Ἔργον
Μέγας Αθανάσιος – Ἀποσπάσματα διάφορα
Ερμηνευτικά σχόλια στα Ευαγγέλια και τους Ψαλμούς
Ιστορική και ηθική προσέγγιση της τελευτής του Ηρώδη και ερμηνεία ψαλμικών χωρίων με αναφορά στην κάθοδο του Χριστού στον άδη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνευτικά σχόλια στα Ευαγγέλια και τους Ψαλμούς
Ιστορική και ηθική προσέγγιση της τελευτής του Ηρώδη και ερμηνεία ψαλμικών χωρίων με αναφορά στην κάθοδο του Χριστού στον άδη.
ΑΘΑΝΑΣΙΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΚ ΤΗΣ ΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΥ, Περὶ τῶν ἐννέα ἀνιάτων παθῶν τῆς τοῦ Ἡρώδου τελευτῆς Τελευτήσαντος Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ἦσαν δὲ οἱ ζητοῦντες θανατῶσαι τὸν Ἰησοῦν οἱ περὶ τὸν Ἡρώδην τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ Ἀντίπατρον.
Ἀπέθανε δὲ ὁ μὲν Ἀντίπατρος ἐν ῥομφαίᾳ διαπαρεὶς ἐν τῇ φυλακῇ, ἀπελεγχθεὶς φαρμακὸς καὶ ἐπίβουλος τῶν ἰδίων ἀδελφῶν, Ἀλεξάνδρου καὶ Ἀριστοβούλου· ὁ δὲ Ἡρώδης καὶ αὐτὸς καταστρέφει τὸν βίον, τοῦ σώματος αὐτῷ διαμερισθέντος εἰς διάφορα καὶ ποικίλα πάθη. Αʹ, πυρετὸς γὰρ ἦν αὐτῷ καμίνου ἐνεργέστερος· Βʹ, κνησμός τε ἀφόρητος τῆς ἐπιφανείας ὅλης· Γʹ, τῶν ἐντὸς συνεχεῖς ἀλγηδόνες· Δʹ, περὶ τοὺς πόδας ὡς ὑδρωπιῶντος οἰδήματα· Εʹ, τοῦ ἤτρου φλεγμονὴ ὑπέρογκος· ϛʹ, διὰ τοῦ μέλους τῆς αἰσχύνης σηπεδὼν γεννῶσα σκώληκας· Ζʹ, πρὸς τούτοις ὀρθόπνοια· Ηʹ δύσπνοια· Θʹ, καὶ σπασμοὶ πάντων τῶν μελῶν. Καί εἰσι τὰ πάθη τὸν ἀριθμὸν ἐννέα. Πυρετὸς μὲν ἦν ἐπ᾽ αὐτῷ καμίνου ἐνεργέστερος, ἐπειδὴ ἐξεκαίετο τοῖς πάθεσιν εἰς τὴν ἀθέμιτον πρᾶξιν τῆς μοιχείας. Ὁ δὲ κνησμὸς ἦν ἐπ᾽ αὐτῷ ἀφόρητος, διὰ τὸ πείθεσθαι αὐτὸν τῶν κνηθομένων διδασκάλων τὴν ἀκοὴν πρὸς ἀπάτην. Τῶν ἐντὸς δὲ τὰς συνεχεῖς ἀλγηδόνας, ἐπεὶ οὐκ ἔψαλλεν· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Περὶ δὲ τοὺς πόδας οἰδήματα ὑδρωπιῶντος, ἐπειδὴ ἐξουθένει τὸ καθαρὸν καὶ ἀθόλωτον ὕδωρ τῆς ἁλλομένης πηγῆς εἰς ζωὴν αἰώνιον. Τοῦ δὲ ἤτρου ἡ ὑπέρογκος φλεγμονὴ, διὰ τὸ μὴ ὑπάρχειν αὐτὸν ἐν τῇ τοῦ θυμοῦ φλεγμονῇ κρατητὸν, καὶ ἀνελεήμονα εἰς τοὺς ὑποχειρίους. Τὸ δὲ τῆς αἰσχύνης αὐτοῦ μέλος ἐγέννα σκώληκας, ἐπειδὴ ἐν τῇ ἀκολασίᾳ ἐζήλου τοὺς θηλυμανεῖς ἵππους. Ἡ δὲ ὀρθόπνοια αὐτὸν κατεῖχε διὰ τὸ μὴ ὀρθρίζειν αὐτὸν εἰς προσκύνησιν τοῦ δόντος αὐτῷ Κυρίου τὸ βασιλικὸν