Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Η Σύνοδος της Τύρου και η Έρευνα στη Μαρεώτιδα

Οι μεθοδεύσεις κατά τη σύνοδο της Τύρου, η αντικανονική αποστολή μεροληπτικής επιτροπής στη Μαρεώτιδα και οι έγγραφες διαμαρτυρίες των Αιγυπτίων επισκόπων και του κλήρου της Αλεξάνδρειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 10

Οὕτω μὲν οὖν τέλος ἔσχεν ἡ συσκευή, καὶ οἱ Μελιτιανοὶ καταισχυνθέντες ἀπεστράφησαν, οἱ δὲ περὶ Εὐσέβιον οὐδ᾽ οὕτως ἠρέμησαν. ἔμελε γὰρ αὐτοῖς οὐ τῶν Μελιτιανῶν, ἀλλὰ τῶν περὶ Ἄρειον καὶ ἐφοβοῦντο, μὴ παυσαμένων ἐκείνων μηκέτι τοὺς ὑποκρινομένους εὕρωσι, δι᾽ ὧν τούτους εἰσαγαγεῖν δύνωνται. παροξύνουσι τοίνυν πάλιν τοὺς Μελιτιανοὺς καὶ πείθουσι τὸν βασιλέα σύνοδον αὖθις ἐν Τύρῳ κελεῦσαι γενέσθαι. καὶ κόμης Διονύσιος ἀποστέλλεται καὶ στρατιῶται δορυφόροι δίδονται τοῖς περὶ Εὐσέβιον. καὶ ὁ μὲν Μακάριος δέσμιος διὰ στρατιωτῶν πέμπεται εἰς Τύρον, ἐμοὶ δὲ γράφει καὶ ἀνάγκην ἐπιτίθησιν, ὥστε καὶ ἄκοντας ἡμᾶς ἀποστέλλεσθαι. τὴν μὲν οὖν πᾶσαν συσκευὴν γνῶναι δυνατόν, ἐξ ὧν ἔγραψαν οἱ ἐπίσκοποι τῆς Αἰγύπτου· πῶς δὲ παρ᾽ αὐτῶν ἐξ ἀρχῆς συνετέθη, ἀναγκαῖον ἂν εἴη λέγειν· καὶ γὰρ ἐντεῦθεν θεωρεῖν τὴν κακοήθειαν καὶ τὴν πανουργίαν τὴν καθ᾽ ἡμῶν γενομένην ἔξεστιν. ἐπίσκοποί εἰσιν ἐν Αἰγύπτῳ καὶ Λιβύῃ καὶ Πενταπόλει ἐγγὺς ἑκατόν. οὐδεὶς τούτων ἡμᾶς ᾐτιᾶτο, οὐ πρεσβύτερος ἐμέμφετο, οὐ τῶν λαῶν τις κατελάλει, ἀλλ᾽ οἱ Μελιτιανοὶ οἱ ἀπὸ Πέτρου ἐκβληθέντες καὶ οἱ Ἀρειανοὶ ἦσαν οἱ τὴν ἐπιβουλὴν μερισάμενοι. καὶ οἱ μὲν τὸ κατηγορεῖν, οἱ δὲ τὸ δικάζειν ἑαυτοῖς ἐξεδίκουν.

ἡμεῖς μὲν οὖν παρῃτούμεθα τοὺς περὶ Εὐσέβιον ὡς ἐχθροὺς διὰ τὴν αἵρεσιν ὄντας, ἔπειτα τὸν λεγόμενον κατήγορον μὴ εἶναι πρεσβύτερον ὅλως ἐδείκνυμεν οὕτως. ὅτε Μελίτιος ὑπεδέχθη, ὡς μήποτ᾽ ὤφελε, γινώσκων αὐτοῦ τὴν πανουργίαν ὁ μακαρίτης Ἀλέξανδρος ἀπῄτησεν αὐτὸν βρέβιον, ὧν ἔλεγεν ἔχειν ἐπισκόπων ἐν Αἰγύπτῳ καὶ τῶν ἐν αὐτῇ τῇ Ἀλεξανδρείᾳ πρεσβυτέρων καὶ διακόνων καὶ εἰ ἔχει τινὰς ἐν τῇ χώρᾳ αὐτῆς. τοῦτο δὲ πεποίηκεν ὁ πάπας Ἀλέξανδρος, ἵνα μὴ Μελίτιος λαβὼν τὴν τῆς ἐκκλησίας παρρησίαν πωλήσῃ πολλοὺς καὶ ψεύσηται καθ᾽ ἡμέραν ὑποβάλλων οὓς βούλεται. τῶν μὲν οὖν ἐν Αἰγύπτῳ πεποίηκε τὸ βρέβιον τοῦτο·

Βρέβιον δοθὲν παρὰ Μελιτίου Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ ἐγὼ Μελίτιος ἐν Λυκῷ Λούκιος ἐν Ἀντινόου Φασιλεὺς ἐν Ἑρμουπόλει Ἀχιλλεὺς ἐν Κουσαῖς Ἀμμώνιος ἐν Διοσπόλει 〈...〉 ἐν Πτολεμαίδι Παχύμης ἐν Τεντύραις 〈...〉 ἐν Μαξιμιανουπόλει Θεόδωρος ἐν Κόπτῳ

[ἐν Θηβαίδι] Κάλης ἐν Ἑρμεθί Κόλλουθος ἐν τῇ ἄνω Κυνῷ Πελάγιος ἐν Ὀξυρύγχῳ Πέτρος ἐν Ἡρακλέους Θέων ἐν Νειλουπόλει Ἰσαὰκ ἐν Λητοῦς Ἡρακλείδης ἐν Νικίους Ἰσαὰκ ἐν Κλεοπατρίδι Μέλας ἐν Ἀρσενοίτῃ 〈...〉 ἐν Ἡλίους Ἀμὼς ἐν Λεόντων Ἰσίων ἐν Ἀθριβί 〈...〉 ἐν Φαρβεθῷ Ἁρποκρατίων ἐν Βουβάστῳ Μωσῆς ἐν Φακουσαῖς Καλλίνικος ἐν Πηλουσίῳ Εὐδαίμων ἐν Τάνει Ἐφραὶμ ἐν Θμουί 〈...〉 ἐν Σαί Ἑρμαίων ἐν Κυνῷ καὶ Βούσιρι Σωτήριχος ἐν Σεβεννύτῳ Πινινούθης ἐν Φθενεγύ Κρόνιος ἐν Μετήλι Ἀγαθάμμων ἐν τῇ Ἀλεξανδρέων χώρᾳ ἐν Μέμφι Ἰωάννης (κελευσθεὶς παρὰ τοῦ βασιλέως εἶναι μετὰ τοῦ ἀρχιεπισκόπου) Οἱ μὲν ἐν Αἰγύπτῳ οὗτοι, τῶν δὲ ἐν Ἀλεξανδρείᾳ εἶχε κληρικῶν· Ἀπολλώνιος πρεσβύτερος Εἰρηναῖος πρεσβύτερος Διόσκορος πρεσβύτερος Τύραννος πρεσβύτερος

