Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀποσπάσματα διάφορα

Μέγας Αθανάσιος

Έλεγχος αιρέσεων και διδασκαλία περί της Ενσαρκώσεως

Αναίρεση των πλανών περί ουράνιας σαρκός, απόρριψη της σύγχυσης των φύσεων και θεολογική ανάλυση της ασύγχυτης ένωσης των δύο φύσεων στο ένα πρόσωπο του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 8

Τοῦ αὐτοῦ (Ἀθανασίου) κατὰ Οὐαλεντίνου, τὰ πολλὰ συμφώνου ὄντος τοῖς προδηλωθεῖσιν αἱρετικοῖς. Πῶς λέγετε Χριστὸν οὐρανίαν σάρκα περιβεβλῆσθαι, καὶ οὐκ ἀνθρωπίνην, καίτοι τοῦ Ἀποστόλου φάσκοντος· Ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες; Δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται, φησὶν, ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ἐξ ἑνὸς δὲ, τίνος; Τοῦ Ἀδὰμ δηλονότι, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν· καὶ πάλιν· Ἐπεὶ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως ἐπέσχε τῶν αὐτῶν. Ἀναιρῶν δὲ καὶ τὴν ὑπόληψιν τῆς οὐρανίου σαρκὸς, ἐπήγαγεν· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραάμ· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Καὶ πολλὰ τοιαῦτα. Ἀλλ᾽ ὁ Κύριος, φασὶν, εἴρηκεν ἐν τοῖς Εὐαγγελίοις· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ· καὶ ὁ Ἀπόστολος πάλιν· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος, ἐξ οὐρανοῦ οὐράνιος. Ἰδοὺ γὰρ ἀμφοτέρωθεν οὐράνιος ἄνθρωπος ὀνομάζεται. Πρὸς οὓς ἐροῦμεν, ὅτι ἐπεὶ διπλοῦς ὢν ταῖς φύσεσιν ὁ Χριστὸς, μοναδικός ἐστι τὴν ὑπόστασιν, ἰδιοποιεῖται τὰ τῆς ἑκατέρας φύσεως.

Καὶ καθάπερ ὁ Ἀπόστολος εἰπὼν περὶ τῶν Χριστοκτόνων ὅτι· Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, οὐ τὴν θεότητα πεπονθέναι φησὶν, ἥτις ἐστὶ Κύριος τῆς δόξης, ἀλλὰ τὸ πρόσλημμα· οὕτω καὶ ἐπὶ τῶν ῥητῶν τούτων αὐτὸς μὲν ὁ Υἱὸς καὶ Θεὸς πεπονθέναι λέγεται, διὰ τὴν μίαν ὑπόστασιν τῆς θεότητος, ἥτις καὶ τῇ ἀνθρωπίνῃ φύσει γέγονεν ὑπόστασις· πεπονθέναι δὲ κατὰ τὴν ἀνθρωπίνην φύσιν αὐτοῦ, καὶ ἐκ τοῦ οὐρανοῦ μὲν καταβεβηκέναι, καὶ ἐν τῷ οὐρανῷ εἶναι, κατὰ τὴν ὑπόστασιν τῆς θεότητος· Υἱὸν δὲ ἀνθρώπου εἶναι κατὰ τὴν ὕστερον προσληφθεῖσαν φύσιν, μετὰ τὴν ἐξ οὐρανοῦ κάθοδον. Καὶ πάλιν ὁ αὐτὸς Κύριος διὰ τὴν μίαν ὑπόστασιν· δεύτερος μὲν ἄνθρωπος κατὰ τὴν ἡνωμένην ἀνθρωπότητα, ἐξ οὐρανοῦ δὲ κατὰ τὴν θεότητα· εἰ γὰρ μὴ νοήσωμεν ἑκάστην οἰκείως, ἐναντιολογίαις ὑποβαλοῦμεν τὸν Ἀπόστολον.

