Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Επίλογος: Η Μαρτυρία των Ορθοδόξων Επισκόπων

Ολοκλήρωση της Απολογίας με έπαινο προς τους επισκόπους της Ανατολής και της Δύσης που υπέμειναν διωγμούς χάριν της ορθόδοξης πίστης, και καταληκτικές προτροπές κατά της αρειανής αιρέσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 10 από 10

Ταύτης τῆς αἰτίας οὔσης δι᾽ ἣν ἀπεστάλημεν εἰς τὰς Γαλλίας, τίς πάλιν οὐ συνορᾷ τὴν μὲν τοῦ βασιλέως προαίρεσιν, τὴν δὲ τῶν περὶ τὸν Εὐσέβιον φονικὴν ψυχήν, καὶ ὅτι τοῦτο πεποίηκε βασιλεύς, ἵνα μή τινα μείζονα συσκευὴν βουλεύσωνται; ἐπήκουσε γὰρ ἁπλῶς. αὕτη τῶν περὶ Εὐσέβιον ἡ πρᾶξις, αὕτη τῆς καθ᾽ ἡμῶν συσκευῆς ἡ μηχανή. τίς ταῦτα συνορῶν οὐκ ἂν εἴποι μηδὲν κατὰ χάριν ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ᾽ ὅτι δικαίως καὶ ἀκολούθως τὸ τοσοῦτον πλῆθος τῶν ἐπισκόπων καὶ ἰδίᾳ καὶ κοινῇ τοιαῦτα μὲν ὑπὲρ ἡμῶν ἔγραψε, τῆς δὲ συκοφαντίας τῶν ἐχθρῶν κατέγνωσαν; τίς τὰ τοιαῦτα καὶ τοσαῦτα θεωρήσας οὐκ ἂν εἴποι ὅτι καὶ Οὐάλης καὶ Οὐρσάκιος εἰκότως κατέγνωσαν ἑαυτῶν καὶ μεταγινώσκοντες τοιαῦτα καθ᾽ ἑαυτῶν ἔγραψαν, μᾶλλον ἑλόμενοι πρὸς ὀλίγον αἰσχυνθῆναι ἢ αἰωνίως τὴν τῶν συκοφαντῶν ὑπομεῖναι τιμωρίαν;

Διὰ τοῦτο γὰρ δικαίως καὶ ἐκκλησιαστικῶς ποιοῦντες καὶ οἱ μακάριοι συλλειτουργοὶ ἡμῶν, ἐπειδή τινες ἀμφίβολα τὰ καθ᾽ ἡμᾶς ἔλεγον καὶ ἀκυροῦν ἐβιάζοντο τὰ ὑπὲρ ἡμῶν κριθέντα, πάντα παθεῖν ὑπέμειναν νῦν καὶ ἐξορισθῆναι εἵλοντο ἢ λυομένας ἰδεῖν τὰς τῶν τοσούτων ἐπισκόπων κρίσεις.

