Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογοι δύο κατὰ Μακεδονιανῶν

Μέγας Αθανάσιος

Προοίμιο, θεότητα και προσκύνηση του Αγίου Πνεύματος

Εισαγωγή στον πρώτο διάλογο, αναίρεση των ισχυρισμών των Πνευματομάχων και τεκμηρίωση της ομοουσιότητας και της οφειλόμενης προσκύνησης προς το Άγιο Πνεύμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 7

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Λόγος ἐν εἴδει διαλέξεως μετὰ Μακεδονιανοῦ Πνευματομάχου. Ἀπεστείλαμεν τῇ σῇ συνέσει τὸ παρὸν σύνταγμα ὑπὲρ τοῦ ἀναγνόντα σε δοκιμάσαι καὶ τὰ παρὰ τῶν αἱρετικῶν, τῶν τὰ Μακεδονίου φρονούντων εἰρημένα, καὶ τὰ παρ᾽ ἡμῶν ἀντιτεθέντα. Τὰ μὲν οὖν ὑπ᾽ ἐκείνων τεθέντα, ἐν τῷ σχεδαρίῳ ταῦτά εἰσιν· Εἰ ἔστι Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἔστι Πατὴρ ἢ Υἱός· εἰ δὲ μὴ, οὐ Θεός. Καὶ ἡμεῖς πρὸς αὐτόν· Ἐδέξω σαυτῷ τό· Εἰ ἔστι Θεὸς τὸ Πνεῦμα, ἔστι Πατὴρ ἢ Υἱὸς, ὡς τοῦ Πατρὸς διὰ τοῦτο ὄντος Θεοῦ, ἐπειδὴ Πατήρ ἐστι, καὶ ὡς τοῦ Υἱοῦ διὰ τοῦτο ὄντος Θεοῦ, ἐπειδὴ ὁ Υἱός ἐστιν. Εἰ οὖν διὰ τοῦτο Θεός ἐστιν ὁ Πατὴρ, ἐπειδὴ Πατὴρ, οὐ Θεὸς ὁ Υἱὸς, ἐπειδὴ οὐ Πατήρ.

Καὶ εἰ διὰ τοῦτό ἐστι Θεὸς ὁ Υἱὸς, ἐπειδὴ Υἱὸς, οὐ Θεὸς ὁ Πατὴρ, ἐπειδὴ οὐχ Υἱός· οὐκ ἄρα, ἐὰν ᾖ Θεὸς τὸ Πνεῦμα, πάντως ἐστὶ Πατὴρ, ἢ Υἱός. Τὸ γὰρ «Θεὸς» ὄνομα, φύσεώς ἐστι θεωρουμένης, εἴτουν διαθεούσης τὰ πάντα δηλωτικόν· τὸ δὲ «Πατὴρ» σχετικὸν, καὶ τὸ «Υἱὸς» ὁμοίως. Οὔτε δὲ τὸ τῆς σχέσεως ὄνομα τὴν διαθέουσαν, ἢ τὴν θεωρουμένην τι φύσιν σημαίνει· οὔτε τὸ τῆς τι θεωρουμένης ἢ διαθεούσης φύσεως ὄνομα, τὴν πρὸς Υἱὸν σχέσιν εἰσάγει. Πρὸς τούτοις, προσποιησάμενος Ὀρθοδόξου πρόσωπον, ἑαυτὸν ἠρώτα· Οὐ προσκυνητὸν οὖν; καὶ ἔπειτα πάλιν αὐτὸς ἑαυτῷ· Ἀπολείπεται τῆς τοιαύτης ἀξίας τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς γὰρ προσκυνητέον τὸ μήτε Πατὴρ, μήτε Υἱός;

