Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογοι δύο κατὰ Μακεδονιανῶν

Μέγας Αθανάσιος

Οι θείες ενέργειες του Πνεύματος: πανταχού παρουσία, αγιασμός και καθοδήγηση

Εξέταση της ταυτότητας των ενεργειών του Πνεύματος με εκείνες του Θεού, προβάλλοντας την πανταχού παρουσία, τη δημιουργική συνέργεια και τη χορήγηση των πνευματικών χαρισμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 7

Μακεδ. Ἀποστολικὸν τὸ Πνεῦμά ἐστιν· ἀποστέλλεται γάρ. Ὀρθ. Ὁ γὰρ Υἱὸς οὐκ ἀποστέλλεται; Μακεδ. Ναί. Ὀρθ. Μὴ ἀπὸ τόπου εἰς τόπον ἀπεστάλη; Μακεδ. Οὔ· πανταχοῦ γὰρ λέγω εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα. Ὀρθ. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ πανταχοῦ λέγεις;

Μακεδ. Ναί. Ὀρθ. Εἰ πανταχοῦ ἐστιν ὁ Πατὴρ, καὶ πανταχοῦ ἐστιν ὁ Υἱὸς, καὶ πανταχοῦ τὸ Πνεῦμα· τῆς αὐτῆς φύσεώς ἐστι τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα. Μακεδ. Ἐπειδὴ καὶ ὁ διάβολος πανταχοῦ ἐστι, τῆς αὐτῆς φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ;

Ὀρθ. Οὐκ ἔστι πανταχοῦ ὁ διάβολος· οὔτε γὰρ ἐν τῷ οὐρανῷ ἐστιν, οὔτε ἐν πάσῃ τῇ γῇ· ἀλλ᾽ ὥσπερ τις τύραννος ἐν τόπῳ τινὶ ὢν, διὰ τῶν προσταγμάτων ἑαυτοῦ ἀποστέλλων ὑπηκόους, πανταχοῦ κρατεῖν λέγεται, ἔνθα εἰσὶν αἱ ὑπηρετούμεναι αὐτῷ δυνάμεις· καὶ τῇ μὲν ὑποστάσει ἐν ἑνὶ τόπῳ ἐστί· τῇ δὲ ἐνεργείᾳ τοῦ θελήματος πανταχοῦ ὅπου δ᾽ ἂν κρατῇ, εἶναι λέγεται· οὕτως καὶ ὁ διάβολος τῇ μὲν ὑποστάσει περιέρχεται ἀπὸ τόπου εἰς τόπον, τῇ δὲ ἐνεργείᾳ τοῦ θελήματος πανταχοῦ γῆς, ἐνεργουμένου τοῦ θελήματος αὐτοῦ ἐν «τοῖς υἱοῖς τῆς ἀπειθείας, διὰ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν, καὶ τῶν κοσμοκρατόρων τοῦ σκότους.» Πατὴρ δὲ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, οὐσίᾳ, καὶ δυνάμει, καὶ δόξῃ πανταχοῦ, καὶ ἐν πᾶσι, καὶ διὰ πάντων εἰσίν. Εἰ δὲ τοῦτο, μία ἄρα οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Μακεδ.

Πατὴρ μὲν καὶ Υἱὸς οὐσίᾳ καὶ βουλῇ καὶ δυνάμει καὶ δόξῃ πανταχοῦ καὶ ἐν πᾶσι· τὸ δὲ Πνεῦμα ἐκεῖ ἐστιν, ἔνθα ἀποστέλλεται. Ὀρθ. Ὅτε οὖν κατῆλθεν ἐν τῷ ὑπερῴῳ ἔνθα ἦσαν οἱ μαθηταὶ, καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν, οὐκ ἦν καὶ ἐν τῷ οὐρανῷ; Μακεδ.

