶδον ἐν τῇ γενεᾷ ταύτῃ,〉 ἵνα ὡς πιστῷ ἐμφανίσῃ· 〈Ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Τοῦ ἰδεῖν〉 εἰ ἔστιν ἄρρωστος ἐπιζητῶν τὸν ἰατρόν, εἰ ἔστι πένης λαὸς ἐθνῶν ἐπιζητῶν τὸν Χριστόν, τὸν θησαυρὸν τοῦ πατρός. 〈Τοῦ ἰδεῖν εἰ ἔστι συνίων,〉 ἵνα τούτῳ ὡς φρονίμῳ καὶ συνετῷ διαλεχθῇ, 〈ἢ ἐκζητῶν τὸν θεόν,〉 ἵνα τούτῳ εὑρεθῇ. Εἶτα, ὡς εἶδον οἱ προφῆται ὅτι 〈κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε τοῦ ἰδεῖν,〉 παρακαλοῦσιν αὐτόν· Οὐκ ἀρκεῖ μόνον, δέσποτα, τὸ διακύψαι σε ἐξ οὐρανοῦ· ὡς διέκυψας καὶ κατάβηθι· 〈Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι.〉 Ἐλθέ, ὁ υἱὸς τοῦ πατρός, ἐκζήτησον τὸν κατ᾽ εἰκόνα. 〈Πάντες〉 γὰρ 〈ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.〉 Τὸ τῶν ἀνθρώπων στρατόπεδον ὅλον πρὸς τὸν τύραννον ἔνευσε· τῶν στρατηγῶν τῶν προφητῶν οὐκέτι ἀνέχονται. Ἐλθέ, ὁ βασιλεύς, καὶ φάνηθι, καὶ δυσωποῦνται τὸ ἀξίωμα. 〈Πάντες ἐξέκλιναν〉 τὰς ὁδοὺς τῶν προφητῶν.

Ἐλθέ, ἡ ὁδός, καὶ οἱ πλανηθέντες ἀνακάμπτουσιν.

Εἰπὼν δὲ 〈ἐξέκλιναν,〉 ἔδειξεν ὅτι ἐκ φύσεως ὀρθὰ βαδίζειν ἔμαθον, ἀπὸ κακῆς δὲ προαιρέσεως εἰς τὴν πλάνην ἐξέκλιναν, κατὰ τὸ γεγραμμένον ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι 〈ὁ θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, καὶ αὐτὸς εὗρεν ἑαυτῷ λογισμοὺς πολλούς.

Πάντες ἐξέκλιναν,〉 ὡς μόσχοι κατὰ τῶν φαράγγων φερόμενοι. 〈Ἅμα ἠχρειώθησαν,〉 ὡς πίθοι τετρημένοι καὶ ἀσκοὶ ῥήγματα ἔχοντες καὶ πρὸς ὃ γεγόνασι μηκέτι χρησιμεύοντες. Καὶ οὐ κατὰ μικρόν, ἀλλὰ 〈πάντες〉 ὁμοῦ 〈ἅμα ἠχρειώθησαν,〉 ἑνὶ δικτύῳ ἀσεβείας ἅμα συγκλειόμενοι. 〈Πάντες ἐξέκλιναν.〉 Εἰ ἐξέκλιναν, δῆλον ὅτι εὐθεῖς ἦσαν ἐκ φύσεως· ὁ γὰρ θεὸς ποιήσας τὸν ἄνθρωπον, εὐθῆ αὐτὸν ἐποίησε καὶ οὐδὲν κακὸν ἐν φύσει.

Καὶ ἐν ἄλλοις· 〈Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς〉 τῆς 〈γῆς.〉 Καὶ τῷ εἰπεῖν· 〈Ἅμα ἠχρειώθησαν,〉 ἔδειξεν ὅτι εὔχρηστοι ἐν φύσει γενόμενοι, ἄχρηστοι ἐξ ἰδίας προαιρέσεως τὸ παρὰ φύσιν γεγόνασι. Διέκυψεν οὖν ὁ κύριος τοῦ ἰδεῖν ἐξ οὐρανοῦ εἰ μετανοοῦσιν οἱ ἐκκλίνοντες, ἵνα σωτηρίας τύχωσιν, εἰ ἀμεταμέλητα ἁμαρτάνουσιν, ἵνα αὐτοκατάκριτοι γένωνται. Καὶ ὅτι διὰ τοῦτο ἐπικύπτει καὶ καταβαίνει καὶ ἐπισκέπτεται ὁ κύριος, ἢ ἵνα σώσῃ ἢ ἵνα κατακρίνῃ, ἄκουσον αὐτοῦ τοῦ κυρίου λέγοντος· 〈Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ.〉 Σοδομῖται, ἐπειδὴ 〈πάντες ἐξέκλιναν,〉 διὰ τοῦτο 〈ἅμα ἠχρειώθησαν·〉 κατέβη γὰρ τὸ πῦρ καὶ ὡς ὕλην αὐτοὺς ἀνήλωσε. Νινευῖται ἐξέκλιναν, ἀλλ᾽ ἐπειδὴ ταχέως ἐπὶ μετάνοιαν ὥδευσαν, διὰ τοῦτο ἅμα οὐκ ἠχρειώθησαν, ἀλλ᾽ ἅμα ἐσώθησαν. Εἶδες πῶς κύριος ἐπισκέπτεται, ἢ ἵνα σώσῃ ἢ ἵνα κατακρίνῃ. Διὰ τοῦτο καὶ ὁ προφήτης Ὠσηὲ ἔλεγεν· 〈Ἀκούσατε λόγον κυρίου, υἱοὶ Ἰσραήλ, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς· ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ᾽ αἵμασι μίσγουσι.

Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν,〉 καὶ διὰ τοῦτο 〈ὁ κύριος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν διέκυψε.〉 Πῶς διέκυψεν; Ἢ σείων τὸ πᾶν ἢ κεραυνοὺς πέμπων ἢ φόβητρα ποιῶν καὶ δεικνύων τὴν ἑαυτοῦ ἀγανάκτησιν, 〈ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν; Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν διέκυψεν,〉 ἵνα ἴδῃ ἡ γῆ, ἡ ἀνθρωπότης, ἀγανακτοῦντα δεσπότην, καὶ ἁμαρτάνουσα παύσηται. Ὥσπερ γὰρ οἰκετῶν κάτω ἐν αὐλῇ ἢ ἐν πλατείᾳ ἀτακτούντων ἄθεσμα δεσπότης ἢ βασιλεὺς παρακύπτει ἄνωθεν, ἵνα ἰδόντες αὐτὸν οἱ οἰκέται φοβηθῶσι καὶ ἡσυχάσωσιν, οὕτως ἐπειδὴ πᾶσα ἡ γῆ ἐσκίρτα πρὸς τὴν ἀσέβειαν, 〈κύριος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν διέκυψεν,〉 ἵνα φοβηθεῖσα ἡ γῆ ἡσυχάσῃ ἁμαρτάνουσα. Καὶ τούτου μάρτυς ὁ προφήτης εἰπών· 〈Γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεόν.〉 Καὶ ἐπειδὴ εἶπε· 〈Πάντες ἐξέκλιναν,〉 τὸ δὲ 〈πάντες〉 πολλάκις καὶ ἐπὶ τοῦ πλείονος μέρους λαμβάνεται ὡς τὸ 〈Πάντες με ἐγκατέλιπον,〉 καὶ μὴν οἱ γνήσιοι μαθηταὶ τὸν Παῦλον οὐ κατέλιπον, ἵνα δείξῃ τὸ ὁλόστολον τοῦ κόσμου ναυάγιον, ἐπάγει· 〈Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.〉 Ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἀπὸ τοῦ ἐσχάτου πένητος ἕως τοῦ κρατοῦντος, ὅλος ὁ κόσμος νοσεῖ. Ἕνα ζητεῖ ὁ θεὸς πιστὸν καὶ δίκαιον, ὡς ἐν Χαλδαίοις τὸν Ἀβραὰμ καὶ ἐν Σοδόμοις τὸν Λώτ.

Ἀλλ᾽ οἱ μὲν οὔτε πίστιν οὔτε πολιτείαν ἔχουσιν, οἱ δὲ πίστιν ἀληθῆ ἔχουσι, πολιτείαν δὲ καλὴν οὐκ ἔχουσι· 〈Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.〉 Περὶ θεοῦ μεγάλα σαλπίζουσι καὶ περὶ εὐποιΐαν νυστάζουσιν. 〈Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.〉 Εἶτα, ἐπειδὴ 〈κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε〉 καὶ ἐπὶ τοῖς ἁμαρτάνουσιν ἠγανάκτησε, διδάσκει ἡμᾶς ὁ προφήτης ὅτι οὐ μόνον διέκυψεν, ἀλλὰ καὶ ἀπειλῶν ἐλάλησεν· 〈Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;〉 Καὶ τί γνώσονται; Ὅτι θεὸς ἐκδικήσεων κύριος. Γνώσονται ὅτι νεκρῶν καὶ ζώντων κριτὴς παραγίνεται· Γνώσονται ὅτι 〈ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.〉 Οὐκ ἔγνωσαν νουθετούμενοι· γνώσονται ὀδυνώμενοι. Οὕτω ποτὲ τὰ ὅμοια καὶ περὶ τῶν ἀθέων Αἰγυπτίων ἔλεγεν ὁ θεός· 〈Καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος, ἐνδοξαζομένου μου ἐν Φαραὼ καὶ ἐν τοῖς ἅρμασιν αὐτοῦ.〉 Γνώσονται τότε, ὅτε ἀπὸ τῆς γνώσεως οὐδὲν ὠφεληθήσονται, ὅτε διώκοντες ἅρμασι καλυφθῶσι κύμασιν. Ἢ καὶ κατὰ ἀπόφασιν ἀναγνωστέον· 〈Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.〉 Καὶ τί οὐ γνώσονται; 〈Ὅτι κύριος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν διέκυψε.〉 Τί οὐ γνώσονται; Ὅτι τοῖς κακῶς γινομένοις ἀπαρέσκεται. Τί οὐ γνώσονται; Τὰς ὁδοὺς τοῦ θεοῦ μαθεῖν οὐ θελήσουσι.