Διάκονοι Τιμόθεος διάκονος Ἀντίνοος διάκονος Ἡφαιστίων διάκονος καὶ Μακάριος πρεσβύτερος τῆς Παρεμβολῆς Τούτους Μελίτιος καὶ παρόντας παρέδωκεν Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ. τοῦ δὲ λεγομένου Ἰσχύρα οὔτ᾽ ἐμνημόνευσεν οὔτε ὅλως ἐν τῷ Μαρεώτῃ ἐσχηκέναι 〈πρεσβύτερον〉 πώποτε ὡμολόγησε. καὶ ὅμως καὶ οἱ ἐχθροὶ οὐκ ἀφίσταντο καὶ ὁ μὴ πρεσβύτερος ὡς πρεσβύτερος ἐπλάττετο. κόμης γὰρ ἦν ὁ ἀναγκάζων καὶ στρατιῶται εἷλκον ἡμᾶς. ἀλλὰ καὶ οὕτως ἡ χάρις τοῦ θεοῦ νενίκηκεν· οὔτε γὰρ Μακάριον ἤλεγξαν περὶ τοῦ ποτηρίου, ἀλλὰ καὶ Ἀρσένιος, ὃν ἐθρύλησαν ἀνῃρῆσθαι παρ᾽ ἡμῶν, εἱστήκει ζῶν καὶ δεικνύων τὴν ἐκείνων συκοφαντίαν. μὴ δυνηθέντων τοίνυν ἐκείνων ἐλέγξαι τὸν Μακάριον οἱ περὶ Εὐσέβιον ἐχαλέπαινον ὡς ἀπολέσαντες ὅπερ ἐθήρευον, καὶ πείθουσι τὸν κόμητα τὸν σὺν αὐτοῖς Διονύσιον, ἵν᾽ εἰς τὸν Μαρεώτην ἀποστείλῃ, μὴ ἄρα τι δυνηθῶσιν εὑρεῖν ἐκεῖ κατὰ τοῦ πρεσβυτέρου, μᾶλλον δὲ ἵνα ἀπελθόντες καττύσωσιν ἀπόντων ἡμῶν, ὡς βούλονται. τοῦτο γὰρ ἦν τὸ σπουδαζόμενον αὐτοῖς. ἀμέλει λεγόντων ἡμῶν ‘περιττὴν μὲν εἶναι τὴν εἰς τὸν Μαρεώτην ἀποδημίαν’, ἃ γὰρ ἐκ πολλοῦ χρόνου μεμελετήκασι, μὴ προφασιζέσθωσαν ἐνδεῶς εἰρηκέναι μηδὲ ὑπερτιθέσθωσαν, ἃ γὰρ ἐνόμιζον ἔχειν εἰρήκασι καὶ λοιπὸν ἀποροῦντες προφασίζονται· ἢ εἰ χρεία καὶ τοῦ Μαρεώτου, τοὺς γοῦν ὑπόπτους μὴ πέμπεσθαι.

ὁ μὲν κόμης περὶ τῶν ὑπόπτων ἐπείθετο, ἐκεῖνοι δὲ πάντα μᾶλλον ἢ τοῦτο πεποιήκασιν. οὓς γὰρ παρῃτούμεθα διὰ τὴν ἀρειανὴν αἵρεσιν, οὗτοι σπουδαίως ἀπῆλθον, Διόγνιος Μάρις Θεόδωρος Μακεδόνιος Οὐρσάκιος καὶ Οὐάλης. πάλιν τε γράμματα πρὸς τὸν ἔπαρχον τῆς Αἰγύπτου, καὶ στρατιωτικὴ δορυφορία, καὶ τό γε θαυμαστὸν καὶ πάσης ὑπεροψίας γέμον, Μακάριον μὲν τὸν κατηγορούμενον πεποιήκασι διὰ στρατιωτῶν ἀπομεῖναι, τὸν δὲ κατήγορον μεθ᾽ ἑαυτῶν ἀπήγαγον. τίς οὖν λοιπὸν ἐκ τούτων οὐ θεωρεῖ τὴν συσκευήν; τίς οὐ συνορᾷ λευκῶς τῶν περὶ Εὐσέβιον τὴν πονηρίαν; εἰ γὰρ κρίσεως ἦν ἐν τῷ Μαρεώτῃ χρεία, ἔδει καὶ τὸν κατηγορούμενον ἀποστέλλεσθαι, εἰ δὲ μὴ κρίσεως ἕνεκεν ἀπήρχοντο, διὰ τί τὸν κατήγορον ἐπήγοντο; καὶ γὰρ ἤρκει ὅτι μὴ ἀπέδειξεν. ἀλλὰ τοῦτο πεποιήκασιν, ἵν᾽, ἐπειδὴ παρόντα τὸν πρεσβύτερον οὐκ ἤλεγξαν, τοῦτον ἀπόντα συσκευάσωνται καὶ τυρεύσωσιν, ἅπερ αὐτοῖς ἐδόκει.

καὶ γὰρ τοὺς πρεσβυτέρους τῆς Ἀλεξανδρείας καὶ τῆς χώρας πάσης μεμψαμένους, ὅτι μόνοι παρεγένοντο, καὶ ἀξιοῦντας κἂν αὐτοὺς παρεῖναι οἷς ἔπραττον (εἰδέναι γὰρ ἔλεγον καὶ τὸ πρᾶγμα καὶ τὰ κατὰ τὸν λεγόμενον Ἰσχύραν) οὐκ ἐπέτρεψαν, ἀλλὰ τὸν μὲν ἔπαρχον τῆς Αἰγύπτου Φιλάγριον παραβάτην καὶ στρατιώτας ἐθνικοὺς εἶχον μεθ᾽ ἑαυτῶν ἐξετάζοντας ἃ μηδὲ κατηχουμένους ἔπρεπε θεωρεῖν, τοὺς δὲ κληρικοὺς οὐ συνεχώρησαν, ἵνα μὴ κἀκεῖ ὥσπερ ἐν τῇ Τύρῳ τοὺς διελέγχοντας αὐτοὺς ἔχωσιν.

Ἀλλ᾽ οὐδὲ οὕτως λαθεῖν ἠδυνήθησαν. συνορῶντες γὰρ οἱ πρεσβύτεροι τῆς πόλεως καὶ τοῦ Μαρεώτου τὰς κακουργίας αὐτῶν ἔγραψαν καὶ διεμαρτύραντο ταῦτα· Θεογνίῳ, Μάρι καὶ Μακεδονίῳ, Θεοδώρῳ καὶ Οὐρσακίῳ καὶ Οὐάλεντι τοῖς ἀπὸ Τύρου ἐλθοῦσιν ἐπισκόποις παρὰ τῶν πρεσβυτέρων καὶ διακόνων τῆς καθολικῆς ἐκκλησίας Ἀλεξανδρείας ὑπὸ τὸν αἰδεσιμώτατον ἐπίσκοπον Ἀθανάσιον.

