Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Εἰς τὸν Ματθαῖον

Ἀστέριος Ἀμασείας

Η παραβολή του τελώνη και του φαρισαίου, η αληθινή αρετή και η κατακλείδα

Συγκριτική ανάλυση της αλαζονείας του φαρισαίου και της ταπείνωσης του τελώνη. Εξαγωγή διδαγμάτων για την ουσία της αρετής, την αποφυγή της υπερηφάνειας και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 5 από 5

Ἄριστον δὲ καὶ λίαν ἐπωφελὲς τὸ μετὰ ταπεινοῦ τοῦ φρονήματος ταύτην ἀσκεῖν· ἔστι γάρ τι καὶ πράττειν καὶ μὴ ποιοῦντα καλῶς ἀφανίζειν τὸν πόνον, ὡς ἐκ τῶν προκειμένων προσώπων ῥᾴδιόν ἐστι συνιδεῖν. Τῇ αὐτῇ γὰρ σπουδῇ χρησάμενοι καὶ ὁ φαρισαῖος καὶ ὁ τελώνης εἰς τὸ ἱερὸν παρεγένοντο, οὐ μετὰ τῆς ὁμοίας δὲ γνώμης εὐξάμενοι πρὸς ἄλλο καὶ ἄλλο τῆς ἐκβάσεως ἀφίκοντο τέλος. Ὁ μὲν γὰρ ἔστη γαυριῶν ὡς δοῦλος αὐθάδης, οὐκ ἐκλιπαρῶν τὸν δεσπότην οὐδὲ ἐπικλίνων τῇ ταπεινότητι τῆς γνώμης τὴν τοῦ θεοῦ ἐξουσίαν, οὐ ζητῶν ἃ μὴ εἶχεν, ἀλλ’ ἀπαριθμούμενος ἃ κατώρθωσεν, οὐ παρακαλῶν ἵνα ἐλεηθῇ, ἀλλὰ πομπεύων ἵνα ἐπαινεθῇ· Εὐχαριστῶ σοι, ὁ θεός, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Ποῖον ὄγκον ἀλαζονείας οὐχ ὑπερβαίνει ταῦτα τὰ ῥήματα; Τίνα δὲ μεγαλοφροσύνης ὑπερβολὴν ὁ φαρισαῖος ἀφῆκε; Μόνον γὰρ ἑαυτὸν πάντων ὑπερῆρεν ἀνθρώπων τῶν ὅσους εἶχεν ἐκ περάτων ὁ κόσμος, καὶ συστήσας ἑαυτόν, ὡς ἐνόμιζεν, ἐπὶ τῆς κορυφῆς τῶν κατορθωμάτων ἠλέει τοὺς ἄλλους ὡς χθαμαλοὺς καὶ τῇ κοιλάδι τοῦ κλαυθμῶνος ἐνέρποντας, ἐμακάριζε δὲ ἑαυτὸν ὡς θεοῦ παραστάτην καὶ φθάσαντα πρὸς τὸ ὕψος τὸ τοῖς ἄλλοις ἀνέφικτον. Εἰ γὰρ ἐπιστήσας τὴν διάνοιαν καταμάθοις τί ἐστι τὸ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, εὑρήσεις ὡς οὐδένα ὁμότιμον ἑαυτῷ κατέλιπε.

