Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Παρέμβαση του Κωνσταντίνου, Εξορία στη Γαλατία και Επιστροφή

Οι αντικανονικές ενέργειες των Ευσεβιανών, η προσφυγή του Αθανασίου στον Μεγάλο Κωνσταντίνο, η επακόλουθη εξορία του στη Γαλατία και η τελική ανάκλησή του από τον Κωνσταντίνο τον νεότερο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 9 από 10

Τούτων οὕτω πραττομένων ἀνεχωρήσαμεν ἀπ᾽ αὐτῶν ὡς «ἀπὸ συνόδου τῶν ἀθετούντων»· ἃ γὰρ ἐβούλοντο, ταῦτα καὶ ἔπραττον. ὅτι μὲν οὖν τὰ πραττόμενα κατὰ μονομέρειαν οὐδεμίαν ἔχει δύναμιν, οὐδείς ἐστιν, ὅστις ἀγνοεῖ τῶν πάντων ἀνθρώπων. τοῦτο γὰρ καὶ ὁ θεῖος νόμος κελεύει, τοῦτο καὶ ὁ μακάριος ἀπόστολος πάσχων τοιαύτην ἐπιβουλὴν καὶ κρινόμενος ἠξίου λέγων· «ἔδει τοὺς ἀπὸ τῆς Ἀσίας Ἰουδαίους ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν», ὅτε καὶ ὁ Φῆστος θελόντων τῶν Ἰουδαίων τοιαύτην ἐπιβουλὴν ἐργάσασθαι, οἵαν νῦν καθ᾽ ἡμῶν οὗτοι πεποιήκασιν, ἔλεγεν· «οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος». ἀλλ᾽ οἱ περὶ Εὐσέβιον καὶ τὸν νόμον παραποιεῖν ἐτόλμησαν καὶ πλέον τῶν ἀδικούντων ἀδικώτεροι γεγόνασιν. οὐ γὰρ ἐξ ἀρχῆς κατὰ μόνας ἔπραξαν, ἀλλ᾽ ὅτε παρόντων ἡμῶν ἠσθένησαν, τότε λοιπὸν ἐξελθόντες ὡς Ἰουδαῖοι συμβούλιον ἔλαβον κατὰ μόνας, ὅπως ἡμᾶς μὲν ἀπολέσωσι, τὴν δὲ αἵρεσιν εἰσαγάγωσιν, ὡς ἐκεῖνοι τὸν Βαραββᾶν ᾐτήσαντο. τούτου χάριν αὐτοὶ ταῦτα πάντα πεποιηκέναι δι᾽ ἑαυτῶν ὡμολόγησαν.

Καὶ εἰ ἀρκεῖ ταῦτα πρὸς πᾶσαν ἀπολογίαν, ὅμως ὑπὲρ τοῦ καὶ πλέον τούτων μὲν τὴν πονηρίαν δειχθῆναι, τῆς δὲ ἀληθείας τὴν ἐλευθερίαν, οὐδὲν ἐλύπει καὶ πάλιν ὑπομνῆσαι καὶ δεῖξαι ὡς αὐτοὶ ἑαυτοῖς ἐναντία ἔπραξαν καὶ ὡς ἐν σκότῳ βουλευόμενοι τοῖς ἑαυτῶν προσέκοπτον καὶ θέλοντες ἡμᾶς ἀνελεῖν ἑαυτοὺς ἔτρωσαν ὡς μαινόμενοι. περὶ μυστηρίων γὰρ ἐρευνῶντες Ἰουδαίους ἀνέκρινον καὶ κατηχουμένους ἐξήταζον· ‘ποῦ ἦτε, ὅτε Μακάριος ἦλθε καὶ ἀνέτρεψε τὴν τράπεζαν;’ κἀκεῖνοι ἀπεκρίναντο ὅτι ‘ἔνδον ὄντες ἐτυγχάνομεν’. οὐκοῦν οὐκ ἦν προσφορά, εἰ κατηχούμενοι ἔνδον ἦσαν. ἔπειτα γράψαντες πανταχοῦ ὡς ‘ἑστῶτος τοῦ πρεσβυτέρου καὶ ἐπιτελοῦντος εἰσελθὼν Μακάριος ἀνέτρεψε πάντα’, ἀνέκρινον οὓς ἠβούλοντο, ποῦ ἦν Ἰσχύρας, ὅτε Μακάριος ἐπέστη. κἀκεῖνοι πάλιν ἀπεκρίναντο ὅτι ἐν κελλίῳ νοσῶν κατακείμενος ἦν. οὐκοῦν οὐχ εἱστήκει ὁ κατακείμενος οὐδὲ προσέφερεν ὁ ἐν κελλίῳ νοσῶν καὶ κατακείμενος. πρὸς τούτοις λέγοντος τοῦ Ἰσχύρα κεκαῦσθαι βιβλία παρὰ Μακαρίου οἱ ὑποβληθέντες μάρτυρες ἔλεγον μηδέν τι τοιοῦτον γεγενῆσθαι, ἀλλὰ ψεύδεσθαι τὸν Ἰσχύραν. καὶ τὸ θαυμαστόν, γράψαντες πάλιν πανταχοῦ ἠφανίσθαι παρ᾽ ἡμῶν τοὺς δυναμένους μαρτυρεῖν, τούτους φαινομένους ἀνέκρινον καὶ οὐκ ᾐσχύνοντο βλέποντες ἑαυτοὺς συκοφάντας πανταχόθεν δεικνυμένους καὶ ταῦτα κατὰ μόνας πράττοντας ὡς ἠβούλοντο.

