Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογοι δύο κατὰ Μακεδονιανῶν

Μέγας Αθανάσιος

Δεύτερος διάλογος: Η πρόσληψη ανθρώπινης ψυχής από τον ενσαρκωμένο Λόγο

Έναρξη του δεύτερου διαλόγου και αναίρεση της πλάνης περί άψυχης σάρκωσης του Χριστού, μέσα από την ανάλυση των φυσικών παθών και της αναγκαιότητας της λογικής ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 7

ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ Ἑτέρα διάλεξις πρὸς Μακεδονιανὸν, περὶ τοῦ, εἰ ἐφόρεσε σῶμα ἔμψυχον ὁ τοῦ Θεοῦ Λόγος. ΜΑΚΕΔΟΝΙΑΝΟΣ. Οὐ μόνον σφάλλεσθε λέγοντες, ὅτι ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ᾽ ὅτι καὶ ψυχὴν εἶχε σαρκωθεὶς ὁ Κύριος. ΟΡΘΟΔΟΞΟΣ. Οὐ μόνον εὐσεβοῦμεν λέγοντες, ὅτι ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ᾽ ὅτι καὶ ψυχὴν εἶχε σαρκωθείς. Οὐδὲν δὲ μέγα ποιεῖς ἀρνούμενος τὸ ὁμοούσιον, εἰ ψυχὴν αὐτὸν ἔχειν ἀρνῇ.

Τοῦτο γάρ ἐστιν ἴδιον τῶν τὸ ἑτερούσιον καὶ τὸ ἀνόμοιον λεγόντων. Ἵνα γὰρ παθητὴν τὴν οὐσίαν τοῦ Μονογενοῦς εἴπωσιν, ἄψυχον λέγουσι, καὶ ἐκ τούτου κατασκευάζουσι τὸ ἀνόμοιον. Μακεδ. Ἀλλ᾽ ἡμεῖς ἀνόμοιον μὲν οὐ λέγομεν, ἄψυχον δὲ λέγομεν. Ὀρθ. Ὁμολογεῖς, ὅτι παρὰ τῷ θανάτῳ ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν, ὡς ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ γέγραπται, καὶ ἐν τῷ κατὰ Μάρκον, Ἤρξατο θαμβεῖσθαι καὶ ἀδημονεῖν; Μακεδ. Ναί. Ὀρθ. Ἀδημονεῖ δὲ καὶ ἐκθαμβεῖται θεότης τὸν θάνατον, ἢ τὸ ἄψυχον σῶμα; Μακεδ. Δηλονότι ἡ θεότης σεσαρκωμένη.

Ὀρθ. Ἀνόμοιος ἄρα ἡ τοῦ Υἱοῦ θεότης τῇ τοῦ Πατρὸς θεότητι; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Εἰ ἀδημονεῖ καὶ ἐκθαμβεῖται τὸν θάνατον, πῶς δύναται ὅμοιος εἶναι καὶ ἀπαράλλακτος τῷ μήτε ἀδημονοῦντι, μήτε λυπουμένῳ, μήτε ἐκθαμβουμένῳ;

Μακεδ. Ἐπειδὴ σῶμα ἀνθρώπινον ἔσχεν, ἀδημονεῖ. Ὀρθ. Σῶμα δὲ ἄψυχον οὐκ ἀδημονεῖ, οὐκ ἐκθαμβεῖται, οὐ λυπεῖται. Μακεδ. Ἀλλ᾽ εἶχε θεότητα ἀντὶ τῆς ψυχῆς. Ὀρθ. Τὸ σῶμα ἐποίει τὴν θεότητα ἐκθαμβεῖσθαι, ἢ ἡ θεότης τὸ σῶμα; Μακεδ. Διὰ τὸ σῶμα ἡ θεότης ἐξεθαμβεῖτο. Ὀρθόδ. Ἐθολοῦτο οὖν ἡ θεότης ὑπὸ σώματος, ὡς τὸ ἡγεμονικὸν ἡμῶν.

