Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς (ἐν ταῖς σειραῖς)

Ἀστέριος ὁ Σοφιστής

Ερμηνεία στον Ψαλμό 17

Ανάλυση της επιγραφής του ψαλμού, της ιδιότητας του Δαβίδ ως δούλου του Θεού, καθώς και ερμηνεία των ωδίνων του θανάτου ως πτώσης στην αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 4 από 7

In Psalmum XVII, 1 Ἀστερ. 〈Εἰς τὸ τέλος.〉 Ποῖον; Τῆς τοῦ Σαοὺλ ἐν μαχαίρᾳ τελευτῆς καὶ τῆς τῶν συνεργῶν αὐτοῦ καταστροφῆς. Ἔφθασεν γὰρ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ποῖον δὲ ἆρα; Τῆς τῶν ἐχθρῶν καταστροφῆς ἀποκρίνεται διὰ τῶν προκειμένων· 〈Ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ, χάλαζαν καὶ ἄνθρακας πυρός· ἐξαπέστειλεν βέλη καὶ διεσκόρπισεν αὐτούς, καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς. Συνεπόδισεν τοὺς ἐπανισταμένους ἐπ᾽ ἐμὲ ὑποκάτω μου ἕως ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων, πρὸς κύριον, καὶ οὐκ εἰσήκουεν αὐτῶν.〉 Ἐπεὶ οὖν τοιαύτη ἡ τῶν ἐχθρῶν ἀπώλεια καὶ ἡ τελευτή, ἄξιον αὐτοὺς τέλος ἔφθασεν, ἢ καὶ εἰς τὸ τέλος τῶν πολέμων. Διὰ τί δὲ 〈τῷ παιδὶ κυρίου〉 καὶ οὐ τῷ προφήτῃ ἢ τῷ ψάλτῃ ἢ τῷ βασιλεῖ ἢ τῷ τῶν δαιμόνων φυγαδευτῇ; Ὅτι ἐκεῖνα ἦν τοῦ θεοῦ τὰ χαρίσματα· τὸ δὲ παῖδα γενέσθαι κυρίου μέγα αὐτῷ ἔφερεν καύχημα.

Παῖδα δὲ νῦν ἑαυτὸν οὐκ ἀπὸ τῆς ἡλικίας καλεῖ, ἀλλ᾽ ἀπὸ τῆς ἀρετῆς καὶ τῆς ἀνδρείας. Οὕτω δὲ καὶ ὁ Ἀβραάμ, ὅτε ἑκατὸν ἐτῶν ἐγένετο, τότε παῖδα τοῦ κυρίου ἑαυτὸν ἐκάλει. Ὅτε γὰρ τὸν κύριον ὑπὸ τὴν καλύβην ἐλθεῖν προετρέπετο, ἔλεγεν· 〈Εἰ εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Καὶ ὁ κύριος δὲ εἶπεν· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου. Ἀνακαινισθήσεται γάρ,〉 φησίν, 〈ὡς ἀετοῦ ἡ νεότης σου.〉 Ἀλλὰ καὶ παῖς κυρίου ὡς δοῦλος κυρίου. 〈Ἃ ἐλάλησεν τῷ κυρίῳ.〉 Ὢ παρρησία παιδός· τῷ δεσπότῃ ὡς φίλῳ λαλεῖ καὶ τῷ θεῷ ὡς πατρὶ ὁμιλεῖ. Ὁ γὰρ εὔνους παῖς ὡς τέκνον παρρησιάζεται πρὸς τὸν ἑαυτοῦ κύριον· τὴν ἱκεσίαν γὰρ ὁμιλίαν εἶπεν διὰ τὴν πολλὴν παρρησίαν. Καὶ τί ἐλάλησεν τῷ κυρίῳ; 〈Τοὺς λόγους τῆς ᾠδῆς ταύτης.〉 Καὶ διὰ τί οὐ ψαλμὸν ᾠδῆς ὠνόμασεν; Ὅτι γηράσας λοιπὸν ὁ Δαυίδ, οὐ κιθαρίζων ἢ τυμπανίζων, ἀλλ᾽ ὁμιλῶν τῷ θεῷ ἐλάλησεν· γηράσαντι γὰρ ἀνθρώπῳ τὰ μουσικὰ ὄργανα ὄχλος ἀκοῆς, ἀλλ᾽ οὐχ᾽ ἡδονὴ ψυχῆς. Καὶ τούτου μάρτυς Βερζελλὶ ὁ Γαλααδίτης, ὅστις δεξιωσάμενος τὸν Δαυὶδ ἐν τῷ πολέμῳ τῷ κατὰ τὸν Ἀβεσσαλώμ, καὶ εἰρήνης γενομένης παρακαλούμενος παρὰ τοῦ Δαυὶδ καὶ λέγοντος αὐτῷ· 〈Διάβηθι μετ᾽ ἐμοῦ εἰς Ἱερουσαλὴμ καὶ διαθρέψω τὸ γῆράς σου ἐν εἰρήνῃ,〉 ἀποκρίνεται· 〈Πόσαι λοιπὸν ἡμέραι ζωῆς ἔσονταί μοι ἐκεῖ;

Υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· εἰ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ καὶ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν;〉 Τὸ γὰρ γῆρας ὑφ᾽ ἑαυτοῦ φθειρόμενον τὸ τέρπειν ἢ τέρπεσθαι ἀπέμαθεν. Πότε δέ, αὐτὸς εἶπεν· 〈Ἐν ἡμέρᾳ ᾗ ἐρρύσατο αὐτὸν κύριος ἐκ πάντων τῶν ἐχθρῶν αὐτοῦ;〉 Καὶ ἆρα ἐν μιᾷ ἡμέρᾳ πάντων ὁμοῦ ἐρρύσθη τῶν ἐχθρῶν αὐτοῦ; Ὡς μὲν πρὸς τὸ ῥητόν, κατὰ τὴν τελευταίαν ἡμέραν τῶν πολέμων καὶ τῶν πειρασμῶν, ὅτε τὴν ἐσχάτην καὶ τελευταίαν ἐκδικίαν ἐξεδικήθη· ὡς δὲ πρὸς διάνοιαν, ἐπειδὴ ὅλη αὐτοῦ ἡ ζωὴ μία αὐτῷ ἡμέρα πολέμου ἐγένετο, καθὼς ἔλεγεν αὐτός· 〈Ἐλέησόν με, ὁ θεός, ὅτι κατεπάτησέν με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με.〉 Ἐπειδὴ δι᾽ ὅλου ὡς ἐν μιᾷ ἡμέρᾳ πολεμούμενος ἐρρύσθη, καὶ ὁ λαλῶν δὲ τῷ κυρίῳ ἐν ἡμέρᾳ ἐστίν, καὶ ὁ ῥυσθεὶς ὡς ἀπὸ σκοτίας τῶν ἐχθρῶν καὶ τῶν πειρασμῶν ἐν ἡμέρᾳ ἐστίν. 〈Καὶ ἐκ χειρὸς Σαούλ·〉 τοῦ πενθεροῦ καὶ ἐχθροῦ, τοῦ ἰδίου καὶ ξένου, τοῦ παλαιοῦ Ἰούδα, τοῦ φιλοῦντος καὶ πολεμοῦντος. Καὶ οὐκ εἶπεν τοῦ ἐχθροῦ, ἀλλ᾽ ἠρκέσθη ἀντὶ κατηγορίας τῷ ὀνόματι. Ὡς γὰρ τὸν Κάϊν ἀκούοντες εὐθέως τὸν ἀδελφοκτόνον λογιζόμεθα, οὕτω τὸν Σαούλ, εὐθέως τὸν ἐπίβουλον καὶ πολέμιον τοῦ Δαυὶδ νοοῦμεν· ὃν γὰρ ἀγαπητὸν εἶπεν μετὰ θάνατον—Οἱ ἠγαπημένοι καὶ ὡραῖοι—τοῦτον ὡς ἐχθρὸν ἐν τῇ ἐπιγραφῇ οὐκ ἐπόμπευσεν.

Χεῖρα δὲ τοῦ Σαοὺλ καλεῖ τὸν στρατὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκγόνους.

In Psalmum XVII, 5 Ἀστερ. 〈Ὠδῖνες θανάτου,〉 αἱ κυοφοροῦσαι συνέλαβόν με ἁμαρτίαι· 〈Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.〉 Ἐπὰν γάρ τις ἐν ἁμαρτίαις συλλήφθῃ, τέως ἐν τῇ κοιλίᾳ τοῦ διαβόλου κρατεῖται ὡς ἔμβρυον.

Ἐὰν οὖν μετανοήσῃ, ζῶν ἀπὸ τῆς κοιλίας τοῦ διαβόλου, ὡς ὁ Ἰωνᾶς ἀπὸ γαστρὸς τοῦ κήτους, ἐξέρχεται· ἐὰν δὲ ἀμετανόητος μείνῃ, νεκρὸς καὶ υἱὸς θανάτου ἐξέρχεται. Ἐπεὶ οὖν καὶ ὁ Δαυὶδ ἐν ἁμαρτίαις συνελήφθη, μετενόησεν δέ, καὶ τοὺς δεσμοὺς τῆς ἁμαρτίας αὐτοῦ ὁ θεὸς διέρρηξεν, ὡς λέγειν· 〈Σὺ διέρρηξας τοὺς δεσμούς μου,〉 ὁμολογῶν τὰς ὀλεθρίους ὠδῖνας τοῦ θανάτου, τὴν ἐκ τοῦ διαβόλου μοιχείαν καὶ ἀνδροφονίαν, φησίν· 〈Περιέσχον με ὠδῖνες θανάτου·〉 περιέσχον με, ἀλλ᾽ οὐ κατέσχον με. 〈Χείμαρροι δ᾽ ἀνομίας,〉 οἱ λογισμοὶ τῆς ἐπιθυμίας, αἱ ὁρμαὶ τῶν κακῶν. Ἐὰν οὖν ἡ ψυχὴ ὡς ἐπὶ πέτραν τὸν φόβον τοῦ θεοῦ τεθεμελίωται, οἱ χείμαρροι τῆς ἀνομίας ταύτην ἐκταράσσουσιν, οὐ μὴν καταστρέφουσιν.