εἰ μὲν οὖν πρὸς τοὺς βουλευσαμένους καθ᾽ ἡμῶν καὶ ἐθελήσαντας ἀνατρέψαι τὰ ὑπὲρ ἡμῶν ἄχρι λόγων ἦσαν ἐνστάντες οἱ ἀληθῶς ἐπίσκοποι ἢ οἱ τυχόντες ἦσαν ἄνδρες ἀλλὰ μὴ ἐπισήμων πόλεων καὶ κεφαλαὶ τοσούτων ἐκκλησιῶν, ἦν ἂν ὑποπτεύειν μὴ ἄρα κεχαρισμένα ποιοῦντες πάλιν ἐφιλονείκησαν καὶ νῦν αὐτοί· ὅτε δὲ καὶ λογισμοῖς ἔπειθον καὶ ἐξορισμὸν ὑπέμειναν καὶ Λιβέριός ἐστιν ὁ τῆς Ῥώμης ἐπίσκοπος· εἰ γὰρ καὶ εἰς τέλος οὐχ ὑπέμεινε τοῦ ἐξορισμοῦ τὴν θλῖψιν, ὅμως διετίαν ἔμεινεν ἐν τῇ μετοικίᾳ γιγνώσκων τὴν καθ᾽ ἡμῶν συσκευήν· καὶ ἐπειδὴ καὶ Ὅσιος ὁ μέγας ἐστί, καὶ οἱ τῆς Ἰταλίας καὶ οἱ τῶν Γαλλίων καὶ ἄλλοι ἀπὸ Σπανίων καὶ ἀπ᾽ Αἰγύπτου καὶ Λιβύης καὶ οἱ τῆς Πενταπόλεως πάντες· εἰ γὰρ καὶ πρὸς ὀλίγον φοβηθεὶς τὰς ἀπειλὰς Κωνσταντίου ἔδοξεν ἐκείνοις μὴ ἀντιλέγειν, ἀλλ᾽ ἡ πολλὴ βία καὶ τυραννικὴ ἐξουσία Κωνσταντίου καὶ αἱ πλεῖσται ὕβρεις καὶ πληγαὶ δείκνυσιν, ὅτι μὴ καταγνοὺς ἡμῶν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τοῦ γήρως οὐ φέρων τὰς πληγὰς πρὸς καιρὸν εἶξεν αὐτοῖς, δίκαιόν ἐστι πλέον πάντας ὡς πληροφορηθέντας μισεῖν καὶ ἀποστρέφεσθαι τὴν ἀδικίαν καὶ τὴν βίαν τὴν καθ᾽ ἡμῶν γενομένην διὰ τὸ μάλιστα δι᾽ οὐδὲν ἕτερον ἢ διὰ τὴν ἀρειανὴν ἀσέβειαν ἡμᾶς ταῦτα πεπονθέναι.

Εἴ τις τοίνυν βούλεται τά τε καθ᾽ ἡμᾶς μαθεῖν καὶ τὴν τῶν περὶ Εὐσέβιον συκοφαντίαν, ἐντυγχανέτω τοῖς γραφεῖσιν ὑπὲρ ἡμῶν καὶ μάρτυρας ἐχέτω οὐχ ἕνα ἢ δύο ἢ τρεῖς, ἀλλὰ τοσοῦτον πλῆθος ἐπισκόπων. καὶ τούτων μάρτυρας πάλιν λαμβανέτω τοὺς περὶ Λιβέριον καὶ Ὅσιον καὶ τοὺς σὺν αὐτοῖς, οἵτινες ὁρῶντες τὰ καθ᾽ ἡμῶν γενόμενα πάντα παθεῖν ὑπέμειναν ἢ προδοῦναι τὴν ἀλήθειαν καὶ τὴν ὑπὲρ ἡμῶν κρίσιν. τοῦτο δὲ καλῶς καὶ ὁσίως βουλευόμενοι πεποιήκασιν· ἃ γὰρ οὗτοι πεπόνθασι, δείκνυσι μὲν τὴν ἀνάγκην, ἣν καὶ οἱ ἄλλοι ἐπίσκοποι πεπόνθασιν. ἔστι δὲ ὑπομνήματα μὲν καὶ στηλογραφία κατὰ τῆς ἀρειανῆς αἱρέσεως καὶ τῆς πονηρίας τῶν συκοφαντῶν, ὑπογραμμὸς δὲ καὶ τύπος τοῖς μετὰ ταῦτα γιγνομένοις «ἀγωνίζεσθαι μὲν ὑπὲρ τῆς ἀληθείας μέχρι θανάτου», ἀποστρέφεσθαι δὲ τὴν ἀρειανὴν αἵρεσιν χριστομάχον οὖσαν καὶ τοῦ ἀντιχρίστου πρόδρομον, μὴ πιστεύειν δὲ τοῖς καθ᾽ ἡμῶν ἐπιχειροῦσι λέγειν. ἀξιόπιστος γὰρ καὶ ἱκανὴ μαρτυρία τῶν τοιούτων καὶ τοσούτων ἐπισκόπων ἡ ὑπὲρ ἡμῶν ἀπολογία καὶ ψῆφος.