Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στον δεύτερο Ψαλμό
Ανάλυση της εξέγερσης των εθνών και εφαρμογή των ψαλμικών στίχων στο Πάθος, την Ανάσταση του Χριστού, και την ανασκευή της ειδωλολατρίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον δεύτερο Ψαλμό
Ανάλυση της εξέγερσης των εθνών και εφαρμογή των ψαλμικών στίχων στο Πάθος, την Ανάσταση του Χριστού, και την ανασκευή της ειδωλολατρίας.
In Psalmum II Εἰς τὸν δεύτερον ψαλμόν· 〈Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;〉 Ὥσπερ ὁ τοξεύων τὸν ἥλιον καὶ λιθάζων τὸν οὐρανὸν κενῷ καὶ ματαίῳ πράγματι ἐπιχειρεῖ, πᾶς δὲ βλέπων αὐτὸν ἢ στενάζει ἢ γελᾷ, στενάζει ὡς κατὰ ἁμαρτάνοντος, γελᾷ ὡς κατὰ μεθύοντος, ὅτι γῆ ὑπάρχων πολεμεῖ τὸν οὐρανόν, ὅτι ὁ πηλὸς τῷ πλάστῃ ἀντίκειται, ὅτι ὁ χόρτος πυρὶ ἀντιμάχεται, κατὰ τὸ 〈Πᾶσα σὰρξ χόρτος,〉 καὶ 〈Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον,〉 οὕτως ὁ μακάριος προφήτης, θεασάμενος τῷ πνεύματι Ἰουδαίους καὶ Ἕλληνας καὶ τὰ ἔθνη πολεμοῦντας τῷ Χριστῷ καὶ ὡς κατὰ ἀνθρώπου ὁπλιζομένους τοῦ ἑαυτῶν ποιητοῦ, ἔλεγε στενάζων διὰ τοῦ προκειμένου ψαλμοῦ· 〈Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό.〉 Κατὰ τίνος; Εἰπὲ ταχέως, ἵνα φοβηθῶσιν οἱ ἀκούσαντες. 〈Κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·〉 τὸ ποίημα κατὰ τοῦ ποιητοῦ, τὸ πλάσμα κατὰ τοῦ πλάστου, ὁ πηλὸς κατὰ τοῦ κεραμέως, ὁ χόρτος κατὰ τοῦ πυρός. Εἶδες πόλεμον τυφλῶν; Εἶδες μάχην ἄμικτον;
Ὥσπερ γὰρ ὁ τυφλὸς μιᾷ ῥάβδῳ μάχεται καὶ πλουσίῳ καὶ πένητι, δούλῳ καὶ ἐλευθέρῳ, καὶ ὀφθαλμὸν ὁδηγὸν οὐκ ἔχων τῇ δεξιᾷ σφάλλεται, οὕτω ποτὲ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ τὰ ἔθνη, ἀπιστίᾳ τυφλώττοντες, τοὺς προφήτας καὶ τὸν Χριστὸν ὁμοίως ἐπολέμησαν. 〈Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοί,〉 βασιλεῖς καὶ ἄρχοντες, ἅρμα κακίας ὑπὸ διαβόλου ἡνιοχούμενον; Ἐρωτᾷ δὲ ὁ προφήτης, οὐχ ἵνα παρ᾽ αὐτῶν μάθῃ, ἀλλ᾽ ἵνα ἐσφαλμένους ἐλέγξῃ ἢ ἀναιδευομένους πομπεύσῃ, ἢ ἵνα μὴ ἔχοντάς τι λαλῆσαι ἢ ἀποκριθῆναι ἐλέγξῃ ὡς κακοποιούς. Ὅτε γὰρ τὰ ἔθνη καὶ οἱ λαοί, βασιλεῖς τε καὶ ἄρχοντες, τὰ τέσσαρα τάγματα ταῦτα, τὸν τῶν τεσσάρων περάτων θεὸν ἐσταύρωσαν, ἐσταύρωσαν δὲ ὅτι ἠνέσχετο ὁ σταυρούμενος. Τοῦτο γὰρ σαφῶς ἡμᾶς ἐδίδαξαν οἱ ἀπόστολοι λέγοντες· 〈Δέσποτα, σὺ ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.〉 