Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Εἰς τὸν Ματθαῖον

Ἀστέριος Ἀμασείας

Προοίμιο της δεύτερης ομιλίας και η δύναμη της προσευχής

Εισαγωγή στην παραβολή του τελώνη και του φαρισαίου με έμφαση στη σωματική και πνευματική στάση κατά την προσευχή. Παράθεση βιβλικών παραδειγμάτων θαυματουργικής παρέμβασης και αναίρεση της ηλιολατρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 4 από 5

Ἀστερίου ἐπισκόπου Ἀμασείας εἰς τὸ Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν τοῦ προσεύξασθαι, ὁ εἷς φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Λόγος ἐναρμόνιος καὶ κατὰ τάξιν τὴν ἀρίστην συγκείμενος ἔοικεν σώματι τῷ κατὰ τὸν νόμον τῆς φύσεως ἄριστα πεπλασμένῳ· ὡς γὰρ ἐκεῖ τάξις ἐστὶ καὶ ἀκολουθία τὰ μὲν τῶν μελῶν ἐπὶ τὸ ὕψος τιθεῖσα, τὰ δὲ τῇ κορυφῇ προσυφαίνουσα καὶ ἄλλα προσαρμόζουσα τοῖς στέρνοις ἐπιστημόνως καὶ πάντα ἀπὸ κεφαλῆς εἰς πόδας μετὰ χαρίτων δημιουργοῦσα, οὕτως καὶ ἐπὶ τῶν σοφῶν συγγραμμάτων ἔστιν ἰδεῖν πάντα ἀλλήλων ἐχόμενα καὶ συμφωνοῦντα τοῖς προκειμένοις τὰ δεύτερα. Εἰ δὲ βούλεσθε καὶ τὴν ἀρχὴν μαθεῖν ὅθεν ἐγενήθη μοι τούτων τῶν λόγων ἡ ἀφορμή, καταμάθετε. Θελήσας γὰρ παιδεῦσαι τοὺς μαθητὰς ὁ κύριος καὶ δι’ ἐκείνων ἡμᾶς τὸν περὶ τῆς προσευχῆς λόγον, ἐν δύο παραβολαῖς τὸν σκοπὸν τοῦ σπουδαζομένου κατέκλεισε. Τὸ μὲν εὐτόνως προσεύχεσθαι καὶ καρτερῶς διὰ τοῦ κριτοῦ καὶ τῆς χήρας διδάξας ἡμᾶς, τὸ δὲ μετ’ εὐλαβοῦς τῆς γνώμης τοῦτο ποιεῖν διὰ τῶν δύο ἀνδρῶν τῶν εἰς τὸ ἱερὸν ἀνελθόντων, τοῦ φαρισαίου καὶ τοῦ τελώνου, ὧν ἡ δοκιμασία πρόκειται νῦν, ἐπειδὴ καὶ νῦν ἐπαύσατο τὸ ἀνάγνωσμα τὸ τὰ κατ’ ἐκείνους ἀκριβῶς ἐξηγούμενον.

Εἰ δὲ δοκεῖ, πρὸ τῶν ἄλλων ἐκεῖνο διέλθωμεν, ὅπως ἄριστον χρῆμα καὶ κάλλιστον ἡ εὐχή, ἐπὶ πάσης ἐνεργείας πρακτικῆς τε καὶ λογικῆς ἀναγκαῖον ἀνθρώποις, καὶ πανταχόθεν ἡμῖν τὸν βίον κατευοδοῦν καὶ τὴν σωτηρίαν ἀσφαλιζόμενον.

Ἀρίστου τοίνυν ὄντος καὶ πρώτου πρὸς εὐλάβειαν γνώμης καὶ φόβον θεοῦ τοῦ ταύτην συνεχῶς ἀνακινεῖν παρ’ ἑαυτοῖς τὴν ἔννοιαν, ὅτι ποιήματα μὲν ἡμεῖς καὶ ζῷα ἐπίκηρα, θεὸς δὲ ὁ τῆς ἡμετέρας ζωῆς δημιουργὸς καὶ ἄριστος οἰκονόμος, τοῦτο κατορθοῖ πρὸ πάντων ἡ εὐχὴ καὶ πρὸς τὴν ἔννοιαν ἡμᾶς τῆς ἀληθείας χειραγωγεῖ. Οὐκ ἂν γάρ τις εὔξαιτο οὐδὲ οὐρανόθεν αἰτήσειε τὰ συμφέροντα, μὴ ταύτην πρότερον ἐπὶ τῆς διανοίας πληροφορίαν λαβών, ὅτι θεός ἐστι ὁ τῆς ἱκετηρίας ἐπήκοος καὶ δυνατὸς παρασχεῖν ἃ αἰτεῖται καὶ κύριος τῶν καθ’ ἡμᾶς ἁπάντων κυβερνῶν καὶ διοικῶν πρὸς εὐκληρίαν τὸν βίον ἡμῖν.

