Φοβῇ δὲ εἰπεῖν, οὐ τὸν Θεὸν φοβούμενος, ἀλλὰ τὸν ὄχλον, ὡς οἱ Φαρισαῖοι τὸ βάπτισμα Ἰωάννου φοβηθέντες εἰπεῖν, πόθεν ἦν. Καὶ φοβούμενος οὐ σιωπᾷς, ἀλλὰ βοᾷς· βοᾷς δὲ τοῖς εἰδόσι, τί ἐστιν, «ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.» Καὶ γὰρ διελογίσαντο οἱ Φαρισαῖοι· «Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; καὶ ἐὰν εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον.» Τοῦτο καὶ αὐτὸς διαλογίζῃ· Ἐὰν εἴπωμεν, Οὐκ ἔστι κτίσμα, ἐροῦσι· Διὰ τί οὖν οὐ προσκυνεῖς αὐτῷ; Ἐὰν εἴπω, Κτίσμα, φοβοῦμαι καὶ τὸν ὄχλον. Ὁ γὰρ λαὸς ἅπας λιθοβολήσει ἡμᾶς, ἀποταξάμενος τῇ κτίσει, καὶ συνταξάμενος Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι. Τί οὖν ποιεῖς; Κτίσμα λέγων κρύπτεις τὸν δόλον, καὶ αὐτὸ κατασκευάζεις εἰρηκώς· Ἀλλ᾽ οὐ κοινοποιεῖται τοῖς πᾶσι, μοναδικὸν ὃν, τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ ἡ κοινότης τῶν λέξεων κοινοποιεῖται τὰς φύσεις. Ἐπεὶ ἄρα ἔσται ὁμοτιμία ἐν τοῖς κτίσμασιν· ὅ ἐστι· Κτίσμα μέν ἐστιν, οὐκ ἔστι δὲ ὁμότιμον τοῖς κτίσμασιν. Ὡς εἰ ἔλεγέ τις· Ὁ ἥλιος μοναδικόν ἐστιν ἄστρον, καὶ οὐκ ἔστιν ὁμότιμον τοῖς ἀστράσι. Πᾶν ἄστρον ἐστὶν ἡμεροφανὲς, κἂν μὴ κοινοποιῆται τοῖς ἄλλοις ἄστροις.