Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀποσπάσματα διάφορα

Μέγας Αθανάσιος

Δογματικά αποσπάσματα και αντιμετώπιση εκκλησιαστικών κρίσεων

Αναφορές στις δύο φύσεις του Λόγου, την καθαίρεση σκανδαλιζόντων κληρικών, την αίρεση του Παύλου Σαμοσατέως, τα σχίσματα στην Αντιόχεια και την πλάνη των Πνευματομάχων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 8

Τοῦ μεγάλου Ἀθανασίου, ἐκ τοῦ κατὰ αἱρέσεων. Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσον Θεῷ· ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Δύο ἔχει μορφάς· κράτει ταύτας, μήθ᾽ ἑτέραν παραχαράξῃς. Οὔτε γὰρ ἄνθρωπος ὢν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, ἠφάνισε τὴν θεϊκὴν μορφήν· οὔτε Θεὸς ὢν, παρῃτήσατο τὴν ἀνθρωπίνην μορφήν. Ἐπεὶ οὖν δύο ἐχόμενος μορφὰς, τὴν δεσποτικήν φημι, καὶ τὴν δουλικήν· τὴν μὲν φύσει θεϊκὴν, τὴν δὲ φύσει ἀνθρωπίνην, τὴν μὲν πρὸ αἰώνων, τὴν δὲ ἐξ ὑστέρων χρόνων· τὴν μὲν ἐκ τοῦ Πατρὸς, τὴν δὲ ἐκ τῆς Παρθένου· τὴν μὲν ἐκ μόνου, τὴν δὲ ἐκ μόνης· ἐπεὶ δύο ταύταις ὑφέστηκε πράγματα, δύο ἐν ἑνί. Οὔτε γὰρ διαιροῦμεν τὸν Θεὸν Λόγον ἀπὸ τοῦ σώματος, οὔτε δύο οἴδαμεν Υἱοὺς, καὶ Χριστοὺς, ἀλλὰ τὸν πρὸ αἰώνων Υἱὸν τοῦ Θεοῦ ἐν ὑστέροις καιροῖς ἄνθρωπον ἐξ αὐτῆς μήτρας τῆς Παρθένου γενόμενον τέλειον· ὡς γὰρ ὁ γεννήσας Πατὴρ τέλειον ἐγέννησεν Υἱὸν, οὕτως αὐτὸς καὶ εἷς Υἱὸς καὶ Λόγος τοῦ Πατρὸς, τὸν τελείως ἀπολλύμενον ἄνθρωπον σῶσαι βουλόμενος, τέλειος ἐγένετο ἄνθρωπος· ἵν᾽ ἅμα τὸ ἔξωθεν σώσας, τὸ ἔσωθεν προδεδομένος ἐάσῃ. Οὐδὲ γὰρ σῶμα ἀναλαβὼν εἴασε τὴν ψυχὴν, ἀλλὰ καὶ τὴν ψυχὴν καὶ νοῦν ἀνέλαβεν.

Τοῦ ἁγίου Ἀθανασίου τοῦ Μεγάλου. Βαδίζοντες δὲ τὴν ἀπλανῆ καὶ ζωηφόρον ὁδὸν, ὀφθαλμὸν μὲν ἐκκόψωμεν σκανδαλίζοντα· μὴ τὸν αἰσθητὸν, ἀλλὰ τὸν νοητόν· οἷον ἐὰν ὁ ἐπίσκοπος ἢ ὁ πρεσβύτερος, οἱ ὄντες ὀφθαλμοὶ τῆς Ἐκκλησίας, κακῶς ἀναστρέφωνται καὶ σκανδαλίζωσι τὸν λαὸν, χρὴ αὐτοὺς ἐκβάλλεσθαι. Συμφέρον γὰρ ἄνευ αὐτῶν συναθροίζεσθαι εἰς εὐκτήριον οἶκον, ἢ μετ᾽ αὐτῶν ἐμβληθῆναι, ὡς μετὰ Ἄννα καὶ Καϊάφα, εἰς τὴν γέενναν τοῦ πυρός. Ὁμοίως καὶ ἡ χεὶρ ὁ διάκονος, ἐὰν ἀνάξιόν τι πράττῃ, χωριζέσθω τοῦ θυσιαστηρίου.

