Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς
Ομιλίες Α΄ και Β΄ στον δέκατο τέταρτο Ψαλμό
Ομιλίες σχετικά με την κατοίκηση στο σκήνωμα του Κυρίου, την άσκηση της αρετής, την αποφυγή του δόλου και την προτροπή προς τους νεοφώτιστους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλίες Α΄ και Β΄ στον δέκατο τέταρτο Ψαλμό
Ομιλίες σχετικά με την κατοίκηση στο σκήνωμα του Κυρίου, την άσκηση της αρετής, την αποφυγή του δόλου και την προτροπή προς τους νεοφώτιστους.
In Psalmum XIV Homilia I 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου. Ψαλμὸς τῷ Δαυὶδ〉 〈ιδ〉. Καλὸς ὁ τοῦ προφήτου ψαλμός· τῆς γὰρ ψυχῆς ἐστιν ἁγιασμός. Καλὸν τὸ τοῦ ψαλμοῦ μέλος· κατὰ δαιμόνων γὰρ δείκνυται ὀξύτατον βέλος, καὶ οὐχ οὕτως ἔλαφοι τὰ βέλη φεύγουσιν ὡς τοὺς ψαλμοὺς τοῦ Δαυὶδ οἱ δαίμονες. 〈Ἐλάμβανε Δαυὶδ τὴν κινύραν καὶ ἔψαλλε, καὶ ἀφίστατο ἀπὸ Σαοὺλ τὸ πνεῦμα τὸ πονηρόν,〉 καὶ ἀναχωρῶν ὁ δαίμων ἔπιπτεν ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ. Καλὴ ἡ τοῦ Δαυὶδ κιθάρα· τῆς γὰρ ψυχῆς ἐστι παραμυθία. Καλὴ ἡ τοῦ ποιμένος λύρα· νευροῖ γὰρ ἡμῶν τὸν νοῦν πρὸς ἀρετάς. Καλὸς ὁ τοῦ ποιμένος καὶ βασιλέως προφητικὸς αὐλός· ἔχει γὰρ κάλαμον τὴν γλῶσσαν καὶ πνεῦμα τὸν παράκλητον καὶ φθόγγον τὸν λόγον καὶ μέλος τὴν σώφρονα ἡδονὴν καὶ ἁρμονίαν τὴν προφητείαν καὶ ὄχημα τὸ ἄνωθεν χάρισμα. Ἐπεὶ οὖν εἰς πνευματικὸν θέατρον καὶ οὐρανίων λόγων ἀκροατήριον συνεδράμετε, διὰ ταῦτα ὁ θεορήτωρ καὶ θεολόγος καὶ θεοδίδακτος μουσικός, ὁ μακάριος Δαυίδ, ἦλθεν ὡς τοῦ λαοῦ παιδευτὴς καὶ ἐρωτᾷ τὸν θεὸν ὡς μαθητής· 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;〉 Σκήνωμά σου βασιλικὸν ὡς ἐν ἀγρῷ τῷ κόσμῳ τὴν ἐκκλησίαν ὁρῶ.
Ἀλλ᾽ ἐπειδὴ πολλοῦ τιμήματος ἐκτήσω τὴν σκηνήν— τὸ γὰρ τίμιον αἷμά σου δεδωκὼς ἔλαβες τὸ σκήνωμα, καὶ τὴν πλευρὰν ἀνοίξας, τὴν θήκην τῆς ἐνθήκης, τὸν μάρσιπον τῆς θεότητος, τὴν κιβωτὸν τοῦ ἁγιάσματος, καὶ τὴν λόγχην ὡς κλεῖδα ἐμβαλὼν ἐν τῇ κιβωτῷ, ἐμβαλὼν δὲ οὐ κακουργῶν, ἀλλὰ συγχωρῶν ἐκ τοῦ πατρῴου θησαυροῦ ἔδωκας τὸ τίμημα—ἐπεὶ οὖν πολλοῦ τιμήματος ἠγοράσθη σου ἡ σκηνή, καὶ πολύτιμος οὖσα ἔχει καὶ παράδεισον τῶν θεοπνεύστων γραφῶν, πάροικοι δὲ καὶ νέοι ἐν ἀποκρύφοις σου γέγοναν οἱ νεοφώτιστοι, δίδαξον αὐτοὺς δι᾽ ἐμοῦ, δέσποτα, ὁποῖος εἶναι ὀφείλει ὁ σὸς πάροικος, ἵνα μαθόντες σου τὸν σκοπὸν εὐάρεστοι γένωνται. 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;〉 Τίς; [Ὁ] ἐναρίθμιος γενόμενος τῆς ποίμνης σου τῆς καλῆς καὶ τὴν σφραγῖδα λαβὼν τοῦ ἁγίου πνεύματος καὶ τῷ ἀνθηρῷ αἵματι τοῦ ποιμένος Χριστοῦ μιλτωθείς. Μὴ σπιλώσῃ τὴν ἀνθηρὰν σφραγῖδα ὑγροπίσσῃ ποίᾳ, μετὰ τῶν ἄλλων αἱρέσεων τῇ Ἀρείου καὶ Εὐνομίου πίστει ὑγραινομένῃ τῷ βαπτίσματι, τῇ ὑγραινομένῃ κόλλῃ, τῷ δυσαπονίπτῳ σπίλῳ; Εἶχόν ποτε κἀκεῖνοι ὡς πρόβατα λευκὸν τὸν πόκον καὶ τὴν σφραγῖδα ἀνθηράν. Ἀλλ᾽ ἕως τότε λευκὸν τὸν πόκον ἐτήρουν ἕως εἶχον τὸ τῆς ἐκκλησίας βάπτισμα, καὶ ἕως τότε ἡ σφραγὶς αὐτῶν τὴν ἀνθηρότητα τοῦ αἵματος Χριστοῦ ἔφερεν ἕως οὗ ἐσφραγισμένην ἐτήρουν τὴν περὶ τοῦ βαπτίσματος διάταξιν.
