Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Εἰς τὸν Ἰάειρον καὶ εἰς τὴν αἱμορροοῦσαν

Ἀστέριος Ἀμασείας

Η θεραπεία της αιμορροούσης και η δημόσια φανέρωση του θαύματος

Περιγραφή της μυστικής ίασης μέσω του κρασπέδου, της παντογνωσίας του Κυρίου και της φανέρωσης της πράξης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 2 από 3

Ἤκουσε τῶν ἀφώνων τῆς γυναικὸς λογισμῶν ὁ κύριος καὶ σιωπῶν σιωπῶσαν ἰάσατο, ἐπειδὴ τοῦ κρασπέδου προσήψατο· αἵματος γὰρ ἔστησεν ὀχετοὺς ἑκοντὶ τὴν ἴασιν συληθείς. Καὶ ἡ μὲν ἐνόμιζε κεκλοφέναι τὴν δωρεάν, ὁ δὲ ἐκλάπη τὴν χάριν.

Καὶ τέως μὲν οὐκ ἐκλαλεῖ τὴν θεραπείαν, ὕστερον δὲ δημοσιεύει οὐ φιλοδοξῶν—ἄπαγε· ποῦ γὰρ θαυματουργία πρόεισι φιλοδοξίας; —, ἀλλὰ καὶ τῆς γυναικὸς τὴν τῆς πίστεως πᾶσιν ἐπιδεικνὺς εὐκαρπίαν, καὶ τῶν παρόντων τοὺς μὲν εἰς θεογνωσίαν ἐπιστρέφων, τῶν δὲ τὴν ἀπόνοιαν καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν λόγων στηλιτεύων.

Εἶδον, φησί, τὴν ὄπισθεν ἁψαμένην· οὐ γάρ μοι μόνος ὁ ταῖς ὀφρύσιν ὀφθαλμὸς ὑποκαθήμενος καὶ τοῖς βλεφάροις σκεπόμενος, ἀλλὰ καὶ ἕτερος ὁ γῆν ὁμοῦ καὶ θάλατταν ἐποπτεύων καὶ κτίσιν τὴν σύμπασαν. Σιγῇ δὲ πρόσεισιν ἡ γυνὴ δι’ εὐλάβειαν καὶ οὐ λανθάνει. Ἀναγινώσκει γὰρ ὁ θεὸς καὶ σιγώντων ἡμῶν τὸν ἑκάστου νοῦν, ὡς ἡμεῖς βιβλίον παρεχόμενοι. Διὸ καὶ τῆς Μωσέως σιωπώσης γλώσσης τὸ τῆς καρδίας ἠκούετο βούλημα.

Εἰ τὴν χάριν ὁ δοὺς ἐσιώπησε, τάχα ἂν οὐδ’ αὐτὴ τὴν χάριν ἡ λαβοῦσα ὠφελήθη, εἰς συντυχίαν τὸ δῶρον αἰχμαλωτίζουσα. Τοῦτο τὸ θαῦμα εἶδον μὲν ἄπειρον πλῆθος, τὸ πνεῦμα δὲ τὸ ἅγιον πρὸ πολλῶν γενεῶν διὰ Μαλαχίου προεθέσπισε· Ἀνατελεῖ γὰρ ὑμῖν, φησί, τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, ἥλιον μὲν δικαιοσύνης τὸν κύριον καλῶν, πτέρυγας δὲ τὰ τοῦ ἱματίου κράσπεδα.