Ἡμεῖς δὲ πρὸς αὐτόν· Εἰ μὲν διὰ τοῦτο προσκυνεῖς τὸν Πατέρα, ἐπειδὴ Πατήρ ἐστι, καὶ τὸν Υἱὸν, ἐπειδὴ Υἱός ἐστι· προσκυνεῖς καὶ πάντα πατέρα, καὶ πάντα υἱόν· εἰ δὲ οὐ διὰ τοῦτο προσκυνητὸς ὁ Πατὴρ, ἐπειδὴ Πατὴρ, οὐδὲ διὰ τοῦτο προσκυνητὸς ὁ Υἱὸς, ἐπειδὴ Υἱὸς, ἀλλὰ δι᾽ αὐτὴν τὴν φύσιν· ταύτην ζητητέον. Καὶ εἰ μὲν εὑρεθείη καὶ τὸ Πνεῦμα τῆς αὐτοῦ φύσεως, προσκύνει· εἰ δὲ μὴ εὑρεθείη, χωρίς. Ζητεῖται γὰρ οὐχὶ, εἰ Πατήρ ἐστι τὸ Πνεῦμα, οὐδ᾽ εἰ Υἱός· ἀλλ᾽ εἰ τῆς αὐτῆς φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ. Πρὸς τοῦτο πάλιν ἑαυτῷ ἀντιτίθησιν, ὡς παρὰ Ὀρθοδόξου εἰρημένον· Οὐ γέγραπται, ὅτι «Πνεῦμα ὁ Θεός;» Εἶτά φησιν αὐτός· Πνεῦμά ἐστιν ὁ Θεὸς, καὶ οὐχὶ τὸ Πνεῦμα Θεός. Πᾶν γὰρ εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα· οὐκ εἴ τι Πνεῦμα, τοῦτο δὴ καὶ Θεός. Ἡμεῖς δὲ πρὸς αὐτόν· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τὴν τῶν Γραφῶν κατεῖχες μνήμην, οὐκ ἂν ἀπεφήνω τοῦτο. Οὐ πᾶν γὰρ εἴ τι Θεὸς, τοῦτο καὶ τὸ Πνεῦμα. Καὶ γὰρ ὁ Μωσῆς θεὸς ἐκλήθη· «Ἰδοὺ γὰρ τίθημί σε θεὸν τοῦ Φαραώ·» ἀλλὰ καὶ Ἀαρὼν τοῦ αὐτοῦ ἀδελφοῦ· «Ἔσῃ γὰρ αὐτῷ, φησὶν, εἰς θεὸν, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι εἰς προφήτην.»

Καὶ ὁ Υἱὸς ἐν τοῖς Εὐαγγελίοις λέγει περὶ τῶν ἁγίων· «Εἰ οὖν ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται ἡ Γραφὴ λυθῆναι·» καὶ, «Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν·» καὶ ἐν ἑτέροις· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών·» καὶ, «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, καὶ ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ·» καὶ, «Θεοὺς οὐ κακολογήσεις,» γέγραπται. Κατὰ γοῦν τὴν σὴν σοφίαν, εἰ πᾶν εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα, πάντες οἱ προειρημένοι ἄνθρωποι καὶ θεοὶ, Πνεύματά εἰσιν. Εἰ δὲ θεὸς Μωσῆς, καὶ ἕκαστος τῶν προειρημένων, καὶ οὐ Πνεύματα, οὐκ ἄρα πᾶν εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα· οὐδὲ πᾶν εἴ τι Πνεῦμα, τοῦτο καὶ Θεός. Καὶ γὰρ τὰ δαιμόνια ὑμῶν τῶν αἱρετικῶν πνεύματά εἰσι, καὶ οὐκ εἰσὶ θεοί.

Ἔτι πρόσωπον εἰσαγαγὼν Ὀρθοδόξου, Δῶμεν, φησὶν, ὡς οὐ θεολογεῖται τὸ Πνεῦμα, ὅμως κυριολογεῖται· γέγραπται γάρ· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἔτι φησίν· Εἰπὲ αὐτὸς τὸ ἐπαγόμενον· «Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Περὶ τοῦ Κυρίου λέγει, φησὶν, ὅτι ὁ Κύριος τὸ Πνεῦμά ἐστιν. Ἡμεῖς δὲ πρὸς αὐτόν· Ἀληθῶς τὸ, «Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν,» περὶ ὑμῶν εἴρηται.

