Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Ἔκφρασις εἰς τὴν εἰκόνα τῆς ἁγίας Εὐφημίας

Ἀστέριος Ἀμασείας

Η δίκη και τα βασανιστήρια της μάρτυρος

Περιγραφή της παράστασης του δικαστηρίου, της ανδρείας που επιδεικνύει η αγία και των βασανιστηρίων στα οποία υποβάλλεται.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 2 από 4

Ὑψηλὸς ἐπὶ θρόνου καθίδρυται δικαστὴς πικρὸν καὶ δυσμενὲς βλέπων εἰς τὴν παρθένον· ὀργίζεται γὰρ ὅταν ἐθέλῃ κἀν ταῖς ἀψύχοις ὕλαις ἡ τέχνη. Δορυφόροι δὲ τῆς ἀρχῆς καὶ στρατιῶται πολλοί, οἱ μὲν τῶν ὑπομνημάτων ὑπογραφεῖς δέλτους φέροντες καὶ γραφίδας, ὧν θάτερος ἀναρτήσας ἀπὸ τοῦ κηροῦ τὴν χεῖρα βλέπει πρὸς τὴν κρινομένην σφοδρῶς ὅλον ἐκκλίνας τὸ πρόσωπον, ὥσπερ παρακελευόμενος γεγωνότερον λαλεῖν ἵνα μὴ κάμνων περὶ τὴν ἀκοὴν ἐσφαλμένα γράφῃ καὶ ἐπιλήψιμα.

Ἕστηκεν δὲ ἡ παρθένος ἐν φαιῷ χιτῶνι, καὶ ἱματίῳ τὴν φιλοσοφίαν σημαίνουσα, ὡς μὲν ἔδοξε τῷ γραφεῖ, καὶ τὴν ὄψιν ἀστεία, ὡς δ’ ἐμοὶ δοκεῖ, τὴν ψυχὴν κεκαλλωπισμένη ταῖς ἀρεταῖς. Ἄγουσι δὲ αὐτὴν πρὸς τὸν ἄρχοντα δύο στρατιῶται, ὁ μὲν ἕλκων ἐπὶ τὸ πρόσω, ὁ δὲ κατόπιν ἐπείγων. Κεκραμένον τῆς παρθένου τὸ εἶδος αἰδοῖ καὶ στερρότητι· νεύει μὲν γὰρ εἰς γῆν ὥσπερ ἐρυθριῶσα τὰς ὄψεις τῶν ἀρρένων, ἕστηκε δὲ ἀκατάπληκτος οὐδὲν πάσχουσα πρὸς τὸν ἀγῶνα δειλόν. Ὡς ἔγωγε τοὺς ἄλλους τέως ἐπῄνουν ζωγράφους, ἔστ’ ἂν ἐθεασάμην τῆς γυναικὸς ἐκείνης τῆς Κολχίδος τὸ δράμα, ὅπως μέλλουσα τοῖς τέκνοις ἐπιφέρειν τὸ ξίφος ἐλέῳ καὶ θυμῷ μερίζει τὸ πρόσωπον καὶ θάτερος μὲν τῶν ὀφθαλμῶν τὴν ὀργὴν ἐμφανίζει, θάτερος δὲ τὴν μητέρα μηνύει φειδομένην καὶ φρίττουσαν, νῦν δὲ τὸ θαῦμα ἀπ’ ἐκείνης τῆς ἐννοίας πρὸς ταύτην μετατέθεικα τὴν γραφήν· καὶ σφόδρα γε ἄγαμαι τοῦ τεχνίτου, ὅτι μᾶλλον ἔμιξε τῶν χρωμάτων τὸ ἄνθος, αἰδῶ τε ὁμοῦ καὶ ἀνδρείαν κεράσας, πάθη κατὰ φύσιν μαχόμενα.

Προβαινούσης δὲ εἰς τὸ πρόσω τῆς μιμήσεως, δήμιοί τινες ἐν χιτωνίσκοις γυμνοὶ ἤδη ἤρχοντο τοῦ ἔργου· καὶ ὁ μὲν δραξάμενος τῆς κεφαλῆς καὶ ἀνακλίνας εἰς τὸ κατόπιν παρεῖχε τῷ ἑτέρῳ εὐτρεπὲς εἰς τιμωρίαν τῆς παρθένου τὸ πρόσωπον· ὁ δὲ παραστὰς ἐξέκοπτε τῶν ὀδόντων τὸ μαργαρῶδες· σφῦρα δὲ καὶ τέρετρον φαίνεται τῆς τιμωρίας τὰ ὄργανα. Δακρύω δὲ τὸ ἐντεῦθεν καί μοι τὸ πάθος ἐπικόπτει τὸν λόγον· τὰς γὰρ τοῦ αἵματος σταγόνας οὕτως ἐναργῶς ἐπέχρωσεν ὁ γραφεὺς ὥστε εἴποις ἂν προχεῖσθαι τῶν χειλέων ἀληθῶς καὶ θρηνήσας ἀπέλθοις.