Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς (ἐν ταῖς σειραῖς)

Ἀστέριος ὁ Σοφιστής

Ερμηνεία στον Ψαλμό 5

Εξηγητικά σχόλια σχετικά με την ακρόαση της προσευχής από τον Θεό και την πρωινή ικεσία της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 2 από 7

Ἐνκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου.〉 Καὶ διὰ τί; Ἐπειδὴ 〈ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ.〉 Τί γὰρ ἐποίησεν; 〈Ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν φωνὴν αὐτῆς.〉 Τί λέγουσα; 〈Ἆρον, ἆρον, σταύρωσον αὐτόν.〉 Περὶ δὲ τῶν ἐθνῶν· 〈Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου,〉 κύριε. Κληρονόμος τοίνυν ἡ ἐξ ἐθνῶν ἐκκλησία. [〈Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ θεός μου, ὅτι πρὸς σὲ προσεύξομαι, κύριε.〉] Ἀστερίου· Διὰ τί μὴ εἶπεν τὸν λόγον μου, ἀλλὰ 〈τὰ ῥήματά μου;〉 Ὅτι ὁ μὲν λόγος πολλὰ ὑφ᾽ ἑαυτὸν περιλαμβάνει ῥήματα, τὰ δὲ ῥήματα μέρη ἐστὶν λόγου· καὶ τὰ μὲν ῥήματα καὶ λόγοι λέγονται, οὐ μὴν μέρη ῥημάτων λόγοι. Ὁ οὖν λέγων τὸν προκείμενον ψαλμὸν εἰς τὴν κατὰ μέρος τῶν αὐτοῦ λόγων ἐξέτασιν παρακαλεῖ τὸν θεὸν καὶ πρὸς τὰ ἀναγινωσκόμενα δοῦναι τὴν αἴτησιν. 〈Σύνες τῆς κραυγῆς μου.〉 Ὢ τῆς τοῦ προφήτου παρρησίας. Ὢ τῆς τοῦ θεοῦ φιλανθρωπίας. 〈Τὸ σύνες〉 ἀντὶ τοῦ νόησον. Καὶ ἡμεῖς μὲν συνετῷ ἀνδρὶ λαλοῦντες, οὐ τολμῶμεν εἰπεῖν· Νόησον ἃ λέγω, ἵνα μὴ ὡς βραδύνους νομισθῇ· θεῷ δέ, τῷ καὶ πρὸ τοῦ αἰτῆσαι τὰς ἐνθυμήσεις εἰδότι, ὁ προφήτης ἔλεγεν· 〈Σύνες.〉 Ἀλλ᾽ οὐχ ὡς ἀγνοοῦντι ἐλάλει, ἀλλ᾽ ὡς ἀπορρήτως καὶ ὀξύτερον διανοίας εἰδότι τὰ αἰτήματα πρὸ τοῦ αἰτῆσαι.

Ἐπειδὴ γὰρ οὐ στόματι ὁ δίκαιος ἔκραζεν, ἀλλὰ διαθέσει καὶ προσοχῇ διανοίας, ἔλεγεν· 〈Σύνες τῆς κραυγῆς μου· Σὺ γάρ,〉 φησίν, 〈μόνος ἐπίστασαι τὰς καρδίας τῶν ἀνθρώπων. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου·〉 ὡς γὰρ ὁρᾷς ἀκούεις, καὶ ὡς ἀκούεις βλέπεις. Ἀνόργανον γὰρ καὶ ἀμερὲς καὶ ἁπλοῦν τὸ θεῖον. 〈Ὅτι πρὸς σὲ προσεύξομαι, κύριε.〉 Οὐκ εἶπεν· Ἐνώπιόν σου, ἀλλὰ πρὸς σέ, ἵνα δείξῃ τὴν πρὸς θεὸν ἐγγύτητα.

