Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Εἰς τὸν Ματθαῖον

Ἀστέριος Ἀμασείας

Η υποδούλωση, η μετάνοια και η αποκατάσταση του ασώτου

Η πτώση του νεότερου υιού στην αμαρτία και την επιρροή του πονηρού, η συντριβή και επιστροφή του, καθώς και η υποδοχή του από τον πατέρα με τις συμβολικές δωρεές της πνευματικής αποκατάστασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 2 από 5

Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. Δεινὸς οὗτος ὁ πολίτης, πάντας τοὺς ἀσώτους συνάγων καὶ προσιέμενος τοὺς ἀποκηρύκτους καὶ τοὺς πατραλοίας ἕλκων πρὸς ἑαυτὸν καὶ πέμπων εἰς ἀτιμίας πράξεις. Ἐπισημαίνεται δὲ ὅτι χοίρων ἐστὶν ἀγελάρχης, οὐ προβάτων ποιμήν· προβάτων μὲν γὰρ τῶν λογικῶν ποιμὴν ὁ Χριστὸς ὁ λέγων·

Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Συβώτης δὲ ὁ διάβολος, ὁ φίλος τῶν χοίρων. Ἢ οὐ μέμνησαι, ὁ ἀκροατής, ὅτι ἡνίκα τὸν δαιμονιῶντα ἐθεράπευσεν ὁ Χριστός, τὸν φοβερὸν ἐκεῖνον καὶ αὐχμώδη, τὸν ἀπὸ τῶν μνημείων ἐκπορευόμενον, παρεκάλουν οἱ ἀπελασθέντες δαίμονες—ἦν γὰρ φρατρία πνευμάτων— ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων, ὡς πάντως φίλως ἔχοντες πρὸς ταῦτα τὰ ζῷα. Καὶ γὰρ ἔπρεπε τοὺς ἀκαθάρτους τοῖς ὁμοίοις ἐπαναπαύεσθαι. Ἀπέστειλεν οὖν τὸν ἄθλιον νεανίσκον βόσκειν χοίρους. Φεῦ τῆς συμφορᾶς. Φεῦ τῆς ἀθλιότητος.

Μετὰ τὴν εὐδαιμονίαν ἐκείνην συβώτης ὁμοδίαιτος τῶν χοίρων, ἐσθίων κεράτια, ψυχρὸν καὶ ἄτροφον ἔδεσμα. Τοιαύτη γὰρ καὶ τῆς ἁμαρτίας ἀπόλαυσις, ἡδεῖα πρὸς ὀλίγον καὶ οὐδὲν τὸ χρήσιμον ἔχουσα. Εἰς ἑαυτὸν δὲ ἐλθών. Καλῶς τὸ εἰς ἑαυτὸν ἐλθών· ὡς γὰρ οἱ δαιμονιζῶντες ἔξω τῶν φρενῶν εἰσι, οὕτω καὶ οἱ τοῖς πάθεσι τῶν ἁμαρτιῶν κατεχόμενοι. Εἶτα τῇ μετανοίᾳ πρὸς διόρθωσιν ἐπικλίναντες οἷον ἐκ μανίας τινὸς καὶ παραφορᾶς ἀνανήφουσι.

Δαιμονᾶν γὰρ ἀληθῶς οὐ τοῦτο μόνον ἐστί, τὸ καταπίπτειν καὶ ὑλακτεῖν καὶ ἀφρῷ περιρρεῖσθαι, ἀλλὰ τὸ ἐνεργεῖσθαι ὅλως παρὰ τοῦ πονηροῦ. Δαιμονῶντα καλῶ τὸν ψεύστην καὶ βλάσφημον, καὶ πλέον τούτων τὸν πόρνον καὶ τὸν μοιχόν, τὸν ὑποκριτήν, τὸν πλεονέκτην καὶ πάντα ἁπλῶς τὸν ἐκ τῶν χειρόνων γνωριζόμενον ἄνθρωπον. Οὕτω τοι καὶ ὁ Πέτρος, πάντα ἀλλότρια τοῦ βουλήματος τοῦ θεοῦ εἰδὼς εἶναι τὰ τοῦ σατανᾶ, πρὸς τὸν ἱερόσυλον Ἀνανίαν οὕτως φησίν· Ἀνανία, τί ὅτι ἐπείρασέ σε ὁ σατανᾶς ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον; Καὶ ὁ κύριος εἰς τὸ πῦρ πέμπων τοὺς ἁμαρτωλούς, ἀγγέλους αὐτοὺς τοῦ διαβόλου καλεῖ· σκεύη γάρ εἰσι τῆς ἐκείνου βουλήσεως.

