Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Εἰς τὸν Ζακχαῖον (Νόθος)

Ἀστέριος Ἀμασείας

Η φύση του τελωνικού αμαρτήματος και η μετάνοια του Ζακχαίου

Περιγραφή της τελωνείας ως ακραίας ψυχικής ασθένειας και η έμπρακτη αποκατάσταση των αδικιών από τον Ζακχαίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 2 από 3

Πᾶσα μὲν ἀδικία κακὸν καὶ μίσους ἄξιον, ὁ δὲ τελώνης ἀνυπέρβλητον· οὐδὲ γὰρ οὐδὲ πρόφασιν ἔχει τῆς ἁμαρτίας εὐπρόσωπον. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων εὑρίσκεταί τις ἀνάγκη τοῦ κακοῦ καὶ ῥίζα, ἐξ ὧν φύεται τὸ ἀδίκημα· ὁ δὲ τελώνης θηρίον ἐστίν, ἀπροφάσιστος λοιμός, ταῖς λεωφόροις ἐπικαθήμενος, πεπαρρησιασμένη βία, ἀνεπιτίμητος ἁρπαγή, ἀναίσχυντος πλεονεξίας τρόπος, πραγματεία λόγον οὐκ ἔχουσα, ἀναιδὴς ἐμπορία, ἔσχατος ὅρος κακίας. Ὅπερ οὖν καὶ ὁ Χριστὸς παραδηλῶν εἰς παράδειγμα τῶν ἐσχάτων κακῶν τὰς πόρνας καὶ τοὺς τελώνας ἄγει συνεχῶς.

Ἐνόσει ταύτην καὶ ὁ Ζακχαῖος τὴν νόσον, πρὶν ἐγγὺς ἔλθῃ τοῦ Ἰησοῦ, μακρῷ τῆς ἀρρωστίας τοῦ Ἱεριχουντίου τυφλοῦ ὑπάρχουσαν χείρονα, εἴ γε ὁ μὲν σώματος, ὁ δὲ ψυχῆς αὐτῆς ἐνόσει τὴν πήρωσιν. Μὴ δῷς ἄλλοις τὰ ἀλλότρια, ἀλλὰ τοῖς ἠδικημένοις τὰ οἰκεῖα ἀποκατάστησον· οὐ γὰρ προσδέχεται θεὸς ἐλεημοσύνην ἐξ ἁρπαγῆς. Καλὸς ὁ τελώνης τῶν καθ’ ἑαυτὸν κριτὴς καὶ οἰκονόμος· Εἴ τινός τι, φησίν, ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν, οὐκ ἄλλοις—ἄμισθον γὰρ τοῦτο καὶ ἀπρόσδεκτον θεῷ—, ἀλλ’ αὐτοῖς τοῖς συκοφαντηθεῖσιν.