Ὁ γὰρ Γαβριὴλ, ὅτε ἀπεστάλη πρὸς τὴν Μαρίαν, οὐκ ἦν καὶ ἐν τῷ οὐρανῷ; Ὀρθ. Οὐσίᾳ, οὔ· διανοίᾳ, ναί. Μακεδ. Οὕτω λέγω καὶ τὸ Πνεῦμα. Ὀρθ. Καὶ πῶς ἀκούεις τοῦ λέγοντος, ὅτι «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην· καὶ τὸ συνέχον πάντα γνῶσιν ἔχει φωνῆς;» Τί δέ ἐστι τὸ τὴν τοῦ Θεοῦ γνῶσιν ἔχον, ἀλλ᾽ ἢ τὸ Πνεῦμα, περὶ οὗ εἴρηται· «Πνεῦμα γνώσεως καὶ εὐσεβείας;» Μακεδ. Ἁγιαστικόν ἐστι τὸ Πνεῦμα. Ὀρθ. Ὁ γὰρ Πατὴρ οὐχ ἁγιάζει; Ἢ οὐ γέγραπται ἐν τοῖς Εὐαγγελίοις· «Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου;» Καὶ διὰ τοῦ προφήτου λέγει· «Ἐγὼ Κύριος ἁγιάζων αὐτούς.» Μακεδ· Ναὶ, ἁγιάζει καὶ ὁ Πατὴρ καὶ ὁ Υἱός. Ὀρθ. Εἰ ἁγιάζει ὁ Πατὴρ καὶ ἁγιάζει καὶ ὁ Υἱὸς, καὶ ἁγιάζει καὶ τὸ Πνεῦμα· τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ· ὧν γὰρ ἡ αὐτὴ ἐνέργεια, καὶ ἡ αὐτὴ φύσις.

Μακεδ. Ἡμεῖς ὁδηγητικὸν λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον. Ὁ δὲ ὁδηγῶν πρὸς ἄλλον ὁδηγεῖ. Ὀρθ. Οὐχ ὁδηγεῖ οὖν ὁ Θεός; Μακεδ. Ποῦ γέγραπται; Ὀρθ. Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ τίς ἐστι; Μακεδ. Ὁ Θεός. Ὀρθ. Ἄκουε οὖν τοῦ Δαβὶδ λέγοντος· «Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες· ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι.» Ἀκούεις, ὅτι καὶ ποιμαίνει καὶ ὁδηγεῖ ὁ Θεός; Μακεδ. Ναὶ, ποιμαίνει καὶ ὁδηγεῖ ὁ Θεός· ἀλλὰ πρὸς ἑαυτὸν ὁδηγεῖ. Τὸ δὲ Πνεῦμα οὐ πρὸς ἑαυτὸν, ἀλλὰ πρὸς πᾶσαν τὴν ἀλήθειαν ὁδηγεῖ. Ὀρθ.

Ὁ γὰρ Θεὸς οὐ πρὸς πᾶσαν ἀλήθειαν ὁδηγεῖ; Μακεδ. Ἀλλ᾽ αὐτός ἐστιν ἀληθῶς ἡ πᾶσα ἀλήθεια. Ὀρθ. Τὴν αὐτὴν ἄρα ὁδηγεῖ ὁδηγίαν, ἣν ὁδηγεῖ τὸ Πνεῦμα. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, καὶ ἡ αὐτὴ φύσις. Οὐδὲ γὰρ δύνῃ εἰπεῖν, ὅτι τὸ μὲν Πνεῦμα ἄλλως ὁδηγεῖ, ὁ δὲ Θεὸς πρὸς πᾶσαν τὴν ἀλήθειαν· τοῦ Κυρίου Ἰησοῦ εἰρηκότος, ὅτι αὐτὸ τὸ Πνεῦμα ὁδηγεῖ ἡμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν. Μακεδ. Ἀλλ᾽ εἶπον, ὅτι ὁ Θεός ἐστιν ἡ πᾶσα ἀλήθεια, καὶ αὐτὸς πρὸς ἑαυτὸν ὁδηγεῖ, τὸ δὲ Πνεῦμα οὐ πρὸς ἑαυτὸ, ἀλλὰ πρὸς πᾶσαν ἀλήθειαν, ὅ ἐστι πρὸς τὸν Θεόν. Ὀρθ. Καὶ εἰ ὁ Θεὸς πρὸς ἑαυτὸν ὁδηγεῖ, τίς ἡ χρεία τῆς τοῦ Πνεύματος ὁδηγίας; Μακεδ. Πρῶτον ὁδηγεῖ τὸ Πνεῦμα, καὶ τότε ὁ Θεός. Ὀρθ. Εἰ ὁ ὁδηγῶν πρὸς ἄλλον τινὰ ὁδηγεῖ, ὁδηγεῖ δὲ τὸ Πνεῦμα πρὸς τὸν Θεόν· καὶ ὁ Θεὸς, ὁδηγῶν, πρὸς ἄλλον τινὰ ὁδηγεῖ. Μακεδ. Εἶπον, ὅτι πρὸς ἑαυτόν. Ὀρθ. Οὐκ ἄρα ὁ ὁδηγῶν, πρὸς ἄλλον τινὰ ὁδηγεῖ, ἀλλὰ πρὸς ἑαυτόν. Εἰ δὲ τοῦτο, καὶ τὸ Πνεῦμα ὁδηγοῦν, καὶ πρὸς ἑαυτὸ ὁδηγεῖ, καὶ πρὸς τὸν Πατέρα, καὶ πρὸς τὸν Υἱόν. Ἡ γὰρ πᾶσα ἀλήθεια, πρὸς ἣν ὁδηγούμεθα, ἡ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστιν ὁδηγία· κἂν ὁδηγῇ ὁ Πατὴρ, πρὸς ἑαυτὸν ὁδηγεῖ· κἂν ὁδηγῇ τὸ Πνεῦμα, πρὸς ἑαυτὸ ὁδηγεῖ. Μακεδ. Ἀλλ᾽ εἶπον, ὅτι πρῶτον ὁδηγεῖ τὸ Πνεῦμα, καὶ τότε ὁ Θεός. Ὀρθ. Ἀλλ᾽ εἰ τὴν αὐτὴν ὁδηγίαν ὁδηγεῖ τῷ Θεῷ τὸ Πνεῦμα τὸ ἅγιον, ὧν ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ φύσις.

