Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογοι δύο κατὰ Μακεδονιανῶν

Μέγας Αθανάσιος

Η άκτιστη φύση, η ομοτιμία και το ομοούσιο του Αγίου Πνεύματος

Ανασκευή των επιχειρημάτων περί κτιστότητας του Πνεύματος, προβολή της φυσικής του αγιότητας, της συγκαθέδρας και της ισοτιμίας του με τον Πατέρα και τον Υιό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 7

Κἄν τε γὰρ θέλῃς πλεῖον οὗ ἔχει προσθεῖναι, οὐκ ἐφίεται· οὐ γὰρ ἐξ ὧν σὺ δοξάζεις προσλαμβάνεται τῷ ὅρῳ τοῦ πρὸ πάσης κτίσεως τιμήσαντος. Ἡμεῖς δὲ πρὸς αὐτόν· Συναρίθμησον καὶ πάντας ἀγγέλους τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἀκούσας παρ᾽ αὐτοῦ τοῦ Θεοῦ· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἀγαθὸν οὐ καταξιοῖς τῆς τοῦ ὀνόματος συναριθμήσεως· τοὺς δὲ ἀνθρώπους ἀναγκασθήσῃ, ἐξ ὧν δέδωκας, συναριθμῆσαι τῷ Θεῷ;

Ἡμεῖς δὲ οὐ τῷ ὀνόματι συναριθμοῦμεν (οὐδὲν γὰρ τοῦτο μέγα), ἀλλ᾽ αὐτῇ τῇ φύσει, ὡς ὕστερον ἀποδείξομεν, πρότερον ἐλέγξαντες τὴν ἐν τῷ σχεδαρίῳ σου ματαίαν ἀδολεσχίαν. Ἀληθῶς δὲ, καθὼς καὶ ἄκων ὡμολόγησας, κἂν θέλῃς αὐτῷ τι προσθεῖναι, λέγω δὴ τῷ ἁγίῳ Πνεύματι, οὐκ ἐφίεται· κἂν θελήσῃς ὑφελεῖν, σεαυτὸν ἀδικεῖς· ἀρκεῖται γὰρ τῷ οἰκείῳ ἀξιώματι, εἴπερ ἔστιν ἐπὶ Πνεύματος ἀξίωμα λέγειν.

Τοῦτο δὲ καὶ ἐπὶ τοῦ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ. Οὔτε γὰρ προσθεῖναί τι δύνῃ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, οὔτε ὑφελεῖν τι, κἂν θέλῃς ὑφελεῖν· σεαυτὸν γὰρ ἀδικεῖς· ἐπεὶ πάντα τέλεια ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ οὐδὲν ἀτελὲς, ἵνα καὶ προσλάβηται ἔξωθεν. Ὅρῳ γὰρ τοῦ πρὸ πάσης κτίσεως τετίμηται, ὡς αὐτὸς γέγραφας, διὰ τούτου παραστῆσαι θέλων μὴ εἶναι αὐτὸ αὐτοῦ Πνεῦμα τῇ ἀληθείᾳ, ἀλλὰ τῇ χάριτι, καθάπερ καὶ τὰ ἄλλα πάντα λειτουργικὰ, καὶ οὐ φύσει εἰσὶν αὐτοῦ πνεύματα.