Τούτου μάρτυς ὁ Ἰὼβ φάσκων· 〈Λέγει δὲ ὁ ἀσεβὴς τῷ κυρίῳ· Ἀπόστα ἀπ᾽ ἐμοῦ, τὰς ὁδούς σου εἰδέναι οὐ βούλομαι. Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.〉 Ἐν ᾧ γὰρ τὴν ἀνομίαν ἐργάζονται, τοὺς νόμους τοῦ θεοῦ γνῶναι οὐκ ἀνέξονται. Καὶ νῦν γίνονται πόλεμοι καὶ λοιμοὶ καὶ σεισμοί, καὶ εἰς συναίσθησιν τῶν ἁμαρτιῶν οἱ πολλοὶ οὐκ ἔρχονται οὐδὲ τοῖς ἐπικειμένοις κακοῖς σωφρονίζονται. 〈Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.〉 Τί οὐ γνώσονται; Τὸ θέλημα τοῦ θεοῦ, τὰς ἐπαγγελίας, τὰ ἐπουράνια ἀγαθά, τὸν θησαυρὸν τοῦ θεοῦ, τὸν παράδεισον τῆς τρυφῆς, τὴν αἰώνιον ζωήν. 〈Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,〉 οἱ Ἰουδαῖοι, ὅτι ὁ νομοθέτης καὶ κύριος τῆς δόξης ὑπ᾽ αὐτῶν ἐσταύρωται· 〈Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.〉 Καὶ τίνες οὗτοι; 〈Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου,〉 οἱ βασκανίᾳ πεινῶντες τὸν τῶν πιστῶν θάνατον. Καὶ οὐκ εἶπεν Οἱ ἐσθίοντες, ἀλλ᾽ 〈Οἱ κατεσθίοντες,〉 οἱ θηρῶν ἀγρίων χαλεπώτεροι.

Τὰ μὲν γὰρ θηρία ἀνθρωπίνης σαρκὸς γευσάμενα ταχέως παύονται, τὴν ἀηδῆ τροφὴν αἰσχυνόμενα· οἱ δὲ πονηροὶ καὶ βάσκανοι δι᾽ ὅλου κατεσθίοντες ταῖς λοιδορίαις τὸν πιστόν, οὐ κορέννυνται. Ἀσφαλισώμεθα, ἀδελφοί, μήπως, τοὺς ὁμοπίστους λοιδορήσαντες καὶ συκοφαντήσαντες, μετὰ τῶν ἀνόμων εὑρεθῶμεν. 〈Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,〉 κἂν αἱρετικοί, κἂν ὁμόπιστοι, 〈οἱ κατεσθίοντες τὸν λαόν μου.〉 Ὅτι δὲ καὶ ὁμόπιστοι ὁμοπίστους κατεσθίουσι, λέγει ὁ ἀπόστολος· 〈Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε.〉 Ἀλλοφύλοις ἔθνεσι, τοῖς Σύροις καὶ τοῖς Ἕλλησι, τοὺς κατεσθίοντας τὸν λαὸν παρεικάζων Ἠσαΐας ἔλεγεν· 〈Ἄξω Συρίαν ἀπὸ ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀπὸ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν λαόν μου ὅλῳ τῷ στόματι.〉 Ἀλλά, κἂν διὰ τὰς ἁμαρτίας ἡμῶν ὑπὸ τῶν ἐχθρῶν ὡς ὑπὸ λεόντων κατεσθιώμεθα, ἀλλὰ διὰ τὴν εἰς θεὸν ἡμῶν εὐσέβειαν ἐκδικίας τευξόμεθα.