Ἔπρεπεν ὑμᾶς ἐρχομένους καὶ ἄγοντας μεθ᾽ ἑαυτῶν τὸν κατήγορον ἀγαγεῖν καὶ Μακάριον τὸν πρεσβύτερον. αἱ γὰρ κρίσεις οὕτως συνίστανται κατὰ τὰς ἁγίας γραφάς, ὥστε τὸν κατήγορον μετὰ τοῦ κατηγορουμένου ἑστάναι. ἐπειδὴ δὲ οὔτε Μακάριον ἠγάγετε οὔτε ὁ αἰδεσιμώτατος ἡμῶν ἐπίσκοπος Ἀθανάσιος μεθ᾽ ὑμῶν εἰσῆλθεν, ἠξιώσαμεν κἂν αὐτοὶ παρεῖναι ἐν τῇ κρίσει, ἵνα παρόντων ἡμῶν ἀσφαλὴς ἡ ἐξέτασις γένηται καὶ πεισθῶμεν καὶ ἡμεῖς. ἐπειδὴ δὲ οὐ τοῦτο συνεχωρήσατε, ἀλλὰ μόνοι μετὰ τοῦ ἐπάρχου τῆς Αἰγύπτου καὶ τοῦ κατηγόρου ἠθελήσατε πράττειν ἃ βούλεσθε, ὁμολογοῦμεν ὅτι ὑποψίαν εἴδομεν ἐν τῷ πράγματι πονηράν, καὶ ἐθεωρήσαμεν ὅτι συσκευὴ καὶ ἐπιβουλὴ μόνον ἐστὶν ἡ εἴσοδος ὑμῶν. διὰ τοῦτο ταύτην ὑμῖν ἐπιδίδομεν τὴν ἐπιστολὴν μαρτύριον ἐσομένην εἰς ἀληθινὴν σύνοδον, ἵνα γνωσθῇ πᾶσιν ὅτι κατὰ μονομέρειαν, ἅπερ ἠθελήσατε, ἐπράξατε καὶ οὐδὲν ἕτερον ἢ συσκευὴν ἠθελήσατε συνθεῖναι καθ᾽ ἡμῶν. τούτων δὲ τὰ ἴσα ἐπιδεδώκαμεν καὶ Παλλαδίῳ τῷ κουριώσῳ τοῦ Αὐγούστου, ἵνα μὴ κρυβῇ παρ᾽ ὑμῶν. ἃ γὰρ ἐπράξατε, τοιαῦτα λοιπὸν ἡμᾶς ὑποπτεύειν καὶ λογίζεσθαι ποιεῖ περὶ ὑμῶν.

Διονύσιος πρεσβύτερος ἐπιδέδωκα Ἀλέξανδρος πρεσβύτερος Νειλαρᾶς πρεσβύτερος Λόγγος πρεσβύτερος Ἀφθόνιος πρεσβύτερος Ἀθανάσιος πρεσβύτερος Ἀμύντιος πρεσβύτερος Πιστὸς πρεσβύτερος Πλουτίων πρεσβύτερος Διόσκορος πρεσβύτερος Ἀπολλώνιος πρεσβύτερος Σαραπίων πρεσβύτερος Ἀμμώνιος πρεσβύτερος Γάιος πρεσβύτερος Ῥῖνος πρεσβύτερος Αἰθαλὴς πρεσβύτερος

Διάκονοι Μαρκελλῖνος διάκονος Ἀππιανὸς διάκονος Θέων διάκονος Τιμόθεος διάκονος καὶ Τιμόθεος ἄλλος διάκονος. Τὰ μὲν τῶν ἀπὸ τῆς πόλεως κληρικῶν γράμματά τε καὶ ὀνόματα ταῦτα, ἃ δὲ καὶ οἱ ἀπὸ τοῦ Μαρεώτου κληρικοὶ ἔγραψαν γινώσκοντες τὸν τρόπον τοῦ κατηγόρου καὶ ἐν τῇ περιοδείᾳ σὺν ἐμοὶ ὄντες ἔστι ταῦτα· Τῇ ἁγίᾳ συνόδῳ τῶν μακαρίων ἐπισκόπων τῆς καθολικῆς ἐκκλησίας οἱ κατὰ Μαρεώτην πάντες πρεσβύτεροι καὶ διάκονοι ἐν κυρίῳ χαίρειν.

Εἰδότες τὸ γεγραμμένον, ὅτι «ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε», καὶ ὅτι «μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται», ἃ εἴδομεν, μαρτυροῦμεν, μάλιστα ὅτι ἀναγκαίαν ἡμῶν ἐποίησεν εἶναι τὴν μαρτυρίαν ἡ γενομένη συσκευὴ κατὰ τοῦ ἐπισκόπου ἡμῶν Ἀθανασίου. θαυμάζομεν γὰρ πῶς ὅλως Ἰσχύρας κἂν εἰς μέτρον τῆς ἐκκλησίας ἐμετρήθη, περὶ οὗ πρῶτον διηγήσασθαι ἀναγκαῖον ἡγούμεθα. Ἰσχύρας οὐδέποτε λειτουργὸς τῆς ἐκκλησίας γέγονεν, ἀλλ᾽ ἑαυτὸν μὲν πρὸ τούτου ἐφήμισε Κολλούθου πρεσβύτερον, οὐκ ἔσχε δὲ τὸν πειθόμενον αὐτῷ εἰ μὴ μόνον τοὺς συγγενεῖς ἑαυτοῦ. οὔτε γὰρ ἐκκλησίαν ἔσχε ποτὲ οὔτε ὅλως κληρικὸς ἐνομίσθη παρὰ τοῖς ὀλίγον διεστῶσιν ἀπὸ τῆς κώμης αὐτοῦ πλὴν μόνοις, ὡς προείπομεν, τοῖς συγγενέσιν ἑαυτοῦ. ἀλλὰ καὶ ὅμως τοιαύτην ἑαυτῷ προσηγορίαν ἐπιφημίσας ἐπὶ τῆς συνόδου τῆς συγκροτηθείσης ἐν Ἀλεξανδρείᾳ ἐπὶ τῇ παρουσίᾳ τοῦ πατρὸς ἡμῶν Ὁσίου καθῃρέθη καὶ λαικὸς συνήχθη καὶ οὕτως ἔμεινε τὸν ἑξῆς χρόνον ἐκπεσὼν καὶ τῆς ψευδοῦς ὑπονοίας τοῦ πρεσβυτερίου. περὶ γὰρ τῶν ἠθῶν αὐτοῦ περιττὸν ἡγούμεθα λέγειν δυναμένων πάντων εἰδέναι τὰ τοιαῦτα. ἐπειδὴ δὲ περὶ κλάσεως ποτηρίου καὶ τραπέζης ἐσυκοφάντησεν ἡμῶν τὸν ἐπίσκοπον Ἀθανάσιον, καὶ περὶ τούτου διηγήσασθαι ὑμῖν ἀναγκαῖον ἠπείχθημεν.