Τοῦ γὰρ ἐπαγομένου φανερῶς δεικνύντος, ὅτι τὸ Πνεῦμά ἐστιν, οὗ εἴρηται, «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν,» ἠπάτησας αὐτὸς ἑαυτὸν, ἵνα ἐκ τοῦ στόματός σου ἔλεγχος προέλθῃ, καὶ ἀκούσῃς, ὅτι «Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε.» Τὸ γὰρ ἐπαγόμενόν ἐστιν· «Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Τὸ δὲ ὂν Πνεῦμα Κυρίου, Κυρίου ἐστὶ Πνεῦμα, ὅπερ εἴρηται Κύριος. Ὡς γὰρ Υἱὸς Κύριος ὢν, Κύριός ἐστιν· οὕτως τὸ Πνεῦμα, Κύριος ὂν, Κύριός ἐστιν.

Καὶ πάλιν ἑαυτῷ πρόσωπον ποιησάμενος, ἑαυτὸν ἠρώτα· Οὐδὲ προσκυνητόν ἐστιν; ἔπειτα αὐτὸς ἑαυτῷ· Οὐκ ἔστιν· οὐδὲ γὰρ γέγραπται. Εἶτα πάλιν λαβὼν Ὀρθοδόξου πρόσωπον, λέγει· Εἰ ἀνθρώποις προσεκύνησαν ἄνθρωποι, φέρε εἰπεῖν, ὡς Ναθὰν ὁ προφήτης τῷ Δαβίδ· γέγραπται γάρ· «Εἰσῆλθε κατὰ πρόσωπον τοῦ βασιλέως Ναθὰν ὁ προφήτης, καὶ προσεκύνησεν αὐτὸν ἐπὶ τὴν γῆν·» διὰ τί μὴ καὶ τῷ Πνεύματι προσκυνήσομεν πρὸ πάντων ἀνθρώπων;

Καὶ αὐτὸς ἑαυτῷ πάλιν ἐπάγει· «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις·» μὴ καὶ τῷ Πνεύματι; Τὸ Πνεῦμα Κύριος οὐκ ἔστιν· ἀλλ᾽ οὔτε Θεός· πῶς οὖν ἔσται προσκυνητὸν, μὴ ὂν ἐν τῷ τῆς προσκυνήσεως ὅρῳ; «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Δεῖ γὰρ ἀληθῶς τὸν προσαγόμενον Θεῷ, δι᾽ ἑτέρου τῷ ἁγίῳ Πνεύματι προσάγεσθαι. Εἰ προσκυνήσω λοιπὸν τῷ ἁγίῳ Πνεύματι, διὰ τίνος ἢ ἐν τίνι προσκυνήσω προσαχθεὶς αὐτῷ; Τί οὖν ὑμεῖς πρὸς ταῦτα; Δικάσεταί σε ἐν ἡμέρᾳ κρίσεως Ναθὰν ὁ προφήτης, ὡς οὐ παρὰ τὸν νόμον πεποιηκὼς καὶ προσκυνήσας τῷ Δαβίδ. Προσήγαγες γὰρ τὸ ῥητὸν, ὡς ὀφείλων καταδικάσαι αὐτὸν παρανομήσαντα. Εἰ γὰρ ἐκεῖνος τῷ Δαβὶδ προσεκύνησε (γέγραπται δέ· «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις»), παρὰ τὸν νόμον πεποίηκε κατὰ τὴν σὴν κατηγορίαν. Ἡμεῖς δὲ οὐ κατηγοροῦμεν τοῦ προφήτου· μὴ γένοιτο! ἀλλὰ διὰ τοῦτο μάλιστα λέγομεν προσκυνητὸν τὸ ἅγιον Πνεῦμα. Οὐκ ἂν γὰρ τῷ Δαβὶδ προσεκύνησεν ὁ προφήτης, εἰ ψιλὸν ἄνθρωπον ἐγίνωσκεν· ἀλλὰ Χριστὸν Κυρίου διδαχθεὶς αὐτὸν εἶναι, ἐν ἐλαίῳ ἁγίῳ χρισθέντα, προσεκύνει αὐτὸν διὰ τὴν ἐν τῷ ἐλαίῳ τοῦ Πνεύματος ἐνέργειαν Πῶς δὲ, «ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος,» τὸ, «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις,» ἀκούσας, τοῦ ἑξῆς οὐκ ἐπήκουσας, τοῦ, «Καὶ αὐτῷ μόνῳ λατρεύσεις;»