Πρὸς τούτοις πάλιν ἑαυτῷ ἐπήγαγεν, ὡς παρ᾽ ἡμῶν αὐτῷ εἰρημένον· Οὐκ ἔστιν οὖν ὁμότιμον τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ πάλιν ἑαυτῷ ἀποφαίνεται· Οὐκ ἔστιν· ἐπειδὴ οὐδὲ γέγραπται. Περὶ μὲν γὰρ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γέγραπται· «Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Μὴ εἶπε, καὶ τὸ Πνεῦμα. Πρὸς ταῦτα ἡμεῖς πρὸς αὐτόν· Μακάρια τὰ ὦτα τὰ μὴ ἀκούσαντα ὑμῶν, καὶ ψυχαὶ αἱ φυλαχθεῖσαι ἄτρωτοι ἀπὸ τῶν ὑμετέρων λόγων. Καὶ πῶς, οὐ λογιζόμενος ὁμότιμον εἶναι τὸ Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὁμοτίμως εἰς αὐτὸ βαπτίζῃ; Ἢ οὐ δοκεῖ σοι τιμᾶσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν τῇ τοῦ βαπτίσματος ὁμολογίᾳ; Καὶ εἰ μὴ τοῦτό ἐστιν ἡ τιμὴ, τί καὶ βαπτιζόμεθα; Τί καὶ κινδυνεύομεν πᾶσαν ὥραν ἐπὶ τῷ φυλάξαι τὸ βάπτισμα ἄσπιλον, ἀγωνιζόμενοι πρὸς τὰς μεθόδους τοῦ διαβόλου; Πῶς δὲ οὐ δοκεῖ σοι πάσης θυσίας ἀνωτέρα εἶναι ἡ τῶν σωμάτων ἡμῶν παράστασις, τοῦ Ἀποστόλου λέγοντος· «Ὅπως παραστήσητε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ·» Πᾶσα δὲ θυσία εἰς τιμὴν Θεοῦ γίνεται. Ταύτην δὲ Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι προσηγάγομεν κἀν τῷ βαπτίσματι, οὐκ ἐν διαφόρῳ τόπῳ, οὐδὲ ἐν ἄλλῳ τρόπῳ τιμήσαντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα.

Καὶ ἔτι ἑαυτὸν ἐρωτᾷ, ὡς παρ᾽ ἡμῶν ἐπερωτώμενος· Τί οὖν; λέγεις τὸ Πνεῦμα κτίσμα; Οὐκοῦν ἔσται τῶν κτισμάτων ἕν. Εἶτα αὐτὸς ἑαυτῷ· Εἰ γέγραπται, λέγω· εἰ δὲ οὐ γέγραπται, οὐ λέγω. Καὶ πάλιν ἑαυτῷ ἀνθυποφέρει, ὡς παρ᾽ ἡμῶν ἐπενεχθὲν αὐτῷ, καί φησι· Γέγραπται, ὅτι «Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.» Καὶ αὐτὸς ἑαυτῷ· Ἀλλ᾽ οὐ κοινοποιεῖται τοῖς, πᾶσι μοναδικὸν ὂν τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ ἡ κοινότης τῶν λέξεων κοινοποιεῖται τὰς φύσεις· ἐπεὶ ἄρα ὁμοτιμία ἐν τοῖς κτίσμασιν. Ἡμεῖς δὲ πάλιν πρὸς ταῦτα· Εἰ φόβον Θεοῦ εἶχεν ἡ καρδία σου, οὐ γέγραφε πονηρίαν, ἀλλ᾽ ἐξ εὐθείας ἔλεγες, ὃ ἐφρόνεις.

Φοβῇ δὲ εἰπεῖν, οὐ τὸν Θεὸν φοβούμενος, ἀλλὰ τὸν ὄχλον, ὡς οἱ Φαρισαῖοι τὸ βάπτισμα Ἰωάννου φοβηθέντες εἰπεῖν, πόθεν ἦν. Καὶ φοβούμενος οὐ σιωπᾷς, ἀλλὰ βοᾷς· βοᾷς δὲ τοῖς εἰδόσι, τί ἐστιν, «ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.» Καὶ γὰρ διελογίσαντο οἱ Φαρισαῖοι· «Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; καὶ ἐὰν εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον.» Τοῦτο καὶ αὐτὸς διαλογίζῃ· Ἐὰν εἴπωμεν, Οὐκ ἔστι κτίσμα, ἐροῦσι· Διὰ τί οὖν οὐ προσκυνεῖς αὐτῷ; Ἐὰν εἴπω, Κτίσμα, φοβοῦμαι καὶ τὸν ὄχλον. Ὁ γὰρ λαὸς ἅπας λιθοβολήσει ἡμᾶς, ἀποταξάμενος τῇ κτίσει, καὶ συνταξάμενος Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι. Τί οὖν ποιεῖς; Κτίσμα λέγων κρύπτεις τὸν δόλον, καὶ αὐτὸ κατασκευάζεις εἰρηκώς· Ἀλλ᾽ οὐ κοινοποιεῖται τοῖς πᾶσι, μοναδικὸν ὃν, τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ ἡ κοινότης τῶν λέξεων κοινοποιεῖται τὰς φύσεις. Ἐπεὶ ἄρα ἔσται ὁμοτιμία ἐν τοῖς κτίσμασιν· ὅ ἐστι· Κτίσμα μέν ἐστιν, οὐκ ἔστι δὲ ὁμότιμον τοῖς κτίσμασιν. Ὡς εἰ ἔλεγέ τις· Ὁ ἥλιος μοναδικόν ἐστιν ἄστρον, καὶ οὐκ ἔστιν ὁμότιμον τοῖς ἀστράσι. Πᾶν ἄστρον ἐστὶν ἡμεροφανὲς, κἂν μὴ κοινοποιῆται τοῖς ἄλλοις ἄστροις.