ἀξίωμα. Ἡ δὲ δύσπνοια, ἐπεὶ οὐκ ἔπνεε τὸ μύρον τῆς ἀγάπης, ἀλλὰ τῆς δυσωδίας τοῦ ἀκηρύκτου πολέμου. Πάντα δὲ τὰ μέλη αὐτοῦ ἐσπῶντο, διὰ τὸ καὶ αὐτὸν πάντα τὰ παιδία σπᾶσαι τὰ ὄντα ἐν Βηθλεέμ. ᾯ δὲ μέτρῳ μετρεῖταί τις, τούτῳ ἀντιμετρεῖται οὐρανόθεν δικαίως. Δι᾽ ὧν δὲ καί τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται. Τοῦτον τοίνυν τὸν Ἡρώδην ὁ μὲν Ἰώσηπος λέγει κατὰ πατέρα εἶναι τὸ γένος Ἰδουμαῖον, Ἀράβιον δὲ κατὰ μητέρα· ὁ δὲ Ἀφρικανὸς καὶ οἱ κατ᾽ αὐτὸν ἀκριβοῦντες Ἀντιπάτρου μὲν εἶναι υἱόν· τὸν δὲ Ἀντίπατρον ἐσχηκέναι πατέρα Ἡρώδην Ἀσκαλωνίτην, ἱερόδουλον τοῦ νεὼ τοῦ Ἀπόλλωνος. Τὸν δὲ Ἀντίπατρον τὸν υἱὸν αὐτοῦ, παιδίον ὄντα, αἰχμαλωτισθῆναι παρὰ τῶν λῃστῶν Ἰδουμαίων· τὸν δὲ πατέρα αὐτοῦ Ἡρώδην μὴ δυνηθῆναι δοῦναι λύτρα ὑπὲρ αὐτοῦ· ἐντραφεὶς οὖν τοῖς τῶν Ἰδουμαίων ἔθεσιν, Ἰδουμαῖος ἐνομίσθη εἶναι, ὢν Ἀσκαλωνίτης.
Εἶχε δὲ καὶ τότε Αὔγουστος ἐν τῇ βασιλείᾳ ἔτος πέμπτον καὶ τεσσαρακοστὸν, ὑπατεύοντος Σιλουανοῦ, πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων.
Ἀθανασίου Ἀλεξανδρείας. Ἑρμηνεία εἰς τό· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.» Παρακελευσάμενον τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἐν οὐρανοῖς τάγμασιν αἰνεῖν τὸν Κύριον, μεταφέρει τὸν λόγον τοῖς ἐπιγείοις παρακελευόμενον. Τριῶν δὲ ὄντων ταγμάτων, ἐπουρανίων, ἐπιγείων, καὶ καταχθονίων, τῶν καμπτόντων γόνυ τῷ Ἰησοῦ, τὰ μὲν οὐράνια διὰ τῶν προειρημένων ἐπὶ τὸν ὕμνον τρέπονται· τὰ δὲ ἐπίγεια διὰ τοῦ εἰπεῖν· Ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι. Πρὶν δὲ τούτων μνήμην ποιῆσαι, ἐπὶ τὰ καταχθόνια τρέπεται, ἃ διὰ τῶν δρακόντων καὶ τῶν ἀβύσσων σημαίνεται.
Καὶ αὐταὶ γὰρ αἱ πάλαι τῶν γιγάντων ἐκείνων ψυχαὶ, τῶν ἀπειθησάντων ποτὲ καὶ πολεμησάντων Θεῷ, αἳ διὰ τῶν δρακόντων σημαίνονται. Καὶ μὴν καὶ τὸ ἄλλο πᾶν πλῆθος τῆς οἰκουμένης, τὸ ἐν ταῖς προτέραις μὲν ὑπάρξαν γενεαῖς, κατασχεθὲν δὲ θανάτῳ, κάμπτουσι γόνυ, ἅτε ἐλευθερωθέντες ἀπ᾽ αὐτοῦ· Εἴρηκε γὰρ τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ... Διὸ καὶ αὗται ἐπὶ τὸν ὕμνον καλοῦνται σὺν τοῖς ἄρχουσιν αὐτῶν γινομένοις καὶ μεγάλοις ἀνθρώποις. Ὅτι δὲ οἱ ποτὲ ἀπειθήσαντες καὶ ἀντάραντες Θεῷ ἠλευθέρωνται, ὁ Πέτρος ᾐνίξατο, ἐν Καθολικαῖς εἰπών· Ἐν ᾧ καὶ τοῖς ἐν ᾅδου πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.