Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς

Ἀστέριος ὁ Σοφιστής

Ομιλίες Α΄ και Β΄ στον τέταρτο Ψαλμό

Δύο ομιλίες που εξετάζουν την προσευχή του Δαβίδ, τη θεολογική διάκριση μεταξύ δίκαιου και δικαιοσύνης, την αξία της μετάνοιας και τη σημασία της πρωινής προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 4 από 18

In Psalmum IV Homilia I Εἰς τὸν τέταρτον ψαλμόν· 〈Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με,〉 καὶ τὰ ἑξῆς. Ἐπινίκιος καὶ ἐπιτάφιός ἐστιν ὁ προκείμενος ψαλμός· ἐπινίκιος μὲν τῆς τοῦ Δαυὶδ ἀρετῆς, ἐπιτάφιος δὲ τῆς τοῦ Ἀβεσσαλὼμ καταστροφῆς· ἐπινίκιος τοῦ Δαυίδ, ὅτι ὁ φεύγων ἐνίκησεν, ἐπιτάφιος τοῦ Ἀβεσσαλώμ, ὅτι πατέρα φυγαδεύων ἔπεσεν· ἐπινίκιος τοῦ Δαυίδ, ὅτι οὐχ ὁπλιζόμενος, ἀλλὰ προσευχόμενος, τρόπαια ἔστησεν, ἐπιτάφιος τοῦ Ἀβεσσαλώμ, ὅτι οὐκ ἀπὸ χειρὸς τοξευόμενος, ἀλλ᾽ ὑπὸ δένδρου κρεμάμενος, τάφον τὸν ἀέρα ηὕρισκε. Καὶ ὅτι ἐπινίκιος καὶ ἐπιτάφιος ὁ ψαλμός, μάρτυς ἡ ἐπιγραφή· 〈Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμός· ᾠδὴ τῷ Δαυίδ.〉 Ἡ γὰρ ᾠδὴ τὴν νίκην τοῦ Δαυὶδ ἐσάλπισεν· ὁ δὲ ὕμνος τὴν ἐπιτάφιον αὐτοῦ θλίψιν τὴν ἐπὶ τῷ παιδὶ ὑπηγόρευσεν. 〈Εἰς τὸ τέλος,〉 διὰ τὸ τέλος καὶ τὸν θάνατον τοῦ Ἀβεσσαλώμ. 〈Ἐν ὕμνοις,〉 διὰ τὸν τάφον καὶ τὴν θλίψιν τὴν ἐπὶ τῷ παιδί. Ὁ γὰρ ὕμνος τοῖς ἁγίοις διὰ τὴν θλίψιν ἐλέγετο. 〈Ψαλμός,〉 πρᾶξις θεοῦ θαυμαστή, ὅτι κλάδῳ τὸν κλάδον ἐκρέμασεν, ὅτι τὸν ἀποκλεισθέντα τῆς τοῦ πατρὸς διαθέσεως ἀπέκλεισε τῆς ζωῆς. Ἢ καὶ 〈Ἐν ὕμνοις ψαλμός,〉 ὁ ἐν θλίψει πλατυσμός· 〈Ἐν θλίψει ἐπλάτυνάς〉 μοι. 〈Ψαλμὸς〉 καὶ διὰ τὸ εὔθυμον γενέσθαι τὸν λαόν, ὅτι ἔπεσεν ὁ ἀντάρας τῷ πατρί· 〈Εὐθυμεῖ τις; ψαλλέτω.

Ὠιδή,〉 διὰ τὴν ἐπινίκιον εὐχαριστίαν ἣν ἀνέπεμψε θεῷ τῷ νικοποιῷ. 〈Τῷ Δαυὶδ〉 λεχθεῖσα, τῷ ζωγράφῳ τῆς ἱστορίας διὰ τῆς ψαλμῳδίας· 〈Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμός· ᾠδὴ τῷ Δαυίδ.〉 Εἶτα, ὡς ἐρωτηθεὶς ὁ μακάριος Δαυὶδ πῶς φεύγων ἐνίκησε τὸν Ἀβεσσαλώμ, πῶς βέλος οὐκ ἔπεμψε καὶ τὸ μέλος αὐτοῦ ἔθαψε, πῶς μάχαιραν οὐκ ἐγύμνωσε καὶ τὸν τύραννον ἐθέρισεν, ἀποκρίνεται καὶ λέγει· Ἐνίκησα οὐ μαχόμενος, ἀλλ᾽ ἐπικαλούμενος καὶ εἰσακουόμενος· 〈Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Εἰ ἐπὶ βέλεσι καὶ ἐπὶ δόρατι καὶ τόξῳ καὶ ῥομφαίᾳ καὶ πανοπλίᾳ εἶχον τὴν ἐλπίδα ὡς οἱ πολλοί, ἡττήθην ἂν ὡς οἱ πολλοί· ἀλλ᾽ ἐπειδὴ ψάλλων ἔλεγον· 〈Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με,〉 ἔρριψα τὴν πανοπλίαν· εἶχον γὰρ τὴν ἄνωθεν συμμαχίαν. Ἄνευ τόξου καὶ ῥομφαίας ἐνίκησα, θεὸν ἐπικαλούμενος καὶ εἰσακουόμενος. 〈Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Ὑπήκουσα καλούμενος καὶ εἰσηκούσθην ἐπικαλούμενος· οἶδα γὰρ τὸν λέγοντα τοῖς ἀνηκόοις θεόν· 〈Ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε, ἔσται ὅτε ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι.〉 Ἔξωθεν βέλη εἰς τὴν καρδίαν μου παρὰ τοῦ τυράννου ἐπέμποντο, καὶ ἔσωθεν ἀπὸ τῆς καρδίας βοαὶ πρὸς τὸν θεὸν ἀνεπέμποντο· καὶ αἱ βοαὶ καὶ αἱ ἱκεσίαι τὰ βέλη ἐνίκησαν.

Ἢ καὶ ἄλλως, ἄλλο ἐστὶν εἶναι δίκαιον καὶ ἄλλο τὸ δικαιοσύνην ἔχειν. Δίκαιος ὁ τέλειος ταῖς ἀρεταῖς· 〈Νῶε ἄνθρωπος δίκαιος·〉 Ἰὼβ ἄνθρωπος δίκαιος, ἄμεμπτος. Δικαιοσύνην ἔλεγε τὴν ἐπιείκειαν καὶ τὴν πραΰτητα τὴν ἐπὶ τῷ παιδί.

Πολλαὶ γὰρ δικαιοσύναι εἰσί· 〈Δίκαιος〉 γὰρ 〈κύριος καὶ δικαιοσύνας ἠγάπησε.〉 Καὶ τῷ Τωβίᾳ ἡ γυνή· 〈Ποῦ αἱ δικαιοσύναι σου;〉 Διὸ οὐκ εἶπε δίκαιον ἑαυτὸν οὐδαμοῦ ὁ Δαυίδ, ἀλλ᾽ ὅτι δικαιοσύνην εἶχεν. Εἰπέ, ὦ Δαυίδ, εἰ μετὰ τὸν Οὐρίαν ἡ ἱστορία τοῦ Ἀβεσσαλώμ, πῶς δίκαιος σὺ ὁ λέγων· 〈Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου;〉 Ἀλλ᾽ ἐδικαιώθην ἐκ πίστεως, πιστεύσας τῷ εἰπόντι· 〈Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος.〉 Ἐπεὶ οὖν δικαίως ἐξεδικήθην, 〈εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Δικαία ἡ βοήθειά μου παρὰ τῷ θεῷ.〉 Δίκαιον γὰρ ἦν ἐκδικηθῆναι πατέρα παρὰ φονέως υἱοῦ.

Ὡς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρὸς καὶ ἀπὸ τῆς τεκτονικῆς ὁ τέκτων, οὕτως ἀπὸ τῆς δικαιοσύνης ὁ δίκαιος. Ἀλλ᾽ ὥσπερ ὁ ἕν τι μέρος ἰατρικῆς εἰδὼς ἰατρός, ὁ περιχρίων μόνον ἢ ὁ καταπλάττων, οὐκ ἰατρός, οὕτως ὁ εἶδος ἓν δικαιοσύνης ἔχων οὐ δίκαιος. 〈Δεδικαίωται Θάμαρ,〉 καὶ οὐ πάντως δικαία. Ἐδικαιώθη Σόδομα, καὶ οὐ δικαία. Ὡς οὐκ ἔστιν εὑρεῖν δίκαιον ἐν σαρκὶ ἀναμάρτητον, εἰ μὴ μόνον Ἰησοῦν, οὕτως οὐδὲ ἁμαρτωλὸν κἂν μίαν δικαιοσύνην οὐκ ἔχοντα. Εἰ γὰρ ὁ δίκαιος πάντως καὶ σώφρων, πῶς Δαυὶδ οὐκ ἀεὶ σώφρων; Καὶ εἰ ὁ δίκαιος καὶ ἀνδρεῖος, πῶς ὁ Πέτρος δειλός; Πῶς μία παιδίσκη ἐσάλευσε τὴν πέτραν; Πῶς δὲ καὶ ὁ Μωυσῆς τὴν ῥάβδον ὄφιν ἰδὼν φοβηθεὶς ἔφυγε; Κάτωθεν δῆμος πολεμίων ἐπανίστατο, 〈πολλοὶ ἐπανίσταντο ἐπ᾽ ἐμέ,〉 καὶ ἄνωθεν στρατὸς ἀγγέλων ἐβοήθει μοι· 〈Ἡ βοήθειά μου παρὰ κυρίου,〉 τοῦ τοὺς ἀγγέλους ἀποστέλλοντος. Εἰπὼν ἐν τῷ πρὸ τούτου ψαλμῷ· 〈Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με,〉 καὶ ἐπειδὴ 〈ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν κύριον καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν,〉 νῦν ἐν τῷ παρόντι λέγω· 〈Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Καὶ διὰ τί εἶπας, ὦ προφῆτα· 〈Εἰσήκουσεν ὁ θεὸς τῆς δικαιοσύνης μου;〉 Ποίας δικαιοσύνης; Ποίας; Ἐκείνης καθ᾽ ἣν ἐδικαίωσα φυλάξαι τὸν ὅρον τοῦ θεοῦ καὶ μὴ ἑαυτὸν ἐκδικῆσαι.

Εἶπε· 〈Μὴ ἑαυτοὺς ἐκδικοῦντες· ἐμοὶ γὰρ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος.〉 Ἐπειδὴ δικαία 〈ἡ βοήθειά μου παρὰ κυρίου〉 τοῦ εἰπόντος· 〈Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω,〉 εἰ δὲ ὁ λόγῳ κακολογῶν τοῦ λόγου πρόστιμον τὸν θάνατον ἐδέχετο, ὁ μὴ μόνον κακολογήσας, ἀλλὰ καὶ ξίφος κατὰ τοῦ πατρὸς γυμνώσας, πόσων βασάνων καὶ θανάτων ἄξιος; Ὅτι πατέρα φονεύει, τὸν τῆς ζωῆς αὐτοῦ ἀρχηγόν, ὅτι ὁ ἄσταχυς τὰ κέντρα κατὰ τοῦ σπορέως ὤξυνεν, ὅτι κώνειον καὶ ἐλλέβορος γίνεται τῷ γεωργῷ βλαστός. Ἆρα οὐ δικαία ἡ 〈βοήθειά μου παρὰ τοῦ θεοῦ; Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Δίκαιον πρᾶγμα ὁ Δαυὶδ ἐβουλεύσατο, μὴ πολεμῆσαι, μὴ θανατῶσαι τὸν υἱὸν αὐτοῦ τὸν Ἀβεσσαλώμ, τοῦτο λογισάμενος· Εἰ τὸν τῆς ζωῆς μου πολέμιον καὶ αὐτῆς μου τῆς ἀναπνοῆς ἐπίβουλον, τὸν Σαούλ, τὸν πολλάκις κατ᾽ ἐμοῦ τὸ ξίφος γυμνώσαντα, ὑπὸ τὴν χεῖρά μου λαβὼν τὴν χεῖρα πρᾳότητι ἔδησα, καὶ τὸν θυμὸν ὡς βέλος εἰς φαρέτραν τὴν καρδίαν ἔκρυψα, καὶ μακροθυμοῦντί μοι ὡς παιδαγωγὸς τὸ πνεῦμα παρήγγελεν· 〈Εἰς τὸ τέλος μὴ διαφθείρῃς,〉 πῶς οὐ δίκαιον ὥστε διαβαστάσαι μὲν νεωτερίζοντα τὸν υἱόν; Νοσεῖ τὴν φρένα τῇ κενοδοξίᾳ, πυρέττει τῇ βασκανίᾳ· ἰατρεύσω αὐτὸν τῇ μακροθυμίᾳ. Ἐὰν τοῦτον ἀνέλω, πῶς μοι προσφύγῃ προσήλυτος;

Ἐὰν θυμωθεὶς τὸ τέκνον φονεύσω ὀργῇ χαριζόμενος, πῶς εἴπωσι προφῆται· 〈Μνήσθητι, κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ.〉 Κἂν ἐχθρὸς ὁ ἀντάρτης, ἀλλ᾽ υἱός· κἂν πολέμιος, ἀλλὰ τέκνον· κἂν τύραννος, ἀλλὰ σπλάγχνον.