Ἀφ᾽ οὗ δὲ τὰς τρεῖς καταδύσεις εἰς μίαν συνέστειλαν, τριάδος ἑτεροουσίου παράσιτοι γέγοναν· ὡς γὰρ ἐκείνοις τὸ δόγμα ἑτεροούσιον, καὶ τούτοις τὸ βάπτισμα. Ἵνα οὖν καὶ οἱ νέοι σου πάροικοι οἱ νεοφώτιστοι ὡς πρόβατα φύγωσι τοὺς προβατομόρφους θῆρας, τοὺς ἐνδύμασι προβάτων πλανῶντας τὰ πρόβατα, νόμους, δέσποτα, δίδαξον τοὺς παροίκους σου. 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;〉 Τίς καταφρονήσει τῆς τοῦ βίου φαντασίας; Τίς τὰ ἡδέα τοῦ κόσμου φύγῃ ὡς Μωυσῆς τὰ βασίλεια; Τίς μᾶλλον ἑλεῖται συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ διωκόμενος ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, δόμασι καὶ ἀξιώμασι κολακευόμενος; 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;〉 Τίς ὡς πάροικος ἐν χωρίῳ ἀκενόδοξον βίον ἀσπάσεται; Τίς παραιτήσεται τὰ ἄδικα χρήματα, ἵνα φύγῃ τὰ ἐγκλήματα; Γέγραπται δὲ καὶ ἐν τῷ Ἰώβ· 〈Πλοῦτος συναγόμενος ἀδίκως ἐξεμεθήσεται ἐκ κοιλίας αὐτοῦ.〉 Τίς ἀποτάξεται τῇ τοῦ κόσμου ματαιότητι καὶ συντάξεται τῇ τοῦ θεοῦ ἀγάπῃ λέγων· Συντάσσομαι τῷ Χριστῷ; Τίς εἴπῃ μετὰ Παύλου· 〈Ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.〉 Τίς ἐρρῶσθαι πᾶσιν εἰπὼν ἀκολουθήσει τῷ Χριστῷ; 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;〉 Ἴδωμεν δὲ πρῶτον καθ᾽ ἱστορίαν τί τὸ σκήνωμα καὶ τί τὸ ὄρος.
Σκήνωμα τοῦ θεοῦ ἐκαλεῖτο ἡ σκηνὴ τοῦ μαρτυρίου ἣν ἔπηξεν ὁ Μωυσῆς, ὄρος δὲ θεοῦ ὁ ναὸς ὃν ᾠκοδόμησεν ὁ Σολομῶν. Καὶ ὅτι σκήνωμα τοῦ θεοῦ ἐλέγετο ἡ Μωσαϊκὴ σκηνὴ ὡς οἶκος θεοῦ καὶ ναός, γέγραπται ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· 〈Καὶ εἰσῆλθον〉 Ἑλκανᾶ καὶ Ἄννα 〈εἰς τὸν οἶκον κυρίου ἐν Σηλών, καὶ τὸ παιδάριον Σαμουὴλ ἦν μετ᾽ αὐτῶν.〉 Καὶ μὴν ὁ ναὸς καὶ ὁ οἶκος οὐδέπω ᾠκοδόμητο, ἡ σκηνὴ δὲ Μωυσέως ἦν ἐν τῇ Σηλώμ. Καὶ πάλιν· 〈Καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ τοῦ θεοῦ,〉 ναὸν δὲ θεοῦ λέγων τὴν σκηνήν, ὥστε σκηνὴ κυρίου ἐλέχθη εἶναι ἡ σκηνὴ ὡς οἶκος θεοῦ καὶ ναός.
Ὅτι δὲ ὄρος ἐλέγετο ὁ τοῦ κυρίου ναὸς ὃν ἔκτισε Σολομών, γέγραπται· 〈Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ.〉 Καὶ ταῦτα μὲν ἡ ἱστορία. Ἴδωμεν δὲ καὶ κατὰ θεωρίαν τί τὸ σκήνωμα καὶ τί τὸ ὄρος τοῦ θεοῦ καὶ πῶς δεῖ πρῶτον παροικῆσαι ἐν τῷ σκηνώματι καὶ οὕτω κατασκηνῶσαι ἐν τῷ ὄρει τοῦ θεοῦ. Ἡ τοῦ Μωυσέως σκηνὴ καὶ ὁ τοῦ Σολομῶντος ναὸς εἰκόνας καὶ τύπους ἔφερον τῶν δύο ἐκκλησιῶν τοῦ Χριστοῦ, τῆς ἐν κόσμῳ καὶ τῆς ἐν οὐρανοῖς.
Τῆς ἐν κόσμῳ ἐκκλησίας εἰκὼν ἡ τοῦ Μωυσέως σκηνή, καὶ τῆς ἐν οὐρανοῖς ἐκκλησίας εἰκὼν ὁ ἐν τῷ ὄρει ναός. Δύο ἐκκλησίαι τῷ ἀριθμῷ, μία δὲ τῷ τῆς πίστεως ῥυθμῷ. Περὶ τῆς ἐν τῷ κόσμῳ ἐκκλησίας ἔλεγεν ὁ κύριος· 〈Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν.〉 Καὶ περὶ τῆς ἐπουρανίου ἐκκλησίας εἶπεν ὁ ἀπόστολος· 〈Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων ἀπογεγραμμένων ἐν οὐρανοῖς.〉 Ὥσπερ οὖν ἡ τοῦ Μωυσέως ἐν τῇ ἐρήμῳ σκηνὴ καλύβη ἦν συνακτή, ἥνπερ παπυλεῶνα Ῥωμαῖοι ἐκάλεσαν, καὶ τόποις ἀπὸ τόπων συνεχῶς μετήγετο καὶ παροίκους ἐποίει τοὺς ἐν αὐτῇ συναγομένους, οὕτω καὶ ἡ ἐπὶ γῆς ἐκκλησία τοῦ Χριστοῦ σκηνή ἐστιν ἐν ἐρήμῳ τῷ βίῳ ἐκλάμπουσα. Καὶ διὰ τί σκηνή; Ἐπειδὴ 〈ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.〉 Διὰ τί σκηνή; Διὰ τὸν εἰπόντα· 〈Ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος.〉 Διὸ καὶ ἡ ἐκκλησία σκηνὴ 〈ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωπος,〉 καὶ ὡς παροικίαν τὸν κόσμον ἀσπάζεται καὶ ὡσεὶ σκηνὴ τόποις ἐκ τόπων ἐν τοῖς διωγμοῖς μετανίσταται. Διὰ τί; Διὰ τὸν εἰπόντα· 〈Ἐὰν διώκωσιν ὑμᾶς, ἐκ τῆς πόλεως ταύτης φεύγετε εἰς τὴν ἄλλην.〉 Ἀλλὰ τόπους ἀλλάσσει, τοὺς δὲ τρόπους φυλάσσει· ἀπὸ πόλεως εἰς πόλιν φεύγει, ἀπὸ εὐσεβείας εἰς ἀσέβειαν οὐ καταφεύγει.