Μακεδ. Μὴ γένοιτο εἰπεῖν! Ὀρθ. Ἀνάγκη οὖν δοῦναι ψυχὴν τὴν θολουμένην. Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Πῶς οὖν ἀκούσῃ τοῦ ἀγγέλου λέγοντος τῷ Ἰωσήφ· «Παράλαβε τὴν μητέρα καὶ τὸ παιδίον, καὶ φεῦγε εἰς Αἴγυπτον· μέλλει γὰρ ὁ Ἡρώδης ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου·» καὶ πάλιν· «Ἐγερθεὶς παράλαβε Μαριὰμ τὴν γυναῖκά σου, καὶ δεῦρο εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου·» καὶ αὐτὸς ὁ Κύριος λέγει· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·» καὶ πάλιν· «Ὅτε θέλω, τίθημι αὐτὴν, καὶ ὅτε θέλω, λαμβάνω αὐτήν;» Μακεδ. Ἐπειδὴ καὶ ὁ Πατὴρ λέγει, «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου,» ἆρα διὰ τοῦτο καὶ τὸν Πατέρα ψυχὴν ἔχειν λέξομεν; Ὀρθ. Πρῶτον ὃ παρήγαγες ῥητὸν οὐκ ἐνόησας. Οὐ γὰρ ἔχεις δεῖξαι, ὅτι Πατήρ ἐστιν ὁ λέγων. Μακεδ. Ἀλλὰ τίνος ἐστὶν ἡ φωνή; Ὀρθ.

Τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ εἰρηκότος· «Ἔγνω βοῦς τὸν κτησάμενον αὐτὸν, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκε.» Μακεδ. Οὗτος οὖν ἐστιν ὁ λέγων· «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» Ὀρθ. Καὶ πάνυ. Τότε γὰρ αὐτὰ ἐμίσησεν, ὅτε ἐνηνθρώπησε, καὶ τὴν Καινὴν Διαθήκην διέθετο.

Μακεδ. Καὶ εἶχε ψυχὴν, ὅτε ὤφθη τῷ Ἡσαΐᾳ; Ὀρθ. Ὥσπερ οὐκ εἶχε χεῖρας καὶ πόδας σωματικοὺς, οὔτε μὴν ἱμάτια σωματικὰ πρὸ τῆς ἐνανθρωπήσεως, ὅτε ἔλεγεν, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλήρους,» ἀλλὰ τὰ μέλλοντα γίνεσθαι ἔλεγεν· οὕτω καὶ περὶ ψυχῆς λέγων εἶπε· «Μισεῖ ἡ ψυχή μου.» Μακεδ. Δῶμεν, ὅτι ἡ φωνὴ τοῦ Υἱοῦ ἐστι· μὴ καὶ ὅτε ἔλεγεν, «Ἰδοὺ ὁ Παῖς μου ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ᾽ αὐτὸν,» ὁ Υἱός ἐστιν ὁ λέγων; Ὀρθ. Οὐκ ἔστιν ὁ Υἱὸς ὁ λέγων, ἀλλ᾽ ὁμολογουμένως ὁ Πατήρ. Οὐ μὴν ὡς αὐτὸς ψυχὴν ἔχων ταῦτα λαλεῖ· ἀλλὰ πᾶσαν ψυχὴν ἁγίαν, ἑαυτοῦ ψυχὴν λέγει. Ἥτις οὖν ψυχὴ εἰς τὸν Υἱὸν ηὐδόκησε, αὕτη μου, φησὶν, ἔστιν ἡ ψυχή. Ὡς γὰρ ὁ δίκαιος ἄνθρωπος, τοῦ Θεοῦ λέγεται ἄνθρωπος· οὕτω καὶ ἡ δικαία ψυχὴ τοῦ Θεοῦ λέγεται καὶ ἔστι ψυχή. Μακεδ. Τί οὖν ἐστιν εὐδοκία; Ὀρθ.