Τοιοῦτον ἔχω ἐχθρὸν ὃν μισῆσαι οὐ δύναμαι. Τέκνου θυσίαν θεὸς ἀπῄτει τὸν Ἀβραάμ, ἀλλὰ γειτονεύουσαν μάχαιραν τῷ λαιμῷ ἀνέκοψε καὶ ὁ τῆς θυσίας νομοθέτης τοῦ θυομένου παιδὸς ἔκδικος ἐγένετο λέγων· 〈Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον,〉 ἵνα μὴ ὁ δίκαιος πατὴρ τεκνοθύτης γένηται. Καὶ ἀνέτρεπεν ὁ θεὸς τὸ ἑαυτοῦ πρόσταγμα, ἵνα μὴ ἡ πρᾶξις, τὸν θεῖον ὅρον βεβαιώσασα, ἀνθρωποθύτας καὶ τέκνων σφαγέας τοὺς πατέρας ἐργάσηται. Πῶς οὖν ἐγὼ ἐπιχειρήσω τῷ παρανόμῳ τολμήματι; Κἂν υἱὸς ἐπαναστῇ πατρί, ἀλλ᾽ ὁ τοῦ θεοῦ νόμος τὸν ἀπειθῆ καὶ πατραλοίαν υἱόν, οὐχ ὑπὸ τοῦ πατρός, ἀλλ᾽ ὑπὸ τῶν δικαστῶν τιμωρεῖσθαι προσέταξε· καὶ δικαίως, ἵνα μὴ ὁ τῆς ζωῆς ἀρχηγὸς γένηται αὐτῷ θανάτου ὀχετός, ἵνα μὴ ὁ σπορεὺς θεριστὴς γένηται. Γεωργῶν αὕτη εὐχή, τὸ σπεῖραι καὶ θερίσαι, οὐ μὴν καὶ γονέων. Ἐπεὶ οὖν δικαίως ἐβουλεύσατο ὁ Δαυὶδ μὴ θανατῶσαι αὐτοῦ τὸν υἱὸν δι᾽ ἑαυτοῦ, διὸ εἶπεν· 〈Εἰσήκουσεν ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Δικαιοσύνη ἐπτέρωσεν αὐτοῦ τὴν προσευχὴν καὶ ἔσχε τὴν ἐκ θεοῦ παροχήν· ὅθεν τῆς θλίψεως ῥυσθεὶς ἐπάγει· 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Τὸν διηγηματικὸν λόγον εἰς εὐχαριστήριον ἔτρεψε· τοῖς γὰρ σὺν αὐτῷ ἀπαγγείλας ὅτι εἰσηκούσθη προσευχόμενος, συνήγορον ἐπαγόμενος τὴν δικαιοσύνην, τῷ εἰσακούσαντι θεῷ εὐχαριστεῖ· 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Καὶ πότε τις ἐν θλίψει πλατύνεται;

Ὅταν ἐν τῇ πικρᾷ ἀνάγκῃ καὶ στενοχωρίᾳ τῶν κακῶν ἀθρόως ἀπολαύσῃ τῆς τῶν ἀγαθῶν φορᾶς. Ἐπεὶ οὖν ἐθλίβετο ὑπὸ τοῦ τέκνου ἐλαυνόμενος, καὶ τῆς ἐκ θεοῦ ἐκδικίας ἀπολαύσας, ὅτε ὁ Ἀβεσσαλὼμ ἀπὸ τοῦ ξύλου ὡς λῃστὴς ἐκρέματο καὶ γῆ μὲν αὐτὸν οὐκέτι ζῶντα ἐδέχετο, οὐρανὸς δὲ οὐχ ὑπεδέχετο, ὁ ἀὴρ αὐτῷ δήμιος ἐγίνετο, τὸ δένδρον μαστικτὴς ἐχειροτονεῖτο—ἐπεὶ οὖν αὐτῷ ἡ θλίψις εἰς χαρὰν ἀθρόαν μετεβάλλετο, εὐχαριστεῖ λέγων· 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Οἷον, ἄρχων τινὰ πολλάκις ἀδίκως ἐνέκλεισεν. Ἀλλ᾽ ἐπειδὴ δίκαιον πρᾶγμα ἔχων ὡς ἄδικος τὸ δεσμωτήριον οἰκεῖν κατεδικάσθη, μετὰ τῆς δικαιοσύνης ἐγκλειόμενος δι᾽ αὐτὴν ἐν τῇ θλίψει πλατύνεται· καὶ γὰρ θλίβεται ὅτι ἐγκέκλεισται, ἀλλὰ πλατύνεται καὶ χαίρει ὅτι τῇ δικαιοσύνῃ συνδέδεται, ὅτι ἡ δικαιοσύνη ὑβριζομένη ὡς βασίλισσα ἐκδικεῖ ὡς δορυφόρον αὐτῆς τὸν μετ᾽ αὐτῆς ὑβριζόμενον. Ἐπειδὴ γὰρ ἐν τῇ φυλακῇ ὢν ἐντυχεῖν ἄρχοντι καὶ δεηθῆναι βασιλέως οὐ δύναται καὶ τὰ δεσμὰ τὰς χεῖρας αὐτοῦ πρὸς τὸ ἐπιδοῦναι τὸν χάρτην κωλύουσι, τὴν δικαιοσύνην τῷ θεῷ ἐμφανίζει ὡς δέησιν καὶ ἀπολαύσας ὧν ποθεῖ ἐν θλίψει πλατύνεται.

Ὑπογράψας γὰρ τῇ δεήσει τοῦ δικαίου ὁ θεὸς ἐξαίφνης καταστρέφει τὸν ἄρχοντα, διαδοχῇ ἢ τελευτῇ τέμνων αὐτὸν τῆς ἀρχῆς ἢ καὶ δημεύσει καὶ τηρήσει ὑποβαλών, καὶ ηὑρέθη ὁ βιοφορούμενος ἐν θλίψει πλατυνόμενος. 〈Εὐφρανθήσεται γὰρ δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβοῦς.〉 Ὃν γὰρ δημευτὴν ἐξεδέχετο, τοῦτον δημευόμενον ἐθεάσατο λέγων· 〈Ἐν θλίψει ἐπλάτυνάς μοι·〉 ἐν τῇ τρικυμίᾳ καὶ τῷ πελάγει λιμένα μοι ἤνεγκας· ἐν τῇ ἐρημίᾳ τῶν πραγμάτων ὡς τῷ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ εὐθηνίαν ἔδειξας, ὅτι, ὡς τὸν Φαραώ, καταποντιζόμενον τὸν ἐχθρόν μοι ἔδειξας. 〈Ἐν θλίψει ἐπλάτυνάς μοι·〉 ἐν τῇ καμίνῳ τῶν πειρασμῶν μοι δροσοφόρον ἄγγελον ὡς τοῖς τρισὶ παισὶν ἐξέπεμψας, καὶ ὁ πειρασμὸς καὶ ἡ θλίψις τοὺς ἀντιδίκους ὡς ἡ φλὸξ τῆς καμίνου τοὺς Βαβυλωνίους κατέλαβεν. 〈Ἐν θλίψει ἐπλάτυνάς μοι·〉 ἐν τῇ φυλακῇ μοι σεσιδηρομένῳ ὡς τῷ Πέτρῳ τὸ φέγγος ἀνέτειλας, καὶ ὁ λύσας τὸν ἀπόστολον Πέτρον καὶ ἐμὲ τοῦ ἐγκλήματος ἀπέλυσε καὶ τοὺς ἀγρίους ἀπανθρώπους δημίους ὡς τοὺς στρατιώτας τότε ἀντ᾽ ἐμοῦ τῇ δίκῃ ὑπέβαλε· 〈Δίκαιος〉 γὰρ 〈ἐκ θήρας ἐκδύνει· ἀντ᾽ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.〉 Εἶτα, ὡς ἐρωτηθεὶς ὁ Δαυίδ· Καὶ τί ἔλεγες τῷ θεῷ προσευχόμενος; Μὴ μακρὸν κατέτεινας λόγον, μὴ πλατὺν ὀνομάτων καὶ ῥημάτων κατέγραψας πίνακα; Ἀποκρίνεται καὶ λέγει· Οὐ χρῄζει πολυλογίας ὁ θεός, ὁ καὶ μόνῳ στεναγμῷ ἀρκούμενος.

Τοῦτο μόνον ἔλεγον τῷ θεῷ προσευχόμενος· 〈Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου,〉 καὶ 〈Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσηκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Ῥητορικῇ πολυλογίᾳ ἀνθρώπων οἶδε καταγοητεύειν ἀκοάς· εὐλαβείας δὲ παρρησίᾳ καὶ βλέμματι μόνῳ θεὸν ἐδυσώπησεν. 〈Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ,〉 καὶ οὐδαμοῦ πολυλογία, καὶ ὁ τελώνης δίκαιος. 〈Κύριε, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,〉 καὶ ὁ λῃστὴς πολίτης παραδείσου γέγονεν. Ἄλλος ἐστέναξε μόνον καὶ σωτηρίας ἀπήλαυσε· τούτου μάρτυς ὁ θεὸς λέγων· 〈Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ.〉 Κἀγὼ τοῦτο μόνον ἔλεγον· 〈Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου,〉 καὶ εἰσηκουόμην ἐπικαλούμενος· 〈Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Ἢ εἰ καὶ ἐρωτηθείς· Εἰπέ, Δαυίδ, ἐπελάθου ὧν εἶπας; Ἔφης· 〈Εἰσήκουσέ μου ὁ θεός,〉 καὶ πῶς λέγεις· 〈Εἰσάκουσόν〉 μου; 〈Τὸ Εἰσήκουσε,〉 φησίν, περὶ τῶν παρελθόντων εἶπον, τὸ 〈Εἰσάκουσον,〉 περὶ τῶν μελλόντων. Ἢ καὶ τὸ μὲν περὶ ἑαυτοῦ ἔλεγε, τὸ δὲ περὶ τοῦ πλησίον. Ἐπεὶ οὖν εἰσηκούσθη περὶ ἑαυτοῦ προσευχόμενος, ὡς φιλάνθρωπος καὶ φιλάλληλος ὑπὲρ τῶν πλησίον προσηύχετο.

Οὕτω γὰρ καὶ ὁ προφήτης Σαμουὴλ ἔλεγεν· 〈Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τὸ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν.〉 Ἐπεὶ οὖν ἁμαρτίαν ἐλογίζοντο οἱ ἅγιοι τὸ ὑπὲρ τῶν πλησίον μὴ προσεύχεσθαι, διὰ τοῦτο ὁ Δαυίδ, ὑπὲρ ἑαυτοῦ εἰσακουσθείς, ὑπὲρ τῶν πλησίον παρακαλεῖ· 〈Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.〉 Τοῦτο καὶ ὁ ἀπόστολος συνεβούλευσε· 〈Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ.〉 Ἐπειδὴ δὲ καὶ ὑπὲρ τῶν ἐχθρῶν προσηύχετο, ἐκεῖνοι δὲ κατ᾽ αὐτοῦ ὡπλίζοντο, ἐπιτιμᾷ αὐτοῖς· 〈Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;〉 Ἐγὼ ὑπὲρ ὑμῶν καὶ θεὸν δυσωπῶ καὶ τοὺς ἀντικειμένους ὑμῖν πολεμῶ· ὑμεῖς δὲ κατ᾽ ἐμοῦ ὁπλίζεσθε· 〈Ἕως πότε βαρυκάρδιοι;〉 Ἢ καὶ τρέπει τὸν λόγον ὁ προφήτης πρὸς τοὺς ἀδιαφοροῦντας καὶ δυναστῶν πρόσωπα θεραπεύοντας, τοὺς ἀφέντας τὸν θεὸν καὶ σχολάζοντας τοῖς ἐχθροῖς τοῦ θεοῦ· 〈Υἱοὶ ἀνθρώπων,〉 οἱ τὴν ἐξ ἀνθρώπων σωτηρίαν ζητοῦντες· 〈Υἱοὶ ἀνθρώπων,〉 οἱ παρὰ τῶν ὁμογενῶν, τῶν τὰ αὐτὰ ὑμῖν πάθη φορούντων, βοηθεῖσθαι νομίζοντες· 〈Υἱοὶ ἀνθρώπων,〉 οἱ παρὰ τῶν καθ᾽ ὑμᾶς τὰ ὑπὲρ ὑμᾶς αἰτοῦντες.