Ὥσπερ οὖν ἡ τοῦ Μωυσέως σκηνὴ ὧδε κἀκεῖ μετήγετο καὶ πολλῶν τόπων πάροικος ἐγίνετο, ὁ δὲ τοῦ Σολομῶντος ναὸς ἐν ὄρει θεμελιωθεὶς εἰς ἕνα τόπον εἱστήκει, ἀσάλευτος καὶ ἀδόνητος ἕως ἦν ναὸς θεοῦ, οὕτω καὶ ἡ ἐπὶ γῆς ἐκκλησία τοῦ Χριστοῦ ὡς ἐν παροικίᾳ διάγουσα παροίκους ποιεῖ τοὺς εὐσεβεῖς, ἡ δὲ ἄνω 〈ἐκκλησία τῶν πρωτοτόκων〉 ἐν οὐρανοῖς οὐκ ἔχει παροίκους ἐκεῖ, ἀλλὰ κατοίκους τοὺς θεοφιλεῖς. Ἐκεῖ οὐκ εἰσὶ πάροικοι· οὐδὲ γὰρ διωγμὸς ἐκεῖ. Εἷς πολίτης ἐκεῖ ὡς πάροικος ἐστασίασε, καὶ ἐρρίφη ὡς ξένος καὶ ἀλλότριος θεοῦ, καὶ σὺν αὐτῷ οἱ αὐτῷ ἑπόμενοι δαίμονες· Ἐκεῖθεν ἔρριψέ σε τὰ Χερουβίμ, ἔλεγε περὶ τοῦ διαβόλου ὁ Ἰεζεκιήλ. Ἐπεὶ οὖν ἡ ὧδε ἐκκλησία ὡς σκηνή ἐστιν ἐν παροικίᾳ, ἡ δὲ ἄνω ἐκκλησία πόλις ἐστὶν ἐν ἀσφαλείᾳ, καὶ δεῖ πρῶτον ἐν ταύτῃ παροικῆσαι καὶ οὕτως ἐν ἐκείνῃ κατασκηνῶσαι, διὰ τοῦτο τὸν ἄξιον ὁ Δαυὶδ ἐπιζητῶν ἐρωτᾷ· 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;〉 Ἀλλὰ πάντως ἐρεῖς· Καὶ πῶς παροικοῦμεν τὴν ὧδε ἐκκλησίαν; Πῶς; Ἄκουσον.
Ὥσπερ ὁ πάροικος εἰς τὸ κτῆμα εἰσελθὼν πάλιν εἰς ἄλλο κτῆμα μεθίσταται, τοῦ δεσπότου θέλοντος, οὕτως ἡμεῖς διὰ βαπτίσματος εἰς τὴν ἐκκλησίαν εἰσερχόμενοι πάλιν διὰ θανάτου μεθιστάμεθα, καὶ ἐκκλησίαν εὑρόντες ἐκκλησίαν ἀφίεμεν, καὶ ἐν αὐτῇ παροικήσαντες ἐξ αὐτῆς λαμβανόμεθα, καὶ ὡς πάροικοι ἀπὸ κτήματος εἰς κτῆμα, ἀπὸ τῆς κάτω ἐκκλησίας εἰς τὴν ἄνω μεταγόμεθα. Καὶ οἱ κάτω πάροικοι ἄνω πολῖται καὶ κάτοικοι, καὶ οἱ ὧδε ὡς πάροικοι διωκόμενοι ἐκεῖ ὡς φίλοι καὶ κληρονόμοι ἀναπαυόμενοι. 〈Δεῦτε〉 γάρ, φησίν, 〈οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.〉 Ἐπεὶ οὖν τὴν ὧδε ἐκκλησίαν παροικοῦμεν, τὴν δὲ ἄνω κατοικοῦμεν, τὸν τῆς ὧδε παροικίας καὶ τῆς ἄνω κατοικίας ἄξιον ἐπιζητῶν ἐρωτᾷ· 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;〉 [Ἡ δικαιοσύνη ἐκ πολλῶν συγκροτεῖται ἀρετῶν, καὶ μία πρακτικὴ ἀρετὴ δικαιοσύνην οὐ ποιεῖ, ὡς οὐδὲ μία σανὶς πλοῖον ἐξαρτίζει, οὐδὲ εἷς λίθος οἰκίαν.
Μόνη ἀρετὴ μία δικαιοῖ, ἡ πίστις, ἡ κορυφὴ τῶν ἀρετῶν· 〈Ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην,〉 καὶ 〈Δικαιωθέντες οὖν ἐκ πίστεως. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;〉 Καὶ ἔστι διαφόρως τὸ σκηνῶσαι.
Σκηνὴ δὲ καὶ ὁ βίος καὶ ὄρος ὁ οὐρανός. Σκήνωμα καὶ τὸ γράμμα τῶν θείων γραφῶν καὶ ὄρος ὁ ἐν αὐτοῖς νοῦς. Σκήνωμα καὶ ὁ νόμος καὶ ὄρος τὸ εὐαγγέλιον. Σκήνωμα καὶ τὸ τοῦ κυρίου σῶμα καὶ ὄρος ἡ θεότης. Ἅτινα ὅπως δεῖ παροικεῖν καὶ κατοικεῖν, ὁ καιρὸς λέγειν οὐ συγχωρεῖ.] Ἐπεὶ οὖν ἠρώτησεν ὁ μακάριος Δαυὶδ τίς ὁ παροικῶν ἐν τῷ σκηνώματι καὶ τίς ὁ ἐν τῷ ὄρει κατασκηνῶν, ἀκούει λέγοντος τοῦ ἁγίου πνεύματος· Ἠρώτησας, ὦ μακάριε προφῆτα, τίς ὁ ἄξιος πάροικος καὶ κάτοικος;
Μάθε ὁποῖος ὀφείλει εἶναι· γράφω σοι τὸν ἄνδρα τῷ λόγῳ, ἵνα εὕρῃς ὃν ζητεῖς· 〈Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην.〉 Καὶ τίς οὗτος; Ὁ τὴν ἄμωμον τοῦ θεοῦ ὁδὸν ὁδεύων· 〈Ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ.〉 Ὁ μῶμον ἁμαρτίας μὴ ἔχων. Καὶ ὅτι μῶμος ἡ ἁμαρτία, λέγει ἡ γραφὴ περὶ τοῦ ψεύδους· 〈Πονηρὸς μῶμος ἐν ἀνθρώπῳ τὸ ψεῦδος.〉 Μῶμος καὶ ἡ πορνεία· οὕτως ἐλέγετο πρὸς τὸν Σολομῶντα τῇ πράξει μεθύοντα· Καὶ 〈ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου,〉 καὶ τὰ τοιαῦτα. 〈Πορευόμενος ἄμωμος.〉 Ὥσπερ δὲ ὁ μῶμον καὶ σπῖλον ἔχων ἐν τῇ ὄψει ἐγγὺς βασιλέως ἢ ἄρχοντος οὐκ ἔρχεται, οὕτως ὁ κλέπτης ἢ ὁ ψευδόμενος ἐγγίσαι θεῷ οὐ δύναται. Διὰ τί; Ἐπειδὴ 〈Καθαρὸς ὁ ὀφθαλμὸς αὐτοῦ τοῦ μὴ ὁρᾶν πονηρά,〉 καὶ 〈Οὐ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην.