φθάσαντες γὰρ εἴπομεν ἐκκλησίαν αὐτὸν μηδέποτε ἐσχηκέναι ἐν τῷ Μαρεώτῃ, ὡς δὲ ἐπὶ θεοῦ μάρτυρος οὐδὲ ποτήριον κέκλασται οὐδὲ τράπεζα ἀνετράπη παρὰ τοῦ ἐπισκόπου ἡμῶν οὐδὲ παρ᾽ ἄλλου τινὸς τῶν συνόντων αὐτῷ, ἀλλὰ πάντα ἐστὶ τὰ λεγόμενα συκοφαντία. καὶ ταῦτα λέγομεν οὐ μακρὰν τοῦ ἐπισκόπου ἀπόντες, πάντες γὰρ σὺν αὐτῷ ἐσμεν, ὅταν περιοδεύῃ τὸν Μαρεώτην· καὶ οὐδέποτε μόνος περιέρχεται, ἀλλὰ μετὰ πάντων ἡμῶν τῶν πρεσβυτέρων καὶ τῶν διακόνων καὶ λαῶν ἱκανῶν. διὸ καὶ ὡς συμπαρόντες αὐτῷ ἐν πάσῃ περιοδείᾳ, ᾗ πεποίηται πρὸς ἡμᾶς, ταῦτα λέγομεν καὶ μαρτυροῦμεν ὅτι οὔτε ποτήριον κατέαγεν οὔτε τράπεζα ἀνετράπη, ἀλλὰ πάντα ψεύδεται, ὡς καὶ αὐτὸς διὰ τῆς ἑαυτοῦ χειρὸς μαρτυρεῖ. θελήσαντα γὰρ αὐτὸν συναχθῆναι μετὰ τὸ ἀπελθεῖν αὐτὸν μετὰ Μελιτιανῶν καὶ τοιαῦτα φημίσαι κατὰ τοῦ ἐπισκόπου ἡμῶν Ἀθανασίου οὐκ ἐδέξαντο αὐτόν, καίτοι γράψαντα καὶ ἰδίᾳ χειρὶ ὁμολογήσαντα μηδὲν τούτων γεγενῆσθαι, ἀλλ᾽ ὑποβεβλῆσθαι ὑπό τινων ταῦτα εἰπεῖν.

Διὸ καὶ ἐλθόντες οἱ περὶ Θεόγνιον καὶ Θεόδωρον καὶ Μάριν καὶ Μακεδόνιον καὶ Οὐρσάκιον καὶ Οὐάλεντα εἰς τὸν Μαρεώτην οὐδὲν εὑρόντες ἀληθές, ἀλλὰ μέλλοντος τοῦ πράγματος ἐλέγχεσθαι ὅτι συκοφαντίαν εἰργάσαντο κατὰ τοῦ ἐπισκόπου ἡμῶν Ἀθανασίου αὐτοὶ οἱ περὶ Θεόγνιον ἐχθροὶ τυγχάνοντες τοὺς συγγενεῖς αὐτοῦ καί τινας Ἀρειομανίτας πεποιήκασιν εἰπεῖν, ἅπερ ἤθελον. οὐ γάρ τις τοῦ λαοῦ κατὰ τοῦ ἐπισκόπου εἴρηκεν, ἀλλ᾽ αὐτοὶ τῷ φόβῳ τοῦ ἐπάρχου τῆς Αἰγύπτου Φιλαγρίου καὶ ταῖς ἀπειλαῖς καὶ τῇ προστασίᾳ τῶν Ἀρειομανιτῶν, ἅπερ ἠθέλησαν, πεποιήκασι. καὶ γὰρ ἐλθόντας ἡμᾶς ἐλέγξαι τὴν συκοφαντίαν οὐκ ἐπέτρεψαν, ἀλλὰ ἀπέρριπτον μὲν ἡμᾶς, οὓς δὲ ἤθελον συσκευαζόμενοι προσεδέχοντο καὶ συνετίθεντο αὐτοῖς διὰ τὸν φόβον τοῦ ἐπάρχου Φιλαγρίου, δι᾽ ὃν οὔτε παρεῖναι ἡμᾶς ἐπέτρεψαν, ἵνα κἂν τοὺς ὑποβαλλομένους ὑπ᾽ αὐτῶν δυνηθῶμεν ἐλέγξαι, εἰ τῆς ἐκκλησίας εἰσὶν ἢ Ἀρειομανῖται. οἴδατε δέ, ἀγαπητοὶ πατέρες, καὶ ὑμεῖς, ὡς διδάσκετε ἡμᾶς, ὅτι ἐχθρῶν οὐκ ἰσχύει μαρτυρία. καὶ ὅτι μὲν ἀληθεύομεν, μαρτυρεῖ μὲν καὶ ἡ χεὶρ Ἰσχύρα, μαρτυρεῖ δὲ καὶ τὰ πράγματα αὐτά, ὅτι ἡμῶν μὲν μηδὲν συνειδότων τοιοῦτόν τι γεγενῆσθαι Φιλάγριον παρέλαβον μεθ᾽ ἑαυτῶν, ἵνα τῷ φόβῳ τοῦ ξίφους καὶ ταῖς ἀπειλαῖς ἃ βούλονται συσκευάσωνται.

ταῦτα ὡς ἐπὶ θεοῦ μαρτυροῦμεν, ταῦτα ὡς εἰδότες καὶ ἐσομένην κρίσιν παρὰ θεοῦ λέγομεν, θέλοντες μὲν ἐλθεῖν πάντες πρὸς ὑμᾶς, ἀρκεσθέντες δὲ τοῖς ἐξ ἡμῶν, ἵνα τὰ γράμματα τὴν τῶν μὴ παραγενομένων παρουσίαν ἀποπληρώσῃ.

Ἰγγένιος πρεσβύτερος ἐρρῶσθαι ὑμᾶς εὔχομαι ἐν κυρίῳ, ἀγαπητοὶ πατέρες Θέων πρεσβύτερος Ἀμμωνᾶς πρεσβύτερος Ἡράκλειος πρεσβύτερος Βόκκων πρεσβύτερος Τρύφων πρεσβύτερος Πέτρος πρεσβύτερος Ἱέραξ πρεσβύτερος Σαραπίων πρεσβύτερος Μάρκος πρεσβύτερος Πτολλαρίων πρεσβύτερος Γάιος πρεσβύτερος Διόσκορος πρεσβύτερος Δημήτριος πρεσβύτερος Θύρσος πρεσβύτερος

Διάκονοι Πιστὸς διάκονος Ἀπολλὼς διάκονος Σερρᾶς διάκονος Πιστὸς διάκονος Πολύνικος διάκονος Ἀμμώνιος διάκονος Μαῦρος διάκονος Ἥφαιστος διάκονος Ἀπολλὼς διάκονος Μετωπᾶς διάκονος Ἀπολλὼς διάκονος Σεραπᾶς διάκονος Μελίφθογγος διάκονος Λούκιος διάκονος Γρηγορᾶς διάκονος

