Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Εἰς τὸν Ματθαῖον

Ἀστέριος Ἀμασείας

Ο πρεσβύτερος αδελφός και η κατακλείδα της πρώτης ομιλίας

Η δυσαρέσκεια του μεγαλύτερου αδελφού απέναντι στη θεία φιλανθρωπία, η μακροθυμία του πατέρα και η τελική προτροπή προς τους πιστούς για την αποδοχή των μετανοούντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 3 από 5

Τούτου δὲ οὕτως ἔχοντος ἐλθὼν ὁ ἀδελφὸς αὐτοῦ καὶ ταῦτα ἰδὼν ἐβάσκηνεν. Τοῦτο δὲ τῆς σκαιᾶς καὶ ἀπαιδεύτου γνώμης ἔλεγχον ἔχει. Καίτοι εἰ καὶ μικρὸν αὐτός τι παρεβλάπτετο μέρος, ἔδει μὴ δυσχεραίνειν, ἀλλὰ φέρειν γενναίως καὶ τῆς ὀλίγης ζημίας τὸν ἀδελφὸν προτιμᾶν. Νυνὶ δὲ τῇ ἀλλοτρίᾳ φιλοτιμίᾳ βαρύνεται, ἐφ’ οἷς αὐτὸς οὐδὲν ζημιοῦται, καὶ διαρρήγνυται, ἐφ’ οἷς ὁ γυμνὸς ἐνεδύθη καὶ ὁ λιμώττων ἐτράφη καὶ ὁ ἄοικος εὗρεν ἑστίαν. Καὶ ταῦτα ὁ ἀδελφός· ἡ γὰρ προσθήκη τοῦ γένους διπλασιάζει τὸ ἔγκλημα. Τοιούτους ἐγὼ κατενόησα καὶ τοὺς ἐργάτας τοῦ ἀμπελῶνος παρὰ Ματθαίῳ· κἀκεῖ γὰρ ἐπειδὴ οἱ τῆς ἑνδεκάτης ἐργάται ἴσως ἐτιμήθησαν τῇ τοῦ οἰκοδεσπότου φιλοτιμίᾳ τοῖς ἀπὸ τῆς τρίτης ὥρας ἀμπελουργοῦσιν, οἱ μὲν ἀγανακτοῦντες διαρρήγνυνται καὶ μύρια σχετλιάζουσιν, ὁ δὲ κύριος τοῦ ἀμπελῶνος πραΰτητι ὅμου καὶ δικαιοτάτῃ ἀντιλογίᾳ τῶν βασκάνων καθάπτεται λέγων· Ἑταῖρε, εἰ μὲν ἐλαττῶ σου τὸν συμφωνηθέντα μισθόν, μέμφου καὶ ἀγανάκτει· εἰ δὲ καὶ ὁ σὸς πόνος οὐκ ἄκαρπος, τί λυπῇ, εἰ ἠλέησα τὸν βραδύναντα; Ἐμὸς ὁ πλοῦτος, μὴ γὰρ σὴ δαπάνη; Κακοτρόπου κατηγόρημα τὸ λυπεῖσθαι ἐπὶ τοῖς ἀγαθοῖς τοῦ πέλας. Καί μοι δοκεῖ εἰκότως τινὰ πρὸς τὸν ἀδελφὸν τοῦτον τοῖς ὁμοίοις χρήσασθαι λόγοις ὅτι Ὦ βέλτιστε, οὐδὲν ἡ σὴ ἐλαττοῦται κληρονομία οὐδὲ ἡ τιμὴ οὐδὲ ἡ δόξα διὰ τὴν τοῦ ἐκπεσόντος σωτηρίαν.

Μὴ τοίνυν λυπείτω σε ἡ τοῦ πατρὸς ἀγαθότης, εἰ περιέχεται τοῦ δυσπραγήσαντος· ὁ γὰρ ἐλεῶν οὐ δικάζει μετὰ ἀκριβείας, ἀλλὰ φιλανθρώπως χαρίζεται. Καὶ ταῦτα, ὅταν ὑπάρχῃ πατὴρ ὥσπερ τινὶ βίᾳ πρὸς τὸν οἶκτον ἑλκόμενος.

Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ δὲ πατὴρ ἐξελθὼν παρεκάλει αὐτόν. Ὦ πατρὸς ἀγαθότης πρὸς δύο πάθη τέκνων μεριζομένη. Τὸν μὲν γὰρ δεξιοῦται, ἵνα παύσῃ τῶν μόχθων, τὸν δὲ παρακαλεῖ, ἵνα παύσῃ τῶν φθόνων. Καὶ γὰρ ἀφόρητος ἡ ὀργὴ φαίνεται τοῦ ἀνδρός, ὡς ἔστι κατιδεῖν ἐκ τῶν λεγομένων·

Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ, φησί, τὸν μόσχον τὸν σιτευτόν. Ἀκριβῶς τὰ ῥήματα ταῦτα τὴν τῆς ψυχῆς δείκνυσιν ἀγανάκτησιν καὶ ὑπ’ ὄψιν ἄγει τὸν θυμὸν σφαδᾴζοντα καὶ κυκώμενον, ὠδίνοντα δὲ ἐκραγῆναι κατὰ τὰ βίαια τῶν πνευμάτων, ἃ κατά τινα τόπον ἀποκλεισθέντα ἀθρόον μετὰ πολλῆς βίας ἐκδίδοται.

Ὅρα γὰρ ὅπως κωμῳδεῖ τοῦ ἀδελφοῦ τὸν βίον, τῶν πορνῶν καὶ τῆς ἀσωτίας μεμνημένος καὶ θεατρίζων τὰ ἔργα τῆς αἰσχύνης, ἐφ’ οἷς ἐχρῆν ἐγκαλύπτεσθαι· τὰ γὰρ τῶν οἰκείων ἁμαρτήματα ἐρυθριᾶν ποιεῖ τοὺς πρὸς γένους.

Τί οὖν παιδεύει τὴν ἐκκλησίαν τάδε λεγόμενα; Μηδέποτε ὀνειδίζειν τῷ ἀδελφῷ τῷ ἐπιστρέφοντι ἀπὸ βίου φαυλοτέρου, μηδὲ ἐπιξαίνειν τὰ τραύματα αὐτοῦ ταῖς λοιδορίαις, μηδὲ καταισχύνειν ἐπὶ φίλων τὰ παρελθόντα ἐκδιηγούμενον, ἀλλὰ συμπάσχειν ἐπὶ τοῖς παρελθοῦσι καὶ χαίρειν ἐπὶ τοῖς παροῦσιν, ὅτι καταλιπὼν τὴν ἀνομίαν ζηλοῖ δικαιοσύνην καὶ ἐπιγνοὺς τὸ πλημμέλημα ἐπιστρέφει πρὸς ἀρετήν. Ταύτης τῆς χαρᾶς καὶ ἄγγελοι μετέχουσι καὶ ἥδονται τοῖς μεταβαλλομένοις πρὸς τὰ σπουδαῖα, ὡς σαφῶς παρὰ τῆς μεγάλης φωνῆς καὶ ἀψευδοῦς μεμαθήκαμεν. Ἔστω τοίνυν ὑμῶν μηδεὶς νεώτερος τὸ φρόνημα, μηδεὶς τὸν βίον ἄσωτος μηδὲ φεύγων τὸν πατέρα ἡμῶν καὶ θεόν, πρὸς ὃν ἐδιδάχθημεν λέγειν· Πάτερ ἡμῶν ὁ ἐν οὐρανοῖς. Εἰ δέ τις ἀφροσύνῃ καὶ φιληδονίᾳ καὶ τοῖς ὁμοίοις ἐνέχεται, ὑποστρεψάτω ἀπὸ τῆς ἐρήμου, ἐλθέτω πρὸς τὸν τῆς ζωῆς ἄρτον ἀποφυγὼν τὰ κεράτια, ἀπολαβέτω τὸ παλαιὸν ἀξίωμα, γενέσθω ἐλεύθερος καὶ υἱὸς ἀντὶ μισθωτοῦ.

Ἕτοιμος γὰρ ὁ πατὴρ εἰς φιλανθρωπίαν καὶ ἀπαντᾷ τῷ μετανοοῦντι καὶ περιπτύσσεται, ὅτι φιλόπαις ἐστὶ καὶ ἀγαθός. Καὶ αὐτῷ πρέπει προσκύνησις νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.