Καὶ ὁ Ἰούδας οὐ πρότερον ἐγένετο προδότης πρὶν τὸν σατανᾶν εἰς αὐτὸν εἰσελθεῖν. Καὶ ὁ Ἀδὰμ οὐκ ἐπεθύμησε τοῦ ξύλου μέχρις οὗ ὁ ὄφις πρὸς τὴν Εὕαν ὡμίλησε. Καὶ πᾶσα κακίας ἀφορμὴ ἀπ’ ἐκείνου ἔχει τὴν ῥίζαν.

Καλῶς οὖν εἶπε περὶ τοῦ μετανοοῦντος· εἰς ἑαυτὸν δὲ ἐλθών· μόνον γὰρ ἀνένηψε. Βλέπε οἵους πρὸς ἑαυτὸν διεξέρχεται λόγους πάσης γέμοντας σωφροσύνης καὶ συνέσεως· Πόσοι μίσθιοι τοῦ πατρός μου περιττεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι· ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιον σοῦ. Εὔγε τῆς μεταμελείας. Εὔγε τῶν σωφρόνων λογισμῶν. Ἄφες τὸν πολίτην τὸν ξένως ἔχοντα πρὸς σὲ καὶ ἀνάλυσον πρὸς τὸν πατέρα, κατάλιπε τοὺς χοίρους καὶ ἔλθε πρὸς τὸν τῶν προβάτων δεσπότην τὸν λέγοντα· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, τὸν θέντα τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, τὸν λέγοντα πρὸς Πέτρον ἐμμελῶς τρίτον· Βόσκε τὰ ἀρνία μου. Ἐπαίνου δὲ ἀξία καὶ ἡ ἱκετηρία· οὐκέτι γὰρ ἑαυτὸν υἱὸν καλεῖ ἀλλὰ γυμνοῖ τοῦ ἀξιώματος ἑκὼν διὰ ταπεινότητα, μισθωτὸν δὲ ὀνομάζει καὶ πάντα τὰ τῆς ἀτιμίας ὀνόματα, ἵνα ἡμῖν ὑπογράψῃ ὁ λόγος ὅπως προσῆκε καταπίπτειν καὶ ταπεινοῦσθαι τὸν ἁμαρτίας ὀλοφυρόμενον. Πολλοὶ γὰρ τῶν τῆς μετανοίας χρῃζόντων σχήματι μὲν ὁμολογοῦσι τὴν ἐπιστροφήν, τοῖς δὲ ἔργοις τὰ τῶν ἀκαταγνώστων ἐργάζονται, ὁμοίως ζῶντες τοῖς τὸν βίον καθαρὸν ἔχουσι καὶ πάντη ἀνεπίληπτον, χαίροντες, γαυριῶντες, ἡδυπαθοῦντες, οὐδεμίᾳ ἀχθηδόνι καταδικάζοντες ἑαυτούς, ἀλλὰ τῷ ὀνόματι μόνῳ τοῦ μετανοοῦντος ἀρκούμενοι.

Ἡ δὲ παραβολὴ αὕτη κανονίζει τὸν βίον ἡμῶν δεικνῦσα ὡς οὐ δεῖ τὸν ἐξιλεούμενον οὐδὲ ἀτενὲς βλέπειν εἰς οὐρανούς, ἀλλὰ τῷ ἐρυθριῶντι βλέμματι τὸ τῆς ψυχῆς μηνύειν ἀπαρρησίαστον καὶ τὸν τελώνην ἐκεῖνον ζηλοῦν, τὸν ἅμα τῷ φαρισαίῳ καταλαβόντα τὸν τόπον τῆς προσευχῆς, πρὸς γῆν δὲ ὁρῶντα καὶ ἑνὶ μόνῳ κεχρημένον λόγῳ· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.

Μετὰ δὲ τοῦτο ὅρα πῶς ἐν τῷ προσώπῳ τοῦ πατρὸς τοῦ θεοῦ διαγράφει τὴν ἀγαθότητα· οὐ γὰρ μένει βαρύμηνις ἐπιστρέφοντος αὐτοῦ τοῦ παιδός, οὐδὲ ἀποστρέφει εἰς τὰ ὀπίσω τὴν κεφαλὴν ἢ ἀποκλίνει τὴν συντυχίαν—τοῦτο δὴ τὸ τῶν ὀργιζομένων ἐξαίρετον—, ἀλλὰ θεασάμενος ἐρχόμενον προσυπαντᾷ, οὐ πράως βαδίζων οὐδὲ σχολαιότερον, ἀλλὰ τρέχων ἵνα θᾶττον ἀπολάβῃ τὸν πλανηθέντα. Καὶ συμβαλὼν οὐ ῥαθύμως ἀσπάζεται, ἀλλὰ τῷ αὐχένι τὸ πρόσωπον ἐπιθεὶς καὶ ὅλος ὅλῳ περιχυθεὶς δαψιλὲς ἐπιρρεῖ τὸ δάκρυον, ὥς που πεποίηκεν ἐν Αἰγύπτῳ καὶ Ἰωσὴφ τὸν Βενιαμὶν θεασάμενος.