Εἶτα, τίνες οὗτοι, ἑρμηνεύοντες λέγουσι· 〈Συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι.〉 Ἃ οὖν οἱ ἀπόστολοι ἑρμήνευσαν πρόσωπα, ταῦτα ἄλλως ἑρμηνευθῆναι ἀδύνατον. Ἀλλά τις ἐρεῖ· Ναί, ἰδοὺ τὰ ἔθνη καὶ ὁ λαὸς Ἰσραὴλ φανεροῖ ὅτι, Χριστοῦ σταυρουμένου, Ἰουδαῖοι καὶ οἱ στρατιῶται καὶ ἡ κουστωδία συνέδραμον. Διὰ τί οὖν πληθυντικῶς εἰρημένου· 〈Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν,〉 οἱ ἀπόστολοι ἐπὶ ἕνα βασιλέα, τὸν Ἡρῴδην, καὶ ἐπὶ ἕνα ἄρχοντα, τὸν Πιλᾶτον, τὸ ῥητὸν ἥρμοσαν εἰπόντες· 〈Συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ἐν τῇ πόλει ταύτῃ Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος;〉 Μὴ Ἡρῴδης οἱ βασιλεῖς; Μὴ Πιλᾶτος οἱ ἄρχοντες;
Ἀλλ᾽ οὐκ ἐσφάλησαν οἱ ἀπόστολοι ἑρμηνεύσαντες οὕτω· μετὰ γὰρ τοῦ βασιλέως Ἡρῴδου καὶ τὸν βασιλεύοντα τῆς ἁμαρτίας διάβολον ὑπέδειξαν, καὶ μετὰ τοῦ ἄρχοντος Πιλάτου τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τῶν δαιμόνων ἐσήμαναν, περὶ ὧν ἔλεγεν ὁ ἀπόστολος· 〈Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι,〉 καὶ πάλιν· 〈Οὐ γὰρ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας.〉 Ἐπειδὴ γὰρ θεὸς ἐν σαρκὶ ἦν ὁ σταυρούμενος, καὶ ὁ ἀόρατος ἐν τῷ ὁρωμένῳ ὑβριζόμενος, οἱ δαίμονες μετὰ τῶν ἀνθρώπων καὶ οἱ ἄσαρκοι μετὰ τῶν σαρκικῶν κατ᾽ αὐτοῦ συνήχθησαν. Θέλεις ἰδεῖν βασιλεῖς καὶ ἄρχοντας συναχθέντας κατὰ τοῦ Χριστοῦ; Ὅτε ὁ Χριστὸς ἀνῆλθεν ἐν τῷ ὄρει πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, τότε ὁ ἀρχιδαίμων συνήγαγε 〈πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν ἐν στιγμῇ χρόνου.〉 Καὶ μετὰ πάντων ὤφθη, ἵνα μετὰ πάντων ἀφαντωθῇ· καὶ ἐπὶ πάντων ἐπάλαιεν, ἵνα ἐπὶ πάντων πέσῃ καὶ ἡττηθῇ. Ὡς ἐποίει ὃ οὐκ ᾔδει, καὶ ἔπαθεν ὃ ἠγνόει· καὶ ὁ ἔμπροσθεν προσκυνεῖσθαι ζητῶν ὀπίσω ἐρρίπτετο ἀκούων· Ὕπαγε 〈ὀπίσω μου, Σατανᾶ· γέγραπται γὰρ ὅτι 〈...〉 ἀπέστη ἀπ᾽ αὐτοῦ ὁ διάβολος ἄχρι καιροῦ,〉 τὸν καιρὸν τοῦ σταυροῦ ἐπιτηρῶν.