Πῶς γὰρ κατὰ πάντα ὅμοιος ἡμῖν τοῖς γηΐνοις; Πῶς δὲ ἀδελφὸς ἡμῶν, ὁ σάρκα οὐρανίαν περιβεβλημένος; Καὶ ἄλλα δὲ μυρία ἄτοπα ἕψεται.

ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΤΟΝ ΚΟΙΝΟΝ ΑΝΘΡΩΠΟΝ ΥΠΟΔΕΙΓΜΑΤΟΣ. Πολλὴν τῶν ἐναντίων τὴν περὶ τὸ κακὸν ἐπιμέλειαν θεασάμενοι, πολλὴν ἔχομεν καὶ ἡμεῖς ἀνάγκην μακροτέρας πρὸς αὐτοὺς ἀντιστήσασθαι τὰς ἀντιῤῥήσεις.

Μηδεὶς οὖν ἡμῖν ἐγκαλείτω τὴν ἀμνηστίαν· τοῖς δὲ τὴν ἀνάγκην ἐπάγουσιν ἐπιγραφέτω τὰς αἰτίας. Ἰδοὺ γὰρ καὶ ἕτερον παραλογισμὸν κατὰ τῆς ἀληθείας ἐγέννησαν. Ὥσπερ, φησὶν, ὁ ἄνθρωπος, ἐκ δύο συνεστὼς, μία φύσις λέγεται, οὕτω καὶ ὁ Δεσπότης Χριστὸς, ἐκ Λόγου καὶ σαρκὸς συνεστὼς, μία οὐσία δείκνυται. Τὸ μὲν οὖν δύνασθαι τὰ τοσοῦτον ἀλλήλων παρηλλαγμένα καὶ τέλεια μίαν οὐσίαν ἀποτελεῖν, καὶ τροπὴν μὴ ποιεῖν, συντόμως προείρηται· τὸ δὲ μηδὲ αὐτοῖς κατὰ σκοπὸν ἀπαντᾷν ἐκ τοῦδε τοῦ ὑποδείγματος αὐτίκα δειχθήσεται.

Ἄνθρωπος μὲν γὰρ ἐκ ψυχῆς νοητῆς καὶ σώματος αἰσθητοῦ ζῶον γνωρίζεται εἰκότως, διὰ τὸ μηδέτερον χωρὶς τοῦ ἑτέρου προάγουσαν ἔχειν ὑπόστασιν, μηδὲ σώζειν τὸν ὅρον τῆς φύσεως, κατὰ ταυτὸ μὲν ἀρχὴν τοῦ εἶναι λαβόντα ἐκ γαστρὸς, καὶ οὕτως εἰς τὸν βίον ἐρχόμενα, ἑνὸς δὲ ζώου σύστασιν ἐργαζόμενα· ὁ δὲ Κύριος Ἰησοῦς οὐκ ἐξ ἀτελῶν πραγμάτων τὸ εἶναι δέχεται, ἀλλὰ τελείων φύσεων ἐν ἑαυτῷ σύνοδον δείκνυσι· κἀκεῖ μὲν μέρη ἀνθρώπου ψυχὴ καὶ σῶμα· ἐνταῦθα δὲ οὔτε ἡ σὰρξ μέρος τοῦ Λόγου, οὔτε ὁ Λόγος μέρος τῆς σαρκός· ἑκάτερον γὰρ αὐτῶν, καὶ πρὸ τῆς ἑνώσεως, τελείαν δείκνυσι τὴν φύσιν, ὡς μηδὲν ὅλως λείπειν, μήτε τῇ θεότητι εἰς τὸν ἴδιον λόγον, μήτε τῇ ἀνθρωπότητι· ἄλλο γάρ ἐστι τὸ ἀναπληροῦσθαι οὐσίαν ἐκ δύο μερῶν, καὶ ἄλλο τὸ ἑνοῦσθαι δύο οὐσίας, ὧν ἑκατέρα τὸ τέλειον ἔχει· διὸ καὶ μορφὴ Θεοῦ λέγεται, καὶ μορφὴ δούλου. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὔτε ἡ ψυχὴ μόνη ἄνθρωπος οὔτε ἡ σάρξ. Εἰ γὰρ ἦν τι τούτων τελεία φύσις εἰς ἐνέργειαν, ἔπραξεν ἄν τι καὶ δίχα τοῦ ἄλλου. Ὅταν δέ τι τούτων μνημονευθῇ, δηλοῖ τὸ πᾶν ἀπὸ μέρους· οὐ τελείαν φύσιν εἰς ἐνέργειαν τὸ μέρος. Καὶ τοῦτο ἄνθρωπος οὐ μόνον παρὰ τοῖς θείοις νόμοις, ἀλλὰ δὴ καὶ παρὰ τοῖς ἀνθρωπίνοις λόγοις.