Οἱ αὐτοὶ πρὸς τὸν κουριῶσον καὶ Φιλάγριον τότε λεγόμενον ἔπαρχον Αἰγύπτου Φλαβίῳ Φιλαγρίῳ καὶ Φλαβίῳ Παλλαδίῳ δουκιναρίῳ παλατίνῳ κουριώσῳ καὶ Φλαβίῳ Ἀντωνίνῳ βιάρχῳ κεντηναρίῳ τῶν κυρίων μου τῶν λαμπροτάτων ἐπάρχων τοῦ ἱεροῦ πραιτωρίου παρὰ τῶν πρεσβυτέρων καὶ διακόνων τοῦ Μαρεώτου, νομοῦ τῆς καθολικῆς ἐκκλησίας τῆς ὑπὸ τὸν αἰδεσιμώτατον ἐπίσκοπον Ἀθανάσιον· διὰ τῶν ἑξῆς ὑπογραφόντων τάδε μαρτυρούμενοι ἐπιδιδόαμεν· Ἐπειδὴ Θεόγνιος καὶ Μάρις καὶ Μακεδόνιος καὶ Θεόδωρος καὶ Οὐρσάκιος καὶ Οὐάλης ὡς ἀποσταλέντες ὑπὸ πάντων τῶν ἐπισκόπων τῶν συνελθόντων ἐν τῇ Τύρῳ ἀπήντησαν ἐν τῇ ἡμετέρᾳ παροικίᾳ φάσκοντες ἐντολὰς εἰληφέναι, ὡς ζητῆσαί τινα ἐκκλησιαστικὰ πράγματα, ἐν οἷς ἔλεγον καὶ περὶ ποτηρίου κυριακοῦ κεκλασμένου ὑποβληθέντος αὐτοῖς ὑπὸ Ἰσχύρα, ὃν ἤγαγον μεθ᾽ ἑαυτῶν, λέγοντος ἑαυτὸν εἶναι πρεσβύτερον, ὃς οὐκ ἔστι πρεσβύτερος, —ὑπὸ γὰρ Κολλούθου τοῦ πρεσβυτέρου φαντασθέντος ἐπισκοπὴν καὶ ὕστερον ὑπὸ κοινῆς συνόδου Ὁσίου καὶ τῶν σὺν αὐτῷ ἐπισκόπων κελευσθέντος πρεσβυτέρου εἶναι, καθὸ καὶ πρότερον ἦν, κατεστάθη καὶ κατὰ ἀκολουθίαν πάντες οἱ ὑπὸ Κολλούθου κατασταθέντες ἀνέδραμον εἰς τὸν αὐτὸν τόπον, εἰς ὃν καὶ πρότερον ἦσαν, ὡς καὶ αὐτὸς Ἰσχύρας λαικὸς ὤφθη, ἥν τε λέγει ἔχειν ἐκκλησίαν, μηδὲ πώποτε ἐκκλησίαν γεγενῆσθαι, ἀλλ᾽ οἰκητικὸν οἰκημάτιον μικρὸν ὀρφανοῦ παιδίου Ἰσίωνος τοὔνομα, —καὶ διά τοι τοῦτο τῇδε τῇ διαμαρτυρίᾳ ἐχρησάμεθα ἐπορκίζοντές σε κατὰ τοῦ παντοκράτορος θεοῦ καὶ κατὰ τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου τοῦ Αὐγούστου, καὶ τῶν ἐπιφανεστάτων Καισάρων παίδων αὐτοῦ ταῦτα αὐτὰ εἰς γνῶσιν ἀνενεγκεῖν τῇ εὐσεβείᾳ αὐτῶν.

οὔτε γὰρ πρεσβύτερός ἐστι τῆς καθολικῆς ἐκκλησίας οὔτε ἐκκλησίαν ἔχει οὔτε ποτὲ ποτήριον ἐκλάσθη, ἀλλὰ πάντα ψεύδεται καὶ πλάττεται. ὑπατείᾳ Ἰουλίου Κωνσταντίου τοῦ λαμπροτάτου πατρικίου ἀδελφοῦ τοῦ εὐσεβεστάτου βασιλέως Κωνσταντίνου τοῦ Αὐγούστου καὶ Ῥουφίνου Ἀλβίνου τῶν λαμπροτάτων, Θὼθ δεκάτῃ.

Οἱ μὲν οὖν πρεσβύτεροι ταῦτα, ἃ δὲ καὶ οἱ ἐπίσκοποι οἱ μεθ᾽ ἡμῶν ἐλθόντες εἰς τὴν Τύρον συνορῶντες τὴν συσκευὴν καὶ τὴν ἐπιβουλὴν ἔγραψαν καὶ διεμαρτύραντο, ἔστι ταῦτα· Τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις, κυρίοις τιμιωτάτοις, οἱ ἀπ᾽ Αἰγύπτου σὺν Ἀθανασίῳ ἐλθόντες τῆς καθολικῆς ἐκκλησίας ἐν κυρίῳ χαίρειν.

Οὐκέτι νομίζομεν τὴν συσκευὴν ἄδηλον εἶναι τὴν παρὰ τῶν περὶ Εὐσέβιον καὶ Θεόγνιον καὶ Μάριν καὶ Νάρκισσον καὶ Θεόδωρον καὶ Πατρόφιλον ἡμῖν γιγνομένην. καὶ κατ᾽ ἀρχὴν μὲν γὰρ παρῃτούμεθα πάντες διὰ τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου παρόντων αὐτῶν τὴν ἀκρόασιν γενέσθαι εἰδότες ὅτι καὶ ἑνὸς μόνου ἐχθροῦ παρουσία, μήτιγε πολλῶν, ταράττειν καὶ βλάπτειν δύναται τὴν ἀκρόασιν. οἴδατε γὰρ καὶ ὑμεῖς αὐτοὶ τὴν ἔχθραν αὐτῶν, ἣν οὐ πρὸς ἡμᾶς μόνον ἐσχήκασιν, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ὀρθοδόξους, ὅτι διὰ τὴν Ἀρείου μανίαν καὶ τὴν ἀσεβῆ διδασκαλίαν ἐκείνου κατὰ πάντων ἐπιφύονται καὶ πᾶσι συσκευάζονται. ἐπειδὴ δὲ θαρροῦντες ἡμεῖς τῇ ἀληθείᾳ δεῖξαι τὴν συκοφαντίαν τὴν κατὰ τῆς ἐκκλησίας ὑπὸ τῶν Μελιτιανῶν γινομένην ἠθελήσαμεν, οὐκ οἴδαμεν πῶς οἱ περὶ Εὐσέβιον ταράττειν τὰ παρ᾽ ἡμῶν λεγόμενα ἐπειρῶντο καὶ ἐπὶ πολὺ ἐσπούδαζον τὰ παρ᾽ ἡμῶν λεγόμενα ἐκβάλλεσθαι, τοῖς μὲν ἀκεραίως δικάζουσιν ἀπειλοῦντες, τοὺς δὲ καὶ ὑβρίζοντες, μόνον ἵνα τὸ καθ᾽ ἡμῶν σπουδαζόμενον αὐτοῖς γένηται. καὶ ἴσως ἡ ἔνθεος ὑμῶν εὐλάβεια, κύριοι τιμιώτατοι, ἠγνόει τὴν γενομένην παρ᾽ αὐτῶν συσκευήν, ἀλλὰ νῦν νομίζομεν φανερὰν γεγενῆσθαι αὐτήν. ἰδοὺ γὰρ φανερῶς αὐτοὶ τὴν συσκευὴν ἐνεδείξαντο.