Ἄκουσον Ἰερεμίου λέγοντος· 〈Ἅγιος Ἰσραὴλ τῷ κυρίῳ· πάντες οἱ κατεσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἐπάξω ἐπ᾽ αὐτούς, λέγει κύριος,〉 ὅτι τοὺς ἁμαρτήσαντας κατεσθίοντες βαρύτερα τῶν κατεσθιομένων ἡμάρτανον, πλείονα τῆς τοῦ θεοῦ γνώμης τὸν λαὸν αὐτοῦ μαστίξαντες, καθὼς εἶπε περὶ αὐτοῦ ὁ θεός· 〈Ἐγὼ παρέδωκα αὐτὸν εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἐποίησας ἔλεος μετ᾽ αὐτοῦ.〉 Καὶ πάλιν· 〈Ἀνθ᾽ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.〉 Καὶ ὅτι δι᾽ ἁμαρτίας ὁ λαὸς τοῦ θεοῦ ὑπὸ τῶν ἐχθρῶν τοῦ θεοῦ κατεσθίεται, Ἰερεμίας λέγει· 〈Πρόβατον πλανώμενον Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν.〉 Ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσυρίων, καὶ ὁ δεύτερος βασιλεὺς Βαβυλῶνος τὰ ὀστᾶ αὐτοῦ συνέτριψεν. Εἰ δὲ μὴ ὡς πρόβατον ἐπλανήθη, οὐκ ἂν ὑπὸ τῶν λεόντων κατεβρώθη. Νόει ἃ λέγω· 〈Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο,〉 κἂν ἐπικαλεῖσθαι ἐνόμισαν. Ὥσπερ γὰρ ὁ ἐξ ἁρπαγῆς τῷ θεῷ τι προσφέρων οὐ προσφέρει, ἐπειδὴ ὁ θεὸς αὐτὰ οὐ προσδέχεται, οὕτω καὶ οἱ κατεσθίοντες τὸν ἀδελφὸν ἐπικαλούμενοι θεὸν οὐκ ἐπικαλοῦνται. Ἢ καὶ 〈τὸν κύριον οὐκ ἐπεκαλέσαντο,〉 ἀντὶ τοῦ· ἀπὸ τοῦ Χριστοῦ Χριστιανοὶ οὐκ ἐκλήθησαν, ἐπειδὴ τῷ Χριστῷ ἐπολέμησαν.

Οὐδὲ γὰρ ἤκουσαν τοῦ εἰπόντος· 〈Ἐξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ.〉 Ὅμως, κἂν ὡς θηρία ὥρμησαν, 〈ἐκεῖ ἐδειλίασαν φόβῳ οὗ οὐκ ἦν φόβος·〉 ὡς λέοντες ἐθρασύνθησαν καὶ ὡς λαγωοὶ ἐδειλίασαν. Τοῦτο καὶ πρὸς τοὺς δειλοὺς ἐν τοῖς διωγμοῖς ὁ προφήτης λέγει ὅτι ἀκούσαντες· 〈Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι,〉 καὶ 〈Μὴ φοβεῖσθε ὀνειδισμοὺς ἀνθρώπων, ἐκεῖ ἐφοβήθησαν φόβον οὗ οὐκ ἦν φόβος.〉 Τὸν θεὸν γὰρ μὴ φοβηθέντες, ἀνθρώπους ἐφοβήθησαν. Ἢ καὶ 〈Ἐκεῖ ἐφοβήθησαν φόβον〉 ἀσεβεῖς θεασάμενοι τοὺς εὐσεβεῖς βοηθηθέντας ὑπὸ θεοῦ. Ὡς γὰρ ἐρωτηθεὶς καὶ διὰ τί ἐφοβήθησαν φόβον οἱ ἀσεβεῖς, ἀποκρίνεται· 〈Ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίων.〉 Ὡς ἐν στρατιώταις στρατηγός, ὡς ἐν συγκλήτῳ βασιλεύς, 〈ὁ θεὸς ἐν γενεᾷ δικαίων,〉 ὁ εἰπών· 〈Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.〉 Εἰ δὲ ἐν μέσῳ δύο ἁγίων καὶ τριῶν ἔρχεται, πολλῷ μᾶλλον ἐν γενεᾷ δικαίων εὑρίσκεται, ὅπου ἡ ἄμαχος ζωή, ὅπου ἡ ἄλυπος διαγωγή, ὅπου ἡ ἀθάνατος ἀνάπαυσις, ὅπου ἡ ἀμέριστος κληρονομία, ὅπου ἡ ἀδιάδοχος βασιλεία, ἐφ᾽ ἣν ὁ Χριστὸς καλεῖ λέγων· 〈Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν〉 ...