Δίδωσι δὲ καὶ φίλημα, τῆς καταλλαγῆς τὸ σύμβολον. Ἐλεεινὰ δὲ τοῦ παιδὸς ἔτι φθεγγομένου καὶ πολλῆς ἀπολογίας γέμοντα, ἐπικόψας αὐτοῦ τὴν ἱκεσίαν ἐγκελεύεται τοῖς οἰκέταις στολὴν τὴν πρώτην κομίσαι καὶ δακτύλιον καὶ ὑποδήματα, ἀποδοῦναι δὲ αὐτῷ τῆς προτέρας τιμῆς τὴν ἀξίαν καὶ κατακοσμῆσαι, ὡς εἰκός, τὸν ῥυπῶντα καὶ κατημελημένον. Μετὰ ταῦτα κελεύει καὶ συμπόσιον εὐτρεπισθῆναι καὶ τράπεζαν, ἵνα ποικίλῃ θεραπείᾳ καὶ δεξιώσει λύσῃ τοῦ πλανηθέντος τὴν συμφοράν. Ταῦτα δὲ πάντα οὐχ ὡς διήγημα ἐν τῷ κοινῷ ἀνεγράφη, ἀλλ’ ἕκαστος λόγος γέμει μυστήρια κεκρυμμένης ἀλληγορίας· παραβολὴ γάρ ἐστιν, ὡς ἴστε· πᾶς δὲ παραβολικὸς λόγος ἐξ ἄλλων τῶν φαινομένων πρὸς ἕτερα μυσταγωγεῖ τὰ νοούμενα.

Ἐξενέγκαντες τὴν στολὴν τὴν πρώτην. Τί βούλεται τουτὶ τὸ αἴνιγμα; Ἴσμεν ὅτι πᾶς ὁ τοῦ λουτροῦ τυγχάνων τῆς παλιγγενεσίας ἐνδύεται χάριν ἄνωθεν καὶ ἀποστίλβει τῷ καινισμῷ καὶ περιβάλλεται τὸ τῆς ἀφθαρσίας ἱμάτιον. Τούτου δὲ οὕτως ἔχοντος ἐπειδὰν εἰς τὸν βόρβορον καταπέσῃ τῆς ἁμαρτίας, χρῄζει πάλιν τοῦ τὸν πηλὸν ἐκκαθαίροντος. Ἐπειδὴ δὲ λουτρὸν δεύτερον δι’ ὕδατος οὐκ ἔστιν, ἰσοδυναμοῦσαν ἐκείνῳ βοήθειαν ὁ θεὸς τὴν μετάνοιαν ἐδωρήσατο, ἥτις τὰ μολύσματα ἡμῶν τῷ δακρύῳ ἐκπλύνουσα πάλιν καθαροὺς ἀποφαίνει. Ἦλθε τοίνυν ὁ ἁμαρτωλὸς καὶ προσέπεσε καὶ τῆς τιμίας στολῆς ἀπολαμβάνει τὸν κόσμον. Ἐπειδὴ δὲ ἐν τῇ χάριτι τῆς υἱοθεσίας τῷ πνεύματι σφραγιζόμεθα, ἐδόθη καὶ ὁ δακτύλιος τῷ νεανίσκῳ, σύμβολον τῆς νοητῆς δωρεᾶς εἰς ἣν ἀποκαθίστατο. Τὸ γὰρ πνεῦμα τὸ ἅγιον ἀφίησι τὸν ἐν κακῇ ζωῇ ἀναστρεφόμενον, ὥσπερ τις περιστερὰ πύργον ἐρημωθέντα, καὶ οὐ πρότερον ὑποστρέφει, πρὶν ἂν φιλοκαληθεὶς ἀνακομισθῇ, ἀσφαλισθεὶς μὲν τὰς αἰσθήσεις ὡς θυρίδας δι’ ὧν ἀκωλύτως πρότερον εἰσερρύη ἡ ἁμαρτία, λαμπρυνθεὶς δὲ τῇ ἐπιστροφῇ ὡς ὁ οἶκος τῇ λευκῇ κονίᾳ. Προσφέρεται δὲ αὐτῷ καὶ τὰ ὑποδήματα. Διὰ τί; Ἴστε γὰρ ὑμεῖς, οἶδα σαφῶς, ὅτιπερ ἐλέχθη τῷ ὄφει τὴν πτέρναν τοῦ ἀνθρώπου τηρεῖν καὶ τῷ ἀνθρώπῳ τὴν ἐκείνου κεφαλήν, καθὼς ἐν Γενέσει φησί· Σὺ τηρήσεις αὐτοῦ κεφαλὴν κἀκεῖνος τηρήσει σου πτέρναν.