Ἔργον
Μέγας Αθανάσιος – Ἀπολογία περὶ τῆς φυγῆς αὐτοῦ
Έλεγχος των Αρειανών, ευχαριστία και κατακλείδα
Στηλίτευση της ηθικής κατάπτωσης των αρειανόφρονων επισκόπων, ευχαριστία προς τον Θεό για τη διάσωση και καταληκτήρια τριαδική δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Έλεγχος των Αρειανών, ευχαριστία και κατακλείδα
Στηλίτευση της ηθικής κατάπτωσης των αρειανόφρονων επισκόπων, ευχαριστία προς τον Θεό για τη διάσωση και καταληκτήρια τριαδική δοξολογία.
Τοῦτο γοῦν εὐλαβούμενος κἀγώ, καὶ ταῦτα μαθὼν οὕτως ἐμαυτὸν ἤγαγον καὶ οὐκ ἀθετῶ τὴν εἰς ἐμὲ γενομένην παρὰ τοῦ Κυρίου χάριν καὶ βοήθειαν, κἂν οὗτοι μαινόμενοι τρίζωσι τοὺς ὀδόντας καθ’ ἡμῶν. Καὶ γὰρ τοιοῦτος ὁ τρόπος τῆς ἀναχωρήσεως ἡμῶν γέγονε, καὶ ἡγοῦμαι μηδεμίαν αὐτὴν ἔχειν μέμψιν παρ’ οἷς ἐστιν ὁ λογισμὸς ὑγιής, ὅπουγε καὶ κατὰ τὴν θείαν γραφὴν οὗτος ἡμῖν παρὰ τῶν ἁγίων εἰς διδασκαλίαν ὁ τύπος παρεδόθη. Ἀλλ’ οὗτοι, ὡς ἔοικεν, οὔτε τι τῶν ἀτολμήτων παρορῶσιν, οὔτε παραλιμπάνειν τι βούλονται, ὃ μὴ τὴν πονηρίαν αὐτῶν καὶ τὴν ὠμότητα δείκνυσι. Καὶ γὰρ καὶ ὁ βίος αὐτῶν τοιοῦτός ἐστιν, οἷοί εἰσι καὶ τῷ φρονήματι καὶ ταῖς φλυαρίαις· καὶ οὐκ ἂν εἴποι τις τοιαῦτα καὶ τοσαῦτα κατ’ αὐτῶν, οἷα καὶ ὅσα πράττοντες αὐτοὶ οὐκ αἰσχύνονται. Ὁ μὲν γὰρ Λεόντιος, διαβαλλόμενος μετὰ γυναικός τινος νεωτέρας λεγομένης Εὐστολίου καὶ κωλυόμενος συνοικεῖν αὐτῇ, δι’ αὐτὴν ἑαυτὸν ἀπέκοψεν, ἵν’ ἐπ’ ἀδείας ἔχῃ διατρίβειν μετ’ αὐτῆς. Καὶ τὴν μὲν ὑποψίαν οὐκ ἀπενίψατο, διὰ τοῦτο δὲ μᾶλλον καὶ πρεσβύτερος ὢν καθῃρέθη, εἰ καὶ Κωνστάντιος ὁ αἱρετικὸς ἐβιάσατο λέγεσθαι αὐτὸν ἐπίσκοπον· ὁ δὲ Νάρκισσος ἄλλα τε πολλὰ κακὰ ἔχων καὶ τρίτον ἐν διαφόροις συνόδοις καθῃρέθη· καὶ νῦν αὐτός ἐστιν ἐν αὐτοῖς ὁ πονηρότατος.
Ὁ δέ γε Γεώργιος καὶ πρεσβύτερος μὲν ὢν διὰ τὴν κακίαν αὐτοῦ καθῃρέθη, καὶ ὀνομάσας δὲ ἑαυτὸν ἐπίσκοπον οὐδὲν ἧττον πάλιν καθῃρέθη ἐν τῇ κατὰ Σαρδικὴν μεγάλῃ συνόδῳ. Ἔχει δέ τι καὶ πλέον, ὅτι καὶ ζῶν ἀσώτως οὐκ ἔλαθεν· ἀλλὰ καὶ παρὰ τῶν οἰκείων καταγινώσκεται τὸ τέλος τοῦ ζῆν καὶ τὴν εὐθυμίαν ἐν τοῖς αἰσχίστοις μετρῶν.
Ἕκαστος μὲν οὖν τὸν ἕτερον ἐν τοῖς ἰδίοις πλεονεκτεῖ κακοῖς, κοινὸς δὲ σπῖλός ἐστιν αὐτοῖς, ὅτι τὴν αἵρεσίν εἰσι χριστομάχοι καὶ οὐκέτι Χριστιανοί, ἀλλὰ μᾶλλον Ἀρειανοὶ καλοῦνται. Ἰδοὺ ταῦτα διαβάλλειν αὐτοὺς ἔδει· ἀλλότρια γὰρ τῆς ἐν Χριστῷ πίστεώς ἐστιν. Ἀλλὰ ταῦτα μὲν δι’ ἑαυτοὺς κρύπτουσιν, οὐδὲν δὲ θαυμαστὸν εἰ τοιοῦτοι ὄντες τῷ φρονήματι καὶ τοιούτοις συμπλεκόμενοι κακοῖς, τοὺς μὴ συντρέχοντας αὐτῶν τῇ ἀσεβεστάτῃ αἱρέσει διώκοντες ζητοῦσι. Καὶ ἀναιροῦντες μὲν χαίρουσι, μὴ τυγχάνοντες δὲ ὧν εὔχονται, λυποῦνται καὶ νομίζουσιν ἀδικεῖσθαι, ὅταν, καθὰ προεῖπον, βλέπωσι ζῶντας οὓς ἀποθνήσκειν βούλονται. Εἴη δὲ τούτους οὕτως ἀδικεῖσθαι, ὥστε αὐτοὺς μὲν ἀσθενεῖν ἐν ταῖς ἀδικίαις αὐτῶν, τοὺς δὲ διωκομένους παρ’ αὐτῶν εὐχαριστεῖν τῷ Κυρίῳ καὶ λέγειν τὰ ἐν τῷ εἰκοστῷ ἕκτῳ ψαλμῷ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον»· καὶ πάλιν ἐν τῷ τριακοστῷ ψαλμῷ· «ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου».
Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ τῷ Πατρὶ ἐν Ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.