Ὁρίζονται γοῦν τὸν ἄνθρωπον οἱ περὶ ταῦτα δεινοὶ ζῶον λογικὸν θνητὸν, τὸ μὲν λογικὸν ἐκ τῆς ψυχῆς ἑρμηνεύοντες, τὸ δὲ θνητὸν ἐκ τοῦ σώματος ἀποφαίνοντες. Οὕτως ἀμφότερα μέρη ἑνὸς προσώπου, καὶ οὐ δύο ἐνόμισε τὸν ἴσον τρόπον καὶ ἡ θεία Γραφή· τὸν γὰρ αὐτὸν ἄνθρωπον κατὰ εἰκόνα Θεοῦ μηνύεται κατὰ τὸ ἐξαίρετον τοῦ προσώπου· καὶ ἄρσεν καὶ θῆλυ προσαγορεύεται κατὰ τὸ ἰδίωμα τῆς σαρκὸς, ἵνα δείξῃ τὴν ψυχὴν καὶ τὸ σῶμα μέρη ἑνὸς προσώπου, οὐ δύο. Πῶς οὖν κέχρηνται τῷδε τῷ ὑποδείγματι, μηδὲν ὅμοιον ἔχοντι; Εἰ δύο πρόσωπα τέλεια ὑποδείξειαν εἰς μίαν μεθαρμοσθέντα οὐσίαν, καλῶς προέφερον τὸ ὑπόδειγμα· δύο δὲ μέρη ἑνὸς προσώπου λέγοντες, οὐ δύο πρόσωπα λέγουσιν. Ὥσπερ οὐδὲ ψυχὴ καὶ σῶμα δύο τέλεια ζῶα· τοῦ δεσπότου Χριστοῦ τὰ δύο καλουμένου, καὶ θείου καὶ ἀνθρωπίνου, διὰ τὸ τέλειον ἀμφοτέρων.

Οὕτω γοῦν ἡ Σωτῆρος τοῦ Χριστοῦ προσηγορία νῦν μὲν δηλοῖ μόνην τὴν θεότητα ὡς ἀνενδεῆ καὶ τελείαν, νῦν δὲ τὸ συναμφότερον, ἵνα δειχθῇ καὶ τῶν δύο φύσεων τὸ διάφορόν τε καὶ τέλειον, καὶ τῆς ξένης ἑνώσεως τὸ πρόσωπον ἄτμητον· Εἷς, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα· αὐτὴ δήλωσις τῆς θεότητος· οὐ γὰρ μετὰ σαρκὸς ὢν τὰ πάντα ἐδημιούργησε. Πάλιν, εἰ παθητὸς ὁ Χριστὸς, ἵνα δειχθῇ τὸ τῆς παθούσης ἀνθρωπότητος τέλειον.