Ὅτε οὖν ὁ καιρὸς τοῦ πάθους ἔφθασε, τότε οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες, οἱ δαίμονες καὶ ὁ ἀρχέκακος μετὰ Ἡρῴδου καὶ Πιλάτου κατὰ τοῦ Χριστοῦ συνήχθησαν. 〈Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό.〉 Πότε; Ὅτε οἱ δισχίλιοι δαίμονες καὶ ὁ λεγεὼν εἰς ἕνα ἄνθρωπον εἰσελθόντες ᾤκησαν. Τὸ οὖν Ἵνα 〈τί ἐφρύαξαν ἔθνη,〉 ἀντὶ τοῦ· Διὰ τί ὑπερηφανίαν καὶ ὀφρύωσιν τὰ ἔθνη ἐφόρεσαν; Ποῖα 〈ἔθνη καὶ λαοί;〉 Καὶ πότε μάλιστα 〈ἐμελέτησαν κενά;〉 Ὅτε Ἰουδαῖοι καὶ τὰ ἔθνη, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος καὶ ἡ κουστωδία καὶ οἱ στρατιῶται, ὡς νεκρὸν ἐτήρουν τὸν Ἰησοῦν, τὸν ἐν νεκροῖς ἐλεύθερον. Ζῶντι ἐπολέμησαν καὶ ὑπὸ νεκροῦ ἡττήθησαν. 〈Ἵνα τί ἐφρύαξαν ἔθνη;〉 Ἵνα τί νεκρὸν τηρῆσαι οὐκ ἴσχυσαν, νεκρὸν λεγόμενον, θεὸν δὲ φαινόμενον, ὅτε τὸν λίθον ἐσφράγισαν καὶ τὴν πέτραν οὐκ ἐκράτησαν; 〈Ἵνα τί ἐφρύαξαν ἔθνη;〉 Τὴν θήκην ἠσφαλίσαντο καὶ τὴν ἐνθήκην οὐ κατέσχον. 〈Ἵνα τί ἐφρύαξαν ἔθνη;〉 Ὁ γὰρ θάνατος, τότε κρατῶν τὴν ἀνάστασιν, ἠτόνησε καὶ ὁ τάφος, παρακαταθήκην τὸ σῶμα λαβών, φοβηθεὶς ὅτι τὸν θησαυρὸν τοῦ πατρὸς ὑπεδέξατο, τὴν παρακαταθήκην μετὰ φόβου ἀπέδωκεν. 〈Ἵνα τί ἐφρύαξαν ἔθνη;〉 Καὶ στρατιῶται μὲν τὸν λίθον ὡς λίθοι ἐφύλαττον· ἄγγελοι δὲ τὸ μνημεῖον θεοῦ τάφον ἔδειξαν.
Ὥσπερ γὰρ ἰδιώτου τάφον στρατιῶται οὐ φυλάττουσιν, οὕτως ἀνθρώπου τάφον οὐ τηροῦσιν ἄγγελοι. Οὐδὲ γὰρ τὸν Χριστὸν ἐτήρουν τὸν ἤδη ἀναστάντα, ἀλλὰ διὰ τρία ταῦτα τῷ τάφῳ οἱ ἄγγελοι παρέμενον. Πρῶτον, ἵνα δείξωσιν ὅτι θεὸς ὁ ταφείς, ὡς οὐρανῷ τῷ τάφῳ παρέμενον. Δεύτερον, ἵνα τὴν ἀνάστασιν ταῖς γυναιξὶν εὐαγγελίσωνται λέγοντες· 〈Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη.〉 Εἰ γὰρ μὴ τοῦτο εἶπον ταῖς γυναιξὶν οἱ ἄγγελοι, εἶχον ἐκεῖναι ἀγνοοῦσαι θυμιᾶν τὸν τάφον τὸν μηδὲν κατέχοντα καὶ τιμᾶν τὸν λίθον τὴν πέτραν οὐκ ἔχοντα καὶ μυρίζειν τὸν θάλαμον, τοῦ νυμφίου μὴ παρόντος, καὶ ἐμποδίζειν τῷ κηρύγματι τῆς ἀναστάσεως. Τρίτον, διὰ τοῦτο οἱ ἄγγελοι τῷ τάφῳ παρέμενον, ἵνα πᾶσαν ἐπιβουλὴν καὶ ῥαδιουργίαν ἀποσκεδάσωσιν, ἵνα μὴ ἀκούσαντες οἱ Ἰουδαῖοι ὅτι ἀνέστη Χριστός, ἄλλον νεκρὸν ἐν τῷ τάφῳ ἀποθῶνται καὶ μεθ᾽ ἡμέρας εἴπωσι· Τί πλανᾶσθε, νομίζοντες ὅτι ἀνέστη Χριστός; Ἰδοὺ ὁ τάφος μαρτυρεῖ ὁ κατέχων τὸν νεκρὸν ὃν ὁρᾶτε ὡς ἀναστάντα Χριστόν· φάντασμά ἐστι καὶ πλανᾷ ὑμᾶς. Ὑμᾶς καλοῦμεν κριτάς· οὐχὶ ἐν καινῷ μνημείῳ τὸν Ἰησοῦν ἔθαψαν; Ἐρευνήσατε τὸν τάφον· ἐὰν μὴ ἔχῃ τὸν νεκρόν, ἀνέστη, ὡς λέγουσι.