Τοῦτο δὲ ποιεῖς, ἵνα μὴ ἀκούσῃς τὸ, «Μόνῳ λατρεύσεις.» Τίνι; τῷ Πατρὶ, ἢ τῷ Υἱῷ; Καὶ πῶς μόνῳ ἐρεῖς; Ἐὰν ᾖς Χριστιανὸς, ὅτι διὰ τὸ ταυτὸν τῆς φύσεως. Ἐὰν δειχθῇ οὖν καὶ τὸ Πνεῦμα τῆς αὐτῆς φύσεως, τὸ, «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» Πατέρα καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα λέγει, διὰ τὸ ταυτὸν τῆς φύσεως. Εἰ δὲ μὴ, ἀναγκασθήσῃ ἐπὶ ἑνὸς προσώπου δεχόμενος, τῷ «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» ἢ τὸν Υἱὸν παρακούσασθαι, ἢ τὸν Πατέρα παραγράψασθαι. Ἐὰν οὖν δειχθῇ τῆς αὐτῆς εἶναι φύσεως καὶ θεότητος τῷ Υἱῷ καὶ τῷ Πατρὶ, καὶ τὸ Πνεῦμα τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκχυθὲν, καὶ προσκυνητὸν καὶ λατρευτὸν ἀποδειχθήσεται. Πειρασόμεθα δὲ σὺν εὐμενείᾳ αὐτοῦ τοῦ Πνεύματος δεῖξαι ταυτὴν τὴν φύσιν ἐκ τῶν θείων λογίων. Καὶ τὸ, «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ,» οὐ κατὰ τῆς τοῦ Πνεύματός ἐστι προσκυνήσεως. Ὡς γὰρ αὐτὸν τὸν Θεὸν Πατέρα ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦντες, οὐκ ἀποστεροῦμεν τῆς ἀληθείας τὴν προσκύνησιν, ἀλλ᾽ ἴσμεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς ἡ ἀλήθεια, καὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦντες τὸν Θεὸν, προσκυνοῦμεν τὴν ἀλήθειαν· οὕτω δὴ καὶ τὸ Πνεῦμα προσκυνοῦμεν, ὡς τὴν ἀλήθειαν.

Εἰ δὲ, ἐπειδὴ ἐν Πνεύματι προσκυνοῦμεν, οὐ προσκυνεῖς τὸ Πνεῦμα, καὶ ἐπειδὴ ἐν ἀληθείᾳ προσκυνοῦμεν, οὐ προσκυνεῖς τὴν ἀλήθειαν, καὶ νομίζεις δὲ ἐλαττοῦσθαι τὴν τοῦ Πνεύματος ἀξίαν, ἐπειδὴ ἐν αὐτῷ τὸν Υἱὸν Κύριον ὁμολογοῦμεν· ἐλαττώσεις ἄρα καὶ τὴν τοῦ Πατρὸς ἀξίαν, ἐπειδὴ «οὐδεὶς ἔρχεται πρὸς τὸν Υἱὸν, ἐὰν μὴ ὁ Πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐτὸν πρὸς αὐτόν.» Τοῦτο γὰρ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· καὶ ὁ Ἀπόστολος βοᾷ· «Πιστὸς ὁ Θεὸς, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ αὐτὸς ὁ Πατὴρ ἐν τοῖς προφήταις, πρὸς αὐτὸν τὸν Υἱὸν λέγει· «Ἰδοὺ προσήλυτοι διελεύσονταί σοι δι᾽ ἐμοῦ.» Εἰ δὲ καὶ διὰ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν καλούμεθα, οὐκ ἐλαττοῦσθαι ἄρα τούτου ἕνεκεν τῆς ἀξίας τὸ Πνεῦμα. Προσαγόμεθα τῷ Πνεύματι. Ἀνάγνωθι τὰς Γραφὰς καὶ μάθε, ὅτι, ὥσπερ διὰ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, καὶ διὰ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Ἀντιστρέφει γὰρ, καθὼς προαποδέδοται.