Ἀστερ. 〈Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου.〉 Τί γάρ; Μεσημβρίας οὐκ εἰσακούει; Ἑσπέρας δὲ ἢ ἐν νυκτὶ οὐκ ἐπινεύει; Καὶ πῶς ἐν ἄλλοις ἔλεγες· 〈Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου;〉 Ἀλλ᾽ ὅταν, φησίν, τὰς ὑπὲρ ἐμαυτοῦ ἢ ὑπὲρ τῶν συνόντων πρεσβείας προσφέρω, τότε κατὰ πᾶσαν ὥραν τὸν θεὸν ἱκετεύω· 〈Εὐλογήσω〉 γὰρ 〈τὸν κύριον ἐν παντὶ καιρῷ.〉 Ἐπειδὴ δὲ νῦν ὑπὲρ τῆς κληρονομούσης τῆς ἐξ ἐθνῶν ἐκκλησίας πρεσβεύω, τότε δὲ εἰσάγεται εἰς τὴν κληρονομίαν μου ὅταν ὁ τοῦ πατρὸς κληρονόμος τὸ πρωῒ ἀναστῇ καὶ συγκληρονόμον αὐτὴν ἀναδείξῃ, διὰ τοῦτο τὴν ἐν τῇ πρωΐᾳ τῇ ἐκκλησίᾳ αἰτούμενος ἐπαγγελίαν λέγω· 〈Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου,〉 ὅτε καὶ ἡ Μαρία, εἰς τύπον τῆς ἐκκλησίας ὀρθρίσασα, ὡς ἐπὶ θάλαμον τὸν τάφον ἐπιζητεῖ τὸν νυμφίον. 〈Τὸ πρωῒ〉 δὲ καὶ τὴν ταχεῖαν τοῦ θεοῦ καὶ ἑτοιμοτάτην ἀντίληψίν ἐστιν λαβεῖν· 〈Διώξωμεν γὰρ τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος.〉

In Psalmum VI, 1—2 Ἀστερίου Καὶ ἐπεὶ ἔγνω ἐν τῷ πρὸ τούτου ψαλμῷ περὶ τῶν κληρονόμων ὡς 〈εὐφρανθήσονται πάντες οἱ ἐλπίζοντες ἐπὶ τῷ θεῷ καὶ εἰς αἰῶνα ἀγαλλιάσονται,〉 περὶ δὲ τῶν ἀποκληρονόμων ἔλεγεν· 〈Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου,〉 καὶ ὅτι 〈ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος,〉 αὐτὸς δὲ δόλῳ τὸν Οὐρίαν ἀνεῖλεν, καὶ 〈ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ,〉 ἵνα μὴ ἀποκληρονόμος διὰ τὸ ἄγος γένηται, τὸν 〈ὑπὲρ τῆς ὀγδόης〉 καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ψάλλων παρεκάλει. Ἐπειδὴ μοιχεία με καὶ φόνος τῆς κληρονομίας ἐκβάλλουσιν, 〈Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.〉 Εἰ τὸν ἔλεγχον καὶ τὴν παιδείαν παραιτῇ ὡς ἔοικεν, φεύγεις τὸν μακαρισμόν. Γέγραπται γὰρ ἐν τῇ βίβλῳ τοῦ Ἰώβ· 〈Μακάριος ἄνθρωπος ὃν ἤλεγξεν κύριος ἐπὶ τῆς γῆς,〉 καὶ 〈Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, κύριε,〉 αὐτὸς εἶπας. Ἀλλ᾽ οὐ τὸν ἔλεγχον φεύγω, φησίν, ἀλλὰ τὸν μετὰ θυμοῦ· ἀλλ᾽ οὐδὲ τὸ παιδευθῆναι ἀποστρέφομαι, ἀλλὰ τὸ μετὰ ὀργῆς. Ταῦτα γὰρ παραμένει τοῖς ἀνίατα καὶ ἀθεράπευτα διὰ τῆς ἀμετανοήτου καρδίας κατὰ τὸν ἐνεστηκότα βίον ἡμαρτηκόσιν. Ἀλλ᾽ ἐγώ, φησίν, οὐ τούτων ἄξιος. Καὶ τὴν αἰτίαν προϊὼν παρίστησιν, τιμωρούμενος ἑαυτὸν καὶ δαμάζων δι᾽ ἐξομολογήσεως καὶ μετανοίας.