Ὁ προφήτης Ἡσαΐας τὸ ηὐδόκησε, προσεδέξατο, εἶπε, λέγων· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ Πνεῦμά μου ἐπ᾽ αὐτόν.» Ἥτις οὖν ψυχὴ τοῦτον, ὃν δείκνυμι ὑμῖν παῖδά μου, προσεδέξατο, αὕτη μου ἐστὶ ψυχή. Μακεδ. Ἡμεῖς καταχρηστικῶς τὸν Πατέρα λέγομεν εἰρηκέναι τὴν φωνήν.

Οὔτε γὰρ ψυχὴν ἔχων ὁ Πατὴρ λέγει· «Εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου·» οὔτε, ὡς σὺ νενόηκας, περὶ τῆς τῶν ἀνθρώπων ψυχῆς λέγει. Ὀρθ. Δῶμεν, ὅτι καταχρηστικῶς εἴρηται περὶ τοῦ Πατρός· ἆρα καὶ περὶ τοῦ Υἱοῦ καταχρηστικῶς εἴρηται; Μακεδ.

Ναί. Ὀρθ. Ἐὰν οὖν καὶ ἄνθρωπος λέγηται ὁ Πατὴρ, καταχρηστικῶς εἴρηται· καὶ εἰ περὶ τοῦ Πατρὸς, ἆρα καὶ τὸν Υἱὸν καταχρηστικῶς ἄνθρωπον λέξομεν; Μακεδ. Ποῦ γέγραπται καταχρηστικῶς ὁ Πατὴρ ἄνθρωπος; Ὀρθ. Αὐτὸς ὁ Υἱὸς ἐν τοῖς Εὐαγγελίοις λέγει αὐτὸν ἄνθρωπον. Μακεδ. Ἀνάγνωθί μοι ποῦ αὐτὸν λέγει ἄνθρωπον. Ὀρθ. Ὅταν λέγῃ, «Ἄνθρωπός τις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ,» ποῖον λέγει ἄνθρωπον; Καὶ ὅταν λέγῃ· «Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς,» ποῖον νοεῖς ἄνθρωπον; Μακεδ. Ἐν παραβολῇ τὸν Πατέρα. Ὀρθ. Ἆρα οὖν, ἐπειδὴ ἐν παραβολαῖς τὸν Πατέρα λέγει ἄνθρωπον, καὶ ἐν αὐτῇ τῇ παραβολῇ καὶ ἑαυτὸν Χριστὸν ἄνθρωπον μετὰ τοὺς δούλους ἀπεσταλμένον, εἴποιμεν ἂν καὶ αὐτὸν τὸν Υἱὸν καταχρηστικῶς ἐνηνθρωπηκέναι;

Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ἐὰν δὲ ἀκούσωμεν πρόσωπον Πατρὸς, ὃ βλέπουσιν ἄγγελοι τῶν παιδίων, ὡς ἐν Εὐαγγελίοις γέγραπται· ἀκούσωμεν δὲ καὶ πρόσωπον Υἱοῦ, ὃ ἔλαμψεν ἐν τῷ ὄρει, καὶ ἐῤῥάπισεν ὁ ὑπηρέτης· οὕτως ἀκούσομεν τῶν σημαινομένων; ἢ τὸ μὲν σώματος πρόσωπον, τὸ δὲ καταχρηστικῶς ὀνομάσομεν πρόσωπον, ὅ ἐστιν ὑπόστασις;

Μακεδ. Ὁμολογουμένως ἄλλως ἐπὶ τοῦ Πατρὸς, καὶ ἄλλως ἐπὶ τοῦ Υἱοῦ. Ὀρθ. Οὐκ ἄρα, καὶ εἰ περὶ τοῦ Πατρὸς καταχρηστικῶς εἴρηται ψυχὴ, πάντως καὶ περὶ τοῦ Υἱοῦ· Μανιχαίων γὰρ αὕτη ἡ μανία, τὸ λέγειν μὴ ἐνηνθρωπηκέναι τὸν Υἱὸν τοῦ Θεοῦ.