Καὶ τί ἐστιν ἀσεβέστερον τοῦ εἰπεῖν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, λέγοντος τοῦ Υἱοῦ, ὅτι «Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν.» Αὐτοῦ λέγοντος τὸ Πνεῦμα τοῦ Πατρὸς εἶναι, σὺ πῶς κτίσμα αὐτὸ λέγεις; Πῶς δὲ οὐκ ἀκούεις τοῦ Πατρὸς λέγοντος· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» καὶ ἔτι· «Ἰδοὺ ὁ Παῖς μου ὁ ἐκλεκτὸς, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ᾽ αὐτόν;» Καὶ πρὸς τούτοις ὁ Πέτρος λέγει· «Ὑμεῖς ἐπίστασθε τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας· ἀρξάμενον γὰρ ἀπὸ Γαλιλαίας μετὰ τὸ βάπτισμα, ὃ ἐκήρυξεν Ἰωάννης, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει.» Ἆρα τῷ ἑαυτοῦ κτίσματι χρίεται ὁ Υἱός;

Καὶ πῶς οὐκ ἀνόητον εἰπεῖν τοῦτο; Καὶ αὐτὸς δὲ ὁ Υἱὸς λέγει· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με. Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Καὶ ὁ Πέτρος δὲ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγει οὕτως· «Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τὴν δὲ ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεε τοῦτο, ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.» Ἆρα ὃ αὐτὸς ἔκτισε, λαμβάνει παρὰ τοῦ Πατρός; καὶ οὐκ ἔσχεν ἐξουσίαν τοῦ ἑαυτοῦ κτίσματος; Ἀλλ᾽ ἐρεῖς· Μεῖζον οὖν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ;

Ἀποκρινόμεθά σοι τοίνυν· Μὴ γένοιτο! Οὐδεὶς ἡμῶν τοῦτο λέγει. Ἀλλ᾽ ἔδει αὐτὸν, δούλου μορφὴν λαβόντα, χρίεσθαι, οὐκ ἔτι ἐλαίῳ τῷ κατὰ τὸ παλαιὸν κατασκευαζομένῳ προστάγματι Θεοῦ, ἀλλ᾽ ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους. «Διὰ, γὰρ, τοῦτο, φησὶν ὁ Δαβὶδ, ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.»—«Διὰ τοῦτο,» ποῖον; ὅτι, Θεὸς ὢν καὶ Υἱὸς, μορφὴν δούλου ἔλαβεν.