Ὡς οὖν διὰ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, οὕτως διὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα. Οὐ γὰρ πρότερον ἐνοικήσαντος τοῖς ἀποστόλοις τοῦ Πατρὸς, ἐγνώσθη ὁ Υἱός· ἀλλὰ πρότερον αὐτῶν γνόντων τὸν Υἱὸν, καὶ μαθητευθέντων, καὶ ἀποσταλέντων δύο δύο, ὡς γέγραπται, καὶ γραφέντων αὐτῶν τῶν ὀνομάτων ἐν τοῖς οὐρανοῖς, καὶ καταξιωθέντων τῆς θείας θεοπτείας ἐν τῇ ὀπτασίᾳ τῆς ἀναστάσεως, τότε δέδοται αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Θεοῦ, ὁδηγοῦντος αὐτοὺς πρὸς τὴν τοῦ Πνεύματος χάριν. Καὶ ὥσπερ λέγοντες Κύριον Ἰησοῦν, ἐκ τῆς ὁδηγίας αὐτοῦ τοῦ Πνεύματος τοῦτο γνόντες εἰρήκαμεν· οὕτως ὁδηγούμενοι παρὰ τοῦ Υἱοῦ εἰς τὴν τοῦ Πνεύματος γνῶσιν, ἐβαπτίσθημεν εἰς Πατέρα, καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· δηλονότι ἀποκαλύψαντος τοῦ Υἱοῦ τὴν εἰς τὸ Πνεῦμα μυσταγωγίαν.

Πῶς δὲ οὐ θέλεις προσκυνεῖσθαι τὸ Πνεῦμα τὸ ἅγιον, εἰς ὃ ἐβαπτίσθης; Τί γὰρ ἄρα μεῖζόν ἐστι, προσκύνησις ἢ βάπτισμα; Πῶς δὲ οὐχ ὁμολογούμενόν ἐστιν, ὅτι τῆς προσκυνήσεως τὸ βάπτισμα μεῖζον, ὅπου γε καὶ κατηχούμενοι προσκυνοῦσι Πατέρα καὶ Υἱὸν, οὐκ ἔχουσι δὲ τελειότητα, ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος; Εἰ δὲ μή εἰσι τέλειοι Χριστιανοὶ οἱ κατηχούμενοι πρὶν ἢ βαπτισθῶσι, βαπτισθέντες δὲ τελειοῦνται· τὸ βάπτισμα ἄρα μεῖζόν ἐστι τῆς προσκυνήσεως, ὃ τὴν τελειότητα παρέχει. Καὶ τοῦτό ἐστιν «ἡ λογικὴ καὶ ζῶσα λατρεία ἡμῶν,» ἣν ὁ Ἀπόστολος λέγει· «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Παρεστήσαμεν δὲ τὰ αὐτὰ λογικὴν λατρείαν, συνταφέντες τῷ Χριστῷ ἐν τῷ βαπτίσματι. Τὸ ἄρα, «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» τὴν τοῦ βαπτίσματος εἰσάγει διδασκαλίαν. Πρὸς τούτοις ἑαυτῷ ἐπήγαγεν, ὡς ἡμῶν εἰρηκότων· Εἰ μήτε Κύριός ἐστι, μήτε Θεὸς, μήτε προσκυνητὸς, πῶς συναριθμεῖται τῇ Τριάδι, Καὶ τότε τὸ ἑαυτοῦ τίθησι· Τῷ ὀνόματι συναριθμεῖται, φησὶ, τῷ τοῦ Πνεύματος, μὴ τῷ τοῦ Πατρὸς, ἢ Θεοῦ, ἢ Υἱοῦ συναριθμεῖται ὀνόματι. Οὕτως κάλει, μήτε πλεῖον οὗ ἔχει· ἀρκεῖται γὰρ τῷ οἰκείῳ ἀξιώματι.