Καὶ πολλάκις τὸν ἅπαντα χρόνον ἀπορραθυμοῦντες καὶ θρασυνόμενοι καὶ πρὸς τὸ αὔθαδες καὶ ἀδέσποτον τὴν γνώμην ἀπάγοντες καὶ ἀπονοίας πληρούμενοι τὴν ψυχήν, ἐπειδὰν τὸν ναὸν τοῦ θεοῦ θεασώμεθα καὶ διὰ τῆς θέας ἐκείνης τῆς εὐχῆς ὑπομνησθῶμεν, τῇ κλίσει τῶν γονάτων καὶ ἡ ψυχὴ συγκατακλίνεται πρὸς εὐλάβειαν καὶ ἡ τέως τὰ αὐτεξούσια θρασυνομένη καὶ ἐκβάλλουσα τῆς μνήμης τὸν κύριον ἅμα τῷ ἄρξασθαι τῆς εὐχῆς γινώσκει τὴν ἑαυτῆς δουλείαν καὶ ὡς θεράπαινα εὐτελὴς οὕτως ὑποπίπτει τῷ ἑαυτῆς δεσπότῃ. Καὶ πληρωθεῖσα θρήνων καὶ ὀδυρμῶν, εἰ μὲν συνειδότι πλημμελημάτων μεμόλυται, αἰτεῖ τὸν ἱλασμὸν καὶ τὴν ἄφεσιν τῶν δεσμῶν· εἰ δὲ καθαρεύει τῶν ἐγκλημάτων, ἱκετεύει καὶ προσκυνεῖ ὑπὲρ ζωῆς ἀταράχου, ὑπὲρ πολιτείας ἀκινδύνου καὶ εὐσταθοῦς, ὑπὲρ εὐθηνίας τῶν ἀναγκαίων, τῶν ὅσα τῇ ἐνθάδε διαγωγῇ χορηγεῖ τὴν σύστασιν. Καὶ κατὰ φύσιν οὖσα ἡ ψυχὴ δούλη, τότε προθέσει τῇ κατὰ γνώμην πρὸς τὸ πρέπον καὶ ταπεινὸν ἁρμόζεται σχῆμα, ὅταν διὰ τῆς εὐχῆς συγκατακλιθεῖσα τῷ σώματι τὸν ἑαυτῆς κύριον ἐκλιπαρῇ τὰ προσήκοντα.