Αὐτοὶ ὑμῶν οἱ προστάται οὐκ ἔχουσι τὸ ἀσφαλές, καὶ πῶς ὑμῖν βοηθήσουσιν; 〈Υἱοὶ ἀνθρώπων·〉 οὐ γὰρ ἄνθρωποι τέλειοι, ἀλλ᾽ ἔτι 〈υἱοὶ ἀνθρώπων,〉 ἀτελεῖς, ἀβέβαιοι, οἱ ἐπὶ υἱοὺς ἀνθρώπων πεποιθότες. 〈Μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας καὶ ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Υἱοὶ ἀνθρώπων· Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. Υἱοὶ ἀνθρώπων· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. Υἱοὶ ἀνθρώπων, κἂν〉 μὴ διαδεχθῇ ἢ ἀποθάνῃ, ἀλλὰ γνώμῃ διδύμῳ, δουλεύει. 〈Υἱοὶ ἀνθρώπων,〉 τὸν τρόπον ἔχει τροχόν· σήμερον ἐπαίρει σε καὶ αὔριον καταβάλλει σε. 〈Υἱοὶ ἀνθρώπων,〉 τὴν γνώμην ἔχει ἀέρος τροπήν· σήμερόν σοι ἔαρ ἐφάνη καὶ αὔριον χειμάζει σε. 〈Ἕως πότε βαρυκάρδιοι;〉 Ἢ καθ᾽ ἕτερον τρόπον ἀναγνωστέον· 〈Υἱοὶ ἀνθρώπων ἕως πότε;〉 ἀντὶ τοῦ· ἕως πότε, υἱοὶ ἀνθρώπων, ἀτελεῖς, ἀβέβαιοι, ἀστήρικτοι, ἀνθρωπίνοις καὶ σαθροῖς λογισμοῖς ἐπερειδόμενοι;

Ἕως πότε, υἱοὶ ἀνθρώπων, φαίνεσθε μὴ φρονοῦντες τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων; 〈Υἱοὶ ἀνθρώπων ἕως πότε〉 λοιπὸν υἱοὶ θεοῦ οὐ γίνεσθε; Γνῶτε τίνος κατ᾽ εἰκόνα γεγόνατε καὶ τὴν κάτω εἰκόνα ὡς παροδικὴν καὶ διαβαίνουσαν ἀφέντες—〈Μέντοι γε ἐν εἰκόνι διαπορεύεται πᾶς ἄνθρωπος〉—τῷ ἄνω ζωγράφῳ τῆς εἰκόνος προσέλθετε· 〈Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος. Υἱοὶ ἀνθρώπων, ἕως πότε〉 λοιπὸν υἱοὶ θεοῦ οὐ γίνεσθε, οὐκ ἐκ σαρκὸς καὶ αἵματος τικτόμενοι, ἀλλ᾽ ἐκ θεοῦ ἀναγεννώμενοι; 〈Ὅσοι δὲ ἔλαβον αὐτόν,〉 φησίν, 〈ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν. Υἱοὶ ἀνθρώπων·〉 υἱοὺς ἀνθρώπων καλῶ. Διὰ τί οὐκ ἀνανεύετε εἰς οὐρανὸν οὐδὲ γίνεσθε υἱοὶ θεοῦ, ἀλλ᾽ ὡς μολίβδῳ κάμπτεσθε τῇ συνηθείᾳ; 〈Βαρυκάρδιοι,〉 λιθόψυχοι, ἀμμογενεῖς, ὀργιλόφρονες, ἄφρονες, ὡς γέγραπται· 〈Βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων. Βαρυκάρδιοι,〉 φαραώνιοι, φιλαιγύπτιοι, οἷς ἔλεγεν ὁ Σαμουήλ· 〈Καὶ ἵνα τί ἐβαρύνατε τὰς καρδίας ὑμῶν ὡς ἐβάρυνε Φαραὼ καὶ Αἴγυπτος τὴν καρδίαν αὐτῶν;

Βαρυκάρδιοι·〉 καὶ Ἰουδαίοις τοῖς ἀρνησαμένοις τὴν παρουσίαν Χριστοῦ προέλεγε. 〈Βαρυκάρδιοι·〉 προφῆται γὰρ προεκήρυξαν, πατριάρχαι προκατήγγειλαν, τέλος αἱ προφητεῖαι ἔσχον, ἦλθεν ὁ προφητευόμενος, ἄγγελοι τοῦ τεχθέντος μάρτυρες, ποιμένες θεαταί, οἱ μάγοι προσκυνηταί. Ὁ ἀστὴρ ὁ μονάζων τὴν παρθένον ὑπέδειξεν. Ὁ ξένος ἑωσφόρος τὸν νέον ἥλιον ἐν τῇ νεφέλῃ ἐσήμανεν· 〈Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης.〉 Καὶ πῶς μετὰ τῶν ὀφθαλμῶν καὶ τὴν καρδίαν τῇ ἀπιστίᾳ ἐβαρύνθητε, 〈βαρυκάρδιοι;〉 Εἶτα, ἵνα μὴ εἴπωσιν· Εἰπέ, ὦ Δαυίδ, ὑβρίσαι ἡμᾶς προσῆλθες, μάχην πνέεις ὡς ἔοικε, ξένον προφήτου τὸ ἀτιμάζειν, ἀποκρίνεται· Ὑβρίζει ὁ τὰ μὴ ὄντα ἀποκαλῶν· ἐλέγχει ὁ τὰ προσόντα δημηγορῶν. Διὰ τί οὖν εἶπον 〈Βαρυκάρδιοι;〉 Ἐπειδὴ 〈ἀγαπᾶτε ματαιότητα,〉 ὅτι διὰ τὰ πρόσκαιρα παρορᾶτε τὰ οὐράνια, ὅτι διὰ τὴν φθορὰν τῆς ἀφθαρσίας κατεφρονήσατε, ὅτι κενοδοξίαν ἀντὶ τῆς ἀτυφίας ἠγαπήσατε. Καὶ τοῖς τῷ Ἀβεσσαλὼμ συναπονοηθεῖσιν ὁ Δαυὶδ ἔλεγε· Τί τῷ ἀτάκτῳ παιδὶ συναπήχθητε; Τί τὴν τυραννίδα τοῦ νέου ἐπτερώσατε; Τί τὸν υἱὸν κατὰ πατρὸς ἀλείφετε; Τί τῇ ματαίᾳ βουλῇ τοῦ Ἀχιτόφελ ἐπηκολουθήσατε; Προσηυξάμην τῷ θεῷ εἰπών· Κύριε, ματαίωσον τὴν βουλὴν Ἀχιτόφελ, ὅτι ἀκονᾷ υἱὸν κατὰ πατρός, ὅτι τὴν φύσιν ὁπλίζει καθ᾽ ἑαυτῆς, ὅτι ἀνατρέπειν ἀποπειρᾶται νόμους θεοῦ.

Εἰ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτᾷ, ὁ κατὰ τοῦ πατρὸς ἀκονήσας ξίφος υἱὸς ποσάκις ἄξιος ἀποθανεῖν; 〈Ἵνα τί ἀγαπᾶτε ματαιότητα;〉 Ἡ φιλαργυρία ματαιότητος ὕλη, ῥευστὸν τὸ κτῆμα, ἀσυνείδητος ὁ πλοῦτος· πτερὰ οὐκ ἔχει καὶ πέταται, ἄπους δρομεύς, ἐπικίνδυνος φίλος, καμάτῳ συναγόμενος καὶ ἀθρόως ἀπογινόμενος. 〈Ἵνα τί ἀγαπᾶτε ματαιότητα;〉 Ἐφάνη κάλλος γυναικός· τὴν περὶ αὐτῆς γραφὴν ἕως μετώπου ἐπιγραφὴν ἀναγίνωσκε. Γέγραπται· 〈Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός.〉 Μὴ ἀπατάτω σε. 〈Ἵνα τί ἀγαπᾶτε ματαιότητα;〉 Μή σε συναρπασάτω τοῖς βλεφάροις. Ἡ στίλβουσα ὄψις τεσσάρων χυμῶν ἐστι κρᾶσις, σὰρξ καὶ ἰχώρ, ἐσκεπασμένη δορᾷ, σήψεως γείτων, φθορᾶς σύντροφος, δυσωδίας ὕλη.

Ἐξῆλθεν ἡ ψυχή, καὶ ἐσβέσθη ἡ στίλβουσα μορφή. Ἐν τῇ σορῷ ἐτέθη καὶ σκωλήκων γίνεται πηγή· δυσωδίαν ἐκπέμπει, καὶ ὡς βέλος τὴν ὀσμὴν φεύγουσιν οἱ παρόντες. Καὶ ἀνήρ, ὁ πόθῳ σφιγγόμενος, οὐ τολμᾷ τῷ τάφῳ πλησιάσαι καί, ἣν ἐφίλει ὡς μέλος, ταύτην φεύγει ὡς βέλος καὶ πύλας ὀσφρήσεως ἐμφράττει, ἵνα μὴ λοιμικὴν ἐνθήκην ἀναπνεύσῃ. 〈Ἵνα τί ἀγαπᾶτε ματαιότητα;〉 Οὐ χηρεύει ἀποδείξεως ὁ λόγος· ὅτι γὰρ ματαιότης τό τε ἔμφυτον καὶ τὸ τεχνητὸν κάλλος, λέγει ὁ προφήτης Ἰερεμίας· 〈Ἐὰν χρίσῃ μίλτῳ καὶ στίλβῃ, εἰς μάτην ὁ ὡραϊσμός σου. Ἵνα τί ἀγαπᾶτε ματαιότητα;〉 Εἰπέ, ὦ γύναι, ἵνα τί δακτύλοις ἐπιγράφεις τὴν ὄψιν; Ἵνα τί λαγνείας χειρόγραφον ποιεῖς σου τὸ πρόσωπον; Μίλτῳ παρειὰς φοινίσσεις· εἰκόνα τοῦ αἰωνίου πυρὸς φέρεις. Στίλβῃ τὰς ὀφρῦς καὶ τὰ βλέφαρα μελαίνεις· σκότους ἐκδεχομένου σε ἀρραβῶνα ἔχεις. Κόμας καὶ πλοκάμους προβάλλει· δεσμὰ τῆς μελλούσης κρίσεως καθ᾽ ἑαυτῆς πλέκεις. Εἰ σωφρονεῖς τῇ πράξει, τῇ ὄψει μὴ λαγνεύου. Εἰ οὐ πωλεῖς τὴν σεμνότητα, μὴ προσθήκην ἀκολασίας τὴν μορφὴν ποίει. Εἰ οὐ προδίδως τὴν κοίτην, ἀποτίναξαι τὴν τοῦ προσώπου κόνιν. Εἰ οὐ δουλεύεις τῇ ἁμαρτίᾳ, μὴ ταῖς ὑπογραφαῖς μεταποιουμένην δείξῃς τὴν ὄψιν. Ὡς γὰρ τὸν οἰκέτην δουλοῖ ὁ χάρτης, οὕτω τὴν ἑταιριζομένην δουλοῖ τὰ νίμματα. 〈Ἵνα τί ἀγαπᾶτε ματαιότητα;〉 Καὶ πόθεν οἶδας, φησίν, ὅτι ἀγαπῶμεν ματαιότητα;

Ἀφ᾽ ὧν 〈ζητεῖτε τὸ ψεῦδος〉 καὶ ζητοῦντες τὸ ψεῦδος τὴν μάχαιραν καθ᾽ ἑαυτῶν ζητεῖτε· 〈Στόμα〉 γὰρ 〈καταψευδόμενον ἀναιρεῖ ψυχήν.〉 Ψεῦδος δὲ λέγει νῦν πᾶν πρᾶγμα μάταιον, τὸ ταχεῖαν τὴν πτῶσιν καὶ τὴν μεταβολὴν ἔχον. 〈Ζυγὸς δόλιος〉 καὶ μάταιος τὸ ψεῦδος. Γέγραπται· 〈Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι. Ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;〉 Καὶ τὸ ζύγιον δύο πλάστιγγας ἔχει διαγνώμονας τῶν προσφερομένων, δεχομένας τὰ εἴδη καὶ ἀντιταλαντευομένας τὴν ὕλην, λίνου ἐξηρτημένας καὶ ἄνω καὶ κάτω κενεμβατούσας καὶ ἐν τῷ κενεμβατεῖν τὸ ἀσφαλὲς ὑποδεικνυούσας, ὅτε τὸ μέσον κέντρον τοῦ ζυγοῦ, ἡ λεγομένη γλωσσίς, ἔνθεν κἀκεῖθεν παρακύπτουσα, ζητεῖ τὸ δίκαιον ποῦ εὕρῃ· καὶ παρακύπτουσα μὲν ἀδικίαν ἐλέγχει, ἐπὶ πλεῖον δὲ φαινομένη τὸ πολὺ τῆς βίας μαρτύρεται. Καθάπερ ἀπὸ κοιτῶνος κόρη ἐξωθουμένη, ὅταν δὲ ἰσοταλάντῳ ῥοπῇ ὁμονοῇ τὰ ὑποκείμενα, ἔνδον τοῦ θαλάμου κρύπτεται, τὸ δίκαιον αἰσχυνομένη. Καὶ κρυβομένη γλῶσσα μαρτυρεῖ τῇ ἰσότητι, καὶ φαινομένη μὲν λυπεῖ, μὴ φαινομένη δὲ χαροποιεῖ. Καὶ ὁ ζυγοστάτης ὡς ἐραστὴς κόρην σώφρονα τηρεῖ καὶ τὰς δύο θυρίδας τοῦ κοιτῶνος περισκοπεῖ, ἐπὶ παρακυπτούσῃ μὲν λυπούμενος, ἐπὶ κρυβομένῃ δὲ εὐφραινόμενος.