Ἔκκλινον〉 γὰρ 〈ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.〉 Καὶ τίς 〈ὁ ἐργαζόμενος δικαιοσύνην;〉 Τίς 〈ὁ λαλῶν ἀλήθειαν〉 μετὰ τοῦ πλησίον; Ὃς τῇ καρδίᾳ ἐστὶ καθαρός. Ὁ μὴ δολώσας τῇ γλώσσῃ αὐτοῦ ὡς ὁ Ναθαναήλ· 〈Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.〉 Ὁ μὴ ποιήσας τῷ πλησίον αὐτοῦ κακόν, ὡς τῷ Ναβουθὲ ὁ Ἀχαάβ. Ὁ μὴ ὀνειδίσας τὸν ἔγγιστα, ὡς ὁ Φαρισαῖος τὸν τελώνην, μηδὲ ὀνειδισθεὶς ἐπὶ τοῖς ἔγγιστα, ὡς ὁ Ἠλεὶ ἐπὶ τοῖς υἱοῖς. Ὁ ἐξουδενώσας τοὺς πονηρούς, ὡς ὁ Ἠλίας τοὺς ἱερεῖς τοῦ Βάαλ. Ὁ τοὺς φοβουμένους τὸν κύριον δοξάζων, ὡς τοὺς ἑκατὸν προφήτας ὁ Ἀβδιού. Ὁ ὀμόσας τῷ πλησίον καὶ μὴ ἀθετήσας, ὡς τῷ Ἀβιμέλεχ ὁ Ἀβραὰμ καὶ τῷ Ἰωνάθαν ὁ Δαυίδ. Ὁ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ μὴ δούς, ὡς ὁ Ζακχαῖος καὶ ὁ Κορνήλιος. Ὁ δῶρα ἐπ᾽ ἀθῴοις μὴ λαβών, ὡς οὐδὲ ὁ Πέτρος τὰ τοῦ Σίμωνος. Ὁ μὴ ποιήσας ταῦτα καὶ μὴ σαλευθείς, ὡς ὁ Παῦλος ἐν τοῖς διωγμοῖς. Ἐὰν ἴδῃς τοιοῦτον, ὦ Δαυίδ, εὗρες ὃν ζητεῖς· 〈Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ.〉 Ἀλλὰ πάντως ἐρεῖ τίς· Καὶ ἔστιν ὅλως τοιοῦτος εὑρισκόμενος ἄνθρωπος;
Ἔστιν ὄντως ὁ μακάριος Ἰώβ, ὁ πολυνίκης ἀθλητής, ὁ τοῦ διαβόλου κονδυλιστής· 〈Καὶ ἦν,〉 φησίν, 〈ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.〉 Ἅρμοσον τοίνυν ἓν τῷ ἑνί· 〈Τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; Πορευόμενος ἄμωμος·〉 ὁ Ἰὼβ 〈ἄμεμπτος. Καὶ ἐργαζόμενος δικαιοσύνην· δίκαιος. Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ· ἀληθινός. Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ θεολογῶν· θεοσεβής. Καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν· ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.〉 Εἶδες πῶς προενεδύσατο ὁ Ἰὼβ τὸν ψαλμόν, ὡς καὶ ὁ Δαυίδ, ὅλον. 〈Ἢ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;〉 Πολλοὶ γὰρ παρῴκησαν ἐν τῇ ἐκκλησίᾳ, ἀλλ᾽ ἐπεὶ μὴ ἕως τέλους παρῴκησαν, ἀλλὰ παρέβησαν, διὰ τοῦτο εἰς τὸ ὄρος οὐ κατεσκήνωσαν. 〈Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ·〉 ὁ τὴν ἀλήθειαν ὡς παρθένον καὶ νύμφην κατὰ ψυχὴν ἀγαπῶν, ὁ ὡς μητέρα καὶ βασιλίδα ταύτην ἐντίμως ὁρῶν, ὁ 〈λαλῶν ἀλήθειαν〉 μετὰ τοῦ πλησίον αὐτοῦ. Ἀλλ᾽ ἵνα μή τις εἴπῃ· Τί οὖν; Βλάπτομαι ἐν διωγμῷ, ἐὰν εἴπω τὸ ψεῦδος, ἐν τῇ καρδίᾳ τὴν ἀλήθειαν λαλῶν;
Ἐπειδὴ γέγραπται· 〈Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ,〉 ἠσφαλίσατο τὸν λόγον τῇ ἐπαγωγῇ εἰπὼν οὕτως· 〈Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ.〉 Μὴ ὡς ἐν τάφῳ τῇ καρδίᾳ θάψῃς τὴν ἀλήθειαν μηδὲ ὡς ἀποθανοῦσαν εἰς μνημεῖον ἀπόκλειε, ἀλλὰ ὡς ζῶσαν καὶ βασιλεύουσαν προϊέναι τὰς πύλας τῶν αἰσθήσεων δίωκε. Κρυπτομένης γὰρ ἀληθείας, τὸ ψεῦδος τυραννεῖ καὶ ὡς ἀδέσποτα χωρία τὰς ψυχὰς ληΐζεται· ἀληθείας δὲ στρατηγούσης, τὸ ψεῦδος κεῖται νεκρόν. Ὥσπερ γὰρ τὸ σκότος φωτὶ καταπίνεται, οὕτω καὶ τὸ ψεῦδος τῇ ἀληθείᾳ θάπτεται. 〈Λαλῶν ἀλήθειαν〉 μετὰ τοῦ πλησίον αὐτοῦ, 〈ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ·〉 οὐδὲ γὰρ ὁ προδότης ἐν γλώσσῃ ἐβάστασεν, ἀλλὰ τὸν δόλον ὡς ἰὸν ἀπέπτυσεν. Φύγωμεν, ἀδελφοί, τὸν δόλον ὡς θανάσιμον φάρμακον. Δόλος τὸν ὄφιν ὁπλίσας ἐπικατάρατον ἐποίησε. Δόλος τὴν μητέρα τοῦ γένους ἡμῶν ἔρημον κατέστησε.
Δόλος τὸν Κάϊν τρέμειν καὶ στένειν παρεσκεύασε. Δόλος τὸν Ἄβελ ὡς θηρίον ἀρνίον ἐσπάραξε. Δόλος δέκα ἀδελφοὺς κατὰ τοῦ ἑνὸς ὥπλισε, τοὺς δὲ πράτας προσκυνητὰς τοῦ πραθέντος ἔδειξε, καὶ ὃν διὰ δόλον ὡς δοῦλον ἐπώλησαν, τοῦτον διὰ φόβον ὡς δεσπότην προσεκύνησαν. Δόλος τὸν μαθητὴν προδότην ἐποίησε καὶ τὸν ἀπόστολον θεοῦ πράτην ἀπότομον ἔδειξεν.
Ἀλλ᾽ ὁ μὲν θεὸν πωλήσας ἀγχόνην ἠγόρασεν, ὁ δὲ πραθεὶς θεὸς τὸν κόσμον ἐξηγόρασεν, ῥήξας τὸ καθ᾽ ἡμῶν χειρόγραφον ἐπὶ τοῦ σταυροῦ καὶ ἐλευθερώσας ἡμᾶς τῆς τοῦ διαβόλου τυραννίδος καὶ τῆς ἐπουρανίου αὐτοῦ καὶ θείας βασιλείας μετόχους ἡμᾶς καὶ κληρονόμους ἀπεργασάμενος χάριτι καὶ φιλανθρωπίᾳ τῇ αὐτοῦ· ὅτι αὐτῷ πρέπει τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας.
Ἀμήν.