Εὐχὴ τοίνυν ἐστὶν ἀναγκαία τῆς ζωῆς ἡμῶν βοήθεια, ὅπλον κατὰ τοῦ διαβόλου, ὁμιλία πρὸς θεόν, διάλεξις τοῦ λογικοῦ ζῴου πρὸς τὸν ἀληθινὸν λόγον, ἀναχώρησις καὶ λήθη τῶν γηΐνων πραγμάτων, ἄνοδος πρὸς οὐρανόν, καταφρόνησις τῶν παρόντων, οἰκείωσις πρὸς τὰ μέλλοντα. Οἷον γὰρ καὶ τὸ σχῆμα τοῦ εὐχομένου κατανοήσωμεν· εἰ μὲν ὄρθιος εἴη ὁ ἱκετεύων, ὅλος ἑαυτὸν διατείνει πρὸς θεόν, βλέπει πρὸς οὐρανὸν ἀτενές, ἐκεῖθεν ὥσπερ διὰ κατόπτρου τινὸς τῆς νοητῆς φαντασίας ἐνοπτριζόμενος τὸν ἀόρατον. Ἀνακλίνας δὲ πρὸς τὸν αὐχένα τὴν κεφαλὴν ἐκκρεμὴς καὶ μετέωρος οἷον διά τινος ἁλύσεως τοῦ ὕψους ἀπηρτῆσθαι δοκεῖ· συνερείσας δὲ τοὺς πόδας καὶ συγκολλήσας καὶ τὰς χεῖρας ἑκατέρωθεν πετάσας εἰς τὸν ἀέρα, τοῦ σταυροῦ τὸ πάθος ἐξεικονίζει τῷ σχήματι ἀκίνητος μένων καὶ πεπηγὼς καὶ οἷον ἥλοις τισὶ τῷ φόβῳ τοῦ θεοῦ προσπεπερονημένος τὸ σῶμα. Κατ’ ἐκείνην γὰρ τὴν ὥραν ἠρεμεῖ τῶν παθῶν ἡ ψυχὴ καὶ θαυμαστή τις αὐτὴν γαλήνη τῆς ἀταραξίας κατέχει οἷον ἐν ἀκλύστῳ τινὶ καθωρμισμένη λιμένι· τότε γὰρ καὶ σαρκὸς ἐπιθυμίαι σχολάζουσι καὶ πλεονεξίας ἐρεθισμὸς ἠρεμεῖ καὶ θυμοῦ κινήματα κεχαλίνωται καὶ πᾶσα ῥυπαρία πλημμελήματος ἀποκλυσθεῖσα τῆς ψυχῆς οἷον ἐκ λουτροῦ τινος καθαρὸν τὸν ἄνθρωπον ἀποδείκνυσι.

Καὶ τάχα καλῶς εἴρηται τὸ τῷ ἐσταυρωμένῳ παρόμοιον εἶναι τὸν εὐχόμενον, καὶ κατὰ τὸ σχῆμα τοῦ σώματος καὶ κατὰ τὴν διάθεσιν τῆς ψυχῆς· ὡς γὰρ ὁ τῷ σταυρῷ προσηλωθείς, εἰ καὶ σφόδρα τις ἦν πρότερον ταῖς τοῦ βίου φροντίσι προσδεδεμένος, ὅμως τῇ ἀνάγκῃ τοῦ πάθους πᾶσαν μνήμην τῶν ἄλλων πραγμάτων τῆς ψυχῆς ἐκβαλών, τῇ ἀλγηδόνι δεδούλωται ταῖς ὀδύναις κεντούμενος. Καὶ οὐδεὶς μὲν αὐτῷ τότε φίλτατος συγγενής, οὐδὲν δὲ πρᾶγμα οὕτως ἐπιθυμητὸν καὶ ἐπέραστον ὡς εὑρίσκειν καιρὸν ἢ σχολὴν ἐμπεσεῖν τῇ γνώμῃ. Ἀλλὰ πρὸς δύο συντέταται σκοπούς· ἕνα μὲν εἴ τις ποθὲν ἐπικουρήσας ἠλευθέρωσε τῆς κολάσεως, ἕτερον δὲ τοῦ ἀπελθεῖν συντόμως τοῦ βίου, εἰ τὸ πρότερον ἀμήχανον. Καὶ οὐδὲν ἕτερον παρὰ ταῦτα ἐπὶ τῆς διανοίας τοῦ ἐσταυρωμένου εὑρίσκεται.

Οὕτως καὶ ὁ γνησίως εὐχόμενος, ἔτι ζῶν ἐξοικίζεται τοῦ βίου καὶ παρὼν οὐ πάρεστι καὶ ἐκδημεῖ τὴν γῆν ἐπ’ ἐκείνης ἑστώς, μετοικίζει δὲ ἑαυτὸν πρὸς τὰ μέλλοντα τῇ διαθέσει τῆς γνώμης. Εὐχὴ τῶν ἁγίων ὅπλον, εὐχὴ πάντων τῶν πατέρων ἡμῶν ὀχύρωμα, τεῖχος τῶν πιστῶν ἀκατάλυτον. Αὕτη τοὺς νεανίσκους ἐκείνους τοὺς τρεῖς τοῦ παμφάγου πυρὸς ἀπαθεῖς ἐξήγαγεν, ὅτε ὡς εὐσεβεῖς καὶ εἰκόνες θεοῦ ὑπάρχοντες τὴν ἄτιμον εἰκόνα τοῦ Ἀσσυρίου οὐ προσεκύνησαν, οὐδὲ τὸν θεὸν ἀφέντες κολληταῖς σανίσι ἐλάτρευσαν. Ταύτην φραξάμενος καὶ ὁ προφήτης τὰ τῶν ἀνημέρων θηρῶν ἔφυγε στόματα.