Μακεδ. Ἀλλὰ τοῦτο ζητεῖται, εἰ πρῶτον τὸ Πνεῦμα ὁδηγεῖ, καὶ τότε ὁ Θεός. Ὀρθ. Εἶπον, ὅτι οὐδὲν ποιεῖ, κἂν πρῶτον τὸ Πνεῦμα ποιῇ, κἂν πρῶτον ὁ Θεὸς, ὅπερ οὐκ ἔστι κοινόν· μᾶλλον γὰρ εὑρεθήσεται ἐν τοῖς πλείοσιν ὁ Θεὸς πρῶτος ὁδηγῶν τοῦ Πνεύματος κατὰ τὸν σὸν λόγον. Ἡμεῖς γὰρ λέγομεν τὴν αὐτὴν καὶ κατὰ ταυτὸν εἶναι ὁδηγίαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος.

Ἐπεὶ δὲ σὺ μερίζεις τὸν καιρὸν καὶ τὴν ὁδηγίαν, εἰπὲ παρὰ τίνος ὡδηγήθη πρώτου Ἀδὰμ, μένων ἐν τῷ παραδείσῳ πρὸ τῆς παραβάσεως ἐργάζεσθαι αὐτὸν καὶ φυλάττειν· παρὰ τοῦ Πατρὸς, ἢ παρὰ τοῦ Υἱοῦ, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος; Μακεδ.

Παρὰ τοῦ Πνεύματος. Ὀρθ. Καίτοιγε εἴρηται· «Καὶ ἔθετο αὐτὸν ὁ Θεὸς ἐν τῷ παραδείσῳ ἐργάζεσθαι καὶ φυλάττειν.» Οὐκοῦν καὶ ἄκων ὁμολογεῖς Θεὸν εἶναι τὸ Πνεῦμα· ἐπειδὴ αὐτὸ πρῶτον ὁδηγεῖν λέγεις. Μακεδ. Ὁ Θεὸς ἐν τῷ Πνεύματι ὁδηγεῖ. Ὀρθ. Καὶ πῶς γέγραπται· «Ὁ ὁδηγήσας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωσέως καὶ ἐν βραχίονι Ἀαρών;» Μὴ ἡ χεὶρ Μωσέως τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι; Μακεδ. Εἰ μία φύσις ἐστὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, δύναται καὶ γεννῆσαι καὶ κτίσαι τὸ Πνεῦμα. Ὀρθ.

Μίαν λέγεις φύσιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἶναι, ἢ οὐδὲ τοῦτο λέγεις; Μακεδ. Μίαν οὐ λέγω· ὁμοίαν δὲ λέγω. Ὀρθ. Ὁμοίαν λέγεις, ὡς χρυσοῦ καὶ χαλκοῦ; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ἀλλ᾽ ὡς τί; Μακεδ. Ὡς χρυσοῦ καὶ χρυσοῦ. Ὀρθ. Τοῦτο οὖν ἐστι μία φύσις. Ὅλως δὲ οὕτως ὅμοιον λέγεις τὸν Υἱὸν τῷ Πατρὶ, ὡς χρυσὸν χρυσῷ; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν οὖν θελήσῃ ὁ Υἱὸς, τῆς αὐτῆς ὢν φύσεως τῷ Πατρὶ, δύναται γεννῆσαι Υἱόν; Μακεδ. Ναὶ, δύναται· ἀλλ᾽ ἵνα μὴ θεογονίαν διδαχθῶμεν, τοῦτο οὐ ποιεῖ. Ὀρθ.