In Psalmum XIV Homilia II Εἰς τὸν αὐτὸν 〈ιδ〉 ψαλμόν. Ἔργοις ὁμοῦ καὶ λόγοις πεπλήρωται τὸ παρὰ τοῦ κυρίου λεχθέν· 〈Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε.〉 Τοῦτο εἰδὼς ὁ μακάριος Δαυίδ, ᾔτησε καὶ ἔκρουσε καὶ ἐζήτησε, καὶ εἰς τὰ τρία ἐπέτυχεν.
Ἤιτησεν ἄφεσιν ἁμαρτιῶν εἰπών· 〈Ἄφες πάσας τὰς ἁμαρτίας μου,〉 καὶ ἤκουσε· 〈Καὶ κύριος ἀφῆκε τὸ ἁμάρτημά σου,〉 πᾶν ἁμάρτημα ὡς ἕν. Καὶ λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἔλεγεν εὐχαριστῶν· 〈Σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.〉 Ἔκρουσε τὰς πύλας τῆς δικαιοσύνης εἰπών· 〈Ἀνοίξατέ μοι πύλας δικαιοσύνης,〉 καὶ ἠνοίγησαν αὐτῷ αἱ πύλαι καὶ εἶδεν ἐν ταῖς πύλαις τῶν προφητῶν τὴν μονογενῆ τοῦ πατρὸς πύλην, τὴν λέγουσαν· 〈Ἐγώ εἰμι ἡ θύρα,〉 ἐν ταῖς πολλαῖς τὴν μίαν πύλην. Καὶ θαυμάσας ἔλεγεν· 〈Αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.〉 Ὡς οὖν ᾔτησε καὶ ἔκρουσε καὶ εἰς τὰ δύο ἤνυσε, διὰ τοῦτο καὶ τὸ τρίτον ἐξῄτησε καὶ ζητήσας εὗρεν. Ἐρωτήσας γάρ· 〈Τίς παροικήσει ἐν τῷ σκηνώματί σου;〉 εὗρεν, ὃ ἐζήτησεν ἀκούσας. 〈Τίς παροικήσει〉 θέλεις μαθεῖν; φησίν· Ἄκουε· 〈Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην. Ψαλμὸς τῷ Δαυίδ.〉 Καὶ διὰ τί οὐ περιέχει εἰς τὸ τέλος; Ἐπειδὴ περὶ δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν διδάσκει· ὁ δὲ περὶ δικαιοσύνης καὶ ἀρετῶν διδάσκων οὐκ ὀφείλει εἰς τὸ τέλος τῆς ζωῆς παραινεῖν ταύτας κτᾶσθαι, ἀλλ᾽ ἐξ ἀρχῆς, ἐξ αὐτῶν τῶν σπαργάνων καὶ ἐξ ἁπαλῶν ὀνύχων συναναστρέφεσθαι ταύταις.
Οὐδεὶς γὰρ τῷ παιδίῳ παραινῶν καὶ νουθετῶν αὐτῷ λέγει· Σώφρων γενοῦ εἰς τὸ τέλος· φρόνιμος γενοῦ, δίκαιος γενοῦ εἰς τὸ τέλος, ἀλλ᾽ ἐξ ἀρχῆς παιδαγωγεῖ πρὸς τὸν σώφρονα βίον καὶ θεμέλιον αὐτῷ ἀπὸ παιδόθεν ἐναποτίθεται τὸν τοῦ θεοῦ φόβον. Καὶ τούτου μάρτυς ἡ πεῖρα. Προσφέρει τις παιδίον ὑπομάζιον βαπτισθῆναι, καὶ εὐθέως ὁ ἱερεὺς τὴν ἀβέβαιον ἡλικίαν ἀπαιτεῖ συνταγὰς καὶ συγκαταθέσεις, καὶ ἐγγυητὴν τοῦ ἀφήλικος τὸν ἀνάδοχον λαμβάνει καὶ ἐπερωτᾷ· Ἀποτάσσεται τῷ Σατανᾷ;
Καὶ οὐ λέγει· Ἀποτάσσεται τῷ Σατανᾷ εἰς τὸ τέλος; Συντάσσεται τῷ Χριστῷ εἰς τὸ τέλος; Ἀλλ᾽ εὐθέως εἰς τὴν ἀρχὴν τῆς ζωῆς ἀπαιτεῖ τὰς ἀποτάξεις καὶ συντάξεις. Ἀλλὰ καὶ πᾶς ἀνὴρ προσεύχεται ἵνα ὁ υἱὸς αὐτοῦ καὶ τὸ τέκνον οὐκ εἰς τὸ τέλος τῆς ζωῆς πλουτήσῃ, οὐδ᾽ ἵνα, ὅταν γηράσῃ, τότε φρόνιμος γένηται, ἀλλ᾽ ἵνα καὶ πλοῦτος καὶ φρόνησις καὶ ἀξία ἐξ ἀρχῆς αὐτῷ καὶ ἐκ νέας ἡλικίας συναναστραφεῖσαι συνοδεύσωσιν αὐτῷ εἰς τὸ τέλος. Διὰ ταῦτα ἔλεγε καὶ ὁ μακάριος Ἰερεμίας· 〈Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν βαρὺν ἐκ νεότητος αὐτοῦ·〉 ἐκ νεότητος καὶ οὐκ εἰς τὸ τέλος, ἐξ ἀρχῆς καὶ οὐκ εἰς τὸ γῆρας. Εἰ γὰρ οὐδεὶς ὑμῶν θέλει κτήσασθαι γέροντα οἰκέτην, καὶ οὐδεὶς στρατολογῶν σφραγίζει γέροντα καὶ πρεσβύτην, ἀνάγκης δὲ στρατηγούσης καὶ βίας ὠθούσης τότε εἰς στρατείαν προχωρεῖ καὶ τὸ γῆρας, πολλῷ μᾶλλον ἡ βασιλεύουσα ἀρετὴ τὴν νεότητα θέλει ὑπὲρ τὸ γῆρας καὶ ὡς παρθένον ἀνύβριστον μᾶλλον τὴν νεότητα οἰκειοῦται, τὰς ἀπαρχὰς τῆς ζωῆς ἑαυτῇ μνηστευομένη. Ἐπεὶ οὖν καὶ ὁ προκείμενος ψαλμὸς ἀρετῶν ἐστὶ στήλη—〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;
Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν〉—διὰ τοῦτο εἰς τὸ τέλος οὐ περιέχει, ἵνα μὴ τὴν νεότητα προπιὼν τῇ ἁμαρτίᾳ τὸ σαθρὸν γῆρας τῇ ἀρετῇ τηρήσῃ καὶ τὴν τρυγίαν τῆς ζωῆς τῇ σοφίᾳ κεράσῃ. 〈Ψαλμὸς τῷ Δαυίδ,〉 νόμος ἀγαθῶν πράξεων μετὰ μέλους καὶ ἡδυφωνίας προσενηνεγμένος. Διὰ τί; Ἵνα τὸ τραχὺ τῆς ἀρετῆς τῷ μέλει τῆς φωνῆς κεράσας εὐπαράδεκτον ἐργάσηται τὴν νουθεσίαν, ἵνα τοὺς καταφρονητὰς τῶν τοῦ θεοῦ νόμων γνησίους ἀκροατὰς ποιήσῃ διὰ τοῦ μέλους, ἵνα ὡς καλάμῳ τῷ μέλει καὶ ἰξῷ τῇ μελῳδίᾳ τὸν ἀκροατὴν ἀγρεύσῃ. 〈Ψαλμὸς τῷ Δαυίδ.〉 Ὁ προκείμενος ψαλμὸς πολλὴν ἁρμονίαν καὶ συμφωνίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ. Ἐπειδὴ οὖν ἐν ἐκείνῳ πάνδημος ὥσπερ ἀπόφασις κατὰ τοῦ γένους τῶν ἀνθρώπων προεφέρετο καὶ ἐλέγετο· οὐκ ἔστι δίκαιος, οὐδὲ εἷς· οὐκ ἦν ἄνθρωπος ὁ εἰπών, ἀλλὰ θεός. Εἰ γὰρ ἄνθρωπος εἰρήκει, ὑπενοήθη ἂν ὅτι ἀγνοῶν ἢ λυπηθεὶς εἶπεν, ἢ ἔχθραν ἀμυνόμενος ἢ ζῆλον ἔχων, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν.