Οὐ γὰρ εἶπε παθητὸν τὸ μέρος, ὡς οἱ νέοι δογματισταί· οὐδὲ γὰρ εἶπε Παθητὸς ὁ Λόγος τῇ σαρκί. Δηλοῦται δὴ τῇ τοιαύτῃ προσηγορίᾳ καὶ τὸ συναμφότερον, ὡς προείρηται· Ἰησοῦς Χριστὸς χθὲς, καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Οὐ μέρος μὲν οὐσίας χθὲς, καὶ σήμερον, μέρος δὲ εἰς τοὺς αἰῶνας· ἀλλὰ ὁ αὐτὸς χθὲς, καὶ σήμερον κατὰ τὴν τελείαν ἀνθρωπότητα· καὶ εἰς τοὺς αἰῶνας, κατὰ τὴν τελείαν θεότητα· λοιπὸν δὲ καὶ καθ᾽ ἑκατέραν τούτων αἰώνιος· ὡς καὶ τῆς σαρκὸς λαβούσης τῇ πρὸς τὸν ἀΐδιον συναφείᾳ, τὸ ἀπαθές τε καὶ ἀτελεύτητον. Ἐπὶ τούτοις ἐκεῖνοι μὲν εἰς τροπὴν θεότητος, καὶ εἰς ἀνατροπὴν τῶν συνόντων ταῖς φύσεσι, καὶ εἰς ἀναρμόστους φλυαρίας ἐχρήσαντο τῇ κατὰ τὸν ἄνθρωπον θεωρίᾳ· ὑμεῖς δὲ εἰς ἀπόδειξιν καὶ μαρτυρίαν τοῦ δυνατὸν εἶναι καὶ δύο τινῶν σύνοδον νοεῖσθαι, καὶ ἓν πρόσωπον δι᾽ ἀμφοτέρων ὁρᾶσθαι. Εἰ γὰρ ἀνθρώπου φύσις οὐκ ἐκωλύθη δύο μὲν ἔχειν τὰ μέρη, ἐξ ὧν τὸ πρόσωπον, ἓν δὲ δεικνύναι πρόσωπον τὸν οὕτως συνεστῶτα ἄνθρωπον· πόσῳ μᾶλλον ἡ θεία χάρις ἱκανὴ δεῖξαι δυνατὸν καὶ ἀκόλουθον τὸ καὶ δύο φύσεις τελείας εἰς ἕνωσιν ἀσύγχυτον συνδραμεῖν, καὶ τοῦ προσώπου τὸ μοναδικὸν μηδαμῶς ἀμελεῖν; ψυχὴ μὲν γὰρ καὶ σῶμα συναρμοσθέντα ἓν ζῶον ἐργάζονται· δύο δὲ φύσεις ἑτεροούσιοι συναφθεῖσαι μίαν υἱότητα ἀτρέπτως οὐ σχεδιάζουσιν.

Ὥσπερ γὰρ ἀκούσαντες· Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, τῇ θεότητι μόνῃ τὸ ποιεῖσθαι τὰ πάντα κατὰ τὸ εἰκὸς ἐπιγράφομεν· οὕτως ἀκούσαντες τὸ, Ἀπάθητος ὁ Χριστὸς, τῆς ἡνωμένης σαρκὸς τὸ πάθος γινώσκομεν.

Ἐπεὶ πῶς νοήσομεν τῆς αὐτῆς οὐσίας καὶ τὴν ἀσθένειαν ἐν ταυτῷ καὶ τὴν δύναμιν; Τὸ πνεῦμα πρόθυμον, ἡ σὰρξ ἀσθενής· οὐ μέρος πνεύματος, οὐδὲ μέρος σαρκός· καὶ πάλιν· Εἰ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως. Ἄλλα τὰ ὀνόματα, ἄλλα τὰ πράγματα· πνεῦμα καὶ σὰρξ, δύναμις καὶ ἀσθένεια, σταυρὸς καὶ ζωὴ, τὸ ἐγεῖρον τὸ ἐγειρόμενον, τὸ ὑπερυψοῦν τὸ ὑπερυψούμενον. Ἐν ἑνὶ δὲ προσώπῳ, οὐ κατὰ σύνθεσιν μερῶν, ἀλλὰ κατὰ ἕνωσιν τελείων φύσεων. Οὐ μίαν οὐσίαν τὰς δύο ποιούσας· ἀλλὰ μίαν ἀξίαν καὶ δόξαν δηλοῦσαν. Οὕτως οὐκ ἀρνούμεθα τὴν ἕνωσιν, παραιτούμεθα δὲ τὴν οὐσίωσιν. Ὅτι γὰρ ἀδύνατον τὰς δύο οὐσίας γενέσθαι μίαν, διδάσκει μὲν ὁ τῆς φύσεως νόμος, διδάσκει δὲ ὁ τοῦ κηρύγματος λόγος, πείθει δὲ διὰ παντὸς γένους ἡ πεῖρα, θεσπίζει δὲ προδήλως ὁ Κύριος. Μηκέτι γοῦν τὴν ἀνάστασιν ἀπιστούντων ἔτι τῶν μαθητῶν, Ψηλαφήσατέ με, φησὶ, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ ἑωρᾶτε ἔχοντα. Ψηλαφήσατε πρότερον, ἵνα δειχθῇ οὐ φαντασία πνεύματος ἀπατῶσα τοὺς θεωμένους, ἀλλὰ ἀντιτυπία σώματος πληροφοροῦσα τοὺς ἁπτομένους.

