Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Η Μετάνοια και οι Επιστολές του Ουρσακίου και του Ουάλεντος

Η έγγραφη ανάκληση των συκοφαντιών από τον Ουρσάκιο και τον Ουάλεντα και ο αναθεματισμός της αρειανής διδασκαλίας, μέσω επιστολών προς τον επίσκοπο Ρώμης Ιούλιο και τον ίδιο τον Αθανάσιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 10

Ταῦτα βλέποντες Οὐρσάκιος καὶ Οὐάλης κατέγνωσαν λοιπὸν ἑαυτῶν καὶ ἀνελθόντες εἰς τὴν Ῥώμην ἐξωμολογήσαντο καὶ αὐτοὶ μεταγινώσκοντες συγγνώμην τε ᾐτήσαντο καὶ ἔγραψαν πρὸς Ἰούλιον τὸν ἐπίσκοπον τῆς πρεσβυτέρας Ῥώμης καὶ πρὸς ἡμᾶς ταῦτα. τὰ μέντοι ἀντίγραφα ἀπεστάλη μοι παρὰ Παυλίνου τοῦ ἐπισκόπου Τριβέρων.

Ἑρμηνεία ἀπὸ τοῦ Ῥωμαικοῦ τῆς πρὸς Ἰούλιον ἐπιστολῆς περὶ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντος Κυρίῳ μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ Οὐρσάκιος καὶ Οὐάλης. Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινὰ περὶ Ἀθανασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ὑποβεβληκέναι γράμμασί τε τῆς σῆς χρηστότητος μεθοδευθέντες τοῦ πράγματος χάριν, περὶ οὗ ἐδηλώσαμεν, οὐκ ἠδυνήθημεν λόγον ἀποδοῦναι, ὁμολογοῦμεν παρὰ τῇ σῇ χρηστότητι παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσβυτέρων ὅτι πάντα τὰ πρὸ τούτου ἐλθόντα εἰς ἀκοὰς ἡμῶν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου Ἀθανασίου ψευδῆ καὶ πλαστά ἐστι πάσῃ τε δυνάμει ἀλλότρια αὐτοῦ τυγχάνει. διά τε τοῦτο ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προειρημένου Ἀθανασίου, μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν ἔμφυτον ἑαυτῆς καλοκἀγαθίαν τῇ πλάνῃ ἡμῶν κατηξίωσε συγγνώμην δοῦναι. ὁμολογοῦμεν δὲ καὶ τοῦτο ὅτι, ἄν ποτε ἡμᾶς οἱ Ἀνατολικοὶ θελήσωσιν ἢ καὶ αὐτὸς Ἀθανάσιος κακοτρόπως περὶ τούτου εἰς κρίσιν καλέσαι, μὴ ἀπέρχεσθαι παρὰ γνώμην τῆς σῆς διαθέσεως. τὸν δὲ αἱρετικὸν Ἄρειον καὶ τοὺς ὑπερασπίζοντας αὐτοῦ τοὺς λέγοντας· «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς, καὶ ὅτι ἐκ τοῦ μὴ ὄντος ὁ υἱός ἐστι» καὶ τοὺς ἀρνουμένους τὸν Χριστὸν θεὸν εἶναι θεοῦ υἱὸν πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλῳ ἑαυτῶν ἐν τῇ Μεδιολάνῳ ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ ἀναθεματίζομεν.

ταῦτα δὲ τῇ χειρὶ ἑαυτῶν γράψαντες ὁμολογοῦμεν πάλιν ὅτι τὴν ἀρειανὴν αἵρεσιν, καθὰ προείπομεν, καὶ τοὺς ταύτης αὐθέντας κατεκρίναμεν εἰς τὸν αἰῶνα. Ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα· ὁμοίως καὶ Οὐάλης.

Κυρίῳ ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι. Ἀφορμὴν εὑρόντες διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ἡμῶν Μουσαίου ἐρχομένου πρὸς τὴν σὴν ἀγάπην, ἀδελφὲ ἀγαπητέ, δι᾽ αὐτοῦ σε καὶ πάνυ προσαγορεύομεν ἀπὸ τῆς Ἀκυλίης καὶ εὐχόμεθα ὑγιαίνοντά σε τὰ γράμματα τὰ ἡμέτερα ἀναγνῶναι. δώσεις γὰρ καὶ ἡμῖν θαρρεῖν, ἐὰν καὶ σὺ ἐν τῷ γράφειν τὴν ἀμοιβὴν ἡμῖν ἀποδῷς. γίνωσκε γὰρ ἡμᾶς εἰρήνην ἔχειν μετὰ σοῦ καὶ κοινωνίαν ἔχειν ἐκκλησιαστικήν, καὶ τούτου γνώρισμα ἡ διὰ τούτων τῶν γραμμάτων προσηγορία. ἡ θεία πρόνοιά σε διαφυλάττοι, κύριε ἀγαπητὲ ἀδελφέ.