τοὺς γὰρ ἐξ αὐτῶν ὑποπτευομένους ἀποστεῖλαι ἠθέλησαν εἰς τὸν Μαρεώτην, ἵνα ἀπόντων ἡμῶν καὶ ἐνταῦθα μενόντων τοὺς μὲν λαοὺς ταράξωσιν, ἃ δὲ βούλονται διαπράξωνται. εἶδον γὰρ ὅτι οἱ Ἀρειομανῖται καὶ Κολλουθιανοὶ καὶ Μελιτιανοὶ ἐχθροὶ τῆς καθολικῆς ἐκκλησίας εἰσί· διὰ τοῦτο ἐσπούδασαν ἀποστεῖλαι τούτους, ἵνα παρόντων ἐχθρῶν καττύσωσι καθ᾽ ἡμῶν, ἃ βούλονται. καὶ γὰρ οἱ ἐνταῦθα Μελιτιανοὶ ἀπέστειλαν ἐξ ἑαυτῶν τινας καὶ πρὸ τεσσάρων μὲν ἡμερῶν ὥσπερ εἰδότες τοῦτο τὸ σκέμμα γιγνόμενον ἔσεσθαι, καθ᾽ ἑσπέραν δὲ δύο βηριδαρίους πρὸς τὸ καὶ ἀπὸ τῆς Αἰγύπτου Μελιτιανοὺς συναγαγεῖν εἰς τὸν Μαρεώτην, διὰ τὸ μὴ εἶναι ἐκεῖ μηδένα καθόλου, καὶ Κολλουθιανοὺς καὶ Ἀρειομανίτας ἀπὸ ἄλλων τόπων καὶ καττῦσαι καθ᾽ ἡμῶν αὐτοὺς λέγειν. οἴδατε γὰρ καὶ ὑμεῖς, ὅτι αὐτὸς Ἰσχύρας ὡμολόγησεν ἐφ᾽ ὑμῶν οὐ πλέον ἑπτὰ συναγομένων ἔχειν.

ἐπεὶ οὖν μετὰ τὸ αὐτοὺς κατασκευάσαι, ὅπερ βούλονται, καὶ ἀποστεῖλαι τοὺς ὑπόπτους ἠκούσαμεν ὅτι καθ᾽ ἕκαστον ὑμῶν περιερχόμενοι ἀπαιτοῦσιν ὑπογραφὴν πρὸς τὸ δοκεῖν τῇ πάντων ὑμῶν σκέψει γεγενῆσθαι, τούτου ἕνεκεν γράψαι ὑμῖν ἠπείχθημεν καὶ ἐπιδοῦναι τόδε τὸ μαρτύριον, μαρτυρόμενοι μὲν ὅτι συσκευαζόμεθα καὶ πάσχομεν ὑπ᾽ αὐτῶν καὶ δι᾽ αὐτῶν ἐπιβουλήν, ἀξιοῦντες δὲ ὅπως ἐν νῷ λαβόντες τὸν τοῦ θεοῦ φόβον καὶ καταγνόντες ὅτι χωρὶς ἡμῶν ἀπέστειλαν οὓς ἠθέλησαν, μὴ ὑπογράψητε, ἵνα μή, ἅπερ αὐτοὶ καθ᾽ ἑαυτοὺς καττύουσι, ταῦτα ὡς παρ᾽ ὑμῶν γιγνόμενα λέγωσι. καὶ γὰρ πρέπει τοὺς ἐν Χριστῷ ἀνθρώπους μὴ εἰς ἀνθρώπινα βλέπειν, ἀλλὰ τὴν ἀλήθειαν πάντων προκρίνειν. καὶ μήτε ἀπειλὴν ᾗ χρῶνται πρὸς πάντας μήτε συσκευὴν φοβηθῆτε, ἀλλὰ μᾶλλον τὸν θεόν. ἔδει γάρ, εἴπερ ἦν ὅλως ἀκόλουθον εἰς τὸν Μαρεώτην ἀποσταλῆναι, καὶ ἡμᾶς συμπαρεῖναι, ἵνα τοὺς μὲν ἐχθροὺς τῆς ἐκκλησίας ἐλέγξωμεν, τοὺς δὲ ξένους ἀποδείξωμεν, καὶ καθαρὰ τοῦ πράγματος ἡ ἔρευνα γένηται. οἴδατε γὰρ ὅτι οἱ περὶ Εὐσέβιον ἐκάττυσαν ἐπιστολὴν ἐπιδοθῆναι ὡς ἀπὸ Κολλουθιανῶν καὶ Μελιτιανῶν καὶ Ἀρειανῶν γραφεῖσαν καθ᾽ ἡμῶν, καὶ δῆλον ὅτι αὐτοὶ οἱ ἐχθροὶ τῆς καθολικῆς ἐκκλησίας οὐδὲν ἀληθὲς περὶ ἡμῶν, ἀλλὰ πάντα καθ᾽ ἡμῶν λέγουσιν. ὁ δὲ νόμος τοῦ θεοῦ οὔτε ἐχθρὸν μάρτυρα οὔτε κριτὴν εἶναι βούλεται.

λοιπὸν ὡς ἐν ἡμέρᾳ κρίσεως λόγον μέλλοντες διδόναι λαβόντες τὸ μαρτύριον τοῦτο καὶ γνόντες συσκευὴν τὴν καθ᾽ ἡμῶν γενομένην παρακληθέντες φυλάξασθε μηδέν τι καθ᾽ ἡμῶν πρᾶξαι μηδὲ συνάρασθαι τῇ τῶν περὶ Εὐσέβιον σκέψει. καὶ γὰρ πάλιν οἴδατε, ὡς προείπομεν, ὡς ἐχθροί εἰσιν ἡμῶν, καὶ διὰ τί Εὐσέβιος ὁ τῆς Καισαρείας ἐχθρὸς γέγονεν ἀπὸ πέρυσιν. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα, κύριοι ποθεινότατοι.