Τοῦ αὐτοῦ (Ἀθανασίου) ἐκ τῆς πρὸς Ἀντιοχεῖς δογματικῆς ἐπιστολῆς. Διὰ τοῦτο θεολογεῖται μὲν ὁ Λόγος, γενεαλογεῖται δὲ ὁ ἄνθρωπος, ἵνα πρὸς ἑκάτερα εἴη ὁ αὐτὸς φυσικῶς καὶ ἀληθῶς· Θεὸς μὲν πρὸς τῇ ἀϊδιότητι τῆς θεότητος καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως, ἄνθρωπος δὲ πρὸς τῇ γεννήσει τῇ ἐκ γυναικὸς καὶ τῇ αὐξήσει τῆς ἡλικίας· καὶ Θεὸς μὲν ταῖς ζωτικαῖς ἐνεργείαις, ἄνθρωπος δὲ πρὸς ταῖς ὁμοιοτρόποις συμπαθείαις, καὶ ταῖς καθ᾽ ἡμᾶς ἀσθενείαις.

ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ. Ἐπειδὴ γὰρ Παῦλος ὁ Σαμοσατεὺς ἐφρόνει μὴ εἶναι πρὸ Μαρίας τὸν Υἱὸν, ἀλλ᾽ ἀπ᾽ αὐτῆς ἀρχὴν ἐσχηκέναι τοῦ εἶναι· τούτου ἕνεκεν οἱ τότε συνελθόντες ἀρχιερεῖς, πολλοὶ τὸν ἀριθμὸν, καθεῖλον αὐτὸν, καὶ αἱρετικὸν ἀπέφηναν. Περὶ δὲ τῆς τοῦ Υἱοῦ θεότητος ἁπλούστερον γράφοντες, οὐ κατεγένοντο περὶ τὴν Ὁμοουσίου ἀκρίβειαν· ἀλλ᾽ οὕτως, ὡς ἐξειλήφασι, περὶ τοῦ ὁμοουσίου εἰρήκασι· προΐστατο δὲ αὐτοῦ Ζηνοβία Ἰουδαία· ἀλλ᾽ οὐκ ὠφέλησεν αὐτὸν ἡ προστασία αὐτῆς.

Τὴν φροντίδα γὰρ εἶχον πᾶσαν ὅπερ ἐπενόησεν ὁ Σαμοσατεὺς ἀνελεῖν, καὶ δεῖξαι πρὸ πάντων εἶναι τὸν Υἱὸν, καὶ ὅτι οὐκ ἐξ ἀνθρώπων γέγονε Θεὸς, ἀλλὰ, Θεὸς ὢν, ἐνεδύσατο δούλου μορφὴν, καὶ Λόγος ὢν, γέγονε σὰρξ, ὡς εἶπεν ὁ Ἰωάννης. Καὶ οὕτω μὲν κατὰ τῆς βλασφημίας Παύλου πέπρακται.

ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ. Τούτοις ὠχυρωμένος τοῖς γράμμασιν Ἀθανάσιος, εἰς τὴν ἕω διέβαινε πρὸς τὴν τῆς Συρίας Ἀντιόχειαν, ὅπου τηνικαῦτα διέτριβεν ὁ Κωνστάντιος. Τῆς δὲ ἐκεῖσε ἐκκλησίας τὰς ἱερὰς ἡνίας τότε διεῖπε Λεόντιος.

Μεθὸ γὰρ Εὐστάθιος εἰς φυγαδείαν ἠλαύνετο, ὡς διείληπται, πρῶτος ἐπέβη τοῦ θρόνου Εὐφρόνιος, ὃν Πλάκητος διεδέξατο· τὸν δὲ Στέφανος. Ὃς, πονηρὰν συσκευὴν διά τινος τῶν αὐτῷ προσηκόντων ὠμοτάτου καὶ τὸν τρόπον καὶ τὴν ψυχήν· Ὄναγρος ἦν αὐτῷ ὄνομα· ἐξαρτύσας τοῖς ἐκ Ῥώμης ἥκουσι πρέσβεσι παρὰ Κώνσταντος· ὃς τὰς αὐτὰς ὠδῖνας Κωνσταντίῳ διέλυσεν, ὑπὲρ Ἀθανασίου πεμφθεῖσιν· Εὐφράτας δὲ καὶ Βικέντιος ὠνομάζοντο· ἐπίσκοποι δ᾽ ἦσαν ὑπὸ Κώνσταντι δικάζοντι, ὡς ἀναξίως τοῦ θρόνου κριθεὶς ἀπεῤῥίφη. Δυσμενῶν γὰρ τῇ ἀληθείᾳ, παντοδαπαῖς περιέβαλε συμφοραῖς οἳ τῶν ὀρθῶν δογμάτων ἀντείχοντο· αἰκίζων τε καὶ προπηλακίζων, ἦγε διὰ τῆς ἀγορᾶς, ἐπιὼν ταῖς οἰκίαις· οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας, αἰδοῖ καὶ σεμνότητι βίου κεκοσμημένας. Ἀπόχρη δὲ τὸ κατὰ τῶν πρέσβεων μόνον τεκμηριῶσαι τὸν ἄνδρα ὁποῖος. Δείσας γὰρ μὴ τῶν ἐκκλησιῶν ἐπιλήψαιτο Ἀθανάσιος, ὑπὲρ οὗ καὶ ἡ πρεσβεία μάλιστα ἦν, παιδίσκην, διὰ τοῦ προειρημένου Ὀνάγρου ἐκ χαμαιτυπείου μισθῷ διαφθείρας, ὑποβάλλει τῇ οἰκίᾳ τῶν ἐπισκόπων· ἔπειτα λόχον πόῤῥωθεν στήσας καγουργίας μεστὸν, ἀθρόον ἐπιστῆναι παρασκευάζει τῇ καταγωγῇ τῶν θείων ἀνδρῶν.