Εὐχὴ καὶ τὸν Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς τὸν βίον ὑπέστρεψεν καὶ πρὸ τοῦ Ἐζεκίου τὸν ἥλιον. Μικρὸν γὰρ ἐν παρέργῳ πρὸς ἐκεῖνον ὁρᾶτε, ὅτι δοῦλός ἐστι καὶ δοῦλος χρείαις ὁμοδούλων ὑπηρετῶν. Ποτὲ μὲν γάρ, ἵνα Ἰησοῦς ὁ τοῦ Μωϋσέως διάδοχος ἐπεξέλθῃ εἰς τέλος τῇ τοῦ πολέμου εὐημερίᾳ καὶ τὴν νίκην τελειοτέραν ἐργάσηται, ἔστη ὁ ἥλιος, ἵνα μὴ δύνῃ ταχέως, ἀλλὰ τῇ στάσει μακρύνῃ τὸν χρόνον. Ἐπὶ δὲ τοῦ Ἐζεκίου ἀναλύεται καὶ πανταχοῦ ὡς οἰκέτης πρὸς ἣν ἂν κληθῇ μεθαρμόζεται χρείαν. Εἰ αὐτεξούσιός ἐστι, μὴ λάμψῃ· εἰ ἐλεύθερος δεσποτείας ὑπάρχει, στήτω τῆς τεταγμένης κινήσεως· εἰ κύριος ἑαυτοῦ ὑπάρχει, νῦν ποιησάτω χειμῶνα ἢ ἐν χειμῶνι δειξάτω θέρος. Ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστιν· ἀνάγκαις γὰρ ἀλύτοις ἐνδέδεται ὁ φωστήρ, νόμῳ δουλεύει τοῦ κτίσαντος, ἀπαράβατος αὐτῷ τέτακται ῥυθμὸς τῶν κινήσεων. Καὶ ὥσπερ ὁ ἄνθρωπος τεταγμένῳ νόμῳ γεννᾶται καὶ φθείρεται, εἰσέρχεται εἰς τὸν βίον καὶ πάλιν ἀναχωρεῖ, οὕτως δὴ κἀκεῖνος ἀνίσχει καὶ δύεται, λάμπει φαιδρῶς καὶ τῇ βαθείᾳ νεφέλῃ καλύπτεται καὶ τοῖς ζῳδίοις ἐγχρονίζει χρόνον ὡρισμένον καὶ προθεσμίαν ἀπαράβατον.

Ταῦτα γὰρ ὑμῶν τῶν Ἑλλήνων λεγόντων ἀκούω, ὅτι τόσας ἡμέρας διάγει ἐν τῷ κριῷ καὶ τόσας ἐν τῷ καρκίνῳ. Εἰ οὖν θεός ἐστιν, λυσάτω ἑαυτὸν τῆς ἀνάγκης ἐκείνης· εἰ δὲ τοῦτο μὴ δύνηται, πρόδηλον ὡς ἔχει κύριον τὸν τῆς κτίσεως αὐτῷ καὶ τῆς προθεσμίας ἐπιθέντα τὴν παραφυλακήν.

Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἀναλύσωμεν καὶ ἡμεῖς, ὡς καὶ ὁ ἥλιος διὰ τὸν Ἐζεκίαν εὐξάμενον. Εὐχὴ καὶ τὸν Σαμουὴλ ἐξ ἀτόκου γαστρὸς εἰς τὸν βίον εἰσήγαγεν· αὕτη καὶ ἄλλον προφήτην ἐκ θανατηφόρου γαστρὸς τῆς τοῦ κήτους εἰς γῆν καὶ τοὺς ζῶντας ἀνθρώπους ἐξήγαγεν. Καὶ εἴ τις τῶν ἐκείνης κατορθωμάτων θελήσειε διεξιέναι τὴν δύναμιν, πλῆθος μὲν ἱστοριῶν ἀναζητήσει, μυρίας δὲ παραθήσεται μαρτυρίας τῶν δι’ αὐτὴν εὐδοκιμηκότων ἀνδρῶν.