Καὶ ὁ μὲν ζυγὸς δικάζων ἐλέγχει τὸ ψεῦδος, ὑμεῖς δέ, ὡς ἄδικοι ζυγοστάται, 〈ζητεῖτε τὸ ψεῦδος.〉 Νομίζετε ὅτι βασιλεύει ὁ Ἀβεσσαλώμ· μιμεῖται τὸ σχῆμα, ἀλλ᾽ οὐκ ἔχει τὸ πρᾶγμα. 〈Ζητεῖτε τὸ ψεῦδος.〉 Μὴ προσράψητε ἑαυτοὺς τῷ ἀντάρτῃ υἱῷ, ἵνα μὴ καὶ ὑμεῖς τὰ ὅμοια παρὰ τέκνων ὑμῶν ὑποστῆτε ....

In Psalmum IV Homilia II Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως. Ὥσπερ ὁ τῇ ποικιλίᾳ τῶν γλωσσῶν ἀρεσκόμενος καὶ ῥήματα ἑτερογλώσσων εἰδέναι βουλόμενος ἑαυτὸν διδάξαι οὐ δύναται, ἀλλὰ παρὰ τῶν ἐπισταμένων τὴν Ἑβραίων ἢ Ῥωμαίων ἢ βαρβάρων γλῶσσαν ὡσαύτως λαλεῖν διδάσκεται, οὕτω καὶ ὁ θέλων νοῆσαι τὰ τῶν προφητῶν ῥήματα παρακαλεῖν ὀφείλει τὸν θεὸν τῶν προφητῶν, ἵνα ὁ ἐκείνοις γνωρίσας τὰ ἑαυτοῦ ῥήματα καὶ αὐτῷ φανερώσῃ τὰ τούτων νοήματα. Δεῦρο τοίνυν, ὦ πιστὴ συνοδία καὶ ὁμόψυχε, ἡ τὴν αὐτὴν ἡμῖν ὁδὸν τῆς ζωῆς ὁδεύουσα, ἡ ἐπὶ τὸ αὐτὸ σκάφος τῆς ἐκκλησίας συνεκπλέουσα ἡμῖν τὴν ἁλμυρὰν καὶ πικρὰν τοῦ βίου θάλασσαν, ἡ ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ τὴν τριάδα δοξάζουσα, καὶ ἐπὶ τὸν ἕνα λιμένα τῆς βασιλείας τῶν οὐρανῶν σπεύδουσα, δανείσατέ μοι, παρακαλῶ, τὴν τῆς προσευχῆς ὑμῶν ἄγκυραν. Διὰ τί δὲ ταύτην αἰτῶ; Ἐπειδὴ ἀρτίως ἤκουσα ἑκάστου λέγοντος· 〈Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.〉 Ἐπεὶ οὖν παραυτὰ εἰσακούεσθε πρὸς τὸν θεὸν κράζοντες, οὐ φωνῇ τὸν ἀέρα πληροῦντες, ἀλλὰ πίστει καὶ ἀρετῇ τὸν θεὸν δυσωποῦντες, ὡς ναύκληροι καὶ ἔμποροι καὶ ναῦται καὶ ἐπιβάται, ἀρχιερεῖς καὶ ἱερεῖς καὶ κλῆρος καὶ λαός, ὡς κυβερνήτῃ παντὶ τῷ λέγοντι προσευχαῖς βοηθήσατε, ἵνα ἐπὶ τὸν λιμένα τῆς ἀληθείας ὁ λόγος προσορμισθῇ. Διὰ τί δὲ 〈Εἰς τὸ τέλος ἐν ὕμνοις〉 ἐπιγέγραπται ὁ ψαλμὸς ὁ τοῦ Δαυίδ;

Ἐπειδὴ κακῶς μὲν ἤρξατο, καλῶς δὲ τὸν βίον ἐτέλεσε, διὰ τοῦτο 〈Εἰς τὸ τέλος ἐν ὕμνοις.〉 Ἤρξατο κακῶς βλέπειν, ὅτε 〈εἶδε γυναῖκα λουομένην.〉 Ἐκείνη ἐλούετο καὶ οὗτος ἐξελύετο· ἐκείνη ἐσμήχετο καὶ οὗτος ἐρρυποῦτο· ἐκείνη ἔξωθεν ψυχρῷ ἐκέχρητο ὕδατι καὶ οὗτος ἔνδοθεν ἐνεπυρίζετο. Ταῦτα δὲ οὐκ ἦσαν ἄξια ὕμνων καὶ ἐπαίνων, ἀλλὰ ψόγων καὶ μέμψεων. Ὁ σπινθὴρ τῆς ἐπιθυμίας τὴν φλόγα τῆς μοιχείας ἀνῆψεν· ἡ μοιχεία ὁδεύουσα τὸν φόνον ἐγέννησεν. Ὁ γὰρ κακὸς ἐραστής, τὴν ἀμνάδα σφάξας, καὶ τὸν ταύτης ποιμένα ἐφόνευσε. Δύο πάθη δύο φόνους ἔδρασαν. Ὁ πόθος γὰρ καὶ ὁ θυμὸς ὁπλισάμενοι, ὁ μὲν πόθος τὴν γυναῖκα ὡς ἀμνάδα ἔθυσεν, ὁ δὲ θυμὸς τὸν ἄνδρα ἐφόνευσεν.

Ὅτι δὲ ὡς ἀμνάδα τὴν γυναῖκα ἔθυσεν, ἐπειδὴ ἡ μοιχεία τῇ σωφροσύνῃ θάνατος. Διὰ τοῦτο γὰρ αὐτὴν καὶ ἀμνάδα εἶπεν ἡ γραφή, ὅτι ἄσπιλον καὶ ἄμωμον τὸ σῶμα τῷ ἀνδρὶ ἐφύλαττεν. Ἔλεγε γὰρ Νάθαν ὁ προφήτης ἐν τῇ παραβολῇ· 〈Ἦλθε δὲ ὁδοιπόρος πρὸς τὸν ἄνδρα τὸν πλούσιον, καὶ ἐφείσατο, καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ ἀνδρὸς τοῦ πένητος καὶ ἔσφαξεν,〉 ἀμνάδα τὴν ὕπανδρον διὰ τὴν ἀμίαντον κοίτην καλῶν —〈Τίμιος〉 γὰρ 〈ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος〉—σφαγὴν δὲ τὴν μοιχείαν λέγων, ἐπειδὴ σφαγὴ καὶ φόνος ἡ ὕβρις τῇ σώφρονι.

Ἀλλ᾽ ἐπειδὴ διὰ νηστείας ὁ Δαυὶδ τὴν μοιχείαν ἀπέπλυνε καὶ δάκρυσι τοὺς σπίλους τῶν αἱμάτων ἀπεσπίλωσε καὶ καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην ἐν δάκρυσιν ἔλουεν, ἐπειδὴ ἀκαίρως γυναῖκα λουομένην ἐθεώρησε, διὰ τοῦτο 〈εἰς τὸ τέλος ἐν ὕμνοις.〉 Εἰς τὴν ἀρχὴν ἐν ψόγοις, 〈εἰς τὸ τέλος ἐν ὕμνοις·〉 εἰς τὴν ἀρχὴν ὀφθαλμὸς ἐπιθυμίαν βλύζων, 〈εἰς τὸ τέλος〉 ὀφθαλμὸς πηγὰς δακρύων προχέων. 〈Εἰς τὸ τέλος ἐν ὕμνοις. Ψαλμὸς〉 δὲ 〈τῷ Δαυὶδ〉 ἡ πρᾶξις τῆς μετανοίας, ὁ καρπὸς τῆς σωτηρίας. Καὶ ἐπειδὴ 〈ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ἐκεῖ ἐπερίσσευσεν ἡ δικαιοσύνη,〉 διὰ τοῦτο ἔλεγεν· 〈Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Ἐπειδὴ γὰρ τὴν ἁμαρτίαν ὡς τυραννίδα ἔρριψα, τὴν δὲ δικαιοσύνην ὡς βασιλείαν ἐφόρεσα, 〈εἰσήκουσεν ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Ἐπειδὴ γὰρ δίκαιον πρᾶγμα ἦν πλανηθέντα ἐπιστρέψαι με καὶ πεσόντα ἀναστῆναί με, καθὼς γέγραπται· 〈Ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται〉—ἐπεὶ οὖν ἀδίκως ἔπεσα, δικαίως δὲ μετενόησα, 〈εἰσήκουσεν ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Δικαιοσύνην γὰρ αὐτοῦ νῦν λέγει ὁ Δαυὶδ τὴν μετάνοιαν.

Ὥσπερ γὰρ τὸ ἁμαρτῆσαι καὶ μὴ μετανοῆσαι διπλοῦν ἐστιν ἁμάρτημα, πρῶτον ὅτι ἔπεσε, δεύτερον ὅτι ἀναστῆναι οὐκ ἠθέλησε—διὰ τοῦτο γὰρ ὁ θεὸς καὶ τῷ Κάϊν ὠργίζετο, οὐχ᾽ οὕτως ὅτι ἐφόνευσεν ὅσον ὅτι φονεύσας οὐ μετενόησεν—οὕτω τὸ ἁμαρτῆσαι καὶ μετανοῆσαι ἐν αὐτῇ τῇ μετανοίᾳ τὴν δικαιοσύνην καρποῦται, μᾶλλον δὲ αὐτὴ ἡ μετάνοια εἰς δικαιοσύνην αὐτῷ λογίζεται. Ἐπεὶ οὖν καὶ τὴν τοῦ Δαυὶδ μετάνοιαν ὁ θεὸς ὡς δικαιοσύνην ἐδέξατο, διὰ τοῦτο λέγει· 〈Εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Εἶδεν ὁ θεὸς καθαρθεῖσαν τὴν ψυχὴν καὶ ἐδέξατο τὴν προσευχήν· ὁ τῆς δεήσεως χάρτης ἐγράφη τοῖς δάκρυσι, καὶ δυσωπηθεὶς ὁ βασιλεὺς τὰ διὰ τῶν δακρύων γράμματα ὑπέγραψεν. Ἢ καὶ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ψαλμῷ τὸν διωγμὸν τὸν ὑπὸ τοῦ Ἀβεσσαλὼμ ὠδύρετο καὶ φεύγων υἱὸν ᾐσχύνετο καὶ πολεμεῖν τὸ ἴδιον σπλάγχνον οὐκ ἠδύνατο, προσευχὴ δὲ μεσιτεύσασα τὸν τύραννον ἐκρέμασε καὶ τὸν τυραννούμενον περιέσωσεν, ὡς ἐρωτηθεὶς πῶς τὸν Ἀβεσσαλὼμ ἐνίκησε, πῶς τὸν δεύτερον Γολιὰθ κατέβαλεν, ἀπεκρίνατο· Πῶς τὸν ἀντάρτην ἐνίκησα; Προσευχῇ ὁπλισάμενος· 〈Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Ἄνω ἡ προσευχὴ ἀνεφέρετο καὶ κάτω ὁ τύραννος ἐπὶ τὸ δένδρον ἐκρέματο. Ὥσπερ γὰρ ἁμαρτήσαντί μοι θεὸς αὐτὸν κατ᾽ ἐμοῦ ἤγειρεν, οὕτω μετανοήσαντι ὑπόστρωμα καὶ καταπάτημα τῷ στρατοπέδῳ μου ἐποίησε.

Καὶ νῦν ἁμαρτανόντων ἡμῶν θεὸς ἡμῖν ἐπεγείρει τοὺς ἐχθρούς· ἀλλὰ πολεμούμενοι οὐκ ἔχομεν χρείαν τοῦ ἀντιπολεμεῖν αὐτοῖς, ἀλλὰ μᾶλλον ἑαυτοὺς λογοθετήσωμεν, καὶ εἴ τι ἡμάρτομεν, διορθωσώμεθα καὶ ὀψόμεθα τοὺς ἐχθροὺς πίπτοντας πρὸ τῶν ὀφθαλμῶν ἡμῶν.