Ὧν ἕτερος, αἰσθόμενος τῆς ἀκολάστου τὸν ψόφον, ἡνίκα εἰσῄει, δαίμονα οἰηθεὶς, ψαλμὸν ὑπῇδε. Τοῦ δὲ δράματος, ὅθεν καὶ ὅπως γέγονε, κρίσει τοῦ κρατοῦντος ἀνευρεθέντος, ὡς αὐτουργὸς τῆς ἀθεμίτου πράξεως καθῄρηται Στέφανος· Λεόντιος δὲ εἰς ἐπιτροπὴν τῆς Ἀντιοχέων ἐκκλησίας κρίθη (sic). Ὃν Ἀθανάσιος ὡς περὶ τὸ δόγμα κίβδηλον ἐξετρέπετο· τοῖς δ᾽ ἀπὸ τοῦ Εὐσταθίου ἐν ἰδιωτῶν οἰκίαις ἐκκλησιάζουσιν ἐκοινώνει.

Εἰ μὲν, μηδενὸς ὑποκειμένου, περὶ πίστεως γράφουσι, περιττὸν τὸ ἐπιχείρημα καὶ ἐπιβλαβὲς, ὅτι, μηδεμιᾶς ζητήσεως οὔσης αὐτοῖς, πρόφασιν λογομαχίας παρέχουσιν, ἀνασκευάζοντες τὰς ἀκάκους τῶν ἀδελφῶν καρδίας, καὶ παρασπείροντες ἃ μηδὲ εἰς νοῦν αὐτῶν ποτε ἀνέβη· εἰ δὲ διὰ τὴν Μακεδονίου αἵρεσιν ἀπολογούμενοι γράφειν ἐπιχειροῦσιν, ἔδει τῶν κακῶν φυτῶν τὰ σπέρματα προανελεῖν, καὶ τοὺς αὐτὰ παρασχόντας στηλιτεῦσαι, καὶ οὕτως τὰ ἀντ᾽ ἐκείνων γράφειν ὀρθῶς, ἢ ἐκδικεῖν φανερῶς τὰ Μακεδονίου, ἵνα μὴ κεκρυμμένοι, ἀλλὰ φανερῶς πνευματομάχοι δεικνύωνται, καὶ πάντες αὐτοὺς φεύγωσιν ὡς ἀπὸ προσώπου ὄφεως. Νῦν δὲ κἀκεῖνα κρύπτουσι, καὶ περὶ ἄλλων προσποιούμενοι γράφουσιν· ὥσπερ οἱ τῶν σεσηπότων μελῶν παρατρέχοντες ἰατροὶ περὶ τῶν ὑγιαινόντων διαλέγονται, ἢ ἀγνοοῦντες ἢ τέχνῃ πανούργως χρώμενοι. Οὐδεὶς γὰρ, ἐγκαλούμενος περὶ μοιχείας, ἀπολογεῖται περὶ κλοπῆς· οὐδὲ φόνου τις ἔγκλημα διώκων, ἀνέχεται τῶν κατηγορουμένων εἰ ἀπολογοῖντο λέγοντες, Οὐκ ἐπιωρκήσαμεν, ἀλλὰ καὶ τὴν παρακαταθήκην ἐφυλάξαμεν. Μᾶλλον γάρ ἐστι τοῦτο παίγνιον ἢ λύσις ἐγκλήματος καὶ ἀληθείας ἀπόδειξις.