Φλαβίῳ Διονυσίῳ τῷ λαμπροτάτῳ κόμητι παρὰ τῶν ἐπισκόπων τῆς Αἰγύπτου καθολικῆς ἐκκλησίας τῶν ἐλθόντων εἰς Τύρον. Οὐκέτι νομίζομεν τὴν συσκευὴν ἄδηλον εἶναι τὴν παρὰ τῶν περὶ Εὐσέβιον καὶ Θεόγνιον καὶ Μάριν καὶ Νάρκισσον καὶ Θεόδωρον καὶ Πατρόφιλον ἡμῖν γιγνομένην. κατ᾽ ἀρχὴν μὲν γὰρ παρῃτούμεθα πάντες διὰ τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου παρόντων αὐτῶν τὴν ἀκρόασιν γενέσθαι εἰδότες ὅτι καὶ ἑνὸς μόνου ἐχθροῦ παρουσία, μήτιγε πολλῶν, ταράττειν καὶ βλάπτειν δύναται τὴν ἀκρόασιν. φανερὰ γάρ ἐστιν ἡ ἔχθρα αὐτῶν, ἣν οὐ πρὸς ἡμᾶς μόνον ἐσχήκασιν, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ὀρθοδόξους, ὅτι κατὰ πάντα ἐπιφύονται καὶ πᾶσι συσκευάζονται. ἐπειδὴ δὲ θαρροῦντες ἡμεῖς τῇ ἀληθείᾳ δεῖξαι τὴν συκοφαντίαν τὴν κατὰ τῆς ἐκκλησίας ὑπὸ τῶν Μελιτιανῶν γενομένην ἠθελήσαμεν, οὐκ οἴδαμεν πῶς αὐτοὶ οἱ περὶ Εὐσέβιον ταράττειν τὰ παρ᾽ ἡμῶν λεγόμενα ἐπειρῶντο καὶ ἐπὶ πολὺ ἐσπούδαζον τὰ παρ᾽ ἡμῶν λεγόμενα ἐκβάλλεσθαι, τοῖς μὲν ἀκεραίως δικάζουσιν ἀπειλοῦντες, τοὺς δὲ καὶ ὑβρίζοντες, μόνον ἵνα τὸ καθ᾽ ἡμῶν σπουδαζόμενον αὐτοῖς γένηται. καὶ ἴσως ἡ χρηστότης σου ἠγνόει τὴν καθ᾽ ἡμῶν γινομένην παρ᾽ αὐτῶν συσκευήν, ἀλλὰ νῦν νομίζομεν φανερὰν αὐτὴν γεγενῆσθαι. ἰδοὺ γὰρ φανερῶς αὐτοὶ τὴν συσκευὴν ἐνεδείξαντο.

τοὺς γὰρ ἐξ ἑαυτῶν ὑποπτευομένους ἀποστεῖλαι ἠθέλησαν εἰς τὸν Μαρεώτην, ἵνα ἀπόντων ἡμῶν καὶ ἐνταῦθα μενόντων τοὺς μὲν λαοὺς ταράξωσιν, ἃ δὲ βούλονται διαπράξωνται. εἰδότες γὰρ ὅτι Ἀρειομανῖται καὶ Κολλουθιανοὶ καὶ Μελιτιανοὶ ἐχθροὶ τῆς ἐκκλησίας εἰσί, διὰ τοῦτο ἐσπούδασαν ἀποστεῖλαι τούτους, ἵνα παρόντων ἐχθρῶν καττύσωσι καθ᾽ ἡμῶν, ἃ βούλονται. καὶ γὰρ ἤδη οἱ ἐνταῦθα Μελιτιανοὶ ἀπέστειλαν ἐξ αὑτῶν τινας καὶ πρὸ τεσσάρων μὲν ἡμερῶν ὥσπερ εἰδότες τοῦτο τὸ σκέμμα γενόμενον ἔσεσθαι, καθ᾽ ἑσπέραν δὲ δύο βηριδαρίους πρὸς τὸ καὶ ἀπὸ τῆς Αἰγύπτου Μελιτιανοὺς συναγαγεῖν εἰς τὸν Μαρεώτην, διὰ τὸ μὴ εἶναι ἐκεῖ μηδένα καθόλου, καὶ Κολλουθιανοὺς καὶ Ἀρειομανίτας ἀπ᾽ ἄλλων τόπων καὶ καττῦσαι καθ᾽ ἡμῶν αὐτοὺς λέγειν. οἶδε δέ σου ἡ χρηστότης ὅτι αὐτὸς 〈Ἰσχύρας〉 ὡμολόγησεν ἐπὶ σοῦ μὴ πλέον ἑπτὰ συναγομένων ἔχειν.

ἐπεὶ οὖν μετὰ τὸ αὐτοὺς κατασκευάσαι, ὅπερ βούλονται, καὶ ἀποστεῖλαι τοὺς ὑπόπτους ἠκούσαμεν ὅτι καθ᾽ ἕκαστον τῶν ἐπισκόπων περιερχόμενοι ἀπαιτοῦσιν ὑπογραφὴν πρὸς τὸ δοκεῖν τῇ πάντων αὐτῶν σκέψει γενέσθαι, τούτου ἕνεκεν ἀνενεγκεῖν ἐπὶ τὴν σὴν λαμπρότητα ἠπείχθημεν καὶ ἐπιδοῦναι τόδε τὸ μαρτύριον, μαρτυρόμενοι μὲν ὅτι συσκευαζόμεθα καὶ πάσχομεν ὑπ᾽ αὐτῶν καὶ δι᾽ αὐτῶν ἐπιβουλήν, ἀξιοῦντες δὲ ὅπως ἐν νῷ λαβὼν τὸν φόβον τοῦ θεοῦ καὶ τὰς εὐσεβεῖς ἐντολὰς τοῦ θεοφιλεστάτου βασιλέως ὡς καταγνοὺς ὅτι χωρὶς ἡμῶν οὓς ἠθέλησαν ἀπέστειλαν, μὴ ἀνάσχῃ αὐτῶν.

Ἀδαμάντιος ἐπίσκοπος ἐπιδέδωκα Ἰσχύρας Ἄμμων Πέτρος Ἀμμωνιανὸς Τύραννος Ταυρῖνος Σαραπάμμων Αἰλουρίων Ἁρποκρατίων Μωυσῆς Ὀπτᾶτος Ἀνουβίων Σαπρίων Ἀπολλώνιος Ἰσχυρίων Ἀρβαιθίων Ποτάμων Παφνούτιος Ἡρακλείδης Θεόδωρος Ἀγαθάμμων Γάιος Πιστός Ἀθάς Νίκων Πελάγιος Θέων Πανινούθιος Νόννος Ἀρίστων Θεόδωρος Εἰρηναῖος Βλαστάμμων Φίλιππος Ἀπολλώς Διόσκορος Τιμόθεος Διοσπόλεως Μακάριος Ἡρακλάμμων Κρόνιος Μοῦις Ἰάκωβος Ἀρίστων Ἀρτεμίδωρος Φινεές Ψάις Ἡρακλείδης