Ἐπειδὴ δὲ προεπηγγειλάμεθα δεικνύναι τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς φύσεως ὂν Πατρὶ καὶ Υἱῷ, ἀκολούθως διάλογον ἐκ δύο προσώπων ἐνστησάμενοι, τοῦτο δεῖξαι σπουδάσωμεν, σὺν εὐμενείᾳ αὐτοῦ τοῦ Πνεύματος. Συντυχόντες τινὶ τῶν τὰ αὐτὰ τῷ γράψαντι τὸ σχεδάριον φρονούντων, ἔφημεν οὕτως· Μόνος ἔχειν τὴν ἀθανασίαν εἴρηται ὁ Θεὸς παρὰ τῷ Ἀποστόλῳ· «Ὁ μόνος γὰρ, φησὶν, ἔχει ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Μακεδ. Ναί. Ὀρθ. Ἔχουσι δὲ καὶ οἱ ἄγγελοι, καὶ ἀρχαὶ, καὶ ἐξουσίαι, θρόνοι καὶ κυριότητες; Μακεδ. Ναί. Ὀρθ. Πῶς οὖν μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν; Μακεδ. Ὅτι ὁ Θεὸς αὐτός ἐστιν ἡ ἀθανασία· οἱ δὲ ἄγγελοι μετοχῇ εἰσιν ἀθανασίας ἀθάνατοι, καὶ οἱ ἀρχάγγελοι, καὶ πάντα τὰ ἐπουράνια.

Ὀρθ. Καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἔχει ἀθανασίαν, ἢ οὔ; Μακεδ. Καὶ πάνυ. Ὀρθ. Οὕτως ὡς ὁ Πατὴρ, ἢ ὡς τὰ ἐπουράνια; Μακεδ. Ὡς ὁ Πατήρ. Ὀρθ. Πῶς οὖν μόνος ὁ Πατὴρ ἔχει τὴν ἀθανασίαν; Μακεδ. Ὅτι ἀπαράλλακτός ἐστι κατ᾽ οὐσίαν ὁ Υἱὸς τῷ Πατρί. Ὀρθ.

Μόνος οὖν Θεὸς ὁ Υἱὸς, ὡς καὶ ὁ Πατὴρ, λέγεται διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας; Μακεδ. Οὕτως ἔχειν τὴν ἀθανασίαν τὸν Υἱὸν ὁμοίως τῷ Πατρὶ λέγω. Ὀρθ. Ἔχει τε καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὴν ἀθανασίαν; Μακεδ. Ἔχει. Ὀρθ. Οὕτως ἔχει ὡς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἢ ὡς ἄγγελοι, καὶ ἀρχαὶ, καὶ ἐξουσίαι, μετοχῇ καὶ χάριτι; Μακεδ. Ὡς ὁ Πατὴρ, καὶ ὁ Υἱός. Ὀρθ.

Τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκ ἔτι οὖν μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν. Εὑρέθη γὰρ καὶ ἄλλη φύσις οὕτως αὐτὴν ἔχουσα, ὡς αὐτὸς ὁ Θεός. Μακεδ. Πάλιν οὖν τὰ τρία ἓν λέγω. Ὀρθ. Ταῖς ὑποστάσεσιν οὐχ ἓν, ἀλλὰ τρία. Μακεδ. Πῶς οὖν λέγω μίαν φύσιν; Ὀρθ. Ὅτι ὁμοίως ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, τὴν τοῦ Πατρὸς ἀθανασίαν ἔχει.

Καὶ ὥσπερ Παῦλος, καὶ Πέτρος, καὶ Τιμόθεος, φύσεως μιᾶς εἰσι, καὶ τρεῖς ὑποστάσεις· οὕτως Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τρεῖς ὑποστάσεις λέγω, καὶ μίαν φύσιν. Μακεδ. Ἀλλὰ τῶν ἀνθρώπων προϋπάρχουσιν ἄλλοι ἄνθρωποι· ἄρα καὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος προϋπάρχει ἄλλη φύσις. Ὀρθ. Μὴ γένοιτο!

Μακεδ. Πῶς οὖν λέγεις· Οὕτως, ὡς ἐπὶ ἀνθρώπων; Ὀρθ. Τῶν μὲν ἀνθρώπων, Παύλου, καὶ Πέτρου, καὶ Τιμοθέου, προϋπάρχουσιν ἄνθρωποι, καὶ τῶν πρὸ αὐτῶν ἄλλοι· τοῦ δὲ Ἀδὰμ οὐ προϋπάρχει ἄλλος, ἀλλ᾽ αὐτὸς ὁ Θεός. Πατρὸς δὲ καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος οὐδὲν προϋπάρχει· ἀλλ᾽ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς γεγέννηται, καὶ τὸ Πνεῦμα ἐκπορεύεται. Μακεδ.