Οὕτω γὰρ καὶ ὁ Ἠλίας ποτέ, ὡς ζηλωτὴς νομίσας ὅτι μόνος ὑπελείφθη τῷ θεῷ προσκυνητής, ἔλεγε τῷ θεῷ· 〈Ζηλῶν ἐζήλωσα κυρίῳ θεῷ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε υἱοὶ Ἰσραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Καὶ εἶπε κύριος πρὸς αὐτόν· Πορεύου, ἀνάστρεφε εἰς τὴν ὁδόν σου,〉 ὅτι οὐκ εἶ μόνος. Κατέλιπον γὰρ ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Ἀλλὰ καὶ νῦν οὐκ ἄνθρωπος, ἀλλὰ θεὸς εἶπεν· Οὐκ ἔστι δίκαιος, οὐδὲ εἷς. 〈Κύριος〉 γὰρ 〈ἐκ τοῦ οὐρανοῦ διέκυψε τοῦ ἰδεῖν,〉 οὐχ ἵνα τότε ἴδῃ, ἀλλ᾽ ἵνα τότε σώσῃ, ἵνα ἃ προεῖπε δείξῃ· οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν. Ὁ μακάριος Δαυὶδ φόβου καὶ θάμβους καὶ ἀθυμίας πληρωθείς, ἐν τῷ προκειμένῳ ψαλμῷ ἐπερωτᾷ· Εἰ οὐκ ἔστι δίκαιος, οὐδὲ εἷς, εἰ οὐκ ἔστιν ὁ συνιὼν ἢ ὁ ἐκζητῶν τὸν θεόν, 〈κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;〉 Ὡς φαίνεται, ἐγὼ μάτην ἐπεθύμησα σκήνωμα καὶ ναὸν ἐν τῷ ὄρει οἰκοδομῆσαί σοι.
Τοσαύτην ἔσχον ἀγρυπνίαν καὶ ἐπιθυμίαν καὶ χαμευνίαν· ὄρθριος ἔμεινα, ὅρκοις ἐμαυτὸν, ἔδησα, ὤμοσα τῷ κυρίῳ εἰπών· 〈Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ;〉 Καὶ οὐκ ἔστι δίκαιος, οὐδὲ εἷς. 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;〉 Ἐρωτῶ σε περὶ τῶν παροίκων ὡς ἐπίτροπος· ὡς δεσπότης μοι ἀποκρίθητι. Ὁρῶ, δέσποτα, καὶ τὴν ἐκκλησίαν σου, τὴν ἀληθινὴν σκηνήν, 〈ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωπος.〉 Ἀλλ᾽ ἐπειδὴ οἱ μὲν πατριάρχαι ἐτελεύτησαν, οἱ προφῆται ἐκοιμήθησαν, οἱ δίκαιοι ἡρπάγησαν, Ἰουδαῖοι ἐσταύρωσαν, Ἕλληνες ἐβλασφήμησαν, αἱρετικοὶ ἐπλανήθησαν, 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;〉 Ἀνελάμφθην τῷ ἁγίῳ πνεύματι. Ἔμαθον 〈τίς παροικήσει ἐν τῷ σκηνώματί σου.〉 Ὁ λαὸς ἐκεῖνος παροικήσει, ὁ ἐν τῷ πρὸ τούτου ψαλμῷ μνημονευόμενος, ὁ διὰ τὸ ὄνομά σου κατεσθιόμενος 〈βρώσει ἄρτου,〉 περὶ οὗ ἔλεγες· 〈Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου.〉 Οἱ κατεσθίοντες οὐ παροικοῦσιν· οἱ κατεσθιόμενοι παροικοῦσι. Πρόβατα γὰρ εἰς αὐλὰς δύνανται αὐλίζεσθαι.
Σκήνωμα λέγεται καὶ τοῦ κυρίου τὸ σῶμα, πρὸς ὃν ἔλεγε τὸ πνεῦμα· 〈Οὐ προσελεύσεται πρός σε κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου.〉 Ἀλλ᾽ ἐπειδὴ οὐδεὶς τυφλὸς ἢ χωλὸς ἢ μῶμον ἔχων ἐν ὄψει μένει εἰς τὰ βασίλεια μετὰ τοῦ βασιλέως, ἐρωτήσας ὁ Δαυίδ· 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;〉 ἀκούει· 〈Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην,〉 ὁ μῶμον ἁμαρτίας μὴ ἔχων, ὁ μὴ ἐσπιλωμένος πορνείᾳ, ὁ μὴ τετραυματισμένος ἐπιορκίᾳ, ὁ μὴ κωλυθεὶς τὴν χεῖρα πρὸς εὐποιΐαν, ὁ μὴ χωλεύων τὸν πόδα πρὸς ἐκκλησίας δρόμον, ὁ μὴ ἀμβλυωπῶν καὶ τὸ ἑτεροούσιον βλέπων. 〈Πορευόμενος ἄμωμος.〉 Εἰ γὰρ τῷ βασιλεῖ Ναβουχοδονόσορ παρειστήκεισαν νεανίσκοι ἐν οἷς οὐκ ἦν ἐν αὐτοῖς μῶμος, καὶ πᾶσα ἡλικία ἀνθολογουμένη τὰ τῆς νεότητος ἀκροθίνια τῷ βασιλεῖ παρεῖχε, πόσῳ μᾶλλον ὁ τῷ θεῷ ἐγγίζων ὀφείλει ἄμωμος εἶναι; 〈Πορευόμενος ἄμωμος.〉 Ὅτι δὲ μῶμος ἡ ἁμαρτία, γέγραπται περὶ τοῦ ψεύδους 〈· 〈Πονηρὸς μῶμος ἐν ἀνθρώπῳ τὸ ψεῦδος〉〉 ... [... καὶ ὁ Δαυίδ· 〈Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ λειτούργει μοι.〉 Εἶτα ὁ Δαυὶδ καλῶς· Καὶ εἰ ὁ 〈πορευόμενος ἄμωμος〉 μετὰ τοῦ θεοῦ οἰκεῖ, 〈καὶ ἔσομαι ἄμωμος μετ᾽ αὐτοῦ.〉 Εἶτα πάλιν ὁ Δαυίδ· Εἰ ὁ 〈ἐργαζόμενος δικαιοσύνην〉 μετὰ τοῦ θεοῦ οἰκεῖ, ἀμεριμνῶ· 〈Ἐποίησα κρίμα καὶ δικαιοσύνην〉 ἐπὶ τῆς γῆς. 〈Ἀδικίαν δὲ ἐμίσησα καὶ ἐβδελυξάμην.
Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ.〉 Εἶτα ὁ Δαυίδ· Εἰ ὁ λαλῶν ἀλήθειαν, δέσποτα, μετὰ σοῦ οἰκεῖ, 〈τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα, οὐκ ἔκρυψα τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῶν. Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ.〉 Εἶτα ὁ Δαυίδ· Καὶ εἰ ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ μετὰ σοῦ, δέσποτα, οἰκεῖ, 〈κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με· σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. Καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν.〉 Εἶτα καὶ ὁ Δαυίδ· Καὶ εἰ ὃς οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν μετὰ σοῦ, δέσποτα, οἰκεῖ, 〈ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου. Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά,〉 μὴ οἰκήσαιμι ὡς φίλος μετὰ σοῦ, ἀλλ᾽ 〈ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ.〉 Εἶτα ὁ Δαυίδ· Καὶ εἰ ὁ μὴ ὀνειδιζόμενος διὰ τοὺς ἔγγιστα μετὰ τοῦ θεοῦ οἰκεῖ, καὶ τοῦτο κατώρθωσα· 〈Τὸν καταλαλοῦντα λάθρᾳ τῶν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
Οὐ κατῴκει ἐν μέσῳ τοῦ οἴκου μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιόν μου.〉 Μὴ ὠνείδισα τοὺς ἔγγιστα, πάντας τοὺς μὴ δυνηθέντας πατάξαι τὸν Γολιάθ; 〈Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος.〉 Εἶτα ὁ Δαυίδ· Εἰ ὁ ἐξουδενῶν τοὺς πονηρούς, κύριε, ἐν τῷ ὄρει σου κατασκηνοῖ, 〈τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσησα αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.〉 Ἐξουδένωσα γὰρ αὐτοὺς εἰπών· 〈Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. Τοὺς δὲ φοβουμένους τὸν κύριον δοξάζει.〉 Εἶτα ὁ Δαυίδ· Εἰ καὶ ὁ δοξάζων τοὺς φοβουμένους σε, κύριε, μετὰ σοῦ οἰκεῖ, ἐγγισάτωσάν μοι οἱ φοβούμενοί σε, ἵνα κατὰ πρόσωπον αὐτοὺς δοξάσω λέγων· 〈Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον.
Δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν.〉 Εἶτα ὁ Δαυίδ· Καὶ τοῦτο κατώρθωσα· 〈Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.〉 Ὤμοσα καὶ τῷ πλησίον μου τῷ Ἰωνάθαν τοῦ μὴ ἐξολοθρεῦσαι τὸ σπέρμα αὐτοῦ μετ᾽ αὐτόν, καὶ οὐκ ἠθέτησα αὐτόν. Μετὰ γὰρ τὸν αὐτοῦ καὶ τὸν τοῦ πατρὸς αὐτοῦ Σαοὺλ θάνατον, ὅτε οἱ Γαβαωνῖται, διὰ τὴν ἐπιορκίαν τὴν κατ᾽ αὐτῶν γενομένην ἐπὶ τοῦ Σαούλ, τὸ σπέρμα τοῦ Σαοὺλ ἐκκόψαι ἠθέλησαν κατὰ θεοῦ ψῆφον, τότε ὁ Δαυὶδ τοὺς ἀπογόνους τοῦ Ἰωνάθαν, ἐγγόνους ὄντας τοῦ Σαούλ, ἀποκρύψας, τὸ λοιπὸν σπέρμα τοῦ Σαοὺλ τοῖς Γαβαωνίταις ἐξέδωκεν.
Καὶ ὀμόσας τῷ Ἰωνάθαν ὁ Δαυίδ, τὸν ὅρκον οὐκ ἠθέτησεν. Καὶ ἐπειδὴ ὅρκου μνήμη, κέχυται δὲ πανταχοῦ νῦν ἡ ἐπιορκία ὡς ὁμίχλη, δεῦρο μάθε διὰ τὸ σύντομον ἀπὸ ἱστορίας ὅπως μετὰ ἑξακόσια ἔτη ὁ θεὸς ἐξεδίκησε τὸν ὅρκον καὶ ἀπώλεσε τέκνα ἀνατρέψαντα πατέρων ὅρκους. Ὅτε Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐπολέμησε τοὺς εἰκοσιεννέα βασιλεῖς καὶ τὰ πολυάνθρωπα ἔθνη, ἐπέστη καὶ τῷ ἔθνει τῶν Γαβαωνιτῶν. Εἶτα οἱ Γαβαωνῖται εἰς πόλεμον μὲν τῷ Ἰσραὴλ οὐ παρετάξαντο· τέχνην δὲ καὶ δόλον ἀμφιεσάμενοι ἐσοφίσαντο τὸν θάνατον. Ἄρτους γὰρ σεσηπότας καὶ παλαιοὺς ἀσκοὺς βαστάσαντες καὶ ὑποδήματα παλαιὰ φορέσαντες προσῆλθον τῷ Ἰησοῦ λέγοντες· Μηκόθεν πρεσβευταὶ ἀπεστάλημεν, τὸ μὲν πολεμεῖν παραιτούμενοι, τὸ δὲ δουλεύειν ὑμῖν συντιθέμενοι.