Διὰ τοῦτο γὰρ καὶ παρηγγέλθημεν μὴ ἀμύνεσθαι τοὺς ἐχθρούς, ἐπειδὴ δι᾽ ἁμαρτίας αὐτοὺς πολλάκις ὁ θεὸς ἐπεγείρει καθ᾽ ἡμῶν καὶ οὐδὲν ἀνύομεν πολεμοῦντες ἐκείνους οὓς ὁ θεὸς ἐπήγειρε καθ᾽ ἡμῶν. Θέλεις ἰδεῖν τὸ πτῶμα τῶν πολεμούντων σε; Μετανόησον ἐφ᾽ οἷς ἥμαρτες καὶ οἱ ἐχθροὶ πίπτουσι. Θεὸν δὲ [δικαιοσύν]ης ἐκάλει ὁ Δαυὶδ τὸν Χριστόν, 〈ὃς ἐγεννήθη ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.〉 [Ἐπ]εὶ οὖν 〈ἐν δεξιᾷ τοῦ θεοῦ ὁ Χριστὸς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν,〉 ἐμεσίτευσε δὲ τῇ εὐχῇ τοῦ Δαυίδ, διὰ τοῦτο τὸ εἰσακουσθῆναι, οὐχ᾽ ἑαυτῷ, ἀλλὰ τῷ Χριστῷ ἐλογίσατο εἰπών· 〈Εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Διὰ τί δὲ ἐν αὐτῷ τῷ ἐπικαλεῖσθαι εἰσηκούσθη ὁ Δαυίδ; Ἐπειδὴ ἐλεγχόμενος ὑπὸ τοῦ Νάθαν, εὐθὺς εἰς μετάνοιαν ἐκάμφθη. Ἐπεὶ οὖν ὑπήκουσε νουθετούμενος, εἰσηκούσθη προσευχόμενος. Οὐκ ἐχρόνισεν αὐτὸς πρὸς μετάνοιαν καὶ οὐκ ἐβράδυνεν ὁ θεὸς εἰς πρόνοιαν.

Ὥσπερ γὰρ δεσπότης παρὰ δούλου ἱκετευόμενος καὶ βασιλεὺς παρὰ στρατιώτου χάριν αἰτούμενος, ὁ μὲν τὰ τοῦ δούλου, ὁ δὲ τὰ τοῦ στρατιώτου ἐννοεῖ κατορθώματα, καὶ ὁ μὲν δοῦλος, ἐὰν οὐ γέγονε προδότης καὶ μισοκύριος, ἀλλὰ φιλοδέσποτος καὶ ὑπήκοος, ὁ δὲ στρατιώτης εἰ γέγονεν ὑπὲρ βασιλέως φιλοκίνδυνος καὶ εὐνούστατος, οὕτω καὶ ὁ θεοφιλής, ἐὰν ὡς δοῦλος καὶ στρατιώτης εὐχαριστῇ τῷ θεῷ καὶ ταχέως ὑπακούῃ κελευόμενος, τότε ταχύτερον εἰσακούεται προσευχόμενος. Καὶ οὐκ ἐγὼ ταῦτα λέγω· ἄκουσον δὲ τοῦ θεοῦ ἐν Ἠσαΐᾳ λέγοντος· Θέλεις ἵνα ἐν τῷ ἐπικαλεῖσθαί σε εἰσακούω σου; Πρόσεχε ἀκριβῶς· ὃ λέγω σοι ποίησον· 〈Λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα.

Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. Τότε βοήσῃ, καὶ ὁ θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι.〉 Γενοῦ τοιοῦτος, ἄνθρωπε, καὶ δύνῃ λέγειν· 〈Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Ἐξέκραξεν ὁ πηλὸς καὶ εἰσήκουσεν ὁ κεραμεύς· ἐπεκαλέσατο ἡ γῆ καὶ ἐπήκουσεν ὁ οὐρανός. Εἰρηκὼς τοίνυν ὁ Δαυὶδ τοῖς πλησίον ὅπως ταχέως εἰσηκούσθη, τρέπει τὸν λόγον πρὸς τὸν θεὸν καὶ τῷ εἰσακούσαντι εὐχαριστεῖ λέγων· 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Ἐπλάτυνε δὲ αὐτῷ ὁ θεὸς κατὰ δύο τρόπους, καὶ ὅτι εἰσήκουσε καὶ ὅτι ταχέως αὐτοῦ ἐπήκουσεν. Ὥσπερ γὰρ τὸ μὴ ταχέως εἰσακουσθῆναι θλίψις ἐστὶ καὶ ἥμισυ χάριτος, οὕτω τὸ ταχέως εἰσακουσθῆναι πλατύτης καὶ διπλῆ χάρις.

Τὸ οὖν ταχέως καὶ παραυτὰ εἰσακουσθῆναι ἐν θλίψει πλάτος ἔλεγεν. 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Τὰ κύματα τῶν θλίψεων ἡ ταχεῖα γαλήνη διέλυσεν· ἡ ἀφρίζουσα θάλασσα ἔσοπτρον ἐγένετο· αἱ καταιγίδες καὶ αἱ θύελλαι εἰς δρόσον μετεβλήθησαν· οἱ ἐχθροὶ καὶ πολέμιοι ἱκέται καὶ προσκυνηταὶ γεγόνασιν. 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Οὐδέπω ὡς βρέφος τὸ στόμα ἤνοιξα καὶ ἤδη μοι ὡς μήτηρ ἡ πρόνοια τοῦ θεοῦ τὸν μασθὸν ἐνέθηκεν. 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Λιμῷ με τηκόμενον ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου ἐπλούτισεν, ὡς μὴ μόνον ἐμέ, ἀλλὰ καὶ πάντας τοὺς ὑπ᾽ ἐμὲ ἀπολαῦσαι. Διὸ ὑποκαταβὰς ἔλεγεν· 〈Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.〉 Ἡ ἐκείνων περιουσία ἐμοὶ εὐωχία. 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Καθ᾽ ἱστορίαν δὲ ἐν θλίψει ἐπλάτυνεν αὐτῷ ὁ θεὸς τοῦτον τὸν τρόπον.

Ὅτε ὑπὸ τοῦ Ἀβεσσαλὼμ πολεμούμενος ἔφυγεν ἐν ταῖς ἐρημίαις καὶ ἐν τοῖς ὄρεσι, λιμῷ καὶ ἀνάγκῃ ὡς ἐν διωγμῷ ἐκρατήθη, ἀλλ᾽ ἐν τῇ ἀνάγκῃ τοῦ λιμοῦ ὁ θεὸς αὐτῷ ἀριστοφόρους ἄνδρας ἄφνω, ὡς τῷ Ἠλίᾳ τοὺς κόρακας, ἔπεμψε. Καὶ πρῶτος ὁ Σιβά, ὁ ἐκ τοῦ οἴκου Σαοὺλ τοῦ ἐχθροῦ αὐτοῦ, ἤνεγκεν αὐτῷ ἄρτους διακοσίους καὶ οἶνον καὶ παλάθας καὶ σταφίδας. Εἶτα, μετὰ τοῦτον Βερζελλὶ ὁ Γαλααδίτης καὶ αὐτὸς αὐτῷ προσήνεγκε δέκα κοίτας, ἵνα μὴ χαμευνῇ, καὶ ἀμφιτάπητας, τοὺς λεγομένους νῦν τυλοτάπητας, καὶ οἴνου κεράμια καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ κύαμον καὶ φακὸν καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ γαλαθηνὰ μοσχάρια. Ἐπεὶ οὖν ἐν τῇ στενοχωρίᾳ καὶ τῇ θλίψει τοῦ λιμοῦ καὶ τοῦ διωγμοῦ εὐθηνίαν αὐτῷ ὁ θεὸς πρὸς ἀπόλαυσιν ἔδωκεν, εὐχαριστῶν ἔλεγεν· 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Ὅτε ὁ λιμὸς πλέον τοῦ Ἀβεσσαλὼμ ἐπολιόρκει με, τότε μοι ὁ θεὸς τὴν ἔρημον γῆν ῥέουσαν μέλι καὶ γάλα ἐποίησε.

Μηδεὶς οὖν ἡμῶν διὰ τὸν θεὸν διωκόμενος ἢ εἰς μακρὰν γῆν πεμπόμενος λιμὸν φοβηθῇ· 〈Οὐ λιμοκτονήσει γὰρ κύριος ψυχὴν δικαίου.〉 Ἐθλίβετο καὶ ἐπλατύνετο καὶ ὁ τῶν μαρτύρων χορός· ἐθλίβετο μὲν μαστιζόμενος, ἐπλατύνετο δὲ ὡς νικητὴς στεφανούμενος· ἐθλίβετο ταῖς μάστιξι πειρώμενος, ἐπλατύνετο ὡς σῖτος ὥριμος εἰς τὰς ἐν οὐρανῷ ἀποθήκας συγκομιζόμενος· ἐθλίβετο ὡς πηλὸς πατούμενος, ἐπλατύνετο οὐρανὸς γινόμενος· ἐθλίβετο ὡς ἄργυρος χωνευόμενος, ἐπλατύνετο κειμήλιον τῷ θεῷ προσφερόμενος. 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Ἔλεγε καὶ ὁ λῃστὴς ὁ ἐπὶ τοῦ σταυροῦ θλιβόμενος καὶ μετάρσιος ἐν παραδείσῳ γινόμενος· 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Ὁ τῶν παροδιτῶν φονεύς, τοῦ παραδείσου νομεύς· ὁ ἐπὶ γῆς κατάδικος, τῶν οὐρανίων κάτοικος· ὁ κάτω προσηλούμενος, ἄνω πολιτογραφούμενος· ὁ τοῦ τυράννου ὀπαδός, τοῦ βασιλέως ἀκόλουθος· ὁ τοῦ πυρὸς ἄξιος, βασιλείας μέτοχος. 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Ἀπὸ τοῦ λῃστοῦ καὶ τοῦ σταυροῦ ἡ σωτηρία ἤρξατο. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος ἀπὸ τοῦ ξύλου γευσάμενος ὡς λῃστὴς τοῦ παραδείσου ἐξεβλήθη, πρῶτος λῃστὴς ἐπὶ ξύλου πιστεύσας εἰς τὸν παράδεισον εἰσήγετο. Ἀπὸ τοῦ ξύλου ἡ ἁμαρτία ἤρξατο καὶ ἀπὸ τοῦ ξύλου ἡ σωτηρία ἤνθησε. Καὶ διὰ τί ὁ Χριστὸς σταυρούμενος τὸν λῃστὴν πολίτην οὐρανοῦ ἐποίησε;

Πρῶτον, ἵνα μάθῃ ὁ κόσμος καὶ πάντες ἄνθρωποι ὅτι, ἐὰν αὐτὸν ἐσταυρωμένον, ὡς ὁ λῃστής, κύριον καὶ βασιλέα ὁμολογήσωσι, τῆς ὁμοίας τιμῆς ἀπολαύσουσι. Δεύτερον δέ, ἵνα πάντες θεασάμενοι ὅτι ὁ Χριστὸς τῷ λῃστῇ τὰς ἁμαρτίας ἐπὶ τοῦ σταυροῦ συνεχώρησε, πιστεύσωσιν ὅτι καὶ τὸ οἰκουμενικὸν χειρόγραφον ἐπὶ σταυροῦ ἐξήλειψεν. Ὥσπερ γὰρ γεωργὸς μίαν ἐγκεντρίσας καλλιέλαιον, καὶ εὐθαλῆ καὶ εὔκαρπον ἀποδείξας, ἀπὸ τῆς μιᾶς καὶ τὰς ἄλλας ἐμπιστεύεται, οὕτω καὶ ὁ Χριστὸς τὸν λῃστὴν ὡς ἀγριέλαιον εἰς καλλιέλαιον ἐνεκέντρισε καὶ ἐπιστεύθη ὅτι καὶ πάντα τὰ ἔθνη ἐγκεντρίσαι καὶ μεταφυτεῦσαι εἰς τὸν παράδεισον δύναται. Ὁ γὰρ τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου ἐκβαλὼν ὡς ἄκανθαν, αὐτὸς τὸν λῃστὴν ὡς ῥόδον εἰς τὸν παράδεισον μετεφύτευσεν. Ὅθεν ἐκεῖ, ὡς ἐν μοναστηρίῳ ἀσκητὴς διάγων, ψάλλει· 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Ἐθλίβετο δὲ ὁ λῃστής, οὐχ ὅτι αὐτὸς τῷ ξύλῳ προσήλωτο, ἀλλ᾽ ὅτι ὁ υἱὸς τοῦ θεοῦ μετὰ λῃστῶν ἐσταύρωτο Ὅθεν ἔλεγε· 〈Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.〉 Ἁρμοστέον δὲ χαριεντῶς καὶ τὰ ἑξῆς ῥήματα τῷ λῃστῇ. Ἔλεγεν ἐπὶ τοῦ σταυροῦ τῷ Χριστῷ προσευχόμενος ὡς θεῷ· 〈Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Οἰκτείρησόν με,〉 συγχωρῶν μοι τὰ τῆς λῃστείας παραπτώματα.