Μακεδ. Ἐνηνθρωπηκέναι λέγομεν· ἀλλ᾽ οὐχὶ ψυχὴν εἰληφέναι. Ὀρθ. Μὴ λέγε ἐνηνθρωπηκέναι μόνον, ἀλλὰ καὶ σεσαρκῶσθαι. Εἰ γὰρ οὐκ ἔλαβεν ἔμψυχον σῶμα, οὐδὲ ἐνηνθρώπησε. Μακεδ. Διὰ τί; Ὀρθ. Ὅτι σῶμα ἄψυχον, τὸ μὴ κοινωνῆσαν ψυχῇ λογικῇ, οὐκ ἔστιν ἀνθρώπινον σῶμα. Πῶς δὲ ὡς «ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος,» οὕτως ἀκούετε τοῦ Πέτρου λέγοντος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὅτι «Οὔτε ἡ ψυχὴ αὐτοῦ κατελείφθη εἰς ᾅδου, οὔτε ἡ σὰρξ αὐτοῦ οἶδε διαφθοράν; Καὶ ὁ προφήτης Ἡσαΐας βοᾷ· »Ἐὰν δῶτε περὶ ἁμαρτίας τὴν ψυχὴν ὑμῶν, ὄψεσθε σπέρμα μακρόβιον.» Καὶ βουλεύσεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς· καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. Ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τῆς ἀνομίας αὐτῶν παρεδόθη.» Μακεδ. Καὶ ἡμεῖς ἴσμεν, ὅτι πολλαχοῦ εἴρηται ἐν τῇ Γραφῇ, ὅτι ψυχὴν εἶχεν· ἀλλὰ καταχρηστικῶς εἴρηται, καὶ οὐκ ἀληθείᾳ. Ὀρθ. Πάντα οὖν ὅσα εἴρηται περὶ αὐτοῦ ἀνθρώπινα, οἷον ἀκοὴ, ὅρασις, ὄσφρησις, φωνὴ, γεῦσις, ἐπιθυμία, λύπη, θάμβος, ἀδημονία, περίπατος, καταχρηστικῶς εἴρηται, καὶ οὐκ ἀληθείᾳ; Μακεδ.

Πάντα ταῦτα τὰ προειρημένα ἀληθῶς εἴρηται, ψυχὴ δὲ καταχρηστικῶς. Ὀρθ. Καὶ ὁ καταξιώσας κοπιῶντι τῷ σώματι, καὶ ἐξ ὀστέων, καὶ νεύρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ ἄλλων μελῶν τοῦ σώματος καὶ μερῶν συμπαγέντι ἑνωθῆναι, οὐκ εἶχε ψυχήν; Μακεδ. Τί χρείαν εἶχε ψυχῆς ἡ Ζωή; Ὀρθ.

Τί δὲ χρείαν εἶχε τῆς σαρκὸς, ὁ ἄνευ σαρκὸς ὀφθεὶς πρὸς τοὺς πατέρας ἡμῶν; Μακεδ. Εἰς τὸ σταυρωθῆναι χρείαν εἶχε σαρκός. Ὀρθ. Καὶ εἰς τὸ λυπηθῆναι, καὶ ἀδημονῆσαι, καὶ ἐκθαμβηθῆναι, καὶ ἐν ᾅδου γενέσθαι, χρείαν εἶχε ψυχῆς. Τοῦτο γάρ ἐστι τὸ μορφὴν δούλου λαβὼν, οὐ τὸ ἐν σώματι φανῆναι μόνον, ἀλλὰ καὶ τὸ τὰ πάθη τῆς δουλείας λαβεῖν.