ἔνευον μὲν γὰρ τοῖς μάρτυσι, καὶ ὁ ἔπαρχος ἠπείλει, καὶ οἱ στρατιῶται ἔνυττον, ὁ δὲ κύριος τὴν ἀλήθειαν ἐξεκάλυπτε καὶ συκοφάντας αὐτοὺς ἐδείκνυε. διὰ τοῦτο καὶ τὰ ὑπομνήματα ἔκρυψαν, καὶ αὐτοὶ μὲν ἔσχον αὐτά, παρήγγειλαν δὲ τοῖς γράψασιν ἀφανίσαι καὶ μηδενὶ τὸ σύνολον ἐκδοῦναι. ἀλλ᾽ ἐσφάλησαν καὶ ἐν τούτῳ· ὁ μὲν γὰρ γράψας αὐτὰ Ῥοῦφός ἐστιν ὁ νῦν ἐν τῇ Αὐγουσταμνικῇ σπεκουλάτωρ καὶ δύναται μαρτυρῆσαι, οἱ δὲ περὶ Εὐσέβιον εἰς Ῥώμην αὐτὰ διὰ τῶν ἰδίων ἀπέστειλαν, καὶ Ἰούλιος ὁ ἐπίσκοπος αὐτά μοι διεπέμψατο. καὶ μαίνονται νῦν, ὅτι ἃ ἐκεῖνοι ἀποκρύπτειν ἐβούλοντο, ἡμεῖς ἔσχομεν καὶ ἀνέγνωμεν.

Ταῦτα καὶ τὰ τοιαῦτα συνθέντες εὐθὺς καὶ τὴν αἰτίαν, δι᾽ ἣν ταῦτα ἔπραξαν, ἐφανέρωσαν. ἀπερχόμενοι γὰρ ἀπήγαγον μεθ᾽ ἑαυτῶν τοὺς Ἀρειανοὺς εἰς τὴν Ἱερουσαλήμ, κἀκεῖ τούτους εἰς κοινωνίαν ἐδέξαντο γράψαντες ἐπιστολὴν περὶ αὐτῶν, ἧς ἡ ἀρχὴ καὶ τὸ μέρος ἐστὶ τοῦτο.

Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις θεοῦ χάριτι συναχθεῖσα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ ἐν Ἀλεξανδρείᾳ καὶ τοῖς κατὰ πᾶσαν τὴν Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην καὶ Πεντάπολιν καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις ἐν κυρίῳ χαίρειν.