Καὶ μή σοι ἄπιστον φανῇ τὸ λεγόμενον· οἱ γὰρ τοῖς στρατιώταις ἀργύρια ἱκανὰ δόντες, ἵνα εἴπωσιν ὅτι οἱ μαθηταὶ τὸν Ἰησοῦν ἔκλεψαν, οὐκ ἂν ἄλλον νεκρὸν θάψαι ἐν τῷ τάφῳ ὤκνησαν, εἰ συνεχωρήθησαν, καὶ φάντασμα ἢ δαιμόνιον ἢ πνεῦμα τὸν ἀναστάντα εἰπεῖν.
Ἀλλ᾽ ὑφ᾽ ἑαυτῶν προεδόθησαν εἰπόντες ὅτι ἐκλάπη. Εἰ μὴ γὰρ τοῦτο Ἰουδαῖοι διεφήμισαν, ὡς παρὰ πλειόνων ἤκουσαν ὅτι ἀνέστη καὶ ἐφάνη πολλοῖς, ὅτι πνεῦμα φαντάζει, ἀλλ᾽ οὐκ ἀνέστη Χριστός, ὅτι ἐκλάπη τὸ σῶμα, οὐκ ἠγέρθη ὁ ταφείς, οὐκ ἂν μετὰ τὴν ἀνάστασιν τοῖς ἀποστόλοις ἔλεγεν ὁ κύριος· 〈Ψηλαφήσατέ με καὶ ἴδετε ὅτι αὐτὸς ἐγώ εἰμι, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.〉 Διὰ ταῦτα οἱ στρατιῶται καὶ οἱ ἄγγελοι τὸν τάφον ἐφύλαττον. Καὶ μηδένα ξενιζέτω ὅτι τὸν προκείμενον ψαλμὸν τῇ ἀναστάσει Χριστοῦ ἡρμόσαμεν· ἀποστολικῷ γὰρ κανόνι ἠκολουθήσαμεν καὶ τὴν Παύλου ἑρμηνείαν ὡς νόμον κατέχομεν. Παῦλος λέγει ἐν ταῖς Πράξεσι· 〈Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ θεὸς πεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν ἀναστήσας Ἰησοῦν.〉 Καὶ μνημονεύσας τῆς Ἰησοῦ ἀναστάσεως τὸν προκείμενον ψαλμὸν ἔλαβεν εἰπών· 〈Ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε.〉 Ὡς ἐκ παρθένου ἄσπορον, οὕτως ἐκ τάφου ἄφθορον· 〈Οὐδὲ γὰρ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.〉 Ἐντεῦθεν παλιγγενεσία λέγεται ἡ ἐκ νεκρῶν ἀνάστασις.
Ἀλλὰ καὶ νῦν ἡ ἐκκλησία ὁρῶσα Ἕλληνας πολυθεΐαν ἀσκοῦντας λέγει· 〈Ἵνα τί ἐφρύαξαν ἔθνη;〉 Οἱ Ἕλληνες τὰ στοιχεῖα θεοὺς ὀνομάσαντες, τὴν μὲν γῆν Δήμητραν, τὸ δὲ ὕδωρ Ποσειδῶνα, τὸν δὲ ἀέρα Ἥραν, τὸ δὲ πῦρ Ἥφαιστον, τὸν δὲ ὑετὸν Δία ὀνομάσαντες. Εἰ γὰρ τὰ στοιχεῖα θεοί, πῶς ἀλλήλοις μάχονται; Πῶς δὲ εἰς τὸν καθ᾽ ἑαυτῶν πόλεμον ὁπλίζονται;
Τὸ γὰρ ὕδωρ τῷ πυρί ἐστι πολέμιον, τὸ δὲ πῦρ τοῦ ὕδατος φθορὰ καὶ δαπάνη. Καὶ ὥσπερ ἐν ταῖς πολεμικαῖς παρατάξεσιν, ὅπου ἡ ὑπερβάλλουσα δύναμις, ἐκεῖ ἡ νίκη σκιρτᾷ, οὕτως ἐν τῇ μάχῃ τοῦ πυρὸς καὶ τοῦ ὕδατος, ὅπου τὸ πλεῖον, ἐκεῖ τὰ ἐπινίκια. Ἡ δὲ γῆ ἀέρι ψυχρῷ μαστίζεται· ὁ δὲ ἀὴρ ὑπὸ τῶν τῆς γῆς ἀναθυμιάσεων λοιμικὴν νόσον ἐνδύεται. Εἰ οὖν θεοὶ τὰ στοιχεῖα, τίς εἶδε θεοὺς πολεμοῦντας ἑαυτοῖς; 〈Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;〉 Καὶ ἐν μὲν τῇ δημιουργίᾳ τὰ τῇ φύσει πολέμια φιλίαν ἠσπάσαντο καὶ κόσμον ἀπήρτισαν, νεύματι δημιουργῷ πειθόμενα· ἐν δὲ τῇ καθόλου προνοίᾳ ἑαυτῶν εἰσι πολέμια, τὴν ἄθεον πολυθεΐαν ἐλέγχοντα, ἵνα πάντες μάθωμεν ὅτι τὰ πολεμοῦντα καὶ πολεμούμενα θεοὶ εἶναι οὐ δύνανται. 