Καὶ δεύτερον οἱ αὐτοί Φλαυίῳ Διονυσίῳ τῷ λαμπροτάτῳ κόμητι οἱ ἐν Τύρῳ ἀπ᾽ Αἰγύπτου ἐλθόντες ἐπίσκοποι τῆς καθολικῆς ἐκκλησίας. Πολλὰς ὁρῶντες συσκευὰς καθ᾽ ἡμῶν γινομένας καὶ ἐπιβουλὰς ἐκ συσκευῆς τῶν περὶ Εὐσέβιον καὶ Νάρκισσον καὶ Φλάκιλλον καὶ Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον καὶ Πατρόφιλον, οὓς κατὰ τὴν ἀρχὴν θελήσαντες παραιτήσασθαι οὐκ ἐπετράπημεν, ἀνάγκην ἔχομεν ἐπὶ τήνδε τὴν διαμαρτυρίαν ἐλθεῖν. καὶ γὰρ πολλὴν ὑπὲρ Μελιτιανῶν ὁρῶμεν σπουδὴν γιγνομένην, κατὰ δὲ τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Αἰγύπτῳ δι᾽ ἡμῶν ἐπιβουλήν. ὅθεν ἐπιδίδομέν σοι τήνδε τὴν ἐπιστολὴν ἀξιοῦντες ἐν νῷ σε λαβεῖν τὸν θεὸν τὸν παντοκράτορα τὸν τὴν βασιλείαν τοῦ εὐσεβεστάτου καὶ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου διαφυλάττοντα τηρῆσαι τὴν ἀκρόασιν τῶν καθ᾽ ἡμᾶς πραγμάτων αὐτῷ τῷ εὐσεβεστάτῳ βασιλεῖ. καὶ γὰρ εὔλογον ἀποσταλέντα σε παρὰ τῆς βασιλείας αὐτοῦ καὶ ἡμῶν ἐπικαλεσαμένων τὴν εὐσέβειαν αὐτοῦ αὐτῷ τηρῆσαι τὸ πρᾶγμα. οὐκέτι γὰρ φέρομεν συσκευαζόμενοι καὶ ἐπιβουλευόμενοι διὰ τῶν περὶ Εὐσέβιον τῶν προειρημένων. καὶ διὰ τοῦτο τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ βασιλεῖ τηρηθῆναι τὸ πρᾶγμα ἀξιοῦμεν, παρ᾽ ᾧ δυνάμεθα καὶ τὰ δίκαια τῆς ἐκκλησίας καὶ τὰ ἑαυτῶν παραθέσθαι. πιστεύομεν γὰρ ὅτι ἡ εὐσέβεια αὐτοῦ ἀκούσασα οὐ καταγνώσεται ἡμῶν.

καὶ πάλιν οὖν ὁρκίζομέν σε τὸν παντοκράτορα θεὸν καὶ τὸν εὐσεβέστατον βασιλέα ἀεὶ εἰς πολλὰς ἐτῶν περιόδους νικῶντα καὶ ὑγιαίνοντα μετὰ τῶν παίδων τῆς εὐσεβείας αὐτοῦ μηδὲν πλέον πρᾶξαι μηδὲ ἐπιτρέψαι τι σεαυτῷ ἐν τῇ συνόδῳ κινῆσαι περὶ τῶν καθ᾽ ἡμᾶς πραγμάτων, ἀλλὰ τηρῆσαι τῇ εὐσεβείᾳ αὐτοῦ τὴν ἀκρόασιν. περὶ δὲ τῶν αὐτῶν καὶ τοῖς κυρίοις μου ἐπισκόποις τοῖς ὀρθοδόξοις ἐδηλώσαμεν.

Ταῦτα δεξάμενος Ἀλέξανδρος ὁ ἐπίσκοπος τῆς Θεσσαλονίκης ἔγραψε Διονυσίῳ τῷ κόμητι ταῦτα· Τῷ δεσπότῃ μου Διονυσίῳ Ἀλέξανδρος ἐπίσκοπος. Φανερὰν ὁρῶ κατὰ Ἀθανασίου συσκευὴν γενομένην. πάντας γὰρ οὓς παρῃτήσατο, τούτους οὐκ οἶδα τί πεπονθότες ἀποστεῖλαι ἠθέλησαν μηδὲ σημάναντες ἡμῖν. ἦν γὰρ δόξαν κατὰ τὸ αὐτὸ σκέψασθαι, τίνας δεήσει ἀποσταλῆναι. συμβούλευσον οὖν μή τι προπετὲς γενέσθαι (ἐληλύθασι γὰρ πρὸς μὲ τεθορυβημένοι λέγοντες ‘ἤδη τὰ θηρία ἐσφρῖχθαι, καὶ μέλλειν ἐξορμᾶν’. περιηχήθησαν γὰρ ὡς Ἰωάννου τινὰς ἀποστείλαντος), μὴ προλαβόντες καττύσωσιν, ὡς ἂν ἐθέλοιεν. οἶδας γὰρ ὅτι καὶ Κολλουθιανοὶ τῆς ἐκκλησίας ἐχθροὶ ὄντες καὶ Ἀρειανοὶ καὶ Μελιτιανοί, οὗτοι πάντες ἀλλήλοις σύμψηφοι γενόμενοι, δύνανται μεγάλα κακὰ ἐργάσασθαι. σκέψαι οὖν τὸ συμφέρον, ἵνα μὴ ἀνακύψῃ τι σκυθρωπὸν καὶ αἰτίᾳ ὑποβληθῶμεν ὡς οὐ κατὰ τὸ δίκαιον κρίναντες. κἀκεῖνοι μάλιστα ὑφορῶνται, μὴ διοδεύοντες τὰς ἐκκλησίας, ὧν οἱ ἐπίσκοποί εἰσιν ἐνταῦθα, φόβον ἐμποιήσαντες ταράξωσι πᾶσαν τὴν Αἴγυπτον ὡς τοῖς Μελιτιανοῖς παραδόντες. ἐκ τοῦ πλείστου γὰρ τοῦτο συνορῶ γινόμενον.

Πρὸς ταῦτα Διονύσιος ὁ κόμης ἔγραψε τοῖς περὶ Εὐσέβιον ταῦτα· ... Ταῦτα ἦν ἃ νῦν διελεγόμην τοῖς κυρίοις μου τοῖς περὶ Φλάκιλλον, ὅτι Ἀθανάσιος ἐπιστὰς ᾐτιάσατο· ‘οὓς παρῃτησάμην’, λέγων, ‘τούτους ἀποστέλλεσθαι’ καὶ βοῶν ὡς ‘ἀδικούμενος καὶ περιγραφόμενος’, ταῦτα καὶ ὁ κύριός μου τῆς ψυχῆς Ἀλέξανδρος ἀπέστειλε. καὶ ἵνα γνῶτε ὅτι κατὰ λόγον ἔχει τὰ γραφέντα μοι παρὰ τῆς χρηστότητος αὐτοῦ, ὑπέταξα αὐτὰ ἀναγνωσθησόμενα ὑμῖν. μέμνησθε δὲ καὶ τῶν ἄνωθεν παρ᾽ ἐμοῦ γραφέντων· ἐπέστειλα γὰρ ὑμῶν τῇ χρηστότητι, κύριοι, ὅτι χρὴ τοὺς ἀποστελλομένους κοινῇ κρίσει καὶ δόγματι ἀποσταλῆναι. ὁρᾶτε τοίνυν, μὴ ἐγκλήματι ὑποπέσῃ τὰ γινόμενα μηδὲ δικαίας μέμψεως ἀφορμὴν τοῖς βουλομένοις ἡμᾶς αἰτιάσασθαι δῶμεν. ὥσπερ γὰρ βαρεῖσθαι τὸ μέρος τῶν κατηγόρων οὐ προσήκει, οὕτως οὐδὲ τὸ τῶν φευγόντων. νομίζω δὲ οὐ μικρὰν εἶναι ἀφορμὴν καθ᾽ ἡμῶν μέμψεως, ὅταν φαίνηται ὁ κύριός μου Ἀλέξανδρος μὴ συναινῶν τοῖς πραττομένοις ...