Οὐδὲν ἄρα κωλύει τῆς αὐτῆς εἶναι φύσεως τὸ Πνεῦμα τὸ ἅγιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ μήτε γεννᾷν, μήτε κτίζειν, ἵνα μὴ θεογονίαν, ὡς ἔφης, μήτε πολυθεΐαν διδαχθῶμεν. Ἃ μέντοιγε θέλει ὁ Πατὴρ, κτίζει ὁ Υἱὸς, ἁγιάζει τὸ Πνεῦμα. Καὶ τοῦτό ἐστι τὸ, «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Οὔτε ὁ Πατὴρ, βοηθείας δεόμενος, κτίζει διὰ τοῦ Υἱοῦ, οὔτε ὁ Υἱὸς, βοηθείας χρῄζων, κτίζει διὰ τοῦ Πνεύματος· ἀλλ᾽ ἵνα ἐκ τῶν γιγνομένων δειχθῇ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ ταυτότης. Ὅτι δὲ δύναται κτίσαι τὸ Πνεῦμα τὸ ἅγιον, ἐδείχθη ἐκ τοῦ Κυριακοῦ σώματος, τοῦ ἀγγέλου εἰρηκότος· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Μακεδ.

Καὶ ὁ Πατὴρ Πνεῦμα ἅγιόν ἐστι, καὶ ὁ Υἱός· καὶ ὅταν λέγει, Ἐκ Πνεύματός ἐστιν ἁγίου, τοῦ Υἱοῦ λέγει, οὐχὶ δὲ τοῦ Πνεύματος, περὶ οὗ ὁ λόγος. Ὀρθ. Ἀνάγνωθι τὸν τόπον τοῦ Εὐαγγελίου, ἵν᾽ ἀκούσῃς τοῦ ἀγγέλου λέγοντος τῇ Μαρίᾳ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ·» ποῖον; περὶ οὗ ὁ λόγος, ἢ περὶ Υἱοῦ, ἢ καὶ περὶ ἄλλου τινὸς Πνεύματος ἁγίου;

Καὶ γὰρ οἱ ἅγιοι ἄγγελοι πνεύματά εἰσιν ἅγια. Μακεδ. Πνεῦμα ἅγιον λέγει αὐτὸ τὸ Πνεῦμα, εἰς ὃ βαπτιζόμεθα. Ὀρθ. Ἐκ τούτου ἄρα τοῦ Πνεύματος τὸ Κυριακὸν σῶμα λέγει ὁ Γαβριὴλ γεγεννῆσθαι. Οὐ γὰρ ἄλλο αὐτῇ ἐπῆλθε, καὶ ἄλλο τὴν χάριν εἰργάσατο· ἀλλὰ τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματος ἁγίου ἐστὶ, δηλονότι τοῦ ἐπελθόντος αὐτῇ. Μακεδ. Καὶ πῶς λέγει· «Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον;» Ὀρθ.

Τοῦτο γάρ ἐστιν, ὃ λέγομεν ἡμεῖς, ὅτι Πάντα τὰ τοῦ Πατρὸς ἔργα, εἰσὶ τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ λέγονται εἶναι τοῦ Πνεύματος· ἐπειδὴ μία ἐστὶ δύναμις τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ ἐνεργουμένη.

Ἀμέλει Παῦλος λέγει· «Ἄλλους μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους·» καὶ πάλιν ὁ αὐτός· «Πέμψας ἀπὸ τῆς Μιλήτου εἰς τὴν Ἔφεσον, μετεστείλατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας,» καὶ λέγει αὐτοῖς; «Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ.» Ὁρᾷς, ὅτι, οὓς ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὓς ἔθετο τὸ Πνεῦμα, ἔθετο ὁ Θεός· καὶ οὐκ ἄλλους τὸ Πνεῦμα, καὶ ἄλλους ὁ Θεὸς, ἀλλ᾽ αὐτοὺς οὓς ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα; Εἰ δὲ οὓς ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα, ἡ αὐτὴ ἄρα ἐνέργεια τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ καὶ φύσις. Μακεδ. Καίτοιγε ὁ Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Γέγραπται γάρ· «Διαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός ἐστιν, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Ὀρθ. Εἰπὲ τὰ ἑξῆς, ἵνα ἀκούσῃς· «Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον.

ᾯ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα· ἑτέρῳ δὲ προφητεία· ἄλλῳ δὲ διακρίσεις πνευμάτων· ἑτέρῳ δὲ γένη γλωσσῶν. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Βούλεται δὲ ἃ βούλεται ὁ Πατὴρ καὶ ὁ Υἱός· καὶ διὰ τοῦτο λέγομεν βουλὴν μίαν. Ὧν δὲ τὸ αὐτὸ βούλημα καὶ ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ καὶ ἡ φύσις.