〈Καὶ λαοὶ ἐμελέτησαν κενά,〉 αἱρετικοὶ τὰς γραφὰς πατήσαντες καὶ ἔργα στοιχείων ὡς νόμου προφέροντες. Καὶ τίνες εἰσὶν οἱ λέγοντες ταῦτα; Τὸ πνεῦμα τὸ ἅγιον καὶ ὁ Δαυὶδ καὶ οἱ ἀπόστολοι.
Περὶ τίνων λέγουσι; Περὶ Ἡρῴδου καὶ Πιλάτου καὶ Ἰουδαίων καὶ στρατιωτῶν, τῶν σταυρωσάντων τὸν Χριστόν. Τίς τούτου μάρτυς; Ἡ βίβλος τῶν Πράξεων. Ὅτι δὲ τὸ πνεῦμα τὸ ἅγιον καὶ ὁ Δαυὶδ καὶ οἱ ἀπόστολοι ταῦτα εἶπον, ὁ μὲν χρηματίζων, ὁ δὲ προφητεύων, οἱ δὲ τὸ πέρας τῆς προφητείας βλέποντες, ἄκουσον ὅτε Πέτρος καὶ Ἰωάννης τὸν χωλὸν ἐν τῷ ἱερῷ ἰάσαντο καὶ ὡς ἱερόσυλοι ἀνεκρίνοντο· 〈Ἀπολυθέντες ἦλθον πρὸς τοὺς〉 συναποστόλους, 〈καὶ ἀπήγγειλαν αὐτοῖς ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν λέγοντες· Δέσποτα, σὺ ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς.〉 Εἶδες πῶς τὸ πνεῦμα καὶ ὁ Δαυὶδ καὶ οἱ ἀπόστολοι εἶπον τὰ προκείμενα; 〈Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς.〉 Ποῖοι βασιλεῖς; Καὶ μὴ μόνος Ἡρῴδης αὐτὸν ἐν τῷ πάθει ἀνέκρινεν;
Πέντε βασιλεῖς κατὰ τοῦ Χριστοῦ ἐν τῇ ἐνανθρωπήσει αὐτοῦ παρέστησαν· πρῶτος ὁ διάβολος, δεύτερος ὁ θάνατος, τρίτος ἡ ἁμαρτία, τέταρτος ὁ Ἡρῴδης, ὁ δι᾽ αὐτὸν φονεύσας τὰ νήπια, καὶ πέμπτος ὁ ἄλλος Ἡρῴδης, ἐφ᾽ οὗ τὸ πάθος ὑπέμεινεν. Ἐπεὶ οὖν πεντὰς βασιλέων καὶ πεντάπολις κακὴ κατὰ τοῦ ἐπουρανίου βασιλέως ἐπανέστησαν, 〈παρέστησαν οἱ βασιλεῖς τῆς γῆς.〉 Ὅτι δὲ ὁ Σατανᾶς ἀλλότριον ὄνομα φορῶν καὶ ὡς δραπέτης δεσποτικὸν ὄνομα ἐνδυσάμενος βασιλεὺς ἐλέχθη, ἄκουσον. Ὅτε ὁ κύριος τοὺς δαίμονας ἐδίωξε καὶ τοὺς δαιμονιῶντας ἐθεράπευσεν, οἱ Ἰουδαῖοι ἔλεγον· 〈Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.〉 Εἶτα ὁ κύριος· 〈Πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτὴν ἐρημοῦται.〉 Καὶ ἐπάγει· 〈Εἰ οὖν καὶ ὁ Σατανᾶς ἐφ᾽ ἑαυτὸν ἐμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ;〉 Βασιλείαν δὲ αὐτοῦ εἰπών, βασιλέα λεγόμενον ἔδειξεν.