Τίς οὖν οὐχ ὁρᾷ τὰ τῶν φύσεων ἴδια· ὅτι τοῦ πνεύματος μήτε τὸ μὲν ἔχειν σάρκα, μήτε ὀστᾶ, τοῦ σώματος δὲ τὸ ἔχειν· καὶ τοῦ μὲν τὸ θεωρεῖσθαι, τοῦ δὲ τὸ μὴ ὁρᾶσθαι· τούτου τὸ ἁφῇ ὑποβάλλεσθαι, ἐκείνου τὸ ἁφὴν μὴ προσίεσθαι. Πῶς οὖν μία οὐσία, τοιαύτης οὔσης παραλλαγῆς; Εἰ πνεῦμα μόνον, πόθεν σαρκεύς; εἰ σῶμα μόνον, πόθεν δόξα; Ἀλλὰ πνεῦμα μὲν ἄσαρκον, τὴν φύσιν Θεὸς, σῶμα δὲ ἔμψυχον, λογικῷ μὲν κάλλει κοσμούμενον, δι᾽ ὀστέων δὲ καὶ σαρκῶν γνωριζόμενον τῇ ἁφῇ. Οὕτω δείκνυται τὸ τῶν δύο φύσεων διάφορον, καὶ τὸ τῆς ἑνώσεως ἀσύγχυτον, καὶ τὸ τῆς προσκυνήσεως ἀδιαίρετον.

Τὸ γεγράφθαι, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, φανερῶς τὴν θεότητα δηλοῖ· τὸ δὲ, Ὁ Λόγος σὰρξ ἐγένετο, τὸν ἄνθρωπον τοῦ Κυρίου δείκνυσιν. Addit: Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ τὸ, Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, τουτέστι, τῷ ἰδίῳ αἵματι τὸ σῶμα, τὴν περιβολὴν τῆς θεότητος.

Et adhuc: Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ γὰρ, ἦν, ἐπὶ τῆς θεότητος αὐτοῦ ἀναφέρεται, κ.τ.λ. Ἃ δὲ παρεθέμεθα περὶ τοῦ Κάθου ἐκ δεξιῶν μου, ὅτι εἰς τὸ Κυριακὸν σῶμα λέλεκται. Εἰ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, ὥς φησιν Ἱερεμίας· πάντα δὲ χωρεῖ ὁ Θεὸς, ὑπ᾽ οὐδενὸς δὲ χωρεῖται· εἰς ποῖον καθέζεται θρόνον; Τὸ σῶμα τοίνυν ἐστὶν, ᾧ λέγει· Κάθου ἐκ δεξιῶν μου.

Et alia haec: Τὸ σῶμα τοίνυν ἐστὶν, ᾧ λέγει· Κάθου ἐκ δεξιῶν μου· οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι, καὶ Ἕλληνες. Δι᾽ οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος γέγονε καὶ ἐχρημάτισε· δι᾽ οὗ παρέδωκεν ἡμῖν μυστηρίου λέγων· Τοῦτό ἐστί μου τὸ σῶμα, τὸ ὑπὲρ ἡμῶν (sic ibi), καὶ τὸ αἷμα τῆς Καινῆς Διαθήκης, οὐ τῆς Παλαιᾶς, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.

