Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀποσπάσματα διάφορα

Μέγας Αθανάσιος

Θεολογία της ομοουσιότητας και ποιμαντικές νουθεσίες

Καταδίκη της χρήσης μαγικών φυλακτών, θεολογική ανάπτυξη της ενότητας Πατρός και Υιού και σχόλια για την αύξηση του ανθρωπίνου γένους των πρωτοπλάστων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 8

Ἀθανασίου Ἀλεξανδρείας περὶ ἅπτων. Ἐάν τις περιπέπτωκεν ἀνωμαλίᾳ δυσανιάτῳ, ψαλλέτω· Ἐγὼ εἶπον, Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι, ἐπιμελόμενος τῆς προσευχῆς καὶ μεταδιώκων τὴν ἐλεημοσύνην, πειθόμενος τῆς ἐπουρανίου σοφίας· Τέκνον, ἐν καιρῷ ἀῤῥωστήματός σου μὴ παραβλέψῃς· ἀλλ᾽ εὖξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε. Τὰ γὰρ περίαπτα καὶ αἱ γοητεῖαι μάταια βοηθήματα ὑπάρχουσιν. Εἰ δέ τις αὐτοῖς κέχρηται, γινωσκέτω τοῦτο σαφῶς, ὅτι ἑαυτὸν ἐποίησεν ἀντὶ πιστοῦ ἄπιστον, ἀντὶ δὲ Χριστιανοῦ ἐθνικὸν, ἀντὶ δὲ συνετοῦ ἀσύνετον, ἀντὶ δὲ λογικοῦ ἀλόγιστον. Καταντλεῖ γάρ σοι γραῦς διὰ κʹ ὀβολοὺς, ἢ τετάρτην οἴνου ἐπαοιδὴν τοῦ ὄφεως· καὶ σὺ ἕστηκας ὡς ὄνος χασμώμενος, φορῶν δὲ ἐπὶ τὸν αὐχένα τὴν ῥυπαρίαν τῶν τετραπόδων, παρακρουσάμενος τὴν σφραγῖδα τοῦ σωτηρίου σταυροῦ. Ἣν σφραγῖδα οὐ μόνον νοσήματα δεδοίκασιν, ἀλλὰ καὶ πᾶν τὸ στῖφος τῶν δαιμόνων φοβεῖται καὶ τέθηπεν.

Ὅθεν καὶ πᾶς γόης ἀσφράγιστος ὑπάρχει. Ὥσπερ οὖν βασιλεὺς, λῄσταρχον εὑρὼν κατακρατοῦντα πόλεις, ἁρπάζοντα πανταχόθεν, εἰς τὰ σπήλαια καταδυόμενον, ἀποτιθέμενον ἐκεῖ τὸν πλοῦτον, δήσας μὲν τὸν λῄσταρχον, ἐκεῖνον μὲν τιμωρίᾳ παραδίδωσι, τὸν δὲ θησαυρὸν αὐτοῦ μεταφέρει εἰς τὰ ταμιεῖα τὰ βασιλικά· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν, ἔδησε τὸν λῄσταρχον καὶ τὸν δεσμοφύλακα διάβολον καὶ τὸν θάνατον· καὶ τὸν πλοῦτον αὐτῶν, ἁπάντων ἀνθρώπων τὸ γένος μετήγαγεν εἰς τὰ ταμιεῖα τὰ δεσποτικά.

Διὰ τοῦτο καὶ Παῦλος βοᾷ λέγων· Ὅτι ἐλυτρώσατο ἡμᾶς ἐκ τοῦ σκότους, καὶ μετήγαγεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Καὶ τὸ ἐν Πατρὶ τὸν Υἱὸν εἶναι, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τοῦτό ἐστι τὸ Υἱὸν εἶναι Θεοῦ, τὸν ἐκ τοῦ Θεοῦ γεγεννημένον, Θεὸν ὄντα κατὰ τὴν φύσιν, ὥσπερ ὁ Πατὴρ, καὶ δεικνύντα τὸ πατρῷον εἶδος ἐν ἑαυτῷ, καὶ δεικνύμενον ἐπὶ τῆς πατρικῆς ὑποστάσεως.

Εἷς οὖν καὶ εἷς, καὶ ἡ δυὰς οὐ μεμέρισται τῇ φύσει, ἀνενδεὴς οὖσα τῇ τελειότητι· ὅλον μὲν τὸ πλήρωμα τῆς θεότητος ὁ Πατὴρ ὡς πατήρ· ὅλον δὲ τὸ πλήρωμα τῆς θεότητος ὁ Υἱὸς ὡς υἱός. Ἐπειδὴ δι᾽ ἀμφοτέρων ἒν εἶδος νοεῖται, ὁλοκλήρως ἐν ἀμφοτέροις δεικνύμενον. Ἐρωτᾷς δὲ πῶς οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ· ὅτι καὶ οὗτος τοιοῦτός ἐστιν, οἷος κἀκεῖνος, κἀκεῖνος, οἷος οὗτος. Οὕτως καὶ ἓν τὰ δύο, τὸ μὴ διαλλάττειν, μηδὲ ἀπεσχοινίσθαι, μηδὲ καθ᾽ ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν Υἱόν· ἀλλ᾽ εἶναι Θεὸν ὥσπερ καὶ ὁ Πατήρ.

Οὕτω καὶ παρὰ τὴν ἀρχὴν, εἰ τοῖς προστάγμασιν αὐτοῦ πεισθέντες οἱ περὶ τὸν Ἀδὰμ τῆς ἡδονῆς ἐκράτησαν τοῦ ξύλου, οὐκ ἂν ἠπόρησεν ὁδοῦ, δι᾽ ἧς τὸ τῶν ἀνθρώπων αὐξῆσαι γένος. Καὶ πῶς ἂν, φησὶν, αἱ τοσαῦται μυριάδες τῶν ἀνθρώπων ἐγένοντο; Ἐγὼ δέ σε πάλιν ἐρωτῶ, ἐπειδή σε σφόδρα παρέμεινε κατασείων οὗτος ὁ φόβος, πῶς ὁ Ἀδὰμ, πῶς δὲ ἡ Εὔα, μὴ μεσιτεύοντος γάμου;