Ὡς δικαστήν σε ὁρῶ ἐπὶ βῆμα ὑψηλόν, τὸν σταυρόν· ὡς κατάδικος ἐγὼ ἐπὶ ξύλου κρέμαμαι· 〈Οἰκτείρησόν με.〉 Εἶπον· 〈Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Εἰσάκουσον τῆς προσευχῆς μου.〉 Εἶτα, ὡς ἐθεάσατο τὴν κτίσιν τῷ κτίστῃ συμπάσχουσαν καὶ τὸν κόσμον ὡς ἕνα οἶκον σειόμενον—θεμελίου γὰρ πάσχοντος ὁ οἶκος συνέπασχεν, 〈ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα,〉 καὶ τοῦ οἰκοδόμου κρεμαμένου τὸ ἔργον ἐλύετο—ἐπεὶ οὐρανὸς καὶ ἡ γῆ κατὰ τῶν κυριοκτόνων ἐστασίαζον, οἱ δὲ οὐ κατηνύγησαν, ἐπιτιμᾷ αὐτοῖς ὁ λῃστής· 〈Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;〉 Ἔστω· Λάζαρον τὸν τετραήμερον ἀπὸ τοῦ τάφου τρέχοντα ἰδόντες οὐκ ἐπιστεύσατε. Κἂν 〈...〉, νῦν γοῦν προσκυνήσατε τοῦ σταυρωθέντος τὴν δύναμιν 〈...〉 ὅτι τὰ μνημεῖα νῦν ἠνοίγησαν καὶ νεκροὶ πολυήμεροι τῆς φωνῆς τοῦ σταυρωθέντος ἀκούσαντες ἀνέστησαν. Νεκροὺς ὁ σεισμὸς ἀνέστησε, καὶ ὑμεῖς τῇ ἀπιστίᾳ καθεύδετε. 〈Ἕως πότε βαρυκάρδιοι;〉 Πέτραι ὡς ἀράχναι σχίζονται, καὶ ὑμεῖς τῷ φόβῳ οὐ περισχίζεσθε; 〈Ἕως πότε βαρυκάρδιοι;〉 Καὶ διὰ τί βαρυκάρδιοι; Τοῦτο μέν, διὰ τὸ μὴ κατανυγῆναι τοῖς θαύμασι· τοῦτο δέ, διὰ τὸ ἐξ ἀφροσύνης βαρέως κατὰ τοῦ Χριστοῦ ὀργίζεσθαι. Μάρτυς ἡ γραφὴ εἰποῦσα· 〈Βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.

Βαρὺ λίθος,〉 ἀλλὰ τῇ πολυχειρίᾳ μετάγεται καὶ ὡς πτερὸν ἐν ἀέρι κρέμαται. 〈Δυσβάστακτον ἄμμος,〉 ἀλλ᾽ ὑπὸ θαλάσσης ἐν σανίδι βαστάζεται. 〈Ὀργὴ δὲ ἄφρονος,〉 τοῦ Ἑβραίων λαοῦ. 〈Βαρυτέρα ἀμφοτέρων,〉 ὅτι οὔτε νουθεσίᾳ θέλγεται, ἀλλὰ καὶ θαύματα βλέπων ὀργίζεται. 〈Ἵνα τί ἀγαπᾶτε ματαιότητα,〉 τὸν Βαραββᾶν τοῦ Χριστοῦ προτιμήσαντες, τὸν φονέα ὑπὲρ τὸν ζωοποιόν; 〈Ἵνα τί ἀγαπᾶτε ματαιότητα,〉 τὴν βασιλείαν τοῦ Καίσαρος τῆς βασιλείας τῶν οὐρανῶν προκρίναντες, τὴν ἁμαρτίαν τὴν ἄμμου παραλίας βαρυτέραν ὑπὲρ τὴν δικαιοσύνην, τὰ πρόσκαιρα ὑπὲρ τὰ αἰώνια, τὴν φθορὰν ὑπὲρ τὴν ἀφθαρσίαν; Τὴν ζῶσαν πηγὴν κατελείψατε, ἧς τὸ νᾶμα τὴν Σαμαρείτην ἄδιψον ἐποίησε, καὶ 〈λάκκους συντετριμμένους〉 ὠρύξατε. 〈Ἵνα τί ἀγαπᾶτε ματαιότητα;〉 Τῷ προδότῃ μαθητῇ ἐμαθητεύσατε καὶ τῷ διδασκάλῳ ἐπεβουλεύσατε. 〈Ἵνα τί ἀγαπᾶτε ματαιότητα;〉 Ἐπὶ τούτοις καὶ 〈ζητεῖτε ψεῦδος,〉 τὴν ἀλήθειαν ἀποστρεφόμενοι. Καὶ πότε τὸ ψεῦδος ἐζήτησαν; Ὅτε ψευδομάρτυρας ἀγοραστοὺς κατὰ τοῦ κυρίου ἔστησαν, ὅτε τοὺς συκοφάντας ἐμισθώσαντο.

Μάρτυς ὁ εὐαγγελιστὴς Μάρκος· 〈Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ. Καὶ ζητεῖτε ψεῦδος. Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρον διδόναι.〉 Καὶ πῶς ἐκώλυσεν ὁ εἰπών· 〈Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι; Καὶ ζητεῖτε ψεῦδος. Ἀνασείει τὸν λαὸν διδάσκων. Καὶ ζητεῖτε ψεῦδος. Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.〉 Καὶ τί ἐκακοποίησεν; Ὅτι νόσους ἐδίωξεν; Ὅτι δαίμονας ἐφυγάδευσεν; Ὅτι νεκροὺς ἤγειρεν; Ὅτι ἐκ πέντε ἄρτων ἰσαρίθμους χιλιάδας ἔθρεψεν; Ἔτι ἡ τροφὴ ἐν τῷ λάρυγγι, καὶ τὸ ψεῦδος ἐν τῷ στόματι. 〈Καὶ ζητεῖτε ψεῦδος.〉 Φύγωμεν, ἀδελφοί, τὸ ψεῦδος ὡς μάχαιραν ψυχῆς· 〈Στόμα γάρ,〉 φησίν, 〈καταψευδόμενον ἀναιρεῖ ψυχήν,〉 οὐ τὴν τοῦ συκοφαντουμένου, ἀλλὰ τὴν τοῦ ψευδομένου. Οὐχ οὕτως ὁ βάρβαρος ἀπὸ τῆς κόμης καὶ ὁ στρατιώτης ἀπὸ τῆς χλανίδος ὡς ὁ Χριστιανὸς ἀπὸ τοῦ μὴ ψεύδεσθαι γνωρίζεται. Καὶ καθάπερ ἐν τοῖς πολέμοις ἀπὸ τοῦ συνθήματος οἱ φίλοι καὶ οἱ ἐχθροὶ δοκιμάζονται, οὕτω καὶ ἐν τῷ πολέμῳ τῶν ἀνθρωπίνων πραγμάτων οἱ φίλοι τοῦ θεοῦ ἀπὸ τοῦ ἀληθεύειν καὶ μὴ ψεύδεσθαι γνωρίζονται, οἱ δὲ ψευδόμενοι ὡς ἰδίᾳ μαχαίρᾳ τῇ γλώσσῃ φονεύονται. Στόμα οὐκ εἰδὸς ὀμνύειν ἢ ψεύδεσθαι ταχέως τὸν θεὸν ἐν προσευχαῖς δυσωπεῖ.

Εἰ γὰρ ἡμεῖς οἰκέτην ἢ φίλον μὴ ψευδόμενον αἰδούμεθα καὶ ὑπὲρ ὧν παρακαλεῖ παθόμεθα, πολλῷ μᾶλλον ὁ θεός, τὸν μὴ ψευδόμενον δυσωπούμενος, παρέχει αὐτῷ τὰ ὠφέλιμα· καθαρὰν γὰρ ὁρῶν καὶ ἄσπιλον τὴν γλῶσσαν τὴν ἀληθεύουσαν, τὰ ῥήματα ταύτης δέχεται ὡς ἐπὶ δίσκου ξένια. Οὕτω κακὸν τὸ ψεύδεσθαι ὅτι καὶ αὐτοὶ οἱ ψεῦσται μισοῦσι τὸν ψευδόμενον.

Καθάπερ ἀπὸ οἰκίας ἐμπυρισμόν, οὕτω τὸ ψεῦδος ἀπὸ τοῦ στόματος ἀπόρριψον· ὡς φλόγα ἐν κοιτῶνι, οὕτω τὴν ἐπιορκίαν ἐν τῇ γλώσσῃ κατάσβεσον. Ὁ τῆς οἰκίας ἐμπυρισμὸς ὕλην 〈μόνον καταδαπανᾷ· τὸ ψεῦδος ψυχὴν〉 καὶ σῶμα ἐν γεέννῃ δαπανᾷ. Ἐὰν εἴπω· Μὴ ὑβρίσῃς, προβάλλῃ μοι τὸν θυμόν. Ἐὰν εἴπω· Δὸς χρήματα πένησι, πενίαν καὶ παιδοτροφίαν ἐννοεῖς. Τὸ μὴ ὀμόσαι ἢ μὴ ψεύσασθαι οὐκ ἔστι χρήματα ἐκ βαλαντίου δαπανώμενα.

Καὶ ἵνα τί οὐ κατορθοῦμεν δικαιοσύνην ἀδάπανον; Οὐχ οὕτω πρέπει τῷ βασιλεῖ ἡ πορφύρα καὶ τὸ διάδημα ὡς τῷ Χριστιανῷ τὸ μὴ ψεύδεσθαι. Διὰ τοῦτο αὐτὸν αἰδοῦνται καὶ συγγενεῖς καὶ φίλοι καὶ γείτονες καὶ συναλλάκται· διὰ τοῦτο αὐτὸν φοβοῦνται οἱ δαίμονες καὶ φιλοῦσιν οἱ ἄγγελοι καὶ χαίροντες αὐτῷ τὰς πύλας τῆς βασιλείας τῶν οὐρανῶν ἀνοίγουσιν ...

In Psalmum V Homilia I Εἰς τὸν πέμπτον ψαλμόν· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.〉 Οἱ τὸ μακάριον τέλος τῆς ζωῆς ἐκδεχόμενοι καὶ κληρονόμοι τοῦ θεοῦ γενέσθαι βουλόμενοι, τὰ τῆς κληρονομίας δίκαια, ὡς ἐν διαθήκῃ τῇ προκειμένῃ ψαλμῳδίᾳ, δεῦτε, κοινῶς ἐρευνήσωμεν. 〈Εἰς τὸ τέλος〉 γὰρ, 〈ὑπὲρ τῆς κληρονομούσης〉 ἐπιγέγραπται ὁ προκείμενος ἡμῖν ψαλμός. Καὶ τίς αὕτη; Ἡ ἐκκλησία. Καὶ διὰ τί οὐκ εἶπεν· ὑπὲρ τῆς κληρονόμου; Ὅτι ἀεὶ κληρονομεῖ. Καὶ πολλὰ ὡς βασίλισσα κληρονομεῖ, τὰς ψυχὰς τῶν πιστῶν, πατριάρχας, προφήτας, Χριστόν, οὐρανόν. Τὸ δὲ ὑπὲρ αὐτῆς εἰπεῖν, ἢ συνηγόρου ἐστὶν ἢ προσευχομένου. Ὥσπερ γὰρ ἐν τοῖς γραμματείοις καὶ τοῖς προικῴοις καὶ ταῖς διαθήκαις ἄνω μὲν γράφεται πᾶσα ἡ διήγησις, εἰς τὸ τέλος δὲ τοῦ συγγράμματος αὐτὸς ὑπογράφει ὁ κύριος τοῦ πράγματος, καὶ οὐδὲν ὄφελος ὅλῳ τῷ χάρτῃ καὶ τῷ γραμματείῳ, ἐὰν μὴ ὁ κύριος τοῦ πράγματος εἰς τὸ τέλος ὑπογράψῃ· οὕτως, ἐπειδὴ καθάπερ διὰ συμβολαιογράφων τῶν προφητῶν προεγράφετο ἡ τοῦ Χριστοῦ διαθήκη—καὶ μάρτυς αὐτὸς εἰπών· 〈Λάβε τόμον χάρτου〉—καὶ πολλὰς τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ ὡς κληρονόμῳ τὰς δωρεὰς ὁ Χριστὸς προέγραψεν, εἰς τὸ τέλος τοῦ θανάτου τὴν διαθήκην ἐβεβαίωσε.