Ὅτι δὲ βασιλεὺς καὶ ὁ τῆς ἀσεβείας θάνατος, Παῦλος λέγει· 〈Ἀλλ᾽ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως.〉 Ὅτι δὲ καὶ ἡ κακοποιὸς ἁμαρτία βασιλεύς· 〈Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι.〉 Ὅτι δὲ καὶ ὁ νηπιοκτόνος Ἡρῴδης βασιλεύς, γέγραπται· 〈Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς τὴν ἀκοὴν Ἰησοῦ ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾽ αὐτοῦ.〉 Πέμπτος ὁ ἄλλος Ἡρῴδης.
Ὅτι δὲ ἀποθανόντος τούτου τοῦ Ἡρῴδου καὶ Ἀρχελάου τοῦ υἱοῦ αὐτοῦ βασιλεύσαντος, μετὰ τὸν Ἀρχέλαον ἄλλος Ἡρῴδης ἐβασίλευσε, γέγραπται· 〈Ἤκουσε δὲ Ἡρῴδης ὁ βασιλεὺς τὴν ἀκοὴν Ἰησοῦ.〉 Ἐπεὶ οὖν πεντὰς βασιλέων κατὰ τοῦ μονογενοῦς βασιλέως ὡμονόησαν, 〈παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν.〉 Οἱ ὁδηγοὶ τοῦ βίου, οἱ οἰκοδόμοι τῶν πραγμάτων, οἱ κανόνες τῆς πολιτείας, οἱ ἰατροὶ τῆς ζωῆς συνήχθησαν, διαβολικὴν σύναξιν ἐπιτελοῦντες. Συνήχθησαν, ἐκκλησίαν πονηρευομένων συγκροτοῦντες. 〈Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;〉 Τὸν βασιλέα ὡς ἰδιώτην ἄνθρωπον ἔδοξαν ταπεινοῦν, ἀλλ᾽ ἰδοὺ ὁ σταυρωθεὶς ἀναληφθεὶς ἐν δόξῃ τοῦ κόσμου ἐβασίλευσεν. 〈Ἵνα τί ἐφρύαξαν ἔθνη;〉 Τὸν ὀφθαλμὸν τῆς τῶν θαυμάτων πηγῆς ἐνόμισαν πηροῦν, ἀλλ᾽ ἡ πηγὴ εὐδρόμους ἔχουσα τοὺς ῥύακας θαύματα διὰ τῶν ἀποστόλων τῷ κόσμῳ ἀνώμβρησεν. 〈Ἵνα τί ἐφρύαξαν ἔθνη;〉 Θνητοὶ ὄντες τὸν ἀθάνατον ποιητὴν ἠθέλησαν ἀνελεῖν.
Ἵνα τί ὠφελήσωσι, καὶ πότε ἀνθρώπου χεὶρ δύναται ἀντιπατάξασθαι θεῷ; Κἂν γὰρ παθεῖν ἠνέσχετο, ἀλλ᾽ οὐκ ἀπέβαλε τὴν θεϊκὴν δύναμιν. Κἂν ἐπὶ ξύλου ἐκρέματο, ἀλλ᾽ οὐρανὸν καὶ γῆν ὑπεστήριζε. Κἂν μετὰ λῃστῶν ἐκρέματο, ἀλλ᾽ ὑπὸ ἀγγέλων ἐθαυμάζετο.