Πᾶσι μὲν ἡμῖν τοῖς ἐπὶ τὸ αὐτὸ συνελθοῦσιν ἐξ ἐπαρχιῶν διαφόρων πρὸς τῇ μεγάλῃ πανηγύρει, ἣν ἐπὶ τῇ ἀφιερώσει τοῦ σωτηρίου μαρτυρίου σπουδῇ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου τῷ πάντων βασιλεῖ θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ κατασκευασθέντος ἐπετελέσαμεν, πλείονα θυμηδίαν ἡ τοῦ θεοῦ χάρις πάρεσχεν, ἣν ἐποίησεν αὐτός τε ὁ θεοφιλέστατος βασιλεὺς διὰ γραμμάτων οἰκείων τοῦθ᾽, ὅπερ ἐχρῆν, παρορμήσας πάντα μὲν ἐξορίσαι τῆς ἐκκλησίας τοῦ θεοῦ φθόνον καὶ πᾶσαν μακρὰν ἀπελάσαι βασκανίαν, δι᾽ ἧς τὰ τοῦ θεοῦ μέλη πάλαι πρότερον διειστήκει, ἡπλωμένῃ δὲ καὶ εἰρηναίᾳ ψυχῇ δέξασθαι τοὺς περὶ Ἄρειον, οὓς πρός τινα καιρὸν ὁ μισόκαλος φθόνος ἔξω γενέσθαι τῆς ἐκκλησίας εἰργάσατο. ἐμαρτύρει δὲ τοῖς ἀνδράσιν ὁ θεοφιλέστατος βασιλεὺς διὰ τῆς ἐπιστολῆς πίστεως ὀρθοτομίαν, ἣν παρ᾽ αὐτῶν πυθόμενος αὐτός τε δι᾽ ἑαυτοῦ παρὰ ζώσης φωνῆς αὐτῶν ἀκούσας ἀπεδέξατο ἡμῖν τε φανερὰν κατεστήσατο ὑποτάξας τοῖς ἑαυτοῦ γράμμασιν ἔγγραφον τὴν τῶν ἀνδρῶν ὀρθοδοξίαν ...

Τίς τούτων ἀκούων οὐ συνορᾷ τὴν συσκευήν; οὐ γὰρ ἔκρυψαν, ἃ ἔπραξαν, ἢ τάχα καὶ μὴ βουλόμενοι τὴν ἀλήθειαν ὡμολόγησαν. εἰ γὰρ ἐγὼ ἤμην ὁ κωλύων τοὺς περὶ Ἄρειον εἰσελθεῖν, κἀμοῦ συσκευὴν παθόντος ἐδέχθησαν, τί ἕτερόν ἐστιν, ἢ ὅτι ταῦτα δι᾽ ἐκείνους γέγονε καὶ πάντα καθ᾽ ἡμῶν ἔπραξαν καὶ πέπλασται ποτηρίου κλάσις καὶ Ἀρσενίου φόνος, ἵνα μόνον τὴν ἀσέβειαν εἰς τὴν ἐκκλησίαν εἰσαγάγωσι καὶ μὴ ὡς αἱρετικοὶ καταγνωσθῶσι; τοῦτο γὰρ ἦν ὃ καὶ πρὸ τούτου γράφων ἐμοὶ βασιλεὺς ἠπείλησε. καὶ οὐκ ᾐδέσθησαν τοιαῦτα γράφοντες καὶ λέγοντες τούτους ὀρθῶς φρονεῖν, οὓς πᾶσα ἡ οἰκουμενικὴ σύνοδος ἀνεθεμάτισε· καὶ οὐκ ἐφοβήθησαν τὴν τηλικαύτην σύνοδον ἐν γωνίᾳ λύοντες τὸ ὅσον ἐπ᾽ αὐτοῖς, οἱ πάντα λέγοντες καὶ πράττοντες εὐχερῶς. καὶ ὁ μισθὸς δὲ τῆς συκοφαντίας ἔτι πλέον αὐτῶν τὴν πονηρίαν καὶ τὴν ἀσεβῆ πρόθεσιν δείκνυσιν. ὁ Μαρεώτης, καθὰ προεῖπον, χώρα τῆς Ἀλεξανδρείας ἐστὶ καὶ οὐδέποτε ἐν τῇ χώρᾳ γέγονεν ἐπίσκοπος οὐδὲ χωρεπίσκοπος, ἀλλὰ τῷ τῆς Ἀλεξανδρείας ἐπισκόπῳ αἱ ἐκκλησίαι πάσης τῆς χώρας ὑπόκεινται. ἕκαστος δὲ τῶν πρεσβυτέρων ἔχει τὰς ἰδίας κώμας μεγίστας καὶ ἀριθμῷ δέκα που καὶ πλέον. ἡ δὲ κώμη, ἔνθα οἰκεῖ ὁ Ἰσχύρας, βραχυτάτη καὶ ὀλίγων ἀνθρώπων ἐστίν, οὕτως ὡς μηδὲ τὴν ἐκκλησίαν ἐκεῖ γεγενῆσθαι, ἀλλ᾽ ἐν τῇ πλησίον κώμῃ.