Εἶτα μάρτυρας δῆθεν τοῦ διαστήματος τὰ ἐφόδια ἐδείκνυον λέγοντες· Τοὺς ἄρτους τούτους θερμοὺς ἐφωδιάσθημεν, καὶ ἰδοὺ κατεσάπησαν. Τὰ αὐτὰ δὲ καὶ περὶ τῶν ἀσκῶν καὶ τῶν ὑποδημάτων ἔλεγον. Εἶτα Ἰησοῦς ὁ τοῦ Ναυῆ ἀνακοινοῦται περὶ τῶν Γαβαωνιτῶν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσι, καὶ ὤμοσαν τοῖς Γαβαωνίταις μὴ πολεμῆσαι αὐτούς· εἶχε δὲ αὐτοὺς ξυλοκόπους καὶ ὑδροφόρους. Λαβόντες δὲ τὸν ὅρκον οἱ Γαβαωνῖται τότε ὡμολόγησαν τῷ Ἰησοῦ καὶ τοῖς ἄρχουσιν ὅτι οὐκ ἦλθον ἀπὸ διαστήματος ποθέν, ἀλλ᾽ ὅτι ἐντόπιοί εἰσι καὶ αὐτόχθονες. Καὶ ἐπειδὴ ὤμοσαν αὐτοῖς οἱ Ἰσραηλῖται, οὐκέτι αὐτοὺς ἐπολέμησαν. Τούτων οὕτω γενομένων, μετὰ ἑξακόσια ἔτη Σαοὺλ ὁ βασιλεὺς τοῦ Ἰσραὴλ τὸν ὅρκον τῶν πατέρων ἠθέτησεν καὶ τοὺς Γαβαωνίτας ἐπολέμησεν. Καὶ ὠργίσθη πρὸς τοῦτο ὁ θεός, οὐκ ὅτι ἐπολεμήθησαν οἱ Γαβαωνῖται, ἀλλ᾽ ὅτι ὁ ὅρκος παρελύθη. Καὶ ἵνα μὴ νόμον λαβοῦσα ἡ παρανομία λυμήνηται τὸν βίον, τὸν πρὸ ἑξακοσίων ἐτῶν ὅρκον ὡς νέον ἐξεδίκησεν, διδάσκων τῷ πράγματι ὅτι ὁ ὅρκος οὐ παλαιοῦται οὐδὲ σήπεται. Εἶτα, ὁ μὲν Σαοὺλ ἅμα τοῖς υἱοῖς αὐτοῦ πολεμούμενος, ταῖς ἑαυτῶν μαχαίραις ἑαυτοὺς περιέπειραν, καὶ τὰς μαχαίρας ἃς ἐγύμνωσαν κατὰ τῶν Γαβαωνιτῶν, ταύταις ἑαυτοὺς διεχειρίσαντο, ἵνα μάθωσιν ὅτι δι᾽ ὧν τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται.
Μετὰ δὲ τὸν Σαοὺλ τρία ἔτη λιμὸς ἐγένετο, καὶ λιμὸς καὶ μάχαιρα ἐδήμευε τοὺς ἀθετήσαντας τὸν ὅρκον. Ἐπερωτᾷ ὁ Δαυὶδ τὸν θεὸν τὴν αἰτίαν τοῦ λιμοῦ. Ἀποκρίνεται αὐτῷ ταῦτα τὰ ῥήματα ὁ θεός· 〈Ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία διὰ τὸ θανάτῳ θανατῶσαι αὐτὸν τοὺς Γαβαωνίτας,〉 οἷς ὤμοσαν οἱ υἱοὶ Ἰσραὴλ μὴ θανατῶσαι αὐτούς. Εἶτα καλεῖ τοὺς Γαβαωνίτας ὁ Δαυὶδ κατὰ θεοῦ κέλευσιν καὶ ἐκδότους αὐτοῖς ἔδωκε τοὺς ἐγγόνους τοῦ Σαοὺλ καὶ ἀπέκρυψε τοὺς τοῦ Ἰωνάθαν υἱούς, ἐπειδὴ ὤμοσεν αὐτῷ ζῶντι ὥστε μὴ ἐξολοθρεῦσαι αὐτοῦ τὸ σπέρμα μετὰ θάνατον. 〈Καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ,〉 τοῦτο λογισάμενος· εἰ τέκνα ἀθετήσαντα πατέρων ὅρκους ὑπὸ θεοῦ ἐξεδόθησαν τῇ ἀπωλείᾳ, τί ἂν ὑπομείνω ἐγὼ τολμήσας ἐπιορκῆσαι; Εἰ οὖν μετὰ ἑξακόσια ἔτη ὁ θεὸς ἐδικαίωσε καὶ ἐξεδίκησε τὸν ὅρκον, καὶ ἄλλων ὀμοσάντων ἄλλοι ἀνατρέψαντες ἐτιμωρήθησαν, τί ἂν ὑπομείνωμεν οἱ ὀμνύοντες καὶ ἐπιορκοῦντες; 〈Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν· τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ.〉 Καὶ τοῦτο ἐποίησεν ὁ Δαυίδ, οὐ τοκίζων τὸ ἀργύριον, ἀλλ᾽ ἐξ ἑαυτοῦ τὸν ναὸν τοῦ θεοῦ κτίζων. Αὐτὸς γὰρ ἔδωκε τὰ χρήματα τῆς οἰκοδομῆς τοῦ ναοῦ τῷ Σολομῶντι. 〈Καὶ δῶρα ἐπ᾽ ἀθῴοις οὐκ ἔλαβεν.〉 Καὶ τοῦτο ὁ Δαυὶδ ἐποίησεν.
Ὅτε γὰρ αὐτῷ τὴν ἅλωνα καὶ τοὺς βόας προσήνεγκεν ὁ Ὀρνᾶ, ἵνα ἐν μὲν τῇ ἅλωνι τὸν ναὸν οἰκοδομήσῃ, εἰς δὲ ὁλοκαύτωσιν τὰ ζεύγη τῶν βοῶν ἀνενέγκῃ, οὐ κατεδέξατο ὁ Δαυὶδ τὰ δῶρα, ἀλλ᾽ ἔδωκε τὰς ὑπὲρ αὐτῶν τιμὰς εἰπών· Οὐ μὴ λάβω παρά σου τὰ σὰ δωρεὰν τοῦ προσενέγκαι τῷ κυρίῳ. Οὐκ ἐπεθύμησεν ὡς ὁ 〈...〉 Ναβουθέ, ἵνα κῆπον λαχάνων ποιήσῃ τὸν ἀμπελῶνα. 〈Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.〉 Ὅθεν ποιήσας ταῦτα ὁ Δαυὶδ καὶ εὐθηνούμενος ταῖς ἀρεταῖς ἔλεγεν· 〈Ἐγὼ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἡμέρας οὐ φοβηθήσομαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σοί.〉 Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα ἀνατυποῦντες καὶ ἀναζωγραφοῦντες καθ᾽ ἑκάστην ἐν τῇ ἡμῶν διανοίᾳ ἅπαντα τὰ ἐν τῷ ψαλμῷ τούτῳ ἀναγεγραμμένα καὶ μὴ δῶμεν τὸ ἀργύριον ἡμῶν ἐπὶ τόκῳ, ἀλλὰ σκορπίσωμεν εἰς τὰς τῶν δεομένων χεῖρας, ἵνα λάβωμεν ἑκατονταπλασίονα ... ... Γένοιτο δὲ πάντας ἡμᾶς ἀσάλευτον καὶ ἀνόλισθον καὶ ἀδιάπτωτον βίον ζῶντας φθάσαι τὴν τῶν οὐρανῶν βασιλείαν χάριτι Χριστοῦ· ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.]
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.