Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Εἰς τὸν Ματθαῖον

Ἀστέριος Ἀμασείας

Εισαγωγή στην παραβολή του ασώτου και η αποστασία του νεότερου υιού

Αναφορά στη στάση των Φαρισαίων απέναντι στους αμαρτωλούς και την παιδαγωγική των παραβολών. Αλληγορική ερμηνεία της αναχώρησης του ασώτου, της ζωής στη μακρινή χώρα και της απώλειας της θείας χάρης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 1 από 5

Ἀστερίου ἐπισκόπου Ἀμασείας ὁμιλία εἰς τοὺς δύο υἱοὺς τοὺς παρὰ τῷ Λουκᾷ. Ἀναίσθητον ὁμοῦ καὶ πονηρὸν τῶν φαρισαίων τὸ σύνταγμα καὶ πάσης ἀρετῆς ἀπαίδευτον, ὡς αὐτὴ διελέγχει τῶν πραγμάτων ἡ πεῖρα. Πονηροὶ μὲν γὰρ ἦσαν, ὅτι τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν εὐμενῶς προσιεμένου πάντας τοὺς προστρέχοντας ἁμαρτωλούς, ἤχθοντό τε καὶ διεγόγγυζον, τῇ ἀγαθῇ αὐτοῦ μακροθυμίᾳ καὶ ἄκρᾳ χρηστότητι βαρυνόμενοι· ἀναίσθητοι δὲ ὅτι πλέον τῶν ἄλλων ἀνθρώπων τὰς ψυχὰς νοσοῦντες, δι’ ὧν τοὺς ἄλλους κατέκρινον, ἑαυτοὺς τὴν συγγνώμην ἀπέκλειον. Κἀκεῖνοι μὲν οὕτως, ὁ δέ γε πάσης ἀγαθότητος ἐπέκεινα θεὸς καὶ πολὺν ἔχων καὶ ἀκένωτον τὸν τῶν οἰκτιρμῶν θησαυρόν, οὐδὲ τούτους ἀθεραπεύτους κατέλιπεν. Ἐπειδὴ δὲ τὴν ἐκ τοῦ προφανοῦς παρρησίαν οὐκ ἔφερον, ὥσπερ πῶλοί τινες ἄγριοι χειρὸς ἐπαφήν, τοῖς παραβολικοῖς τῶν λόγων καταμίξας αὐτήν, ὥσπερ τινὶ μέλιτι πικρὸν καὶ ἀηδὲς φάρμακον, οὕτως αὐτῶν· εὐμηχάνως ἐξιᾶται τὴν νόσον, ἡδὺ πρᾶγμα καὶ φίλον εἶναι θεῷ διδάσκων τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν.

Εἰπὼν γοῦν τοῦ προβάτου τοῦ ἀπολωλότος τὴν εὕρεσιν καὶ τοῦ ποιμένος τὴν ἐπ’ ἐκείνῳ χαράν, διδάξας δὲ καὶ τῆς γυναικὸς τὴν εὐφροσύνην, ἥτις τὴν δραχμὴν εὗρεν ἐγκεκρυμμένην τῇ γῇ, καὶ ὅπως συνεκάλει τὰς ἐκ γειτόνων γυναῖκας εἰς μετουσίαν τῆς χαρᾶς ἣν ἐχάρη, εἰς ἐναργέστερον καὶ τρανότερον ἐκβαίνει λόγον, τὴν παραβολὴν τῶν δύο υἱῶν ἣν ἀρτίως ἠκούσατε.

Ἔχει δὲ οὕτως· Ἄνθρωπός τις εἶχεν δύο υἱούς· καὶ εἶπεν ὁ νεώτερος· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Ἄριστον πρᾶγμα καὶ τῷ λογικῷ πρέπον ζῴῳ τὸ κεκρυμμένην ἀσαφείᾳ γνώμην ἐπιμελῶς ἀνιχνεύειν καὶ προάγειν εἰς φῶς. Καὶ τοῦτο διαφερόντως ἐπαινεῖ ὁ σοφὸς Σολομών, προοίμιον τῆς παροιμιακῆς βίβλου ταύτην τὴν ἔννοιαν ποιησάμενος· Γνῶναι σοφίαν καὶ παιδείαν καὶ νοῆσαι λόγους φρονήσεως, δέξασθαί τε στροφὰς λόγων.