καὶ ὅμως τὸν μηδὲ πρεσβύτερον ἐν τῇ τοιαύτῃ κώμῃ παρὰ τὴν παλαιὰν παράδοσιν ἔδοξαν δῆθεν ὀνομάζειν ἐπίσκοπον, εἰδότες μὲν καὶ αὐτοὶ τὸ ἄτοπον, ἀναγκαζόμενοι δὲ ὅμως διὰ τὴν τῆς συκοφαντίας ὑπόσχεσιν ὑπέμειναν καὶ τοῦτο ἵνα μὴ ἀγνωμονηθεὶς ὁ παμπόνηρος ἐκεῖνος ἐξείπῃ τὴν ἀλήθειαν καὶ δείξῃ τὴν πονηρίαν τῶν περὶ Εὐσέβιον. ἀμέλει οὔτε ἐκκλησίαν οὔτε λαοὺς πειθομένους ἔχει, ἀλλὰ καὶ παρὰ πάντων ὡς κύων διώκεται. καὶ ὅμως πεποιήκασι καὶ βασιλέα γράψαι τῷ καθολικῷ (πάντα γὰρ αὐτοῖς ἔξεστιν), ἐκκλησίαν αὐτῷ γενέσθαι, ἵνα ταύτην ἔχων ἀξιόπιστος φαίνηται περὶ ποτηρίου καὶ τραπέζης λέγων. καὶ γὰρ εὐθὺς πεποιήκασιν αὐτὸν ὀνομασθῆναι καὶ ἐπίσκοπον, ἐπειδὴ μὴ ἔχων ἐκκλησίαν μηδὲ πρεσβύτερος ὅλως ὢν ἐδείκνυτο συκοφάντης καὶ πάντα πλαττόμενος. ἀμέλει μὴ ἔχων λαοὺς μηδὲ τοὺς ἰδίους πειθομένους αὐτῷ ὥσπερ κενὸν τὸ ὄνομα οὕτως καὶ τὴν ἐπιστολὴν ἄπρακτον κατέχει ἔλεγχον τῆς παμπονήρου προαιρέσεως αὐτοῦ καὶ τῶν περὶ Εὐσέβιον ἐπιδεικνύμενος ταύτην.

Ἐπιστολὴ τοῦ καθολικοῦ Φλαύιος Ἱμέριος ἐξάκτορι Μαρεώτου χαίρειν. Ἰσχύρα τοῦ πρεσβυτέρου δεηθέντος τῆς εὐσεβείας τῶν δεσποτῶν ἡμῶν Σεβαστῶν καὶ Καισάρων ἐν τόπῳ Εἰρήνης Σεκονταρούρου ἀνοικοδομηθῆναι ἐκκλησίαν προσέταξεν ἡ θειότης αὐτῶν ᾗ τάχος τοῦτο πραχθῆναι. φρόντισον τοίνυν προστυχὼν καὶ τῷ ἀντιτύπῳ τοῦ θείου γράμματος, ὃ μετὰ τοῦ οἰκείου σεβάσματος προτέτακται καὶ τοῖς πραχθεῖσιν ἐπὶ τῆς ἐμῆς καθοσιώσεως ὑπομνήμασιν, ἐν τάχει τὴν σύνοψιν ποιησάμενος εἰς τὴν τάξιν ἀνενεγκεῖν, ἵνα τὰ θειωδῶς προσταχθέντα ἐπὶ πέρας ἀχθῆναι δυνηθῇ.

Ἐκεῖνοι μὲν οὖν οὕτως ἐτύρευον καὶ τὰς συσκευὰς ἔπλαττον, ἡμεῖς δὲ ἀνελθόντες ἐδείξαμεν βασιλεῖ τὰς ἀδικίας τῶν περὶ Εὐσέβιον, ἐπεὶ καὶ αὐτὸς ἦν ὁ τὴν σύνοδον γενέσθαι κελεύσας καὶ κόμης αὐτοῦ καθηγεῖτο ταύτης. ἐκεῖνος τοίνυν ἀκούσας καὶ κινηθεὶς ἔγραψε ταῦτα· Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις.

Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου καὶ χειμῶνος κριθέντα, δοκεῖ δέ πως ὑπό τινος ἀταξίας ταραχώδους ἡ ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πλησίον ἐρεσχελίαν, ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ θεῷ ἀρέσκοντα μὴ συνορώντων. ἀλλ᾽ ἔσται τῆς θείας προνοίας ἔργον καὶ τὰ τῆς φιλονεικίας ταύτης κακὰ φανερῶς ἁλόντα διασκεδάσαι καὶ ἡμῖν διαρρήδην ἐπιδεῖξαι εἴ τινα τῆς ἀληθείας αὐτόθι συνελθόντες ἐποιήσασθε φροντίδα καὶ εἰ τὰ κεκριμένα χωρίς τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. τοιγαροῦν ἠπειγμένως πάντας ὑμᾶς πρὸς τὴν ἐμὴν συνελθεῖν εὐσέβειαν βούλομαι, ἵνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν δι᾽ ὑμῶν αὐτῶν παραστήσητε. τίνος δὲ ἕνεκεν ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε. ἐπιβαίνοντί μοι λοιπὸν τῆς ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντινουπόλεως (συνέβαινε δὲ τηνικαῦτα ἐφ᾽ ἵππου ὀχεῖσθαι) ἐξαίφνης Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν μέσῃ τῇ λεωφόρῳ μετὰ ἑτέρων τινῶν, οὓς περὶ αὐτὸν εἶχεν, ἀπροσδόκητος οὕτως προσῆλθεν, ὡς καὶ παρέχειν ἐκπλήξεως ἀφορμήν.

μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος θεὸς ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅστις ἦν, παρὰ τὴν πρώτην ὄψιν ἠδυνήθην, εἰ μὴ τῶν ἡμετέρων τινές, καὶ ὅστις ἦν καὶ τὴν ἀδικίαν ἣν πέπονθε, διηγήσασθαι πυνθανομένοις, ὥσπερ εἰκός, ἀπήγγειλαν ἡμῖν. ἐγὼ μὲν οὖν οὔτε διηλέχθην αὐτῷ κατ᾽ ἐκεῖνο καιροῦ οὔτε ὁμιλίας ἐκοινώνησα. ὡς δὲ ἐκεῖνος μὲν ἀκουσθῆναι ἠξίου, ἐγὼ δὲ παρῃτούμην καὶ μικροῦ δεῖν ἀπελαύνεσθαι αὐτὸν ἐκέλευον, μετὰ πλείονος παρρησίας οὐδὲν ἕτερον ἑαυτῷ παρ᾽ ἡμῶν ἢ τὴν ὑμετέραν ἄφιξιν ἠξίωσεν ὑπάρξαι, ἵνα ὑμῶν παρόντων ἃ πέπονθεν ἀναγκαίως ἀποδύρασθαι δυνηθῇ. ὅπερ ἐπειδὴ εὔλογον εἶναί μοι καὶ τοῖς καιροῖς πρέπον κατεφαίνετο, ἀσμένως ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες, ὅσοι τὴν σύνοδον τὴν ἐν Τύρῳ γενομένην ἀνεπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς ἐμῆς ἡμερότητος ἐπειχθῆτε τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον ἐπ᾽ ἐμοῦ δηλαδή, ὃν τοῦ θεοῦ εἶναι γνήσιον θεράποντα οὐδ᾽ ἂν ὑμεῖς ἀρνηθείητε. τοιγαροῦν διὰ τῆς ἐμῆς πρὸς θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται καὶ τῶν βαρβάρων αὐτῶν τὸ τοῦ θεοῦ ὄνομα γνησίως εὐλογούντων, οἳ μέχρι νῦν τὴν ἀλήθειαν ἠγνόουν· δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν οὐδὲ τὸν θεὸν ἐπιγινώσκει.