Κἂν ὑπὸ Ἰουδαίων ὠνειδίζετο, ἀλλὰ πατρὶ τὸ πνεῦμα παρέθετο. Κἂν ἐν μνημείῳ ἐθάπτετο, ἀλλὰ τοῦ ᾅδου τὰ ταμεῖα ἐκένωσε. Κἂν δεσμὰ νεκρῶν ἐφόρεσεν, ἀλλὰ τὰ δεσμὰ τοῦ θανάτου διέρρηξεν. Κἂν ὑπὸ ἀπίστων κατακέκριται, ἀλλὰ κριτὴς ζώντων καὶ νεκρῶν ἔρχεται. Τί οὖν ὠφέλησαν οἱ ἀσεβεῖς, ἄνθρωποι ὄντες καὶ θεῷ μαχόμενοι; 〈Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;〉 Κἂν γὰρ σταυρὸν ἐδέξατο, ὦ Ἰουδαῖοι, μὴ ἀδυναμίαν τὸ πρᾶγμα νομίσητε, ἀλλὰ μᾶλλον ἐπὶ τῇ μακροθυμίᾳ θαυμάσατε.
Ὁ γὰρ λόγῳ ξηράνας συκῆν καὶ τὴν γυναῖκα τοῦ Λὼτ ἀποστηλώσας ἠδύνατο μόνῳ τῷ βλέμματι χαῶσαι ὑμᾶς μετὰ καὶ τῆς πόλεως, ἀλλ᾽ οὐκ ἐποίει τοῦτο, ἵνα μὴ χαρῇ ὁ διάβολος ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἀνθρώπων εὐφραινόμενος. Καὶ ἄλλως δέ, ἐπειδὴ σωτὴρ ἐπεδήμησε καθολικός, οὐκ ἡγήσατο δίκαιον παραυτὰ τιμωρῆσαι τοὺς κακόφρονας. Εἰ γὰρ τὸ τῆς οἰκουμένης χειρόγραφον τότε ἀνετρέπετο, πῶς εἶχον τότε λογοθετεῖσθαι οἱ ὑπεύθυνοι; Καὶ ὥσπερ βασιλεὺς ἑορτὴν πάνδημον ἐπιτελῶν ἀπολύει μὲν τοὺς ἐν φυλακῇ, κατ᾽ ἐκείνην δὲ τὴν ὥραν οὐδένα ἁμαρτάνοντα εἰς αὐτὸν θανατοῖ, οὕτως ὁ Χριστὸς τὴν πάνδημον ἑορτὴν τοῦ πάθους ἐπιτελῶν καὶ ἀπάθειαν κόσμῳ βραβεύων, οὐ μόνον τοὺς ὑπαιτίους ἀπέλυσεν, ἀλλὰ καὶ παραυτὰ τοὺς ἁμαρτάνοντας οὐκ ὤλεσεν. Ὥσπερ γὰρ οἱ παρ᾽ ἡμῖν ἄρχοντες κατὰ τὴν τοῦ Πάσχα ἑορτὴν οὐδένα μὲν πλήττουσι, τοὺς δὲ ἐν φυλακαῖς δεσμίους ἀπολύουσι, τοῦτο προλαβὼν ὁ Χριστὸς ἐποίησεν. Ἀλλ᾽ ἐρεῖς· Καὶ οὐκ ἀπέλαβον τὰς ἑαυτῶν κολάσεις οἱ σταυρώσαντες τὸν Χριστόν; Οὐκ ἀπώλεσαν τὴν πόλιν; Οὐ πυρίφλεκτος γέγονεν αὐτοῖς ὁ ναός; Οὐ μυριάδες ἀναρίθμητοι ὤλοντο ἐξ αὐτῶν; Πῶς οὖν λέγεις· Οὐκ ἐπεξῆλθε τοῖς σταυρώσασιν; Ἀλλ᾽ εἰ μὲν παραυτὰ ἢ μετὰ βραχὺ ἐπολιορκήθη Ἱερουσαλήμ, καλῶς ἀντέλεγες. Εἰ δὲ μετὰ πολλοὺς ἐνιαυτοὺς ἐκολάσθησαν, μὴ μέμψῃ τὸν κολάσαντα, ἀλλὰ μέμψαι τοὺς ἐν τοσούτοις ἔτεσι μὴ μετανοήσαντας.
Ὁ γὰρ ἐπὶ τοσούτοις μακροθυμήσας ἐνιαυτοῖς ἔδειξεν ὡς οὐδὲ εἰς τὸ ἑξῆς ἠτόνησεν εἰς τὸ μακροθυμεῖν. Ἐμακροθύμει δὲ σταυρωθείς, ἵνα καλέσῃ αὐτοὺς πρὸς μετάνοιαν, τοὺς ἀπανθρώπους φονείς. [Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν].
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.