Ἴδωμεν δὲ καὶ ἡμεῖς δεσποτικῆς παραβολῆς σκοπόν, λύσαντες διὰ τῶν ποικίλως ἑρμηνευόντων τὴν μάχην, ὡς καὶ Σολομὼν τῶν γυναικῶν τὴν ἀμφισβήτησιν τῶν μεταποιουμένων τοῦ βρέφους. Πατέρα τοίνυν προσῆκε νοεῖν τὸν θεόν, τοὺς δύο υἱοὺς τοῦ πατρός, τὸν πρεσβύτερον καὶ τὸν νεώτερον, ἐκλαμβάνειν εἰς ἀνθρώπους δύο· τὸν μὲν παραμείναντα τῇ δοθείσῃ χάριτι καὶ τῇ πρὸς θεὸν ἀγάπῃ, καὶ οὐδαμοῦ τῆς ἐκκλησίας ἀφηνιάσαντα οὐδὲ ἐκπεσόντα τῆς μεταλήψεως τῶν μυστηρίων ὡς πατρικῆς τραπέζης· τὸν δὲ γνώμῃ κούφῃ καὶ εὐσαλεύτῳ χωρισθέντα τοῦ ἀληθινοῦ πατρός—κοινὸς γὰρ πάντων γονεὺς ὁ θεός—σπαθήσαντα δὲ καὶ διαφθείραντα τὰς παρ’ αὐτοῦ δοθείσας δωρεάς, ὥσπερ οἱ ἄσωτοι δαπανᾶν εἰώθασι τὸ τῶν πατέρων ἀργύριον.

Ὁ μὲν οὖν γενικώτερος τῆς ἀλληγορίας νοῦς ὧδε, βραχεῖ λόγῳ περιλαβὼν τῶν κατὰ μέρος εἰρημένων τὸ πλῆθος. Σκοπητέον δὲ λοιπὸν τί ἐστι τὸ ἀπαιτηθῆναι τὸν πατέρα τῆς οὐσίας τὸ μέρος. Καὶ τάχα τοιοῦτο τυγχάνει· οἱ πολλοὶ τῶν ἀνθρώπων τὴν τοῦ βαπτίσματος μετουσίαν καὶ τὴν τῶν μυστηρίων ἀπόλαυσιν ὡς ἐπιβάλλουσαν κληρονομίαν παρὰ τοῦ θεοῦ ἀπαιτοῦσιν, ὁ δὲ οὐκ ἀναβάλλεται τὴν δόσιν, ἀλλὰ καὶ μάλα προθύμως παρέχει τὸ αἴτημα. Χρὴ δὲ τὸν λαμβάνοντα μὴ σπουδαῖον εἶναι περὶ μόνην τὴν κτῆσιν τῆς κληρονομίας ἐκείνης, ὀλίγωρον δὲ περὶ τὴν φυλακήν, ἀλλ’ ὑποδέχεσθαι μὲν ἡδέως, τηρεῖν δὲ ἀγρύπνως. Καὶ γὰρ ἔχει πικρὸν λῃστὴν καὶ ἐπίβουλον μυρίοις ἐπιτηδεύοντα τρόποις τὴν κλοπήν, οὐχ ἵνα ὑφελόμενος αὐτὸς κτήσηται, ἀλλ’ ἵνα πένητας καὶ ἀθλίους ἀποδείξῃ τοὺς γυμνωθέντας. Ὁ δὲ πατὴρ οὐ μικρολόγος ἐστὶν οὐδὲ φειδωλὸς ἢ βραδὺς εἰς τὴν χάριν, ἀλλὰ δίδωσι καὶ τοῦτο, οὐ τῷ μὲν πλέον, τῷ δὲ ἔλαττον, ἀλλὰ τὸ ἐπιβάλλον, ὅπερ ἐστὶ τῆς ἰσότητος. Κἂν γὰρ δέκα μυριάδας ἴδῃς κατὰ τὴν αὐτὴν ὥραν ἐξιούσας τοῦ βαπτιστηρίου, πάντες τὴν ἴσην καὶ τὴν αὐτὴν ἔχουσι δωρεάν, ἄφεσιν ἁμαρτιῶν, υἱοθεσίας ἀξίωμα, μίαν τὴν ἐπανθοῦσαν τοῦ πνεύματος ἐνέργειαν.