Οὐκ ἔστιν οὖν τοῦ Υἱοῦ τὸ Πνεῦμα; Ὀρθ. Πάντα μὲν τὰ τοῦ Πατρὸς, εἰσὶ καὶ τοῦ Υἱοῦ. Καὶ γὰρ ὁ Ἀπόστολος λέγει καὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα, οὕτως λέγων· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ᾽ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾽ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.

Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείροντος Χριστὸν Ἰησοῦν ἐκ τῶν νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Καὶ αὐτὸς δὲ ὁ Υἱὸς εἶπε, τοῦ Πατρὸς αὐτοῦ εἶναι τὸ Πνεῦμα. Μακεδ. Πῶς; Ὀρθ. «Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ αὐτὸς δὲ ὁ Πατὴρ ἑαυτοῦ λέγει τὸ Πνεῦμα διὰ τοῦ προφήτου λέγοντος· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Μακεδ. Ὁ Υἱός ἐστιν ὁ λέγων.

Ὀρθ. Ἀνάγνωθι τὸν Ἀπόστολον, ἵνα ἀκούσῃς αὐτοῦ. Λέγει γὰρ οὕτως, γράφων τῷ ἑαυτοῦ μαθητῇ· «Ὅτε δὲ ἐπεφάνη ἡ χάρις τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν.» Μακεδ.

Ἡμεῖς οὐ δυνάμεθα εἰπεῖν μίαν φύσιν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὀρθ. Ὁμολογεῖς καὶ αὐτὸς τὸν Πατέρα εἶναι ἅγιον, περὶ οὗ εἴρηται· «Ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος.» Μακεδ. Ναί. Ὀρθ. Οὕτως λέγεις ἁγίους τοὺς ἀγγέλους, ὡς τὸν Πατέρα; Μακεδ. Οἱ ἄγγελοι μετοχῇ ἁγιασμοῦ εἰσιν ἅγιοι· ὁ δὲ Πατὴρ φύσει ἐστὶν ἅγιος. Ὀρθ. Οὕτως, ὡς οἱ ἄγγελοι μετοχῇ εἰσιν ἅγιοι, ἅγιος ὁ Υἱὸς, ἢ ὡς ὁ Πατήρ; Μακεδ. Ὡς ὁ Πατήρ· κατὰ πάντα γὰρ αὐτὸν ὅμοιον λέγω. Ὀρθ. Τὸ Πνεῦμα τὸ ἅγιον οὕτως λέγεις ἅγιον, ὡς τοὺς ἀγγέλους, ἢ ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν; Μακεδ. Ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν. Ὀρθ.

Τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ; Μακεδ. Καὶ εἰ ἀληθῶς, ὡς λέγετε, μία φύσις ἐστί· καθέζεται δὲ ὁ Υἱὸς ἐκ δεξιῶν τοῦ Πατρός· ποῦ καθέζεται τὸ Πνεῦμα; Ὀρθ. Σὺν αὐτῷ τῷ Χριστῷ. Εἰ γὰρ ἡμεῖς, ὡς λέγει Παῦλος, συγκαθεζόμεθα, δῆλον ὅτι καὶ τὸ Πνεῦμα· διὰ γὰρ αὐτὸ καὶ ἡμεῖς. Μακεδ. Ποῦ γέγραπται, ὅτι καὶ ἡμεῖς συγκαθεζόμεθα; Ὀρθ. Ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ γέγραπται· «Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησε τῷ Χριστῷ, καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς οὐρανοῖς.» Ἀδύνατον δὲ συγκαθίσαι τινὰ τῷ Χριστῷ μὴ γενόμενον ναὸν τοῦ Πνεύματος. Εἰ δὲ ὁ ναὸς συγκαθέζεται, τί ἂν εἴποις περὶ τοῦ ἐνοικοῦντος Πνεύματος;