Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς (ἐν ταῖς σειραῖς)
Ερμηνεία στους Ψαλμούς 19 και 20
Εξήγηση των στίχων περί της ημέρας της θλίψεως, της πνευματικής θυσίας και της ευφροσύνης του βασιλέως διά της θείας δυνάμεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς 19 και 20
Εξήγηση των στίχων περί της ημέρας της θλίψεως, της πνευματικής θυσίας και της ευφροσύνης του βασιλέως διά της θείας δυνάμεως.
In Psalmum XIX, 2 Ἀστερ. 〈Ἐν ἡμέρᾳ θλίψεως〉 ἐπακοῦσαί σου, ὁ εἰπών· 〈Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.〉 Καὶ διὰ τί μὴ ἐν ἡμέρᾳ ἀμεριμνίας καὶ ἀνέσεως καὶ εἰρήνης καὶ ἀταράχου ζωῆς, ἀλλ᾽ 〈ἐν ἡμέρᾳ θλίψεως;〉 Ἐπειδὴ τότε μάλιστα οἱ ἄνθρωποι θερμοτέρας καὶ ταχείας βοηθείας χρῄζομεν. Ἐν γὰρ τῇ ἀνέσει πολλάκις οἱ πολλοὶ ἢ οὔτε ὅλως προσεύχονται ἢ ὡς δεῖ οὐ προσεύχονται, ῥεμβόμενοι τῇ διανοίᾳ. 〈Ἐπακοῦσαί σου〉 τοίνυν 〈ἐν ἡμέρᾳ θλίψεως,〉 ἵν᾽ εὐχαριστητικῶς εἴπῃς· 〈Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν κύριον, καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν.〉 Ταύτην προσηύχοντο τὴν εὐχὴν τῷ Δαυὶδ οἱ προφῆται ὅτε ἤμελλεν τῷ Γολιὰθ μονομαχεῖν. Ἐπεὶ γὰρ 〈κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυὶδ ἐν τοῖς θεοῖς αὐτοῦ,〉 οἱ προφῆται ὑπὲρ τοῦ Δαυὶδ τῷ θεῷ προσηύξαντο, ἵνα μὴ εἷς τῶν θεῶν ἐκείνων νομισθῇ ὁ θεὸς ᾧ προσεύχονται, καὶ νικήσαντος τοῦ Δαυίδ, εἴπωσιν ὅτι εἷς τῶν θεῶν τῶν ἐθνῶν ἐβοήθησεν τῷ Δαυίδ.
Διὰ τοῦτο τὸν θεὸν τοῦ Ἰακὼβ ὠνόμασαν, τὸν ἀληθινὸν θεόν, τὸν ὄντα, τὸν ζῶντα, τὸν ἐπουράνιον, ἵνα μὴ πάλιν οἱ Ἰσραηλῖται χορεύοντες εἴπωσιν ὡς ἐν τῇ ἐρήμῳ· 〈Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.〉 Ἢ καὶ ἐπειδὴ ἔλεγεν πρὸς τὸν ἀλλόφυλον ὁ Δαυίδ· 〈Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἀσπίδι· ἐγὼ δὲ ἔρχομαι πρός σε ἐν ὀνόματι κυρίου παρατάξεως Ἰσραήλ,〉 συνῳδᾶ τῷ Δαυὶδ οἱ προφῆται προσεύχονται· 〈Ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. Μνησθείη πάσης θυσίας σου,〉 οὐ τῆς δι᾽ αἱμάτων· περὶ γὰρ τούτων αὐτὸς ὁ Δαυὶδ ἔλεγεν τῷ θεῷ· 〈Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας.