Πάντας δὲ κάτω καταλιπὼν ἀνέβη τὴν κορυφήν, ὡς ὁ Μωϋσῆς ὅτε τὸν λαὸν στήσας περὶ τοὺς πρόποδας, μόνος ἐπὶ τὴν ἄκραν ἀνέδραμε τοῦ Σινᾶ ἀσύγκριτον λαβὼν τὴν πρὸς τὸν θεὸν παρρησίαν. Μετριώτερος δ’ ἂν ἦν καὶ φορητός, εἰ τὸν ἄθλιον τελώνην ἀφῆκε τῆς παροινίας ἐλεύθερον· νυνὶ δὲ ἑνὶ λόγῳ καὶ τῶν ἀπόντων κατεξανίσταται καὶ τοῦ παρεστῶτος ἐπιξαίνει τὰ τραύματα, ὀνειδίζων αὐτῷ τὰς ἁμαρτίας καὶ ἐπεμβαίνων θρηνοῦντι, πατῶν τὸν κείμενον καὶ ἐπιφλέγων τὸν κεκαυμένον καὶ ἐπισφίγγων τὸν δεδεμένον. Τοῦ δὲ φαρισαίου μεγαλαυχουμένου πρὸς τὸν θεόν, οὗτος τὸ στῆθος ἔκοπτε τῇ γῇ προσερείσας τὸν ὀφθαλμὸν καὶ οὐδὲ πρὸς τὸν οὐρανὸν ἀναβλέπειν τολμῶν, τὸ σύνδουλον ποίημα· φυσικῶς γάρ πως οἱ τῷ δεσπότῃ προσκρούσαντες καὶ τοὺς ὁμοδούλους αἰσχύνονται. Ἀλλὰ τί τὸ πέρας; Ὁ ταπεινὸς ὑψώθη καὶ ὁ ὑψηλὸς κατηνέχθη, ὁ μεγαλαυχούμενος ἔπεσε καὶ ὁ ταλανίζων ἑαυτὸν ἐδικαιώθη· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Ἐξ ὑμῶν δέ, ἀδελφοί, εἴ τις συνετὸς ἀκροατής, εἴ τις τῶν παραβολῶν τὴν σημασίαν εἰσλαμβάνων φρονίμως, μὴ τῷ φαρισαίῳ καὶ τῷ τελώνῃ περιορίσῃ τὸν λόγον, ἑλκύσας δὲ αὐτὸν ἐπὶ τὸ κοινὸν τῶν ἀνθρώπων, ὡς τοῦ καθ’ ἡμᾶς βίου παιδευτικόν, συμμετρίᾳ κερασάτω τὸν λογισμὸν μήτε σφόδρα καταπίπτων ἐν ταῖς πλημμελείαις μήτε ὑπερφρονῶν ἐν τοῖς κατορθώμασιν. Ἀπόγνωσις μὲν γὰρ καὶ ἀπελπισμὸς οὐκ ἐγείρει τὸν πεπτωκότα, ἀλλ’ ἐναφίησι τῷ πηλῷ, καταφρόνησις δὲ καὶ αὐθάδεια καταφέρει τὸν ἑστῶτα. Διὸ καὶ ὁ θεσπέσιος Παῦλος φησὶ πρὸς ταύτην ἀναφέρων ἑαυτὸν τὴν διάνοιαν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ, καὶ ἀλλαχοῦ· Φοβοῦμαι μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. Ἡ γὰρ εὐκολία τῆς προαιρέσεως ἡμῶν καὶ ἡ ταχεῖα πρὸς τὰ ἐναντία τροπὴ οὔτε τὴν ἀρετὴν ἄπτωτον δείκνυσι οὔτε τὴν ἁμαρτίαν ἀνίατον.

Καὶ τοῦτο δείκνυσι ξυνωρὶς ἀποστόλων· Παῦλος μὲν ἀπὸ πολλῆς ἔχθρας καὶ δυσμενείας εἰς τὴν συνηγορίαν τοῦ εὐαγγελίου μετατεθείς, Ἰούδας δὲ ἐκ τοῦ ὁμοψύχου μαθητοῦ τὴν ἐναντίαν μοῖραν ταξάμενος. Ὁ λῃστὴς ἐκ τῆς τιμωρίας εἰς τὸν παράδεισον καὶ Ἀνανίας ἐκ τοῦ χοροῦ τῶν μαθητῶν εἰς τὸ τῆς ἱεροσυλίας βάραθρον. Αὐτὸς οὗτος ὁ φαρισαῖος καὶ ὁ τελώνης, ὁ μὲν ἐκ τῆς ἀξίας εἰς τὴν ἀτιμίαν, ὁ δὲ ἀπὸ τῆς ἐπονειδίστου ζωῆς εἰς τὴν μακαρίαν κατάστασιν.