Τὸ δὲ ἐντεῦθεν οἱ μὲν παραμένουσι τῇ ἐλευθερίᾳ καὶ τῇ πατρικῇ εὐγενείᾳ, νόμοις καὶ θεσμοῖς ζῶντες ἐν οἷς ἐγεννήθησαν, καὶ τηροῦσιν ἄπτωτον τὴν εὐδαιμονίαν, εὐφραίνοντες τὸν γεννήτορα καὶ αὐτοὶ ταῖς ἐκείνου εὐνοίαις ἐπαγαλλόμενοι. Οἱ δὲ νεωτεροποιοὶ τὴν γνώμην καὶ καινοτόμοι τὸν βίον, οἷος ἦν τὸ παλαιὸν ὁ Ἀβεσσαλώμ, οὐκ εἰδότες πλοῦτον ἀθρόον προσγινόμενον κυβερνῆσαι καλῶς, οὐδὲ οἰκίαν λαμπρὰν καὶ νεουργὸν οἰκονομῆσαι σωφρόνως, τῆς μὲν τὴν εὐμορφίαν αἰσχύνουσι, τοῦ δὲ τὴν δύναμιν διαφθείρουσιν, ἑαυτῶν λῃσταί, τῆς ἰδίας εὐπραγίας ἐπίβουλοι καὶ τῆς τοῦ γένους ἀξίας διαφθορεῖς, οἷος δὴ καὶ οὗτος ὁ τῆς παραβολῆς νεανίσκος ἡμῖν ὑποδέδεικται, ὃς ἀπεδήμησεν εἰς χώραν μακρὰν καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν ἑαυτοῦ ζῶν ἀσώτως.

Ποίαν χώραν; Τὴν ξένην τῶν τοῦ Θεοῦ ἐντολῶν, τὴν ἔρημον τῶν καλῶν, τὴν οὐδὲν ἀγαθὸν βλαστάνουσαν, ἓν δὲ γεώργιον φιλοπόνως ἐκφέρουσαν, τὴν μοχθηρὰν καὶ πολυάκανθον ἁμαρτίαν, ἐν ᾗ πηγὴ ζωῆς οὐκ ἔστιν οὐδὲ παράδεισος χαρίεις καὶ εὐθαλὴς εὐφραίνων τὴν ὄψιν. Ἀλλὰ πᾶσα ἡ τοιαύτη χώρα τεφρώδης ἐστὶ καὶ αἰθαλώδης καὶ οἵαν τὴν τῶν Σοδομιτῶν μετὰ τὴν τοῦ πυρὸς ἐμβολὴν γενέσθαι ἀκούομεν. Καὶ γὰρ ἐκείνην οὐχ ἡ φύσις τοιαύτην ἐγέννησεν—οὐδὲν γὰρ ἄχρηστον ἢ φαῦλον ὁ δημιουργὸς κατεσκεύασεν—, ἀλλ’ ἡ τῶν κατοικούντων ἁμαρτία εἰς ἀχρηστίαν ἤμειψεν.

