Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Ὁμιλία θ΄ (Νόθος)

Ἀστέριος Ἀμασείας

Βίος, ομολογία και μαρτύριο του αγίου Φωκά

Περιγραφή της καταγωγής του αγίου από τη Σινώπη, της εργασίας του ως κηπουρού, της αβραμιαίας φιλοξενίας των διωκτών του, της γενναίας αποκάλυψης της ταυτότητάς του και του εκούσιου μαρτυρίου του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 2 από 4

Ἀλλὰ γάρ, εἰ δοκεῖ, τῶν κοινῶν καὶ πολλοῖς γνωρίμων ἀφέμενος τὰ ἐξαίρετα τοῦ μάρτυρος διηγήματα ὑμῖν τοῖς φιλομάρτυσι διηγήσομαι. Ἤνεγκε τὸν ἅγιον ἄνδρα τοῦτον, τὸ μέγα χριστιανῶν ὄφελος, ἡ γείτων Σινώπη, πόλις ἀρχαία καὶ γνώριμος, εὔπορος γενναίων καὶ φιλοσόφων ἀνδρῶν.

Ἐπιτήδευμα δὲ αὐτῷ τοῦ βίου κήπου γεωργία καὶ ἐπιμέλεια, ὅνπερ αὐτοῦ που πρὸ τῆς πύλης τοῦ ἄστεος ἐπὶ τοῦ στόματος τοῦ Ἰσθμοῦ κεκτημένος ἤσκει φιλοπόνως, ἑαυτῷ καὶ τοῖς δεομένοις παραμυθίαν τοῦ βίου. Ἤνοιγε δὲ καὶ τοῖς ξένοις μάλα προθύμως τὴν μικρὰν καὶ πενομένην ἑστίαν. Ἐποικῶν δὲ τῇ λεωφόρῳ κοινὰ τοῖς ἐπιδημοῦσι προετίθει τὰ ὄντα· καὶ νέος ὢν Λώτ, οὐ Σοδομιτῶν, ἀλλὰ Σινωπέων. Τοῦ χρόνου προελθόντος τὴν ἐντολὴν εὗρεν οὐκ ἄμισθον· ἀπὸ γὰρ τῆς φιλοξενίας ἐκέρδανε τοῦ ζωοποιοῦ θανάτου τὴν πρόφασιν· ὅθεν δὲ καὶ ὅπως μικρὸν ἀναλαβόντος ἀκούσατε.

Τοῦ λόγου τῆς εὐσεβείας ἡμῶν καταγγελθέντος καὶ τοῦ θαυμασίου κηρύγματος πρὸς πᾶσαν ἀκοὴν ἐξελθόντος, γνωρίζοντος δὲ τὸν Χριστὸν καὶ τὰ ἀπ’ ἐκείνου μυστήρια, ἐφρυάξαντο ἔθνη, κατὰ τὸν ψαλμῳδόν, καὶ οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες συνήγοντο ἐπὶ τὸ αὐτό· καὶ οἱ τῆς πλάνης λαοὶ ὠργίζοντο τοῦ Ἰησοῦ βασιλεύσαντος. Ἐζητεῖτο δὲ πᾶς χριστιανὸς ὡς κακοῦργος καὶ ὁ ἐγγὺς ἐκολάζετο καὶ ὁ μακρὰν ἀνιχνεύετο. Διὸ καὶ Φωκᾶν οὔτε ἡ εὐτέλεια τοῦ ἐπιτηδεύματος καὶ ὁ κηπουρὸς ἔκρυψεν, ἀλλὰ καὶ οὗτος ὡς γνήσιος τοῦ Χριστοῦ μύστης ἐμηνύθη. Καὶ δὴ καὶ ἦλθον ἐπ’ αὐτὸν οἱ τοῦ δυστήνου τοῦδε βίου καὶ ῥέοντος κελευσθέντες ἀπαγαγεῖν αὐτὸν ἄκριτον, ἀναπολόγητον. Καὶ γὰρ ἦν τὸ ἔγκλημα θεοσέβεια, ἔγκλημα ὃ λαμπρᾷ τῇ φωνῇ ὁ δράσας καθωμολόγει· καὶ μηδενὸς μὲν ἐρωτῶντος τοῖς ἔργοις ἐδείκνυε, πυνθανομένου δὲ περιχαρῶς ἐβόα.

Ἐλθόντες οὖν οἱ τῆς ἐκείνου τιμωρίας δήμιοι καὶ τῆς ἡμετέρας ἑορτῆς αἴτιοι παρ’ αὐτῷ τῷ ζητουμένῳ κατέλυσαν, οὔτε γινώσκοντες οὔτε μὴν γινωσκόμενοι. Ἐν ἀπορρήτῳ δὲ τέως εἶχον τῆς ἐπιδημίας τὴν πρόφασιν, ἵνα πρότερον ἐκδιδαχθέντες παρὰ τῶν ἔξω τῆς πόλεως, τίς ὁ Φωκᾶς καὶ ὅπου διάγει, ἀθρόον ἐπιστάντες συλλάβωσιν, ὡς Ἰουδαῖοι ποτε ἐν τῷ κήπῳ μετὰ Ἰούδα τὸν Κύριον. Ἐλελήθεσαν δὲ εἴσω δικτύων τὴν θήραν ἔχοντες, οἱ κύνες τὸν ἀρνειόν, οἱ λύκοι τὸν ἀμνόν, καὶ συνανεπαύετο ταῖς παρδάλεσιν ὁ ἔριφος καὶ τοῖς λύκοις ὁ ἀρνὸς συνεβόσκετο καὶ οἱ λέοντες ἅμα τῷ μόσχῳ κοινὴν ἐποιοῦντο τὴν δίαιταν. Ἐπεὶ δέ, οἷα φιλεῖ γίνεσθαι, τράπεζα καὶ συνήθεια τὸ θαρρεῖν ἀλλήλοις παρέσχον, διεπυνθάνετο παρ’ αὐτῶν ὁ μάρτυς τίνες τε εἶεν καὶ τίνος χάριν τὴν αὐτοῦ πόλιν κατέλαβον.