Προσήκει τοίνυν τότε μάλιστα ἡμᾶς εἶναι περιδεεῖς καὶ τῇ ἑαυτοῦ ζωῇ περιτρέμειν, ὅταν ἀγαθῶν ἔργων πολιτείαν ἑαυτοῖς συνείδωμεν, καὶ τότε μάλιστα τηρεῖν τὸν λῃστήν, ὅταν πλουτῶμεν ταῖς ἀρεταῖς. Πολλάκις γὰρ τὸ φυλάξαι τὰ ἀγαθὰ τοῦ κτήσασθαι δυσκολώτερον· καὶ πένης μέν τις ὢν οὐκ ἐπεβουλεύθη, πλουτήσας δὲ καὶ φθονηθεὶς ἐσυλήθη καὶ ῥαθυμήσας ὁ δυνατὸς ἡττήθη, καὶ πονήσας πεφροντισμένως ὁ ἀσθενὴς εὐδοκίμησε. Πρὸς δὲ τούτοις ἐμοὶ συνετὸς δοκεῖ καὶ ἄριστος ἐκεῖνος ἀνήρ, ὁ μὴ μακαρίζων ἑαυτὸν ἐφ’ οἷς οὐ δρᾷ τὰ χαλεπώτατα καὶ παρὰ πᾶσι κατηγορούμενα, ἀλλ’ ὁ τοὺς ἀρίστους καὶ τελείους βίους σκοπὸν ποιούμενος τῆς ἰδίας ζωῆς καὶ διώκων ἀεὶ τὸ μεῖζον ἐκ τοῦ ἐλάττονος, ὥσπερ οἱ διὰ τῶν ἀναβαθμῶν πρὸς τοὺς ὑψηλοὺς ἐπειγόμενοι τόπους.

Οὐ γάρ ἐστι τέλειος ὁ τῆς μοιχείας τὴν αἰσχύνην φυγών, ἀλλ’ ὁ πόθῳ τῆς σωφροσύνης παρθενίαν ἀσκήσας· οὐ μὴν οὐδὲ ἐκεῖνος τῆς ἀκροτάτης τίμης ἄξιος ὁ τῆς ἁρπαγῆς τῶν ἀλλοτρίων φεισάμενος, ἀλλὰ θαυμαστὸς καὶ θεῷ φίλος ὁ τὰ ἐξαίρετα τοῖς δεομένοις μερίσας. Οὐ γὰρ ἐν ἀποχῇ τῶν κακῶν τὸ τέλειον, ἀλλ’ ἐν τῇ κατορθώσει τῶν πλεονεκτημάτων ὁρᾶται· καὶ τὸ φείσασθαι ἁμαρτήματος οὐ πεπληρωμένη δικαιοσύνη, ἀλλ’ ἀρχὴ καὶ πρόθεσις ἀγαθῆς πολιτείας. Ταῦτα δὴ μὴ νοήσας ὁ τρισάθλιος φαρισαῖος, οὐκ ἀντεξήτασε τὸν ἑαυτοῦ βίον τοῖς τελείοις καὶ μεγάλοις ἀνδράσιν, ἵνα παιδευθῇ τῇ συγκρίσει ὅσῳ τῷ μέτρῳ λείπεται τῶν καλῶν· ἀλλ’ ἀντιστήσας ἑαυτὸν τῷ τελώνῃ καὶ πρὸς βίον μεμολυσμένον καὶ ῥυπῶντα τὴν ἅμιλλαν ἐνστησάμενος, τῇ παραθέσει τῶν κακῶν ἑαυτὸν ἐκαλλώπιζεν, ὥσπερ τις κολοιὸς ἀετὸς εἶναι νομίζων ὅταν πλησίον τῆς νυκτερίδος ἀφίκηται, ἢ λέων ἡ ἀλώπηξ εἶναι φανταζομένη διότι μείζων τυγχάνει τῶν ἀρουραίων μυῶν. Σώφρονος δὲ ἦν καὶ ὀρθῷ κριτηρίῳ κεχρημένου τῆς γνώμης μνημονεῦσαι τοῦ Ἀβραάμ, τοῦ Ἰσαάκ, τοῦ Ἰακώβ, τοῦ Ἰώβ, τοῦ Μωϋσέως, τοῦ Σαμουήλ, τοῦ Ἠλίου, τοῦ Ἐλισσαίου, πάντων τῶν ἑξῆς προφητῶν ὧν ὁ βίος ἠκριβωμένος καὶ ὑψηλὸν τὸ πολίτευμα, καὶ πρὸς τὴν ἐκείνων δόξαν τὴν ἑαυτοῦ ῥυθμίσαι ζωήν.

Εἰ γὰρ οὕτως ἐποίησεν, κατῆλθεν ἂν ἐκ τοῦ ἱεροῦ μᾶλλον τοῦ τελώνου στένων καὶ ποτνιώμενος ἐφ’ οἷς τῆς πρὸς θεὸν ἐγγύτητος πολλῷ τῷ μέρει κεχώριστο. Ἡμεῖς δέ, ἀγαπητοί, τοῦ μὲν τὴν ἀλαζονείαν μισήσωμεν, τοῦ δὲ τὴν ταπείνωσιν ποθήσωμεν τὴν φίλην Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.