Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία περὶ τῆς φυγῆς αὐτοῦ

Μέγας Αθανάσιος

Οι διωγμοί των Αρειανών εναντίον της Εκκλησίας

Περιγραφή των βιαιοτήτων, των εξοριών και των βασανιστηρίων που υπέστησαν ορθόδοξοι επίσκοποι, κληρικοί, παρθένοι και πιστοί στην Ανατολή, τη Δύση και την Αλεξάνδρεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 7

Καὶ γὰρ καὶ τὴν νῦν φυγὴν ἡμῶν, οὐκ ἐπ’ ἀρετῇ θέλοντες ἡμᾶς ἀνδραγαθήσασθαι, διαβάλλουσι· πόθεν γὰρ εὐχὴ τοιαύτη παρ’ ἐχθροῖς ὑπὲρ «τῶν μὴ συντρεχόντων αὐτοῖς» ἐν τῇ κακοφροσύνῃ; Ἀλλὰ κακοήθεις ὄντες, σχηματίζονται τοιαῦτα περιβομβεῖν, νομίζοντες εὐήθεις ὄντες ἀληθῶς αὐτοί, ὡς ἄρα δέει τῆς παρ’ αὐτῶν λοιδορίας προσάξομεν ἑαυτούς ποτε αὐτοῖς. Θέλουσι γὰρ καὶ διὰ τοῦτο πάντα περιτρέχουσι· καὶ ὑποκρίνονται μὲν ὡς φίλοι, ἐρευνῶσι δὲ ὡς ἐχθροί, ἵνα αἱμάτων ἐμφορηθέντες ἐκποδὼν ποιήσωσι καὶ ἡμᾶς, ὅτι κατὰ τῆς ἀσεβείας αὐτῶν ἐφρονήσαμεν ἀεὶ καὶ φρονοῦμεν, καὶ τὴν αἵρεσιν αὐτῶν ἐλέγχοντες στηλιτεύομεν.

Τίνα γάρ ποτε διώκοντες καὶ καταλαβόντες οὐχ ὕβρισαν ὡς ἠθέλησαν; τίνα ζητοῦντες καὶ εὑρόντες οὐχ οὕτω διέθηκαν, ὡς ἢ τελευτῆσαι κακῶς ἢ λωβηθῆναι πανταχόθεν; Ἃ γὰρ οἱ δικασταὶ δοκοῦσι ποιεῖν, ταῦτ’ ἐκείνων ἐστὶν ἐνεργήματα· καὶ μᾶλλον οὗτοι τῆς ἐκείνων προαιρέσεως καὶ πονηρίας εἰσὶν ὑπηρέται. Ποῖος τοίνυν τόπος οὐκ ἔχει τῆς κακίας αὐτῶν ὑπόμνημα; Τίνα φρονοῦντα κατ’ αὐτῶν οὐ συνεσκευάσαντο πλασάμενοι προφάσεις κατὰ τὴν Ἰεζάβελ; Ποία ἐκκλησία νῦν οὐ θρηνεῖ διὰ τὰς ἐκείνων κατὰ τῶν ἐπισκόπων αὐτῶν ἐπιβουλάς; Ἀντιόχεια μὲν δι’ Εὐστάθιον τὸν ὁμολογητὴν καὶ ὀρθόδοξον, Βαλανέαι δὲ δι’ Εὐφρατίωνα τὸν θαυμασιώτατον, καὶ Πάλτος μὲν καὶ Ἀντάραδος διὰ Κυμάτιον καὶ Καρτέριον, ἡ δὲ Ἀδριανούπολις δι’ Εὐτρόπιον τὸν φιλόχριστον καὶ τὸν μετ’ αὐτὸν Λούκιον, τὸν πολλάκις παρ’ αὐτῶν καὶ ἁλύσεις φορέσαντα καὶ οὕτως ἀποθανόντα, καὶ Ἄγκυρα μὲν διὰ Μάρκελλον, Βέρροια δὲ διὰ Κῦρον καὶ Γάζα δι’ Ἀσκληπᾶν. Τούτους μὲν γὰρ πολλὰ πρότερον ὑβρίσαντες, ἐξορισθῆναι πεποιήκασιν οἱ δόλιοι. Θεόδουλον δὲ καὶ Ὀλύμπιον ἀπὸ τῆς Θρᾴκης ἐπισκόπους, καὶ ἡμᾶς, καὶ πρεσβυτέρους ἡμετέρους, οὕτως ἐποίησαν ζητηθῆναι, ὥστε, εἰ εὑρεθείημεν, κεφαλῆς ὑποστῆναι τιμωρίαν. Καὶ τάχα ἂν ἀπεθάνομεν οὕτως, εἰ μὴ παρὰ γνώμην αὐτῶν ἐφύγομεν καὶ τότε.