Οἱ δὲ τὴν πρόθυμον δεξίωσιν καὶ φιλοξενίαν τοῦ ἀνδρὸς αἰδεσθέντες μηδενί τε τὸ λεχθησόμενον ἐξειπεῖν παραγγείλαντες, γνωρίζουσιν αὐτῷ τὸ ἀπόρρητον καὶ τὸ τῆς ἐπιβουλῆς ἐξαγορεύουσι δρᾶμα, καὶ ὅτι Φωκᾶν ἐπὶ τιμωρίᾳ ζητοῦσι λαβεῖν· ὅθεν πρὸς τῇ φιλοξενίᾳ καὶ ταύτην ἠξίουν χαρίσασθαι τὴν εὐεργεσίαν, καὶ συγκαμεῖν αὐτοῖς εἰς τὴν θήραν τοῦ ζητουμένου.

Ἤκουσεν ὁ τοῦ Κυρίου θεράπων καὶ ἀτρέπτῳ τῇ ψυχῇ τὸν λόγον δεξάμενος, οὐ ταπεινόν τι καὶ ἀγεννὲς ἔπαθεν ἢ ἐφθέγξατο· οὐδὲ τὸν κίνδυνον ἀποδειλιάσας πρὸς φυγὴν ἔβλεψε, καὶ ταῦτα πολλὴν ἔχων πρὸς τοῦτο τὴν ἐξουσίαν, ὅτι μηδὲ δῆλος ἦν ἔτι αὐτὸς ὢν ὁ παρ’ ἐκείνων ἐπιζητούμενος· ἀλλὰ πᾶν τοὐναντίον ἐποίει, ἀνδρίζεσθαι μᾶλλον καὶ οὐχὶ φεύγειν προῃρημένος. Ἀμέλει καὶ πρὸς τὴν ἀξίωσιν αὐτῶν ἐπινεύει·

Κἀγώ, φησίν, ὑμῖν εἰς τὸ προκείμενον συνεφάψομαι. Γινώσκω γὰρ τὸν ἄνδρα καὶ ῥᾳδίως ἀναζητήσας εὑρήσω· οὐκ εἰς μακρὰν δὲ τοῦτον, ἀλλ’ εἰς τὴν ἐπιοῦσαν καὶ αὐτοῖς ὑμῖν ἐπιδείξω· μόνον ὑμεῖς ἐπὶ τῆς πενιχρᾶς μου ταύτης καταγωγῆς ἀναπαύσασθε. Οὕτω βεβαίαν αὐτοῖς ἐγγυησάμενος τὴν ὑπόσχεσιν πράγμασιν ἑαυτὸν καταμερίζει δυσί, τῇ τε δεξιώσει τῶν ἑαυτοῦ φονέων καὶ τῇ ἑτοιμασίᾳ τοῦ τάφου. Εὐτρεπίσας δὲ τό τε ὄρυγμα καὶ τὰ περὶ ταφὴν ἀναγκαῖα, προσελθὼν αὐτοῖς τῇ ὑστεραίᾳ, Ἐπιμελῶς ὑμῖν, ἔφη, τὸν Φωκᾶν ἀνεζήτησα καὶ ἕτοιμον ἤδη τὸ θήραμα· καί, εἰ δοκεῖ, συλληφθήτω. Τῶν δὲ εἰπόντων ἐκ περιχαρείας· Καὶ ποῦ ὁ ἀνήρ; Οὐ πόρρω, φησίν, ἀλλὰ μεθ’ ὑμῶν· αὐτὸς δὲ ὑμῖν οὗτος ἐγώ· καὶ χρήσασθε τῷ πράγματι καὶ πληρώσατε τὸν τῆς ὁδοιπορίας καὶ τοῦ πόνου σκοπόν. Ἐπλήγησαν τὰς ψυχὰς οἱ ἄνθρωποι καὶ πρὸς τὴν ἀκοὴν ἀπεπάγησαν τοὺς ἅλας καὶ τὴν τράπεζαν αἰδεσθέντες καὶ τὸν ἐν πενίᾳ φιλότιμον ἑστιάτορα. Ὁ δὲ καὶ ἔτι παρεκάλει πρὸς τὴν τόλμαν τῆς ἀναιρέσεως καὶ μηδὲ πρὸς ὀλίγον διστάζειν ἐπεκελεύετο λέγων ὡς οὐ τῆς ἐκείνων χειρὸς ὁ φόνος, ἀλλὰ τῶν προσταξάντων ἡ ἐπιχείρησις.

Εἶπεν, ἔπεισεν, ἔπαθε καὶ τὴν κεφαλὴν ἀποτμηθεὶς ἱερεῖον τῷ Θεῷ κεχαρισμένον προσήχθη. Στύλον καὶ ἔρεισμα τῶν θείων τῆς οἰκουμένης ἐκκλησιῶν, ἐξ ἐκείνου μέχρι τοῦ νῦν τοῦτον ἔχομεν, ἄνθρωποι· καὶ μαρτύρων ἐστὶν οὗτος περιφανέστατος ἐν τοῖς ἀρίστοις ἔχων αὐτὸς τὸ πρωτεῖον.