πλὴν ὅμως, καθὰ προείρηται, καὶ οἱ βάρβαροι νῦν δι᾽ ἐμὲ τὸν θεοῦ θεράποντα γνήσιον ἐπέγνωσαν τὸν θεὸν καὶ εὐλαβεῖσθαι μεμάθηκαν, ὃν ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθαι τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο· ὅθεν μάλιστα καὶ ἴσασι τὸν θεόν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον εὐλαβοῦνται, ἡμεῖς δὲ οἱ τὰ ἅγια μυστήρια τῆς εὐμενείας αὐτοῦ δοκοῦντες προβάλλεσθαι (οὐ γὰρ ἂν εἴποιμι φυλάττειν), ἡμεῖς, φημί, οὐδὲν πράττομεν ἢ τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα καὶ ἁπλῶς εἰπεῖν τὰ πρὸς ὄλεθρον τοῦ ἀνθρωπίνου γένους ἔχοντα τὴν ἀναφοράν. ἀλλ᾽ ἐπείχθητε, καθὰ προείρηται, πρὸς ἡμᾶς, σπουδάσατε πάντες ᾗ τάχος πεπεισμένοι ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ θεοῦ ταῦτα ἐξαιρέτως ἀδιάπτωτα φυλάττηται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τις δυνήσεται προσπλακῆναι, διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵτινες ἐπὶ προσχήματι τοῦ ἁγίου ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας παρέχουσι.

Ταῦτα μαθόντες οἱ περὶ Εὐσέβιον καὶ εἰδότες ἃ πεποιήκασι, τοὺς μὲν ἄλλους ἐπισκόπους ἐκώλυσαν ἀνελθεῖν, αὐτοὶ δὲ μόνοι Εὐσέβιος, Θεόγνιος, Πατρόφιλος, ὁ ἕτερος Εὐσέβιος καὶ Οὐρσάκιος καὶ Οὐάλης ἀνελθόντες οὐκέτι περὶ ποτηρίου καὶ Ἀρσενίου ἔλεγον—παρρησίαν γὰρ οὐκ εἶχον—, ἄλλην δὲ πλάσαντες κατηγορίαν τὴν εἰς βασιλέα φθάνουσαν εἰρήκασιν αὐτῷ τῷ βασιλεῖ, ὅτι ‘ἠπείλησεν Ἀθανάσιος κωλύσειν τὸν σῖτον τὸν εἰς τὴν πατρίδα σου πεμπόμενον ἀπὸ Ἀλεξανδρείας’. καὶ τοῦτο παρόντες μὲν Ἀδαμάντιος, Ἀνουβίων, Ἀγαθάμμων, Ἀρβεθίων, Πέτρος οἱ ἐπίσκοποι ἤκουσαν, ἔδειξε δὲ καὶ ὁ θυμὸς τοῦ βασιλέως. ὁ γὰρ τοιαῦτα γράψας καὶ καταγινώσκων τῆς ἀδικίας αὐτῶν, ὡς ἤκουσε τὴν τοιαύτην διαβολήν, εὐθὺς ἐπυρώθη καὶ ἀντὶ τῆς ἀκροάσεως εἰς τὰς Γαλλίας ἡμᾶς ἀπέστειλεν. ἀλλὰ καὶ τοῦτο μᾶλλον αὐτῶν δείκνυσι τὴν πονηρίαν· ὁ γὰρ μακαρίτης Κωνσταντῖνος ὁ νεώτερος ἀποστέλλων ἡμᾶς εἰς τὴν πατρίδα καὶ μεμνημένος ὧν ἔγραψεν ὁ πατὴρ αὐτοῦ, ἔγραψε καὶ αὐτὸς ταῦτα· Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως Ἀλεξανδρείας.

Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵν᾽, ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμεινε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ. πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην ἀφαιρεθεὶς τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν ὑπ᾽ ἐμοὶ διάγειν κεκέλευσται, οὕτως ὡς ἐν ταύτῃ τῇ πόλει, ἐν ᾗ διέτριβε, πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετὴ ταῖς θείαις πεποιθυῖα βοηθείαις καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ. τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν Κωνσταντῖνος ὁ Σεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρασχεῖν προῄρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι. ὅστις ἐπειδὰν τῆς ὑμετέρας τύχοι προσόψεως, ὅσης αἰδοῦς τετύχηκε, γνώσεσθε. οὐ γὰρ θαυμαστόν, εἴ τι δ᾽ ἂν ὑπὲρ αὐτοῦ πεποίηκα· καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν καὶ τὸ τοῦ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξει, ἀγαπητοὶ ἀδελφοί.

ἐδόθη πρὸ δεκαπέντε καλανδῶν Ἰουλίων ἐν Τριβέροις.