Τοιαῦτα γάρ ἐστι τὰ μὲν κατὰ τῶν περὶ Ὀλύμπιον πρὸς τὸν ἀνθύπατον Δονάτον, τὰ δὲ καθ’ ἡμῶν πρὸς Φιλάγριον δοθέντα γράμματα. Τὸν γὰρ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον Παῦλον, διώξαντες καὶ εὑρόντες, προφανῶς ἀποπνιγῆναι πεποιήκασιν ἐν τῇ λεγομένῃ Κουκουσῷ τῆς Καππαδοκίας, δήμιον ἐσχηκότες εἰς τοῦτο Φίλιππον τὸν γενόμενον ἔπαρχον· ἦν γὰρ καὶ τῆς αἱρέσεως αὐτῶν προστάτης καὶ τῶν πονηρῶν βουλευμάτων ὑπηρέτης.

Ἆρ’ οὖν διὰ τὰ τοσαῦτα κόρον ἔχουσι καὶ λοιπὸν ἠρέμησαν· Οὐδαμῶς. Οὔτε γὰρ ἐπαύσαντο, ἀλλά, κατὰ τὴν ἐν ταῖς Παροιμίαις βδέλλαν, μᾶλλον νεανιεύονται τοῖς κακοῖς ἐπιφυόμενοι κατὰ τῶν μεγάλων παροικιῶν. Οἷα γὰρ καὶ τανῦν ἔδρασαν, τίς ἂν ἀξίως ἐξείποι; Τίς τοσοῦτον δύναται μνημονεῦσαι, ὅσον ἐκεῖνοι πεποιήκασιν; Ἄρτι γὰρ εἰρήνην ἐχουσῶν τῶν ἐκκλησιῶν, καὶ τῶν λαῶν εὐχομένων ἐν ταῖς συνάξεσιν, ὁ μὲν ἐπίσκοπος τῆς Ῥώμης Λιβέριος, καὶ Παυλῖνος ὁ τῆς μητροπόλεως τῶν Γαλλίων, καὶ Διονύσιος ὁ τῆς μητροπόλεως τῆς Ἰταλίας, καὶ Λουκίφερ ὁ τῆς μητροπόλεως τῶν κατὰ Σερδινίαν νήσων, καὶ Εὐσέβιος ὁ ἀπὸ τῆς Ἰταλίας, οἱ πάντες ἐπίσκοποι ἀγαθοὶ καὶ τῆς ἀληθείας κήρυκες, ἁρπάζονται καὶ ἐξορίζονται, πρόφασιν οὐδεμίαν ἔχοντες ἢ ὅτι μὴ συνέθεντο τῇ ἀρειανῇ αἱρέσει μηδὲ ὑπέγραψαν αὐτοῖς καθ’ ἡμῶν, ἐν αἷς ἐπλάσαντο διαβολαῖς καὶ συκοφαντίαις.

Περὶ γὰρ τοῦ μεγάλου καὶ εὐγηροτάτου καὶ ὁμολογητοῦ ἀληθῶς Ὁσίου, περιττόν ἐστιν ἐμὲ καὶ λέγειν· ἴσως γὰρ ἐγνώσθη πᾶσιν ὅτι καὶ τοῦτον ἐξορισθῆναι πεποιήκασιν. Οὐ γὰρ ἄσημος, ἀλλὰ καὶ πάντων μάλιστα καὶ μᾶλλον ἐπιφανὴς ὁ γέρων. Ποίας γὰρ οὐ καθηγήσατο συνόδου; Καὶ λέγων ὀρθῶς οὐ πάντας ἔπεισε; Ποία τις ἐκκλησία τῆς τούτου προστασίας οὐκ ἔχει μνημεῖα τὰ κάλλιστα; Τίς λυπούμενός ποτε προσῆλθεν αὐτῷ, καὶ οὐ χαίρων ἀπῆλθε παρ’ αὐτοῦ; Τίς ᾔτησε δεόμενος καὶ οὐκ ἀνεχώρησε τυχὼν ὧν ἠθέλησε; Καὶ ὅμως καὶ κατὰ τούτου τετολμήκασιν, ὅτι καὶ αὐτός, εἰδὼς ἃς ποιοῦσι διὰ τὴν ἀσέβειαν ἑαυτῶν συκοφαντίας, οὐχ ὑπέγραψε ταῖς καθ’ ἡμῶν ἐπιβουλαῖς. Εἰ γὰρ καὶ ὕστερον διὰ τὰς πολλὰς ὑπὲρ μέτρον ἐπιφερομένας αὐτῷ πληγὰς καὶ συσκευὰς κατὰ τῶν συγγενῶν αὐτοῦ εἶξεν αὐτοῖς πρὸς ὥραν ὡς γέρων καὶ ἀσθενὴς τῷ σώματι, ὅμως τούτων ἡ πονηρία καὶ ἐκ τούτων δείκνυται σπουδασάντων πανταχόθεν ἑαυτοὺς δεῖξαι μὴ εἶναι Χριστιανοὺς ἀληθῶς.

