Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς (ἐν ταῖς σειραῖς)

Ἀστέριος ὁ Σοφιστής

Ερμηνεία στους Ψαλμούς 34, 36 και 38

Σχολιασμός χωρίων από τους ψαλμούς 34, 36 και 38, με αναφορές στην παιδαγωγία των εχθρών, τη νουθεσία του Δαβίδ προς τους πιστούς, την άφεση αμαρτιών και την ανάπαυση των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 7 από 7

In Psalmum XXXIV, 1—3 Ἀστερ. [Ἄλλος δὲ παρὰ τούτοις·] Διὰ ἓξ αἰτίας ἔφησεν ταῦτα εὔχεσθαι τὸν Δαυίδ. Μίαν μὲν βελτιωθῆναι τοὺς ἐχθροὺς βουλόμενος· 〈Τύπτε γὰρ ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται.〉 Δευτέραν, ἵνα ὧδε μαστιζόμενοι καὶ πολεμούμενοι κουφοτέρας πειραθῶσιν τῆς αἰωνίου κρίσεως. 〈Τρίτην〉, ἵνα ταῖς τούτων μάστιξιν ἄλλους εὑρεθῇ μαστίζων· 〈Πανοῦργος γὰρ ἰδὼν ἄφρονα μαστιζόμενον κραταιῶς αὐτὸς παιδεύεται.〉 〈Τετάρτην ...〉 ἢ καὶ τὸν βίον λοιμοῦ καὶ νόσου ἀπαλλάττων. Πέμπτην, ἵνα μὴ καὶ αὐτοὶ αὐτῷ μαθητεύσωσιν, τὰς ἐπενεχθείσας αὐτῷ πληγὰς φοβηθέντες. Ἕκτην, ἵνα μὴ εἴπωσί τινες· Ποῦ ἐστιν ὁ θεὸς τοῦ Δαυίδ; Μὴ αὐτὸν ἐκδικεῖ καὶ σώζει; 〈Οὐκ ἔστι γὰρ σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ.〉 Πολεμηθῆναι γὰρ τοὺς πολεμοῦντας προσηύχετο, οὐχ ὡς μισάνθρωπος, ἀλλὰ μισοπόνηρος.

In Psalmum XXXVI, 1—2 Ἀστερίου Οὕτως ἐπεγράφη ἐπειδὴ θαυμαστὴν νουθεσίαν περιέχει ὁ ψαλμός, ὥς τινος ἐρωτήσαντος· Καὶ τίνος αὕτη παραίνεσις; Καὶ ἡ νουθεσία ἄρα ἔχει τὸ αἰδέσιμον καὶ τὸ ἀξιόπιστον ἀπὸ τοῦ λέγοντος, ἐπειδὴ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτως τοῖς λεγομένοις ὅσον τοῖς λέγουσι προσέχουσιν. Καὶ τούτου μάρτυς ἡ γραφή· 〈Πλούσιος ἐλάλησεν, καὶ πάντες ἐθαύμασαν καὶ τὸν λόγον αὐτοῦ ὕψωσαν ἕως τῶν νεφελῶν. Πτωχὸς δ᾽ ἐλάλησεν καὶ εἶπαν· Τίς ἐστιν οὗτος; Ἐφθέγξατο σύνεσιν, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.〉 Ἐπεὶ οὖν οἱ λόγοι καὶ ἀπὸ τῶν λεγόντων ἔχουσιν τὸ ἀξιόπιστον, ἵνα πλέον ἡ παραίνεσις ὥσπερ νόμος φυλαχθῇ, δηλοῖ ὁ παράκλητος διὰ τῆς ἐπιγραφῆς τίνος ἡ νουθεσία· 〈Τοῦ Δαυίδ,〉 τοῦ προφήτου καὶ βασιλέως, τοῦ ἱεροψάλτου, τοῦ ἐπαινέτην ἔχοντος τὸν ἑαυτοῦ ποιητήν, ᾧ ἀρκεῖ πρὸς ἔπαινον ἡ τοῦ θεοῦ μαρτυρία λέγοντος· 〈Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.〉 Ἐπεὶ οὖν πάντα τὰ θελήματα τοῦ θεοῦ ἐποίησεν, εὔδηλον ὅτι καὶ ἃ νῦν παρῄνεσεν πρῶτον ἐποίησεν. 〈Ὃς γὰρ ἂν ποιήσῃ οὕτως καὶ διδάξῃ, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.〉 Ἀκούσωμεν τοίνυν τί φησιν· 〈Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.〉

In Psalmum XXXVIII, 1 Ἀστερ. 〈Εἰς τὸ τέλος〉 δὲ παραπέμπει ἡμᾶς ἡ προγραφὴ διὰ τὸ λέγεσθαι ἐν τῷ τέλει τῆς ᾠδῆς· 〈Ἄνες μοι τοῦ ἀναψύξαι πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.〉 Τοῦτο γὰρ τέλος τῆς ᾠδῆς καὶ ἱκετηρίας τὸ τυχεῖν ἀνέσεως ἁμαρτιῶν καὶ τῆς ἐν τῷ μέλλοντι αἰῶνι ἀποκειμένης τοῖς ἁγίοις ἀναψύξεως.

In Psalmum XXXVIII, 2 Ἀστερ. Ἐπειδὴ εἶπεν [φησίν]· 〈Γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τί ἐστιν,〉 ὃ οὐδεὶς τῶν ἁγίων ἐζήτησεν—ὥσπερ γὰρ τὴν συντέλειαν τοῦ αἰῶνος τούτου ἀπέκρυψεν ὁ θεὸς ἀπὸ τῶν ἀνθρώπων, οὕτως καὶ τὸ ἑκάστου τέλος—διὰ τοῦτο· 〈Εἶπα· Φυλάξω τὰς ὁδούς μου,〉 τουτέστι τὰς ἐνθυμήσεις, δι᾽ ὧν ἐν στιγμῇ χρόνου περιπολεῖ τις τὰ σύμπαντα, 〈τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου.〉 Εἴ τι γὰρ κακὸν ἐνθυμούμεθα, ἐὰν ἀποκλείσωμεν καὶ μὴ περαιτέρω καὶ διὰ γλώσσης προβῆναι συγχωρήσωμεν, οὐχ ἁμαρτάνομεν καὶ ἐν γλώσσῃ. Ὁδοὶ τοῦ Δαυὶδ καὶ οἱ λόγοι αὐτοῦ καὶ αἱ διδασκαλίαι.

Ἳν᾽ οὖν τις, φησίν, μὴ εἴπῃ αὐτῷ· 〈Ὁ διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; Ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις;〉 Διὰ τοῦτό φησιν· 〈Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου.〉 Καὶ τοῦτο δηλῶν ὁ Παῦλος Κορινθίοις ἔγραφεν· 〈Ἔπεμψα ὑμῖν Τιμόθεον, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου.〉