Θεότης δὲ οὔτε σῶμα, οὔτε αἷμα ἔχει· ἀλλ᾽ ὃν ἐφόρεσεν ἐκ τῆς Μαρίας ἄνθρωπον, αἴτιος τούτων γέγονε· περὶ οὗ εἶπον οἱ ἀπόστολοι· Ἰησοῦν τὸν ἀπὸ Τὸ ἐγειρόμενον ἐκ νεκρῶν, ἄνθρωπος ἦν, ἢ Θεός; κ.τ.λ. Ἡ γοῦν ζωὴ οὐκ ἀποθνήσκει, κ.τ.λ.

Ζῶν ἀποθανεῖν οὐ δύναται, κ.τ.λ. Ἐγένετο Λάζαρον, κ.τ.λ. Τοῦ ἁγίου Ἀθανασίου εἰς τό· Καὶ ταῦτα εἰπὼν, ἐξέπνευσεν· Οὕτω γὰρ καὶ ὁ θάνατος γέγονε, τοῦ μὲν σώματος κατὰ φύσιν δεχομένου, τοῦ δὲ Λόγου κατὰ θέλησιν ἀνεχομένου, καὶ ἐξουσιαστικῶς τὸ ἴδιον σῶμα εἰς θάνατον προϊεμένου, ἵνα καὶ πάθῃ φυσικῶς ὑπὲρ ἡμῶν, καὶ ἀναστῇ θεϊκῶς ὑπὲρ ἡμῶν. Καὶ ὅλη τῆς γενέσεως καὶ τοῦ θανάτου ἡ πραγματεία εἰς τὴν ἡμετέραν ζήτησιν, καὶ ἀνάκλησιν θεωρεῖται.

Ἀθανασίου. Ἐν ᾗ ὁ πρὸ αἰώνων ἐκ Πατρὸς, ἐπ᾽ ἐσχάτων ἐκ τῆς Παρθένου γεννᾶται, καὶ ὁ ἀόρατος τὸ πρὶν καὶ ταῖς ἐν οὐρανῷ ἁγίαις δυνάμεσιν, ὁρατὸς γίνεται διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν. Ὁρώμενος δέ φημι οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπίνου σώματος καὶ ὅλου ἀνθρώπου, ὃν ἀνεκαίνισεν, τῇ οἰκειώσει τῇ πρὸς ἑαυτόν. Κτίστης γὰρ ὢν ὁ Λόγος, αὐτὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ κτιστὸν ἐνεδύσατο· ἵνα πάλιν τοῦτο ἀνακαινίσῃ· χρεία γὰρ ἦν πρὸς τὴν ἀνάκλησιν τοῦ καὶ κατ᾽ ἀρχὰς ἐκ τοῦ μὴ ὄντος πεποιηκότος Θεοῦ Λόγου. Τούτου δὴ ἕνεκεν ὁ ἀσώματος εἰς τὴν ἡμετέραν χώραν παραγίνεται, καὶ λαμβάνει ἑαυτῷ σῶμα οὐκ ἀλλότριον τοῦ ἡμετέρου, ἐξ ἀχράντου Παρθένου ὑπὸ τοῦ ἁγίου πλασθὲν Πνεύματος, καὶ τοῦ Λόγου γεγονὸς ἔνδυμα προσκυνητὸν, ἵνα ἐν αὐτῷ λυθῇ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων νόμος, καὶ ὁ Λόγος, πρὸς ὁμοιότητα τὴν ἑαυτοῦ κτίσας τὸν ἄνθρωπον ἐξ ἀρχῆς, πάλιν εἰς ὁμοίωσιν τὴν πρὸς αὐτὸν ἐπανάγει, ὁμοιωθεὶς τῷ ἰδίῳ ποιήματι.