Ἐκεῖθεν γὰρ καὶ εἰς τὴν Ἀλεξάνδρειαν πάλιν ἐπεφύησαν, ζητοῦντες πάλιν ἡμᾶς ἀποκτεῖναι, καὶ γέγονε χείρονα τὰ νῦν τῶν προτέρων. Στρατιῶται γὰρ ἐξαίφνης τὴν ἐκκλησίαν ἐκύκλωσαν, καὶ τὰ πολέμων ἀντὶ τῶν εὐχῶν ἐγίνετο. Εἶτ’ εἰσελθὼν τῇ τεσσαρακοστῇ ὁ παρ’ αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκίας Γεώργιος ηὔξησεν ἃ παρ’ αὐτῶν μεμάθηκε κακά. Μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα, παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο, ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο οἰκίαι καὶ ἄρτοι, ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγίνοντο, καὶ νυκτὸς οἱ Χριστιανοὶ κατεφέροντο, ἐπεσφραγίσθησαν οἰκίαι, καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον.

Καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τολμήματα· τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν.

Ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτός, παροξύνει τὸν στρατηλάτην Σεβαστιανὸν μανιχαῖον ὄντα· καὶ λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν, ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τῶν λαῶν. Καὶ ὀλίγους εὑρὼν εὐχομένους (οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν) τοιαῦτα εἰργάσατο οἷα παρ’ αὐτῶν ἔπρεπεν ἀκούσαντα πρᾶξαι· πυρκαιὰν γὰρ ἀνάψας καὶ στήσας παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε καὶ μὴ φροντιζούσας τοῦ πυρός, γυμνώσας λοιπὸν οὕτω κατέκοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον μόγις αὐτὰς ἐπιγνωσθῆναι.

Ἄνδρας δὲ κρατήσας τεσσαράκοντα, καινοτέρῳ τρόπῳ κατέκοψε· ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμών, ἐν αὐταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὡς τινὰς μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἐναποπαγέντας ἐν αὐτοῖς σκόλοπας, τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν. Πάντας μὲν οὖν τοὺς περιληφθέντας ἀθρόως καὶ τὰς παρθένους ἐξώρισαν εἰς τὴν μεγάλην Ὄασιν, τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι πεποιήκασιν, ἀλλ’ ἔκρυψαν ὡς ἠθέλησαν ἄταφα βαλόντες ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσι δὲ τοῦτο πεπλανημένῃ τῇ διανοίᾳ οἱ παράφρονες. Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μείζων ἐξηχεῖτο κατ’ αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν μὲν ἐπισκόπους Ἀμμώνιον, Μούιον, Γάιον, Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψενόσιριν, Νειλάμμωνα, Ἀγαθόν, Ἀνάγαμφον, Μάρκον, Ἀμμώνιον, ἕτερον Μάρκον, Δρακόντιον, Ἀδέλφιον, Ἀθηνόδωρον· καὶ πρεσβυτέρους Ἱέρακα καὶ Διόσκορον.

Καὶ οὕτω πικρῶς ἤλασαν αὐτούς, ὡς τινὰς μὲν αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν. Ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους τριάκοντα· σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαάβ, εἰ δυνατόν, ἐξᾶραι τὴν ἀλήθειαν. Ἰδοὺ ταῦτα τῶν ἀσεβῶν τὰ τολμήματα.