In Psalmum VII, 3 Ἀστερίου [Λέοντα δὲ κατὰ μὲν τὴν ἱστορίαν φασὶ τὸν Ἀβεσσαλώμ, κατὰ δὲ θεωρίαν τὸν διάβολον.] Ἐπιτήρει δὲ ὅτι ἀπὸ πολλῶν προσώπων εἰς ἓν μεταβέβηκεν. Εἰπὼν γάρ· 〈Ἐκ πάντων τῶν διωκόντων με ῥῦσαί με,〉 οὐκ εἶπεν· Μήποτε ἁρπάσωσιν ὡς λέοντες τὴν ψυχήν, ἀλλ᾽ 〈ὡς λέων.〉 Ὥσπερ γὰρ ἐν τοῖς πολέμοις πλῆθος βαρβάρων ὁπλίζεται, οἱ πάντες δὲ τῷ τοῦ ἑνὸς νεύματι, ἢ τοῦ ῥηγὸς ἢ τοῦ τυράννου, ἕπονται, καὶ ἄνευ ἐκείνου τὸ πλῆθος οὐκ οἶδεν παράταξιν, οὕτως, ἐπειδὴ κατ᾽ αἴσθησιν τὸν ἄνθρωπον ἐπολέμουν οἱ στρατιῶται καὶ ὁ Ἀβεσσαλώμ, κατὰ νοῦν δὲ οἱ δαίμονες καὶ ὁ διάβολος, ἐπειδὴ τὸ πλῆθος τῶν ἐχθρῶν ἄνευ τοῦ ἡγεμόνος οὐδέν ἐστιν, λέοντα καλεῖ τὸν Ἀβεσσαλὼμ ἔνθεν, κἀκεῖθεν τὸν διάβολον. Λέων δὲ ὁ διάβολος διὰ τὸ τυραννικόν, διὰ τὸ ἁρπακτικόν. Ὁ λέων στόμα ἔχει δυσῶδες· τοιοῦτος ὁ διάβολος, βλασφημίας ἐρευγόμενος. Ἵνα δὲ δείξῃ ὅτι οὐ περὶ αἰσθητοῦ λέοντος εἶπεν, ἀλλὰ περὶ νοητοῦ, οὐκ εἶπεν· 〈Μήποτε ἁρπάσῃ ὡς λέων〉 τὸ σῶμά μου, ἀλλὰ 〈τὴν ψυχήν μου.〉

In Psalmum X, 2—3 Ἀστέριος Ἐνταῦθα τὴν ἄνοιαν καὶ τὴν ἀφροσύνην τῶν ἁμαρτωλῶν τῶν πολεμούντων τοῖς δικαίοις ὁ λόγος αἰνίττεται, ὅτι ὡς ἐν νυκτὶ οἱ ἄθλιοι οὐ βλέπουσιν τίνας τοξεύουσιν, ἀλλ᾽ ὡς ἐν νυκτομαχίᾳ ἑαυτοὺς μᾶλλον ἢ τοὺς δικαίους τιτρώσκουσιν, καὶ τὰ βέλη μᾶλλον ἐζημιώθησαν καὶ τοὺς δικαίους οὐκ ἔπληξαν. Ἐν σκοτομήνῃ δὲ κατατοξεύουσιν οἱ λάθρᾳ τοῖς φίλοις ἐπιβουλεύοντες, οἱ αὐθαίρετον νύκτα καὶ σκοτίαν τὴν ὑπόκρισιν καὶ τὸν δόλον φέροντες. Ἐπιτήρει δὲ πανταχόθεν τοὺς τυφλοὺς πολεμιστάς, ἀπράκτους μείναντας καὶ ἕως ἀπειλῆς καὶ ἐπαγγελίας τὸν πόλεμον ζωγραφήσαντας. 〈Ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον·〉 ἐνέτειναν τόξον, οὐκ ἐτόξευσαν. 〈Ἡτοίμασαν βέλη εἰς φαρέτραν,〉 ἀλλ᾽ οὐκ ἔπεμψαν. 〈Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ·〉 σχῆμα τοξευόντων ἔδειξαν καὶ ὡς ἐν ζωγραφίᾳ ἀκίνητοι ἔμειναν. Ἡ γὰρ τοῦ θεοῦ ῥοπὴ τὰς ὁρμὰς αὐτῶν παρέλυσεν.

Ὅμως ἐνόησα, δέσποτα, διὰ τί οἱ ἁμαρτωλοὶ ἐπὶ τὸν κατὰ τῶν δικαίων ὥρμησαν πόλεμον; 〈Ὅτι ἃ σὺ κατηρτίσω αὐτοὶ καθεῖλον,〉 οὐ τὰ μέρη τοῦ κόσμου καταλύοντες, ἀλλὰ τὰ ἑαυτῶν ὦτα τῇ ἀνηκοΐᾳ καταστρέψαντες. Ὅτι δὲ καὶ τὰ ὦτα κατηρτίσατο, λέγει ὁ προφήτης τῷ θεῷ· 〈Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὠτία δὲ κατηρτίσω μοι.〉