Καὶ ὅτι διαθήκην ὑπηγόρευσε λέγει· 〈Διαθήκην διεθέμην τοῖς ἐκλεκτοῖς μου.〉 Καὶ διὰ μὲν τοῦ Ὠσηὲ ἔλεγεν αὐτῇ· 〈Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα.〉 Πότε; Ὅτε Παῦλος ἔγραφεν· 〈Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν.〉 Διὰ δὲ τοῦ Ζαχαρίου· 〈Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον.〉 Πότε; 〈Εἰς τὸ τέλος.〉 Διὰ δὲ τοῦ Ἠσαΐου· 〈Πλοῦτον ἐθνῶν θαλάσσης.〉 Πότε; 〈Εἰς τὸ τέλος.〉 Καὶ διὰ τοῦ Ἰεζεκιήλ· 〈Πάντα τὰ ἐκλεκτὰ τοῦ Λιβάνου δέδωκα αὐτῇ.〉 Πότε; 〈Εἰς τὸ τέλος.〉 Αὗται πᾶσαι αἱ ἔγγραπτοι δωρεαὶ ἄκυροι ἔμενον ἕως ὅτου αὐτὸς ὁ δεσπότης 〈εἰς τὸ τέλος〉 ὑπέγραψε καὶ ἐβεβαίωσε τὰς ἐπαγγελίας.

Διὰ τοῦτο, ἵνα ὁ Χριστὸς παραγένηται εἰς τὸν κόσμον καὶ αὐτὸς διὰ εὐαγγελίου ὑπογράψῃ καὶ πληρώσῃ τὰς διὰ τῶν προφητῶν ἐπαγγελίας τῇ κληρονόμῳ, 〈εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης,〉 οἱ προφῆται προσευχόμενοι. Καὶ γὰρ οἱ προφῆται διὰ τοῦτο προσηύχοντο, ὡς ἔλεγεν αὐτὸς ὁ κύριος· 〈Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι.〉 Πλήρωμα οὖν νόμου Χριστὸς εἰς δικαιοσύνην. Καὶ ἐπιστολὴν πολλοὶ πρὸ τῆς ἀρχῆς εἰς τὸ τέλος τῆς ὑπογραφῆς κατανοοῦσιν. Ἡ εἰς τὸ τέλος ὑπογραφὴ ὑπὲρ τίνος; 〈Ὑπὲρ τῆς κληρονομούσης.〉 Ὅθεν, ἐπειδὴ ἔδει εἰς τὸ τέλος ὑπογράψαι, ὅτε ἤμελλε πάσχειν, 〈κάλαμον ἐν τῇ δεξιᾷ〉 λαμβάνει, σύμβολον τοῦ ὑπογράψαι, καὶ πορφύραν ἐνεδύσατο, ἵνα δείξῃ τῇ κληρονόμῳ ὅτι βασιλεύς ἐστι καὶ οὐκ ἰδιώτης ὁ ὑπογράφων. Καὶ ὁ τίτλος ἀντὶ τοῦ χάρτου ἐπὶ τῷ σταυρῷ προετίθετο, καὶ μετὰ τοῦ λῃστοῦ τῇ λελῃστευμένῃ λέγει ὡς κληρονόμῳ· Θέλεις σοι, ὦ ἐκκλησία, τὴν ὑπογραφὴν παραναγινώσκω; 〈Ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.〉 Σήμερον γὰρ ἀποθνῄσκω καὶ εἰς νομὰς εἰσέρχῃ τῆς κληρονομίας.

Ὥσπερ τὸν σταυρὸν αἰσχύνην ὄντα δόξαν ἔδειξεν—〈Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου〉—οὕτω τὰ λοιπὰ τῷ καλάμῳ ἔγραψεν ἄφεσιν καὶ ἀπόφασιν. 〈Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυίδ·〉 προφητεία πράξεως τῆς ἐπὶ τῇ τελευτῇ τοῦ Χριστοῦ, ὅτε ἀποθανὼν ὁ Χριστὸς ὅπλον ἡμῖν καὶ στέφανον κατέλιπε τὸν σταυρόν. Διὸ ἔλεγεν εἰς τὸ τέλος τοῦ ψαλμοῦ· 〈Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς,〉 τὴν σφραγῖδα τοῦ σταυροῦ εἰς τὸ μέτωπον διδούς. Ὅπλον γὰρ καὶ στέφανος ὁ σταυρός· ὅπλον διὰ τοὺς πολεμοῦντας, στέφανος διὰ τοὺς νικῶντας· ὅπλον διὰ τοὺς ὡς στρατιώτας συγκακοπαθοῦντας, στέφανος διὰ τοὺς συμβασιλεύοντας. Ἐπειδὴ οὖν καλὴ ἡ κληρονομία, οὐρανῶν γὰρ ἦν βασιλεία, καλὴ δὲ καὶ ἡ κληρονομοῦσα, ἡ ἐξ ἐθνῶν γὰρ ἦν ἐκκλησία—〈Ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί〉—διὰ τοῦτο λέγει· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Ἀλλ᾽ ὁ Ἰουδαῖος τὸν 〈ὑπὲρ τῆς κληρονομούσης〉 οἰκειοῦται ψαλμὸν λέγων· Ἐμοὶ ἔθετο ὁ θεὸς τὰς διαθήκας. Μὴ γὰρ ὁ διαθέμενος δοῦλος τῆς ἑαυτοῦ ἐστι διαθήκης; Ἐὰν ἀχαριστήσῃ τις ἐν τοῖς ἑαυτοῦ κληρονόμοις, ἀλλάσσει τὴν ἑαυτοῦ διαθήκην καὶ τοὺς κληρονόμους ἀκυροῖ.

Καὶ ὅτι ἀχαριστῶν τοῖς Ἰουδαίοις ἤλλαξε τὴν πρώτην διαθήκην καὶ ἄλλην καινὴν ἔγραψε, λέγει διὰ Ἱερεμίου τοῦ προφήτου· 〈Ἰδοὺ ἐγὼ διατίθεμαι τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινήν〉—Ἀλλ᾽ 〈οὐ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ— οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐξελθόντων αὐτῶν ἐξ Αἰγύπτου.〉 Καὶ ἐπάγει· 〈Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος.〉 Εἰ ἐν τοῖς ἠμελημένοις εἶ, οὐκ εἶ κληρονόμος, ἀλλ᾽ ἀποκληρονόμος. Ἴδωμεν οὖν τίνα λέγει ὁ διατιθέμενος περὶ τοῦ κληρονόμου· Βούλομαι καὶ κελεύω τόνδε τὸν εὐαρεστήσαντά μοι ἐν πᾶσι κληρονόμον μου εἶναι, κἂν ξένος εἴη. Εἰ δὲ υἱοὺς ἔχει λυπήσαντας, ἐγγράφως μὲν τὰς κατ᾽ αὐτῶν αἰτίας ἐκτίθεται, ποιεῖ δὲ αὐτοὺς ἀποκληρονόμους. Ἐνεχθήτω, ὦ Ἰουδαῖε, ἡ διαθήκη. Σὺ ταύτην ἔλαβες οὐχ ὡς σὴν διαθήκην, ἀλλ᾽ ὡς παραθήκην.

Οὐδέποτε γὰρ κληρονόμος διαθήκην λαμβάνει ζῶντος τοῦ διατιθεμένου. Ἐὰν γὰρ λάβῃ, ὕποπτον ποιεῖ τὴν διαθήκην καὶ ἀντιλέγεται ὑπὸ τῶν ἀποκληρονόμων. Ἐπεὶ οὖν σὺ ὡς χαρτοφύλαξ ἔλαβες τὴν διαθήκην, προένεγκε ταύτην. Ἴδωμεν τί λέγει περὶ ὑμῶν ἐπὶ τῶν μαρτύρων ὁ διαθέμενος· 〈Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.〉 Καὶ ἵνα μὴ περὶ ἄλλου νομίσῃς ταῦτα λέγεσθαι, ἐπάγει· 〈Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκε.〉 Μὴ σὺ ὁ κληρονόμος; Περὶ δὲ τῶν ἐθνῶν οἵας εὐχαριστίας γράφει; 〈Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι.〉 Περὶ ὑμῶν λέγει· 〈Δι᾽ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.〉 Περὶ δὲ τῶν ἐθνῶν· 〈Διότι ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι.〉 Περὶ δὲ τοῦ λαοῦ καὶ τῆς συναγωγῆς λέγει· 〈Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου.〉 Καὶ διὰ τί ἀφῆκας τὴν κληρονομίαν σου;

Ἐπειδὴ ἐγένετο ἡ 〈κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ.〉 Τί γὰρ ἐποίησεν; 〈Ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν φωνὴν αὐτῆς.〉 Τί λέγουσα; 〈Ἆρον, ἆρον, σταύρωσον αὐτόν.〉 Περὶ δὲ τῶν ἐθνῶν· 〈Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.〉 Διὰ τοῦτο τὸ βιβλίον Ἠσαΐου λαβὼν ἀνέγνω ὡς διαθήκην· αὐτὸς γὰρ ἔλαβε τόμον καὶ ἀναγνοὺς ὑπέγραψε· 〈Σήμερον ἡ γραφὴ αὕτη πεπλήρωται.〉 Εἰπὲ γάρ, ὦ Ἰουδαῖε, μὴ εἰς τὴν ἀρχὴν 〈ὑπὲρ τῆς κληρονομούσης,〉 οὐχὶ δὲ 〈εἰς τὸ τέλος;〉 Ἴδωμεν· σὺ εἰς τὸ τέλος τί ἐκληρονόμησας;

Οὐχὶ ἀπεβλήθης τῆς πόλεως; Οὐκ ἀπώλεσας τὸν ναόν; Οὐ διεσπάρης πανταχῇ; Οὐ Ῥωμαίοις δουλεύεις; Οὐχί, ἀφ᾽ οὗ κατὰ τοῦ πρώτου κληρονόμου τὰς χεῖρας ἥπλωσας, ἀπεβλήθης τῆς κληρονομίας; Σὺ ἐν τῇ ἀρχῇ ἐκληρονόμησας τὴν ἀλλοτρίαν· 〈Τῷ πατάξαντι βασιλεῖς κραταιοὺς καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ τῷ δούλῳ αὐτοῦ.〉 Τὰ ἔθνη εἰς τὸ τέλος ἐκληρονόμησαν οὐρανῶν βασιλείαν. 〈Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡ τοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.〉 Σὺ θυγάτηρ Βαβυλῶνος ἤκουσας· 〈Θύγατερ Βαβυλῶνος ἡ ταλαίπωρος.〉 Καὶ ἡ ἐθνικὴ ἀντί σου θυγάτηρ τοῦ θεοῦ ἐγένετο· 〈Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου.

Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Τὰ ῥήματά μου·〉 τὰ καθαρὰ καὶ ἀθόλωτα, τὰ ἄδολα καὶ ἀληθῆ καὶ ἅγια, τὰ βλασφημίας ἄγευστα καὶ βαττολογίας ἀμέτοχα, τὰ τῆς σῆς φιλανθρωπίας ἄξια. 〈Τὰ ῥήματά μου·〉 τὰ ὑπὲρ πᾶσαν ἀνθρωπίνην διάνοιαν, τὰ πάσης γλώσσης ἀγγέλων ἀνώτερα, τὰ πάσης πρεσβείας ἁγίων ἰσχυρότερα, τὰ πάσης προσευχῆς δικαίων τιμιώτερα, τὰ ἡλίου λαμπρότερα, τὰ θυμιάματος προσηνέστερα, τὰ μέλιτος τοῖς πιστοῖς γλυκύτερα. 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Καὶ διὰ τί μὴ εἶπε τὸν λόγον μου, ἀλλὰ 〈τὰ ῥήματά μου;〉 Ὅτι ὁ μὲν λόγος πολλὰ ὑφ᾽ ἑαυτὸν περιλαμβάνει ῥήματα, τὰ δὲ ῥήματα μέρη ἐστὶ λόγου, ὡς μέλη σώματος· καὶ ὁ μὲν λόγος πολλῶν ῥημάτων ἐστὶ σωρεία τις καὶ σύνοψις, τὰ δὲ ῥήματα ψεκάδες εἰσὶ τοῦ λόγου καὶ γεύματα. Καὶ ὥσπερ πολλαὶ μὲν ψεκάδες ὑετὸν ἀπαρτίζουσιν, οὐκέτι δὲ ὁ ὑετὸς ψεκάδι παρεικάζεται, οὕτω τὰ πολλὰ μὲν ῥήματα τὸν λόγον συμπληροῦσιν, ὁ δὲ λόγος εἰς ὀνόματα καὶ ῥήματα τέμνεται. Καὶ τὰ μὲν ῥήματα καὶ λόγοι λέγονται, οὐ μὴν μέρη ῥήματος λόγοι. Ὁ οὖν προφήτης, εἰς τὴν κατὰ μέρος τῶν αὑτοῦ λόγων ἐξέτασιν παρακαλῶν ἐπινεῦσαι τὸν θεὸν καὶ πᾶσαν αὑτοῦ λέξιν ἀκριβῶς ἀναγνῶναι καὶ πρὸς τὰ ἀναγινωσκόμενα δοῦναι τὰ αἰτούμενα, οὐκ εἶπε· Τὸν λόγον μου ἐνώτισαι, ἀλλά· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε,〉 ἀντὶ τοῦ· Ἑκάστην λέξιν τῆς προσευχῆς μου ἀκριβῶς ἀνάγνωθι.