Ἀπῆλθεν οὖν εἰς ξένην χώραν ὁ ἄσωτος καὶ πατραλοίας οὐ μαθὼν ἐκεῖνο λέγειν· Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν. Καὶ μὴ θαυμάσῃς εἰ ἀλληγορικῶς τὸν ἁμαρτωλὸν πατραλοίαν ἐκάλεσα· μάλιστα γὰρ ἄξιος ταύτῃ τῇ κατηγορίᾳ μαστίζεσθαι ὁ τὸν κοινὸν ἁπάντων ἀθετῶν πατέρα. Καί, εἰ βούλει, ἄκουσον τοῦ θεοῦ ἐν Ἠσαΐᾳ κατὰ τῶν ἀγνωμόνων Ἰσραηλιτῶν σχετλιάζοντος· Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Καὶ ἀλλαχοῦ· Εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου; Χαλεπὸν δὲ υἱῷ νέῳ χωρισθῆναι πατρός· μέχρι μὲν γὰρ σύνεστι τῷ γεγεννηκότι, εἴτε αὐθαιρέτως εἴτε φόβῳ καὶ αἰδοῖ, κόσμιός ἐστι, τεταγμένος, σώφρων, παιδαγωγὸν ἔχων ἀχώριστον ἐκ τῆς φύσεως, οὐδενὶ τῶν ἀκολάστων ὁμιλῶν οὐδὲ φρατρίαις νέων ἀσώτων ἐγκαλινδούμενος οὐδὲ τοῦ δαπανᾶσθαι κακῶς ἐξουσίαν ἔχων ἀκώλυτον. Ὕλη γὰρ ἀκολασίας τῷ νέῳ ἡ τῆς εὐπορίας δαψιλεία· πάντα γὰρ ταῦτα ἀνείργει καὶ ἐλαύνει μακρὰν ὁ τοῦ πατρὸς ὀφθαλμός. Ὅταν δὲ ἐφ’ ἑαυτοῦ γένηται καὶ μήτε φόβος μήτε αἰδὼς παρῶσι, δύο φύλακες ἰσχυροὶ ταραττομένης νεότητος, τότε δὴ τότε οἴχεται πάντα καὶ ἀνατέτραπται καὶ οὐδεὶς ἱκανὸς ἐπισχεῖν τὸ κακὸν ὥσπερ τινὰ πυρκαϊὰν αὐξηθεῖσαν ἤδη καὶ πολλὰς χεῖρας τῶν σβεννύντων νικῶσαν.

Ἀπεδήμησεν εἰς χώραν μακρὰν καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Οὐχ ὁ γήϊνος πλοῦτος μόνον διασκορπίζεται καὶ σπαθᾶται κακοῖς οἰκονόμοις περιπεσών, ἀλλὰ καὶ ὁ ἀσώματος καὶ μέγας, ὁ φοιτῶν πρὸς ἡμᾶς οὐρανόθεν, θᾶττον διαλύεται, ὅταν πιστευθῇ φιλοσάρκοις ψυχαῖς. Ἢ γὰρ οὐ δοκεῖ τῷ νοῦν ἔχοντι μεγάλων θησαυρῶν ἀποβολή, ὅταν χάρις ἀπόληται καὶ κοινωνία διαφθαρῇ τῆς μυστικῆς τραπέζης καὶ λιμός τινα καταλάβῃ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ὁ δὲ μύστης καὶ θιασώτης ἐκβληθῇ τῶν μυστικῶν ἀπολαύσεων, ὅταν ἀπὸ σωφρόνων συναριθμηθῇ τοῖς πόρνοις καὶ ἀπὸ τῆς σεμνότητος εἰς ἀκαθαρσίαν ἐκπέσῃ; Τοῦτο οὐκ ἔστιν ἀναλῶσαι τὴν οὐσίαν; Οὐσίαν τὴν ἄϋλον, τὴν ὑπερκόσμιον, τὴν ἐπουράνιον, ᾗ κατὰ σύγκρισιν οὐδὲ πάντες οἱ τοῦ κόσμου θησαυροὶ παραμετρηθῆναι δύνανται. Οὐ μὲν οὖν γένοιτ’ ἂν ταύτης οἰκτροτέρα πενία οὐδὲ γυμνότης μᾶλλον ἀσχήμων.

Ἐσπάθησε καὶ ὁ Ἀδὰμ τὴν οὐσίαν κακῶς καὶ πάσης πατρικῆς εὐπορίας ἐξέπεσε καὶ ὑπερωρίσθη τοῦ παγκάλου χωρίου, ὅπερ ὁ θεὸς ἐγεώργησε καὶ τῇ οἰκείᾳ σοφίᾳ φυτεύσας παντοίων βλαστημάτων ἀπέδειξεν εὔφορον. Γυμνωθεὶς δὲ πάσης περιβολῆς τῇ οἰκτρᾷ σκέπῃ τῶν φύλλων ᾐσχύνετο πλέον τῆς γυμνότητος ἐρυθριῶν τῷ σκεπάσματι. Τοιοῦτοι καὶ πάντες ἁμαρτωλοί, ἀπὸ υἱῶν μίσθιοι, ἀπὸ εὐγενῶν ἄδοξοι, ἀπὸ ἐλευθέρων δοῦλοι, ἀπὸ πλουσίων πένητες, οὐκέτι δυνάμενοι λέγειν τὰ τῆς συνήθους παρρησίας· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.