Ὁλοκαυτώματα οὐκ εὐδοκήσεις, ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν.〉 Ἀλλὰ ποίας θυσίας; Τὰς δι᾽ αἰνέσεων καὶ νεκρώσεων μελῶν, ἄκουσον αὐτοῦ λέγοντος· 〈Θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον. Καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.〉 Λέγεις μετὰ Παύλου· 〈Ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ.〉
In Psalmum XX, 2—5 Ἀστερ. Οἱ πρὸ τοῦ παρόντος ψαλμοῦ προσευχόμενοι ὑπὲρ τοῦ Δαυὶδ ἔλεγον· 〈Σῶσον, κύριε, τὸν βασιλέα καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.〉 Καὶ πάλιν· 〈Ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.〉 Ὡς ἐθεάσαντο αὐτὸν παρὰ τοῦ θεοῦ κατὰ τῶν ἐχθρῶν ἐνδυναμούμενον καὶ παραδόξως σωζόμενον, εὐχαριστοῦντες ἔλεγον· 〈Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς.〉 Κἂν γὰρ ἀεὶ πολιορκῆται ὑπὸ τῶν θλίψεων, ἀλλ᾽ ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτοῦ, ἐπειδὴ ἐνδυναμοῦται τῇ ὑπομονῇ, λέγων δέ· 〈Κύριος παρέστη καὶ ἐνεδυνάμωσέν με.〉 Καὶ πᾶς ὁ βασιλεύων τῶν παθῶν βασιλεύς ἐστιν εὐφραινόμενος ἐπὶ τῇ δυνάμει τοῦ θεοῦ, τουτέστιν ἐν τῇ εὐαγγελικῇ διδαχῇ· καὶ τοῦτο δηλῶν ἔλεγεν ὁ ἀπόστολος· 〈Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν.〉 Ἐπεὶ οὖν καὶ δύναμις καὶ σωτηρία τὸ εὐαγγέλιον, 〈καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα·〉 πᾶσαν γὰρ τὴν οἰκουμένην ὁ Ἰησοῦς νοσοῦσαν ἰάσατο τῷ εὐαγγελίῳ. 〈Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ·〉 τῷ μὲν Δαυὶδ τὴν ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ. Αὐτὸς γὰρ εἶπεν· 〈Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου.〉 Καὶ ἰδοὺ νῦν ψάλλει μεθ᾽ ἡμῶν ἐν ταῖς ἐκκλησίαις· ἐπεθύμησεν ἄφεσιν ἁμαρτιῶν καὶ κύριος ἀφῆκεν, καὶ ἁπλῶς εἰπεῖν· 〈Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.〉 Τοῦ Δαυὶδ στόμα καὶ χείλη ἦσαν οἱ ψαλτῳδοὶ ὡς τὰ αὐτοῦ μελῳδοῦντες, οἵτινες ἤθελον ἀεὶ τὸν Δαυὶδ ἐκ θείας χάριτος ἀεὶ προφητεύειν τοὺς ψαλμούς, ἵνα πλείονας ἐνθήκας τῶν ψαλμῶν συναγάγωσιν. Διὰ τί δὲ ταῦτα λέγομεν; Ἐπειδὴ τὰ παρελθόντα τῶν ἐσομένων ἐνέχυρα καὶ τῶν παρόντων ἔχομεν. 〈Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος.〉 Ὅταν θεὸς ἀπὸ ἀναξίων ἄξιον ἐκλέγεται, τότε πρὸ τῆς χειροτονίας αὐτὸν εὐλογεῖ, ὡς τὸν Παῦλον ἐπαινῶν, καὶ ὃν Ἀνανίας διώκτην ἔβλεπεν, τοῦτον ὁ θεὸς εὐαγγελιστὴν προέβλεπεν· οὕτως τὸν Δαυὶδ τοῖς ἐπαίνοις εὐλογῶν καὶ καλῶς αὐτὸν εἰπὼν ἐν τῷ λέγειν· 〈Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου,〉 καὶ 〈Ἑώρακα ἐν τοῖς υἱοῖς Ἰεσσαὶ ἐμοὶ εἰς βασιλέα,〉 τούτοις, φησίν, τὸν Δαυὶδ ταῖς εὐλογίαις προφθάσας.
Διὰ τί δὲ 〈ἐν εὐλογίαις χρηστότητος;〉 Ἐπειδὴ ἔνι ἐν εὐλογίαις βλασφημίας, ὡς τὸ 〈Εὐλόγηκεν Ναβουθαὶ θεὸν καὶ βασιλέα,〉 ἀντὶ τοῦ ἐβλασφήμησεν, καὶ πάλιν, 〈Εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει,〉 τουτέστιν βλασφημήσει. 〈Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου,〉 τὴν τοῦ Σαοὺλ βασιλείαν, τὸν τοῦ βασιλέως Ἁδραάζαρ στέφανον. 〈Ζωὴν ᾐτήσατο, καὶ ἔδωκας αὐτῷ〉 τὴν τῆς μετανοίας ζωὴν εἰπόντι· 〈Ἐν τῇ ὁδῷ σου ζήσεις με,〉 καὶ πάλιν· 〈Τὸ λόγιόν σου ἔζησέν με. Τὸ δὲ εἰς αἰῶνα αἰῶνος〉 καὶ τὸν μέλλοντα βίον παραδηλοῖ, τὸν τοῖς ἁγίοις ηὐτρεπισμένον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.