Μὴ προσχῇς ὑφ᾽ ἓν τῷ χάρτῃ. Οὐ γὰρ μίαν αἴτησιν περιέχει μου ἡ δέησις. Ἐπειδὴ δὲ ἑκάστη λέξις ἰδίαν ἔχει παράκλησιν, πλούσιος γὰρ καὶ δυνατὸς ὁ παρακαλούμενος, 〈τὰ ῥήματά μου ἐνώτισαι, κύριε.〉 Καὶ ὥσπερ ἡμεῖς ἐντυχίαν τῷ δικαστῇ ἀναπτύξαντες, ἐὰν ἐν τῷ χάρτῃ πολλὰ ἐμφέρεται τὰ κεφάλαια, παρακαλοῦμεν αὐτόν· Κἀμοῦ, δέσποτα, πρὸς λέξιν τὸν χάρτην ἀνάγνωθι· πολλά ἐστι τὰ ζητούμενα, μὴ ὡς ἓν διήγημα νομίσῃς τὸ σύγγραμμα· οὕτως ὁ προφήτης, εἰς τὴν κατὰ μέρος τῶν ζητουμένων αὐτῷ ἐξέτασιν ἐπινεῦσαι τὸν θεὸν παρακαλῶν, φησί· 〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Σύνες τῆς κραυγῆς μου.〉 Ὢ τῆς τοῦ προφήτου παρρησίας· ὢ τῆς τοῦ θεοῦ φιλανθρωπίας. 〈Τὸ σύνες〉 ἀντὶ τοῦ νόησον· 〈Σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ· καὶ μωροί, ποτὲ φρονήσατε.〉 Καὶ ἡμεῖς μὲν σοφῷ ἀνδρὶ λαλοῦντες, οὐ τολμῶμεν αὐτῷ εἰπεῖν· Νόησον ἃ λέγω, ἵνα μὴ ὡς ὀλίγωρος ἢ βραδύνους νομισθῇ· θεῷ δέ, τῷ καὶ πρὸ τοῦ αἰτῆσαι τὰς ἐνθυμήσεις εἰδότι, ὁ προφήτης ἔλεγε· 〈Σύνες,〉 νόησον.

Ἀλλ᾽ ὥσπερ τὸ 〈Ἐνώτισαι〉 εἰπὼν οὐ πάντως ὦτα αἰσθητὰ τὸν θεὸν ἔχειν ᾔδει, οὕτω καὶ τὸ εἰπεῖν τῷ θεῷ· 〈Σύνες,〉 οὐχ ὡς ἀναδιδασκομένῳ καὶ ἀγνοοῦντι ἐλάλει, ἀλλ᾽ ὡς ἀπορρήτως καὶ ὀξύτερον διανοίας εἰδότι τὰ αἰτήματα πρὸ τοῦ αἰτῆσαι. Ἢ καὶ ἐπειδὴ κατὰ διάνοιαν ὁ δίκαιος τῷ θεῷ ἐλάλει, καὶ ἦν αὐτῷ κραυγὴ ἡ σύντονος προσευχή, καὶ ἐλάλει μὴ λαλῶν καὶ ἔκραζεν ἄνευ φωνῆς —οὐδεὶς δὲ ἀνθρώπων νοεῖ ψυχῆς κραυγὴν ἀνεκλάλητον, εἰ μὴ θεὸς μόνος—διὰ τοῦτο τῷ μόνῳ ἀκούοντι τῶν μὴ λαλούντων ἔλεγε· 〈Σύνες τῆς κραυγῆς μου. Σὺ γάρ, φησί, μόνος ἐπίστασαι τὰς καρδίας τῶν ἀνθρώπων〉 [ἔλεγεν ὁ Σαλομών]. 〈Σύνες,〉 ἀντὶ τοῦ· Θέλησον τὰ κατ᾽ ἐμὲ γνῶναι. Τοῦτο γὰρ ἐπάγει τὸ εἰπεῖν· 〈Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.〉 Καὶ μὴν φωνῇ οὐ προσέχεται, ἀλλ᾽ ἀκούεται. Ἀλλὰ καὶ ἡ φωνή, ὅταν μὲν ἀγράφως προφέρηται, τότε ἀκοῆς χρῄζει· ὅταν δὲ ἡ φωνὴ ἐν χάρτῃ γραφῇ καὶ τῷ βασιλεῖ προσενεχθῇ, τότε, ὡς διὰ τῶν γραμμάτων λαλοῦσα, ὀφθαλμῶν χρείαν ἔχει.

Πολλάκις γὰρ μὴ λαλῶν ἀναγινώσκει ὁ ἄρχων, καὶ ὁρᾷ τὸν χάρτην ὡς ἱκέτην καὶ τὰς ἐγγράφους φωνὰς ὡς ἐλεεινὰς ἱκεσίας, καὶ τοὺς λόγους οὓς εἶχε διὰ τοῦ πυλῶνος τῆς ἀκοῆς εἰσαγαγεῖν τῇ διανοίᾳ, τούτους ὡς διὰ τιμιωτέρων θυρῶν τῶν ὀμμάτων εἰσάγει. 〈Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.〉 Ὡς ὁρᾷς ἀκούεις καὶ ὡς ἀκούεις βλέπεις· ἀνόργανον γὰρ καὶ ἀμερὲς καὶ ἀπλοῦν τὸ θεῖον. 〈Πρόσχες τῇ φωνῇ.〉 Καὶ ἐπειδὴ δεήσεως ἐμνήσθη, δέησιν δὲ ἔγγραφον οὐδεὶς ἀρχόντων ἐπιδέχεται, ἀλλὰ βασιλεὺς μόνον, διὰ τοῦτο καὶ τὴν ἀξίαν τοῦ ἱκετευομένου ὁμολογεῖ· 〈Ὁ βασιλεύς μου.〉 Βασιλεύεις γὰρ καὶ τοῦ συνηγόρου καὶ τῆς συνηγορουμένης. Βασιλέα δὲ καλέσας, ἵνα μὴ νομισθῇ ἄνθρωπον ἐπιβοᾶσθαι, τὸ κράτος καὶ τὴν ὕπαρξιν ὁμολογεῖ τοῦ βασιλέως· 〈Καὶ ὁ θεός μου.〉 Προλαμβάνει τὸν Θωμᾶν ἐν τῇ ὁμολογίᾳ τῆς ἀληθείας.

Ὥσπερ γὰρ ἐκεῖνος εἶπεν· 〈Ὁ κύριός μου καὶ ὁ θεός μου,〉 καὶ οὐκ ἠρκέσθη μόνῳ τῷ εἰπεῖν· 〈Ὁ κύριός μου,〉 ἐπειδὴ καὶ ἄνθρωπος τῆς προσηγορίας ταύτης ἠξιώθη—οὕτω γὰρ περὶ τοῦ Ἀβραὰμ ἔλεγεν ἡ Σάρρα· 〈Ὁ δὲ κύριός μου πρεσβύτερος.〉 Ὁμοίως δὲ καὶ ὁ Ἰακὼβ ἔλεγεν τῷ βεβήλῳ Ἠσαῦ· 〈Ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα.〉 Οὐδεὶς δὲ τῶν ἁγίων ἀνθρώπῳ εἶπεν· Ὁ θεὸς [ὁ ἄνω] μου—ἐπεὶ οὖν τό, 〈Ὁ κύριός μου,〉 καὶ ἀνθρώποις ἐλέχθη, οὐ μόνον ἁγίοις ἀλλὰ καὶ βεβήλοις, οὐδεὶς δὲ ἀνθρώπων παρά τινος τῶν ἁγίων ἤκουσεν· Ὁ θεός, ἵνα δείξῃ ὁ Θωμᾶς ὅτι τὸν Χριστὸν οὐχ ὡς ἄνθρωπον ἐκυριολόγει, ἀλλ᾽ ὡς θεὸν ὡμολόγει, οὐκ εἶπεν ἁπλῶς· 〈Ὁ κύριός μου,〉 ἀλλά· 〈Ὁ κύριός μου καὶ ὁ θεός μου· Ὁ κύριός μου,〉 ὡς ἀγοράσας με τῷ ἰδίῳ αἵματι, πραθέντα τῇ ἁμαρτίᾳ· 〈Ὁ θεός μου,〉 ὡς ἄφεσιν ἁμαρτιῶν μοι χαρισάμενος. Οὐδεὶς γὰρ δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός. 〈Ὁ κύριός μου καὶ ὁ θεός μου,〉 ἀντὶ τοῦ· Ὁ δεσπότης μου καὶ ὁ δημιουργός μου. Τὸ γὰρ δεσπόζειν πολλῶν ἐστι· τὸ δὲ δημιουργεῖν μόνου θεοῦ. Τοῦτο τοίνυν πρὸ τοῦ Θωμᾶ ὡμολόγησε καὶ ὁ προφήτης.

Βασιλέα γὰρ τὸν παρακαλούμενον εἰπών, ἵνα μὴ νομισθῇ ἄνθρωπον θεραπεύειν, ἀλλὰ πιστευθῇ θεὸν ἱκετεύειν, διὰ τοῦτό φησιν· 〈Ὁ βασιλεύς μου καὶ ὁ θεός μου.〉 Οὐ βασιλεύομαι ὑπὸ ἁμαρτίας· 〈Ὁ βασιλεύς μου.〉 Θεὸν οὐκ ἔχω τὴν κοιλίαν, ἀλλὰ τὴν σὴν ἀξίαν· 〈Καὶ ὁ θεός μου.〉 Οὐ νῦν δέ, οὐδὲ πρὸς ὀλίγον, οὐδὲ ἐν ἀνάγκῃ μόνῃ, ἀλλὰ καὶ ἀεὶ καὶ χωρὶς ἀνάγκης σοι προσελεύσομαι· 〈Ὅτι πρὸς σὲ προσεύξομαι, κύριε.〉 Καὶ οὐκ εἶπεν· Ἐνώπιόν σου προσεύξομαι, ἀλλά· 〈Πρὸς σέ,〉 ἵνα τὴν πρὸς θεὸν ἐγγύτητα δείξῃ. 〈Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου.〉 Τί λέγεις, προφῆτα; Μεσημβρίας γὰρ οὐκ εἰσακούει; Ἑσπέρας δὲ ἢ ἐν νυκτὶ οὐκ ἐπινεύει; Καὶ πῶς ἐν ἄλλοις ἔλεγες· 〈Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου;〉 Ἀλλ᾽ ὅταν, φησί, τὰς ὑπὲρ ἐμαυτοῦ ἢ ὑπὲρ τῶν συνόντων πρεσβείας προσφέρω, τότε κατὰ πᾶσαν ὥραν τὸν θεὸν ἱκετεύω· 〈Εὐλογήσω〉 γὰρ 〈τὸν κύριον ἐν παντὶ καιρῷ.〉 Ἐπειδὴ δὲ νῦν ὑπὲρ τῆς κληρονομούσης τῆς ἐξ ἐθνῶν ἐκκλησίας πρεσβεύω, τότε δὲ εἰσάγεται εἰς τὴν κληρονομίαν ὅταν ὁ τοῦ πατρὸς κληρονόμος τὸ πρωῒ ἀναστῇ καὶ συγκληρονόμον αὐτὴν ἀναδείξῃ, διὰ τοῦτο τὴν ἐν τῇ πρωΐᾳ τῇ ἐκκλησίᾳ αἰτούμενος ἐπαγγελίαν λέγω· 〈Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου,〉 ὅτε καὶ ἡ Μαρία, εἰς τύπον τῆς ἐκκλησίας ὀρθρίσασα, ὡς ἐπὶ θάλαμον τὸν τάφον ἐπιζητεῖ τὸν νυμφίον.

Τὸ πρωῒ δέ, καὶ τὴν ταχεῖαν τοῦ θεοῦ καὶ ἑτοιμοτάτην ἀντίληψιν ἔστι λαβεῖν· 〈Διώξομεν γὰρ τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ〉 ...